The Greek Library Author

Anonymous

De resurrectione

Authority group
Pseudo-Justinus Martyr (catalogue association; authorship remains anonymous)
Edition reference
De resurrectione, ed. Otto, op. cit., vol. 3, 3rd edn., 210–248.
CTS identifier
urn:cts:greekLit:tlg0646.tlg005.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

589

D

μὴν καὶ ζῶά τινα εὑρίσκομεν ἄτοκα, καίτοι μήτρας ἔχοντα,

E

ὡς καὶ ἡμίονον, καὶ οἱ ἄρσενες δὲ οὐ γεννῶσιν ἡμίονοι· ὥστε

καὶ διὰ ἀνθρώπων καὶ διὰ ἀλόγων καταργουμένην τὴν συν-

ουσίαν καὶ πρὶν τοῦ μέλλοντος αἰῶνος ὁρᾶσθαι. Καὶ ὁ κύ-

ριος δὲ ἡμῶν Ἰησοῦς ὁ Χριστὸς οὐ δι' ἄλλο τι ἐκ παρθένου

ἐγεννήθη, ἀλλ' ἵνα καταργήσῃ γέννησιν ἐπιθυμίας ἀνόμου

590

A

καὶ δείξῃ τῷ ἄρχοντι καὶ δίχα συνουσίας ἀνθρωπίνης δυνα-

τὴν εἶναι τῷ θεῷ τὴν ἀνθρώπου πλάσιν. Καὶ γεννηθεὶς δὲ

καὶ πολιτευσάμενος τὴν λοιπὴν τῆς σαρκὸς πολιτείαν, λέγω

δὴ ἐν τροφαῖς καὶ ποτοῖς καὶ ἐνδύμασι, ταύτην δὲ τὴν διὰ

συνουσίας μόνον οὐκ εἰργάσατο, ἀλλὰ τὰς τῆς σαρκὸς ἐπιθυ-

μίας ἃς μὲν ἀναγκαίας ὑπάρχειν κατεδέξατο, ἃς δὲ μὴ ἀναγ-

καίας οὐ προσήκατο. Τροφῆς μὲν γὰρ καὶ ποτοῦ καὶ ἐν-

δύματος ὑστερουμένη σὰρξ καὶ διαφθαρείη ἄν, συνουσίας δὲ

στερουμένη ἀνόμου οὐδὲν ὅ τι πάσχει κακόν. Ἅμα δὲ καὶ

τὴν μέλλουσαν καταργεῖσθαι διὰ συνουσίας μῖξιν ἐν τῷ μέλ-

λοντι αἰῶνι προεμήνυσεν, ὥς φησιν· Οἱ υἱοὶ τοῦ αἰῶνος

B

τούτου γαμοῦσι καὶ γαμίσκονται, οἱ δὲ υἱοὶ τοῦ μέλλοντος αἰ-

ῶνος οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ' ἔσονται ὡς ἄγγελοι

ἐν τῷ οὐρανῷ. Μὴ θαυμαζέτωσαν οὖν οἱ τῆς πίστεως ἐκτός,

εἰ τὴν ἀπὸ τοῦ νῦν καταργουμένην ἐν τοῖς ἔργοις τούτοις σάρκα

καὶ ἐν τῷ μέλλοντι αἰῶνι καταργήσει.

Ναί, φασίν. Εἰ οὖν ἡ σὰρξ ἀνίσταται, καὶ τοιαύτη

ἀνίσταται ὁποία κλιθήσεται, ὥστε, εἰ μονόφθαλμος κλιθή-

σεται, μονόφθαλμος ἀνίσταται, εἰ χωλός, χωλός, εἰ ἄλλο τι

τοῦ σώματος ὑστεροῦν εἴη, τοῦτο καὶ ἐλάττων ὁ ἄνθρωπος

ἀναστήσεται. Τετυφλωμένοι ὡς ἀληθῶς τὰ τῆς καρδίας ὄμ-

C

ματα! Οὐ γὰρ εἶδον ἐπὶ τῆς γῆς τυφλοὺς ἀναβλέποντας,

χωλοὺς περιπατοῦντας τῷ ἐκείνου λόγῳ; Ἃ πάντα ἐποίησεν

ὁ σωτήρ, πρῶτον μὲν ἵνα πληρωθῇ τὸ ῥηθὲν περὶ αὐτοῦ διὰ

τῶν προφητῶν, ὅτι Τυφλοὶ ἀναβλέπουσι καὶ κωφοὶ ἀκούουσιν

καὶ τὰ ἄλλα, ἔτι δὲ καὶ εἰς πίστιν τοῦ ὅτι ἐν τῇ ἀναστάσει

ἡ σὰρξ ὁλόκληρος ἀναστήσεται. Εἰ γὰρ ἐπὶ τῆς γῆς τὰς ἀσθε-

νείας τῆς σαρκὸς ἰάσατο καὶ ὁλόκληρον ἐποίησε τὸ σῶμα, πολλῷ

μᾶλλον ἐν τῇ ἀναστάσει τοῦτο ποιήσει, ὥστε καὶ ἀκέραιον καὶ

ὁλόκληρον ἀναστῆναι τὴν σάρκα. Τὰ μὲν οὖν παρ' αὐτῶν

νομιζόμενα ἄπορα τοῦτον τὸν τρόπον ἰαθήσεται.

D

Ἔτι δὲ καὶ τῶν λεγόντων μὴ ἀνίστασθαι τὴν σάρκα οἱ

μὲν ὡς ἀδύνατον ἀναστῆναι λέγουσιν, οἱ δὲ ὡς μὴ προσῆκον

τῷ θεῷ τὸ ἀνιστάνειν αὐτὴν διὰ τὸ εὐτελὲς καὶ εὐκαταφρό-

νητον αὐτῆς, οἱ δὲ ὅτι τὴν ἀρχὴν οὐδὲ ἐπαγγελίαν ἔχειν.

Πρῶτον οὖν δοκεῖ μέν μοι πρὸς τοὺς ἀδύνατον εἶναι λέγοντας

τῷ θεῷ τὸ ταύτην ἀναστῆσαι διεξελθεῖν, ὅτι ἀγνοοῦσιν αὐτοὶ

τῷ λόγῳ λέγοντες ἑαυτοὺς εἶναι πιστούς, καὶ διὰ τῶν ἔργων

ἀποδεικνύντες ἀπίστους ἑαυτοὺς καὶ τῶν ἀπίστων ἀπιστοτέ-

ρους. Τῶν γὰρ ἐθνῶν ἁπάντων ἐπὶ τὰ εἴδωλα πεπιστευκότων

καὶ πεπεισμένων ὅτι πάντα δυνατὰ τούτοις ἐστίν, ὡς καὶ

Ὅμηρος, ὁ ποιητὴς αὐτῶν, φησίν·

Θεοὶ δέ τε πάντα δύνανται

Καὶ ῥεῖα—

E

(ἀλλὰ καὶ τὸ ῥεῖα προσέθηκεν, ὅπερ ἐστὶν εὐχερῶς, ἵνα τὴν

μεγαλειότητα τῆς τῶν θεῶν δυνάμεως ἐμφάνῃ), πολὺ οὖν

τούτων ἀπιστότεροι φαίνονται. Εἰ γὰρ τοῖς εἰδώλοις τὰ

ἔθνη, τοῖς θεοῖς αὐτῶν, οἳ ὦτα ἔχουσι καὶ οὐκ ἀκούουσιν,

ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται, τὸ πάντα δύνασθαι

πεπιστεύκασι, δαιμονίοις οὖσι, καθὼς ἡ γραφὴ λέγει, ὅτι

Οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, πολὺ μᾶλλον ἡμεῖς, οἱ

τὴν ἐξαίρετον καὶ ἀληθῆ πίστιν ἔχοντες, ὀφείλομεν τῷ θεῷ

ἡμῶν πιστεύειν, ἔχοντες τεκμήρια· καὶ πρῶτον μὲν τὴν

τοῦ πρωτοπλάστου γένεσιν, ὅτι ἐκ γῆς ὑπὸ θεοῦ γέγονεν· ἱκα-

νὸν γὰρ τοῦτο δεῖγμα τῆς τοῦ θεοῦ δυνάμεως. Ἔτι δὲ καὶ τὴν

591

A

μετὰ ταῦτα ἐξ ἀλλήλων γένεσιν κατανοοῦσιν ἔστιν ἰδεῖν, καὶ

θαυμάσαι μειζόνως, ὅτι ἐξ ἐλαχίστης ῥανίδος ὑγροῦ τηλι-

κοῦτον πλάσσεται ζῶον. Καίτοι γε εἰ ἐν ἐπαγγελίᾳ καὶ

τοῦτο ἦν καὶ μὴ ἐφαίνετο γινόμενον, πολὺ τῶν ἄλλων ἦν ἀπι-

στότερον· ἀλλὰ γὰρ πιστότερον αὐτὸ ποιεῖ τὸ ἀποτέλεσμα.

Ἀλλὰ μὴν περὶ τῆς ἀναστάσεως ἡμῖν ἔδειξεν ὁ σωτὴρ ἀποτε-

λέσματα, ἃ μετ' ὀλίγον ἐροῦμεν. Νῦν δὲ τὸ δυνατὴν εἶναι τὴν

τῆς σαρκὸς ἀνάστασιν ἐπιδεικνύομεν, συγγνώμην αἰτούμενοι

παρὰ τῶν τῆς ἀληθείας τέκνων, εἰ καὶ τῶν ἔξωθεν εἶναι

δοκούντων καὶ κοσμικῶν λόγων ἁπτόμεθα· πρῶτον μὲν ὅτι

οὐδέν ἐστιν ἔξωθεν τοῦ θεοῦ, οὐδὲ αὐτὸς ὁ κόσμος· ποίημα

B

γάρ ἐστιν αὐτοῦ· δεύτερον ὅτι πρὸς ἀπίστους τούτους ποιού-

μεθα τοὺς λόγους. Εἰ γὰρ πρὸς πιστούς, αὐταρκὲς ἦν

ἀποκρίνεσθαι τὸ ὅτι πεπιστεύκαμεν· νῦν δὲ διὰ ἀποδείξεων

χωρεῖν ἀναγκαῖον. Ἱκανὰ μὲν οὖν καὶ τὰ προειρημένα τεκμή-

ρια πρὸς τὸ δυνατὴν εἶναι δεικνύειν τὴν τῆς σαρκὸς ἀνάστασιν·

ἀλλ', ἐπεὶ λίαν εἰσὶν ἄπιστοι, καὶ ἀναγκαστικώτερον ἐπά-

ξομεν τὸν λόγον, οὐκ ἐκ τῆς πίστεως, ὅτι μὴ τυγχάνουσιν ὄντες

αὐτῆς, ἀλλ' ἐκ τῆς ἀπιστίας, τῆς μητρὸς αὐτῶν, λέγω δὴ

τῶν κοσμικῶν λόγων. Εἰ γὰρ ἐκ τούτων ἐπιδεικνύομεν αὐ-

C

τοῖς δυνατὴν εἶναι τὴν τῆς σαρκὸς ἀνάστασιν, πολλῆς δήπουθεν

αἰσχύνης εἰσὶν ἄξιοι, εἰ μήτε τοῖς τῆς πίστεως μήτε τοῖς τοῦ

κόσμου ἀκολουθεῖν δύνανται.

Φασὶ τοίνυν οἱ τοῦ κόσμου φυσικοί, σοφοὶ λεγόμενοι,

τὸ πᾶν ὑπάρχειν οἱ μὲν ὕλην καὶ θεόν, ὡς Πλάτων, οἱ δὲ

ἄτομα καὶ κενόν, ὡς Ἐπίκουρος, οἱ δὲ τὰ τέσσαρα, γῆν καὶ

ὕδωρ, ἀέρα, πῦρ, ὥσπερ οἱ Στωϊκοί. Ἀρκεῖ γὰρ ἐπιμνησθῆ-

ναι τῶν ἐπικρατουσῶν μάλιστα δοξῶν. Καὶ ὁ μὲν Πλάτων

φησὶν ὑπὸ τοῦ θεοῦ τὰ πάντα ἐκ τῆς ὕλης γεγονέναι καὶ κατὰ

πρόνοιαν αὐτοῦ, ὁ δὲ Ἐπίκουρος καὶ οἱ μετ' αὐτοῦ ἐκ τῶν

ἀτόμων καὶ ἐκ τοῦ κενοῦ κατὰ ταὐτόματόν τινα φορὰν τῆς ἐκ

D

τῶν σωμάτων φυσικῆς κινήσεως, οἱ δὲ Στωϊκοὶ ἐκ τῶν τεσσά-

ρων διήκοντος δι' αὐτῶν τοῦ θεοῦ. Τοιαύτης δὲ διαφωνίας

αὐτοῖς οὔσης, ἔστι τινὰ παρ' αὐτοῖς ὁμολογούμενα κοινὰ

δόγματα πρὸς ἁπάντων· ἓν μὲν τὸ μήτε ἐκ τοῦ μὴ ὄντος γί-

νεσθαι μήτε εἰς τὸ μὴ ὂν ἀναλύεσθαι καὶ ἀπόλλυσθαι, καὶ τὸ

τὰ στοιχεῖα ἄφθαρτα ὑπάρχειν, ἐξ ὧν ἡ ἑκάστου πράγματος

γένεσίς ἐστι. Τούτων τοίνυν οὕτως ἐχόντων, κατὰ πάντας

αὐτοὺς φανήσεται δυνατὴ ἡ τῆς σαρκὸς ὑπάρχειν παλιγγενεσία.

Εἴτε γὰρ κατὰ Πλάτωνά ἐστιν ἡ ὕλη καὶ ὁ θεός, ἀμφότερα

E

ταῦτα ἄφθαρτα· καὶ ὁ μὲν θεὸς ἐπέχει τόπον τεχνίτου, οἷον

πλάστου, ἡ δὲ ὕλη ἐπέχει τόπον πηλοῦ ἢ κηροῦ ἢ τοιούτου τι-

νός. Τὸ μὲν οὖν ἐκ τῆς ὕλης γινόμενον φθαρτὸν πλάσμα,

ὁ ἀνδριὰς ἢ εἰκών, ἡ δὲ ὕλη αὐτὴ ἄφθαρτος, οἷον πηλὸς ἢ

κηρὸς ἤ τι τοιοῦτον ἄλλο εἶδος ὕλης. Οὕτως ὁ πλάστης ἐκ

τοῦ κηροῦ ἢ πηλοῦ πλάσσει καὶ ζωοποιεῖ ζώου μορφήν· πάλιν,

ἐὰν διαλυθῇ τὸ πλάσμα, οὐκ ἀδύνατον αὐτῷ ἐστι, τὴν αὐτὴν

ὕλην ἀναφυράσαντι καὶ καινοποιήσαντι, τὸ αὐτὸ πλάσμα

ποιῆσαι. Οὕτως κατὰ Πλάτωνα οὐδὲ τῷ θεῷ, ἀφθάρτῳ

592

A

ὄντι, ἄφθαρτον ἔχοντι καὶ τὴν ὕλην, τοῦ ἐξ αὐτῆς γενομένου

πλάσματος διαλυθέντος, ἀδύνατόν ἐστιν ἀνακαινοποιῆσαι πά-

λιν αὐτὴν καὶ ποιῆσαι τὸ αὐτὸ πλάσμα ὁποῖον ἦν καὶ τὸ πρό-

τερον. Ἀλλὰ μὴν κατὰ τοὺς Στωϊκούς, ἐκ τῆς τῶν τεσσάρων

στοιχείων κράσεως γινομένου τοῦ σώματος, καί, διαλυομένου

τούτου εἰς τὰ τέσσαρα, παραμενόντων τούτων ἀφθάρτων, δυ-

νατόν ἐστι πάλιν τὰ τέσσαρα στοιχεῖα, τὴν αὐτὴν μῖξιν καὶ

κρᾶσιν λαβόντα ἀπὸ τοῦ δι' αὐτῶν διήκοντος θεοῦ, ποιῆσαι

ὃ πρότερον πεποιήκει σῶμα· ὥσπερ, εἴ τις ἐκ χρυσοῦ καὶ

ἀργύρου καὶ χαλκοῦ καὶ κασσιτήρου ποιήσει μῖγμα, ἔπειτα

θελήσει πάλιν διαλῦσαι, ὥστε κατ' ἰδίαν ἕκαστον εἶναι, καὶ

B

πάλιν, εἰ θελήσει, μίξας τὰ αὐτὰ ποιήσει ὃ πρότερον πε-

ποιήκει ἐξ αὐτῶν μῖγμα. Καὶ κατὰ τὸν Ἐπίκουρον δέ, τῶν

ἀτόμων ἀφθάρτων οὐσῶν καὶ τοῦ κενοῦ, παρὰ τὴν ποιὰν

τάξιν καὶ θέσιν τῶν ἀτόμων συντεθειμένων γίνεται τά τε

ἄλλα συγκρίματα καὶ τὸ σῶμα, χρόνῳ δὲ διαλυόμενον δια-

λύεται πάλιν εἰς τὰς ἀτόμους, ἐξ ὧν καὶ ἐγένετο. Τούτων

μὲν οὐσῶν ἀφθάρτων, οὐδὲν ἀδύνατόν ἐστι, συνελθουσῶν

πάλιν καὶ τὴν αὐτὴν θέσιν καὶ τάξιν λαβουσῶν, ποιῆσαι ὃ

πρότερον ἐγεγόνει ἐξ αὐτῶν σῶμα καὶ ὅμοιον· ὥσπερ, εἴ τις

ψηφοθέτης ἐκ ψηφίδων ποιήσει ζώου μορφήν, ἔπειτα τού-

C

των ἀπὸ χρόνου διαλυθέντων ἢ ὑπ' αὐτοῦ τοῦ ποιήσαντος, τὰς

αὐτὰς ἔχων ψήφους, ἐσκορπισμένας συνάγων, οὐκ ἀδυνατή-

σει συλλέξας αὐτὰς καὶ διαθεὶς ὁμοίως ποιῆσαι τὸ αὐτὸ

εἶδος τοῦ ζώου. Ὁ δὲ θεὸς ἀναλυθέντα τὰ μέλη τῆς σαρκὸς

ἀπ' ἀλλήλων οὐ δυνήσεται πάλιν συναγαγὼν ποιῆσαι τὸ αὐτὸ

τῷ πρότερον γεγονότι ὑπ' αὐτοῦ σώματι; Ἀλλὰ γὰρ ὁ μὲν περὶ

τοῦ δυνατὴν εἶναι τὴν τῆς σαρκὸς ἀνάστασιν ἱκανῶς ἀπο-

δέδεικταί μοι λόγος κατὰ τοὺς ἐθνικούς. Εἰ δὲ κατὰ τοὺς

ἀπίστους οὐχ εὑρίσκεται ἀδύνατος ἡ ἀνάστασις τῆς σαρκός,

πόσῳ μᾶλλον κατὰ τοὺς πιστούς!

D

Ἑξῆς δὲ λεκτέον πρὸς τοὺς ἀτιμάζοντας τὴν σάρκα

καὶ φάσκοντας μὴ ἀξίαν εἶναι τῆς ἀναστάσεως μηδὲ τῆς ἐπ-

ουρανίου πολιτείας· ὅτι πρῶτον αὐτῆς ἐστιν ἡ οὐσία γῆ, μετέ-

πειτα δὲ καὶ μεστὴ γέγονε πάσης ἁμαρτίας, ὥστε καὶ τὴν

ψυχὴν ἀναγκάσαι συναμαρτάνειν. Ἐοίκασι δὲ οὗτοι τὴν ὅλην

τοῦ θεοῦ πραγματείαν ἀγνοεῖν, καὶ τὴν ἐξ ἀρχῆς γένεσιν τοῦ

ἀνθρώπου καὶ πλάσιν, καὶ τὰ ἐν κόσμῳ ὧν ἕνεκα γέγονεν.

Ἢ γὰρ οὔ φησιν ὁ λόγος· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα

ἡμετέραν καὶ καθ' ὁμοίωσιν; Ποῖον; Σαρκικὸν δῆλον ὅτι λέ-

γει ἄνθρωπον. Φησὶ γὰρ ὁ λόγος· Καὶ ἔλαβεν ὁ θεὸς χοῦν

E

ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον. Δῆλον οὖν ὡς κατ'

εἰκόνα θεοῦ πλασσόμενος ὁ ἄνθρωπος ἦν σαρκικός. Εἶτα

πῶς οὐκ ἄτοπον τὴν ὑπὸ θεοῦ σάρκα πλασθεῖσαν κατ' εἰ-

κόνα τὴν ἑαυτοῦ φάσκειν ἄτιμον εἶναι καὶ οὐδενὸς ἀξίαν; Ὅτι

δὲ τίμιον κτῆμα ἡ σὰρξ παρὰ θεῷ δῆλον πρῶτον μὲν ἐκ τοῦ

πρὸς αὐτοῦ πεπλᾶσθαι, εἴ γε καὶ εἰκὼν τῷ πλάστῃ καὶ ζω-

γράφῳ τιμία γινομένη· καὶ ἐκ τῆς λοιπῆς δὲ κοσμοποιΐας

μαθεῖν πάρεστιν· οὗ γὰρ ἕνεκεν γέγονε τὰ λοιπά, τοῦτο

593

A

πάντων τῷ ποιήσαντι τιμιώτατον. Ναί, φασίν· ἀλλὰ ἁμαρ-

τωλὸς ἡ σάρξ, ὥστε καὶ τὴν ψυχὴν ἀναγκάζειν συναμαρτά-

νειν αὐτῇ, μάτην κατηγοροῦντες αὐτῆς καὶ τὰ τῶν ἀμφοτέρων

ἁμαρτήματα μόνῃ περιτιθέντες. Ποῦ γὰρ καθ' ἑαυτὴν

ἁμαρτῆσαι ἡ σὰρξ δυνήσεται, ἐὰν μὴ τὴν ψυχὴν ἔχῃ προ-

ηγουμένην καὶ προκαλουμένην αὐτήν; Ὥσπερ γὰρ ζεῦγος

βοῶν λυθέντων ἀπ' ἀλλήλων τοῦ ζυγοῦ τῶν βοῶν οὐδέτερος

αὐτῶν κατ' ἰδίαν ἀροῦν δύναται, οὕτως οὐδὲ ψυχὴ καὶ σῶμα

λυθέντα τῆς συζυγίας καθ' ἑαυτὰ ποιῆσαί τι δύνανται. Εἰ

δὲ καὶ ἡ σὰρξ μόνη ἁμαρτωλός, μόνης ταύτης ἕνεκεν ἦλθεν

B

ὁ σωτήρ, καθώς φησιν· Οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ

ἁμαρτωλοὺς εἰς μετάνοιαν. Ἐπειδὴ οὖν τιμία παρὰ θεῷ καὶ

ἔνδοξος παρὰ πάντα τὰ ποιήματα δέδεικται ἡ σάρξ, δικαίως

ἂν ὑπ' αὐτοῦ σωθήσεται.

Λεκτέον οὖν πρὸς τοὺς λέγοντας ὅτι, εἰ καὶ τὰ μά-

λιστα τοῦ θεοῦ ποίημα τυγχάνει οὖσα καὶ τιμία αὐτῷ παρὰ

πάντα, οὐκ εὐθέως καὶ τὴν ἐπαγγελίαν τῆς ἀναστάσεως ἔχει.

Καίτοι πῶς οὐκ ἄτοπον τὸ μετὰ τηλικαύτης βουλῆς γενόμενον

καὶ παρὰ πάντα τὰ λοιπὰ τίμιον περιορᾶν τὸν ποιήσαντα εἰς

C

τὸ μηκέτι εἶναι; Εἶτα ὁ μὲν πλάστης καὶ ζωγράφος, εἰ τὰς

εἰκόνας, ἃς ἂν ποιήσωσι, διαμένειν ἐθέλουσιν, ἵνα δι' αὐτῶν

δοξάζωνται, φθειρομένας αὐτὰς ἀνακαινοποιοῦσιν· ὁ δὲ θεὸς

τὸ αὐτοῦ κτῆμα καὶ πλάσμα περιεῖδεν ἂν ὡς τὸ μὴ ὄν, μη-

κέτι δὲ καὶ εἰς τὸ εἶναι; Ματαιοπόνον ἀποκαλοῦμεν, ὥσπερ

εἴ τις οἰκίαν οἰκοδομήσας ἔπειτα καταλύοι, ἢ καταλελυμένην

περιορῴη, δυνάμενος ἀναστῆσαι· τὸν δὲ θεὸν οὐκ αἰτια-

σόμεθα, ὅτι μάτην ποιεῖ; Ἀλλ' οὐχ ὁ ἄφθαρτος τοιοῦτος,

οὐκ ἄφρων ὁ τῶν ὅλων πέφυκε νοῦς. Εὐφημείτωσαν οἱ ἄπι-

στοι, εἰ τὸ μὴ πιστεύειν ἔχουσιν αὐτοί! Ἀλλὰ μὴν καὶ κέ-

κληκεν αὐτὴν ἐπὶ τὴν ἀνάστασιν καὶ ἐπαγγέλλεται τὴν αἰω-

D

νίαν ζωήν. Ἔνθα γὰρ τὸν ἄνθρωπον εὐαγγελίζεται σῶσαι, καὶ

τῇ σαρκὶ εὐαγγελίζεται. Τί γάρ ἐστιν ὁ ἄνθρωπος, ἀλλ' ἢ

τὸ ἐκ ψυχῆς καὶ σώματος συνεστὸς ζῶον λογικόν; Μὴ οὖν

καθ' ἑαυτὴν ψυχὴ ἄνθρωπος; Οὔκ· ἀλλ' ἀνθρώπου ψυχή.

Μὴ οὖν καλοῖτο σῶμα ἄνθρωπος; Οὔκ· ἀλλ' ἀνθρώπου σῶμα

καλεῖται. Εἴπερ οὖν κατ' ἰδίαν μὲν τούτων οὐδέτερον ἄνθρω-

πός ἐστι, τὸ δὲ ἐκ τῆς ἀμφοτέρων συμπλοκῆς καλεῖται ἄν-

θρωπος, κέκληκε δὲ ὁ θεὸς εἰς ζωὴν καὶ ἀνάστασιν τὸν ἄν-

θρωπον, οὐ τὸ μέρος ἀλλὰ τὸ ὅλον κέκληκεν, ὅπερ ἐστὶ τὴν

ψυχὴν καὶ τὸ σῶμα. Ἐπεὶ πῶς οὐκ ἄτοπον, ἀμφοτέρων

E

ὄντων κατὰ τὸ αὐτὸ καὶ ἐν τῷ αὐτῷ, τὸ μὲν σώζειν, τὸ δὲ μή;

Οὐκ ὄντος γὰρ ἀδυνάτου, καθάπερ δέδεικται, τὴν σάρκα

ἔχειν τὴν παλιγγενεσίαν, τίς ἡ διάκρισις, ὥστε τὴν μὲν ψυχὴν

σώζεσθαι, τὴν δὲ σάρκα μή; Ἢ φθονερὸν ποιοῦσι τὸν θεόν;

Ἀλλὰ ἀγαθός ἐστι καὶ σώζεσθαι πάντας θέλει· καὶ δὴ

αὐτοῦ καὶ τοῦ κηρύγματος αὐτοῦ οὐχὶ μόνον ἤκουσεν ἡ ψυχὴ

ἡμῶν καὶ σὺν αὐτῇ ἡ σάρξ, καὶ ἐπίστευσαν εἰς Χριστὸν Ἰη-

σοῦν, ἀλλ' ἀμφότερα ἐλούσαντο καὶ ἀμφότερα τὴν δικαιοσύνην

εἰργάσαντο. Ἆρ' οὖν ἀχάριστον ἢ ἄδικον ἀποφαίνουσι τὸν

594

A

θεόν, εἰ τῶν ἀμφοτέρων πιστευόντων ἐπ' αὐτὸν τὴν μὲν σώ-

ζειν θέλει, τὴν δὲ οὔ; Ναί, φασίν· ἀλλ' ἡ μὲν ψυχή ἐστιν

ἄφθαρτος, μέρος οὖσα τοῦ θεοῦ καὶ ἐμφύσημα, καὶ διὰ

τοῦτο τὸ ἴδιον καὶ συγγενὲς ἠθέλησεν σῶσαι· ἡ δὲ σὰρξ

φθαρτὴ καὶ οὐκ ἀπ' αὐτοῦ καθάπερ ἡ ψυχή. Εἶτα τίς αὐτῷ

χάρις; Καὶ τίς ἐπίδειξις τῆς δυνάμεως καὶ χρηστότητος αὐτοῦ,

εἰ τὸ μὲν φύσει σωζόμενον καὶ μέρος ὑπάρχον αὐτοῦ σώζειν

ἤμελλεν; Αὐτὸ γὰρ ἐξ ἑαυτοῦ εἶχε τὴν σωτηρίαν, ὥστε τὴν

μὲν ψυχὴν σώζων οὐ μέγα ποιεῖ· τὸ γὰρ σώζεσθαι πάρεστιν

αὐτῇ, ὅτι ἐστὶν αὐτοῦ μέρος, ἐμφύσημα αὐτοῦ οὖσα. Ἀλλ'

οὐδὲ χάρις αὐτῷ τὸ ἴδιον σώζοντι· τοῦτο γάρ ἐστιν ἑαυτὸν σώ-

B

ζειν. Ὁ γὰρ τὸ μέρος αὐτοῦ σώζων δι' ἑαυτοῦ ἑαυτὸν σώ-

ζει, μή ποτε ἐκεῖνο τὸ μέρος ἐνδεὲς γένηται. Οὐκ ἔστιν ἀγα-

θοῦ τὸ τοιοῦτον. Οὐδὲ γὰρ ἄνθρωπον ἀγαθόν τις ἐρεῖ τὸν

τοῖς τέκνοις αὐτοῦ καὶ ἐγγόνοις χαριζόμενόν τι. Τοῦτο γὰρ

καὶ τὰ ἀγριώτατα τῶν θηρίων ποιοῦσι· κἂν ὑπεραποθανεῖν

τῶν ἐκγόνων αὐτῶν δέῃ, ἑκοντὶ τοῦτο ὑπομένουσιν. Εἰ δέ

τις τὰ αὐτὰ τοῖς δούλοις παράσχοι, δικαίως ἂν οὗτος λέγοιτο

ἀγαθός. Διὰ τοῦτο καὶ ὁ σωτὴρ ἐδίδαξεν ἡμᾶς ἀγαπᾶν

τοὺς ἐχθρούς, ἐπεὶ τίς ὑμῖν χάρις; φησίν. Ὥστε δέδειχεν

ἡμῖν ἀγαθὸν ἔργον εἶναι τὸ μὴ τοὺς ἐξ αὐτοῦ γεγονότας μό-

νον ἀγαπᾶν, ἀλλὰ καὶ τοὺς ἔξωθεν. Ἃ δὲ ἡμῖν παρήγγειλε

πολὺ πρότερον αὐτὸς ἐποίει. ***

C

Εἰ εἰς μηδὲν ἔχρῃζε τῆς σαρκός, τί καὶ ἐθεράπευσεν

αὐτήν; Καί, τὸ πάντων ἰσχυρότατον, νεκροὺς ἀνέστησε. Τί-

νος ἕνεκεν; Οὐχ ἵνα δείξῃ τὴν ἀνάστασιν οἵα μέλλει γίνεσθαι;

Πῶς οὖν τοὺς νεκροὺς ἀνέστησε; Πότερον τὰς ψυχὰς ἢ τὰ

σώματα; Ἀλλὰ δῆλον ὅτι ἀμφότερα. Εἰ δὲ ἦν πνευματικὴ

μόνη ἡ ἀνάστασις, ἐχρῆν ἀναστάντα αὐτὸν κατ' ἰδίαν μὲν δεῖξαι

τὸ σῶμα κείμενον, κατ' ἰδίαν δὲ τὴν ψυχὴν ὑπάρχουσαν. Νῦν

δὲ τοῦτο μὲν οὐκ ἐποίησεν, ἀνέστησε δὲ τὸ σῶμα, τῆς ζωῆς

τὴν ἐπαγγελίαν ἐν αὐτῷ πιστούμενος. Τίνος οὖν ἕνεκεν τῇ

D

σαρκὶ τῇ παθούσῃ ἀνέστη, εἰ μὴ ἵνα δείξῃ τὴν σαρκικὴν ἀνά-

στασιν; Καὶ τοῦτο βουλόμενος πιστοποιῆσαι, τῶν μαθητῶν

αὐτοῦ μὴ πιστευόντων εἰ ἀληθῶς σώματι ἀνέστη, βλεπόν-

των αὐτῶν καὶ δισταζόντων, εἶπεν αὐτοῖς· Οὔπω ἔχετε

πίστιν; φησίν. Ἴδετε ὅτι ἐγώ εἰμι. Καὶ ψηλαφᾶν αὐτὸν

ἐπέτρεπεν αὐτοῖς, καὶ τοὺς τύπους τῶν ἥλων ἐν ταῖς χερσὶν

ἐπεδείκνυε. Καὶ πανταχόθεν αὐτὸν κατανοήσαντες, ὅτι αὐτός

ἐστι καὶ ἐν τῷ σώματι, παρεκάλεσαν αὐτὸν φαγεῖν μετ'

αὐτῶν, ἵνα καὶ διὰ τούτου βεβαίως μάθωσιν ὅτι ἀληθῶς

σαρκικῶς ἀνέστη. Καὶ ἔφαγε κηρίον καὶ ἰχθύν. Καὶ

E

οὕτως ἐπιδείξας αὐτοῖς ὅτι ἀληθῶς σαρκὸς ἀνάστασίς ἐστι,

βουλόμενος ἐπιδεῖξαι καὶ τοῦτο (καθὼς εἴρηκεν ἐν οὐρανῷ

τὴν κατοίκησιν ἡμῶν ὑπάρχειν) ὅτι οὐκ ἀδύνατον καὶ σαρκὶ εἰς

οὐρανὸν ἀνελθεῖν, ἀνελήφθη βλεπόντων αὐτῶν εἰς τὸν οὐ-

ρανόν, ὡς ἦν ἐν τῇ σαρκί. Οὐκοῦν, εἴ τις ἀπαιτεῖ μετὰ

πάντα τὰ προειρημένα λόγους ἀποδεικτικοὺς περὶ ἀναστάσεως,

οὐδὲν τῶν Σαδδουκαίων διαφέρει· ἐπειδὴ ἡ ἀνάστασις τῆς σαρ-

κὸς δύναμις θεοῦ ἐστι καὶ ὑπεράνω λόγου παντός, βεβαιου-

μένη μὲν πίστει, θεωρουμένη δὲ ἔργοις. ***

595

A

Ἀνάστασίς ἐστι τοῦ πεπτωκότος σαρκίου· πνεῦμα

γὰρ οὐ πίπτει. Ψυχὴ ἐν σώματί ἐστιν, οὐ ζῇ δὲ ἄψυχον·

σῶμα, ψυχῆς ἀπολειπούσης, οὐκ ἔστιν. Οἶκος γὰρ τὸ σῶμα

ψυχῆς, πνεύματος δὲ ψυχὴ οἶκος. Τὰ τρία δὲ ταῦτα τοῖς

ἐλπίδα εἰλικρινῆ καὶ πίστιν ἀδιάκριτον ἐν τῷ θεῷ ἔχουσι σω-

θήσεται. Θεωροῦντες γοῦν καὶ τοὺς κοσμικοὺς λόγους, καὶ

κατ' αὐτοὺς οὐχ εὑρίσκοντες ἀδύνατον ὑπάρχειν τῇ σαρκὶ τὴν

παλιγγενεσίαν, καὶ ἐπὶ τούτοις πᾶσι τὸν σωτῆρα διὰ παντὸς

B

τοῦ εὐαγγελίου δεικνύντα τὴν τῆς σαρκὸς ἡμῶν σωτηρίαν, τί

λοιπὸν ἀνεχόμεθα τῶν ἀπίστων καὶ σκανδάλων λόγων, καὶ

λανθάνομεν ἑαυτοὺς ἐπιστρέφοντες εἰς τοὐπίσω, ὁπόταν ἀ-

κούσωμεν ὅτι ἡ μὲν ψυχὴ ἀθάνατός ἐστι, τὸ δὲ σῶμα φθαρτὸν

καὶ οὐκέτι δυνάμενον ἀναζῆσαι; Ταῦτα γὰρ καὶ πρὸ τοῦ μα-

θεῖν τὴν ἀλήθειαν παρὰ Πυθαγόρου καὶ Πλάτωνος ἠκούομεν.

Εἰ οὖν ταῦτα ἔλεγεν ὁ σωτὴρ καὶ μόνης τῆς ψυχῆς τὴν ζωὴν

C

εὐηγγελίζετο, τί καινὸν ἡμῖν ἔφερε παρὰ Πυθαγόραν καὶ Πλά-

τωνα καὶ τὸν τούτων χορόν; Νῦν δὲ τὴν καινὴν καὶ ξένην

εὐαγγελιζόμενος ἦλθεν ἀνθρώποις ἐλπίδα. Ξένον δὲ ἄρα ἦν

καὶ καινὸν τὸ τὸν θεὸν ὑπισχνεῖσθαι μὴ τῇ ἀφθαρσίᾳ τὴν

ἀφθαρσίαν τηρεῖν, ἀλλὰ τὴν φθορὰν ἀφθαρσίαν ποιεῖν. Ἀλλὰ

γὰρ οὐκ ἄλλως λυμαίνεσθαι τὸν λόγον δυνάμενος ὁ τῆς πο-

νηρίας ἄρχων ἐξέπεμψε τοὺς ἀποστόλους αὐτοῦ, κακὰς καὶ

λοιμώδεις διδασκαλίας εἰσάγοντας, ἐκλεξάμενος αὐτοὺς ἐκ

D

τῶν σταυρωσάντων τὸν σωτῆρα ἡμῶν, οἵτινες τὸ μὲν ὄνομα

τοῦ σωτῆρος ἔφερον, τὰ δὲ ἔργα τοῦ πέμψαντος αὐτοὺς ἐποί-

ουν, δι' οὓς καὶ τῷ ὀνόματι ἠκολούθησεν ἡ βλασφημία. Εἰ

δὲ μὴ ἀνίσταται ἡ σάρξ, διὰ τί καὶ φυλάσσεται καὶ οὐ μᾶλλον

αὐτῇ συγχωροῦμεν χρήσασθαι ταῖς ἐπιθυμίαις, καὶ οὐ μι-

μούμεθα τοὺς ἰατρούς, οἵτινες, ἐπειδὰν ἀπεγνωσμένον ἔχωσιν

ἄνθρωπον σώζεσθαι μὴ δυνάμενον, ἐπιτρέπουσιν αὐτῷ ταῖς

ἐπιθυμίαις ὑπηρετεῖν; Ἴσασι γὰρ ὅτι ἀπόλλυται. Ὅπερ

ἀμέλει ποιοῦσιν οἱ τὴν σάρκα μισοῦντες, ἐκβάλλοντες αὐτὴν

E

τῆς κληρονομίας, τὸ ὅσον ἐπ' αὐτοῖς· διὰ τοῦτο γὰρ καὶ ὡς

νεκρὰν ἐσομένην ἀτιμάζουσιν αὐτήν. Εἰ δὲ ὁ ἡμέτερος ἰα-

τρὸς Ἰησοῦς ὁ Χριστός, ἀπὸ τῶν ἐπιθυμιῶν ἡμῶν ἀπο-

σπάσας, διαιτᾶται τῇ κατ' αὐτὸν σώφρονι καὶ ἐγκρατεῖ

διαίτῃ τὴν σάρκα ἡμῶν, δῆλον ὡς ἐλπίδα σωτηρίας ἔχουσαν

ἀπὸ τῶν ἁμαρτημάτων αὐτὴν φυλάσσει, καθάπερ τοὺς ἐλ-

πίδα σωτηρίας ἔχοντας ἀνθρώπους οἱ ἰατροὶ οὐκ ἐῶσιν ὑπη-

ρετεῖν ταῖς ἡδοναῖς.

t

1

{ΤΟΥ ΑΓΙΟΥ ΙΟΥΣΤΙΝΟΥ ΦΙΛΟΣΟΦΟΥ ΚΑΙ ΜΑΡΤΥΡΟΣ

ΕΚΘΕΣΙΣ ΤΗΣ ΟΡΘΗΣ ΠΙΣΤΕΩΣ.} Ἱκανῶς τὸν κατὰ Ἰουδαίων καὶ Ἑλλήνων ἐπελθόντεςἔλεγχον, ἀκολούθως αὖθις τὸν ὑγιᾶ τῆς πίστεως ἐκτιθέμεθαλόγον. Ἐχρῆν γὰρ δήπου μετὰ τὴν τῆς ἀληθείας ἐπίδειξιν,ὅπως καὶ φρονεῖν περὶ αὐτῆς προσῆκεν, προϊόντας εἰδέναι.Οὐ γὰρ ἁπλῶς ἡ πρὸς τὸν πατέρα καὶ υἱὸν δοξολογία τὴνσωτηρίαν ἡμῖν πορίζει, ἀλλ' ἡ ὑγιὴς τῆς τριάδος ὁμολογία τῶνἀποκειμένων τοῖς εὐσεβέσιν ἀγαθῶν τὴν ἀπόλαυσιν δωρεῖ-ται· ἐπεὶ καὶ τῶν ἑτεροφρόνων ἀκούσεταί τις τὸν πατέρακαὶ υἱὸν ἀνυμνούντων, ἀλλ' οὐ κατ' ὀρθὴν ἔννοιαν τὸ σέβαςπροσαγόντων. Ὅθεν ἀναγκαίως ἡμῖν ἡ τοῦδε τοῦ γράμματοςἐδέησεν ἔκθεσις, εἰς τὴν ἀκραιφνῆ τῆς ἀληθείας ἀνάγουσατοὺς ἐντυγχάνοντας κατανόησιν. Ἕνα τοίνυν θεὸν σέβειν ἡμᾶς αἵ τε θεῖαι γραφαὶ δι-δάσκουσιν καὶ αἱ τῶν πατέρων διδασκαλίαι παιδεύουσιν.Δεῖ γὰρ ἕνα πάντων αἰτιώτατον εἶναι, ἵνα μηδὲν ἔξωθενπεριστὰν λυμαίνηται τὰ γινόμενα. Καὶ γὰρ εἴ τι τὴν ἀρχὴνἔξωθεν ἦν τοῦ θεοῦ, τοῦτο πάντως ἀναγκαῖον ἢ θεὸν ὁμολο-γεῖν ἢ δύναμιν ἑτέραν. Ἀλλ' εἰ μὲν θεὸν εἴποι τις, διέ-γραψεν τὰς θείας φωνὰς ἀναφανδὸν βοώσας· Ἐγὼ θεὸς

588

C

πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν θεός.

Εἰ δὲ οὐ θεόν, ἀγγέλους ἢ δυνάμεις φήσειεν δηλονότι. Ἀλλὰκαὶ οὕτως ἀθετήσει τὰς γραφὰς παρὰ τοῦ θεοῦ καὶ τούτουςγενέσθαι λεγούσας. Αἰνεῖτε γάρ, φησίν, τὸν θεὸν ἐκ τῶνοὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις, αἰνεῖτε αὐτὸνπάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν πᾶσαι αἱ δυνάμειςαὐτοῦ! Καὶ ἑξῆς· Ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν,αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. Οὐκοῦν ὁμολογούμενον ἂνεἴη μηδὲν τὴν ἀρχὴν τῷ θεῷ τῶν ὅλων συνυπάρχειν, ἐπείπερἅπαντα παρῆχθαι παρ' αὐτοῦ ἀπεδείχθη. Εἷς οὖν ταῖς

588

D

ἀληθείαις ἐστὶν ὁ τῶν ἁπάντων θεός, ἐν πατρὶ καὶ υἱῷ καὶ

πνεύματι ἁγίῳ γνωριζόμενος. Ἐπεὶ γὰρ ἐκ τῆς ἰδίαςοὐσίας ὁ πατὴρ τὸν υἱὸν ἀπεγέννησεν, ἐκ δὲ τῆς αὐτῆς τὸπνεῦμα προήγαγεν, εἰκότως ἂν τῆς αὐτῆς καὶ μιᾶς οὐσίαςμετέχοντα τῆς αὐτῆς καὶ μιᾶς θεότητος ἠξίωνται. Πῶς οὖν, φησίν, εἰ διαφέρει τὸ γεννῶν τοῦ γεννω-μένου καὶ τὸ ἐκπορευτὸν τοῦ ἀφ' οὗπερ ἐκπορεύεται (ἔστινδὲ ὁ πατὴρ ἀγέννητος, ἀφ' οὗ καὶ ὁ υἱὸς γεγέννηται καὶ τὸπνεῦμα προῆλθεν), ταὐτὸν τῷ πατρὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα;Ὅτι τὸ μὲν ἀγέννητον καὶ γεννητὸν καὶ ἐκπορευτὸν οὐκ οὐσίας

588

E

ὀνόματα, ἀλλὰ τρόποι ὑπάρξεως· οἱ δὲ τῆς ὑπάρξεως τρό-

ποι τοῖς ὀνόμασιν χαρακτηρίζονται τούτοις. Ἡ δὲ τῆς οὐσίαςδήλωσις τῇ θεὸς ὀνομασίᾳ σημαίνεται, ὡς εἶναι μὲν τὴνδιαφορὰν τῷ πατρὶ πρὸς τὸν υἱὸν καὶ τὸ πνεῦμα κατὰ τὸντῆς ὑπάρξεως τρόπον, τὸ δὲ ταὐτὸν κατὰ τὸν τῆς οὐσίας λό-γον. Ἧι γὰρ ὁ μὲν ἀγεννήτως ἔχει τὸ εἶναι, ὁ δὲ γεννητῶς,τὸ δὲ ἐκπορευτῶς, τὰ τῆς διαφορᾶς ἐπιθεωρεῖσθαι πέφυκεν·ᾗ δὲ τῆς ὑποστάσεως αὐτοῦ τὸ κατ' οὐσίαν εἶναι σημαίνεται,καὶ τῷ κοινῷ τῆς θεότητος ὀνόματι παραδηλοῦται. Οὕτωςδ' ἂν ὃ λέγω σαφέστερον γένοιτο. Ὁ περὶ τῆς ὑπάρξεωςτοῦ Ἀδὰμ σκοπούμενος, ὅπως εἰς τὸ εἶναι παρήχθη, εὑρήσειτοῦτον οὐ γεννητόν, οὐ γὰρ ἐξ ἄλλου τινὸς ἀνθρώπου,ἀλλ' ἐκ τῆς θείας διαπλασθέντα χειρός. Ἀλλ' ἡ διάπλασιςτὸν τρόπον τῆς ὑπάρξεως δηλοῖ· τὸ γὰρ ὅπως ἐγένετο ση-μαίνει. Ὡσαύτως πάλιν ὁ τῆς ὑπάρξεως τρόπος τὴν διά-πλασιν χαρακτηρίζει· δηλοῖ γὰρ ὁμοίως ὅτι γε πλασθεὶς