The Greek Library Author

Anonymous

Confutatio dogmatum quorundam Aristotelicorum

Authority group
Pseudo-Justinus Martyr (catalogue association; authorship remains anonymous)
Edition reference
Conf utatio dogmatum quorundam Aristotelicorum, ed. Otto, op. cit., vol. 4, 3rd edn., 100–222.
CTS identifier
urn:cts:greekLit:tlg0646.tlg008.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

112

D

τοῦ κειμένου ἐκ σπέρματος γιγνομένου ὑπόκειται τὸ σπέρμα,

τῇ δὲ γενέσει τοῦ σπείραντος ὑποκεῖσθαι τὸ σπέρμα οὐ δυνα-

τόν· οὐκ ἄρα ἀεὶ τὰ ζῶα καὶ τὰ φυτὰ ἐκ σπέρματος γίνεται.

E

Ἔτι εἰ ζῶον γενητὸν ἑκάτερον, τὸ σπεῖρον καὶ τὸ ἐκ σπέρμα-

τος γιγνόμενον, καὶ οὐκ ἐκ τοῦ αὐτοῦ ὑποκειμένου ἑκάτερον,

ἀλλὰ θάτερον μὲν ἐκ τοῦ σπέρματος, ἕτερον δὲ οὐκ ἐκ τοῦ

σπέρματος, πῶς οὐ ψευδὲς τὸ ἀεὶ τὰ ζῶα γίνεσθαι ἐκ τοῦ

σπέρματος; Καὶ περὶ τῶν φυτῶν ὁ αὐτὸς λόγος. Ἔτι εἰ ἀρχὴ

μὲν τοῦ ἐκ σπέρματος γιγνομένου ἐστὶ τὸ σπεῖρον, ἄγνωστον

δὲ τοῦτο καὶ ἀδιόριστον ἐν τῇ πραγματείᾳ τῆς Φυσικῆς ἀκροά-

σεως Ἀριστοτέλους, τίνος ἕνεκεν ἐγράφη αὕτη ἡ πραγματεία,

113

A

τῆς ἀρχῆς ἀγνοουμένης τοῦ πρώτου ζώου τε καὶ φυτοῦ; Ἀκο-

λουθεῖ γὰρ τῇ ἀγνωσίᾳ τῆς ἀρχῆς ἡ ἀγνωσία τῶν ἐξ ἀρχῆς.

Εἰ τὸ ζῶον, τὸ ἐκ σπέρματος γιγνόμενον, γίνεται δὲ κατὰ

φύσιν, δῆλον ὅτι τοῦ αὐτοῦ ζώου γιγνομένου μέν, μὴ ἐκ σπέρ-

ματος δέ, οὐ γίνεται κατὰ φύσιν. Εἰπάτωσαν οὖν οἱ Ἀριστο-

τελικοί, κατὰ τί γίνεται τὸ ζῶον τὸ μὴ κατὰ φύσιν γιγνό-

μενον. Ἔτι εἰ διαφορᾶς κατὰ γένεσιν τοῦ ζώου δοθείσης, τοῦ

τε ἐκ σπέρματος καὶ κατὰ φύσιν καὶ τοῦ μὴ ἐκ σπέρματος

B

μήτε κατὰ φύσιν γιγνομένου, ἀνάγκη πεπερασμένην εἶναι τὴν

γένεσιν, πῶς οὖν συνάναρχα λέγουσιν Ἕλληνες τά τε ζῶα καὶ

τὰ φυτὰ τῷ θεῷ, τὰ κατὰ φύσιν γεγονότα, τὰ μήτε τῷ πρώτῳ

ζώῳ τε καὶ φυτῷ σύγχρονα εἶναι δυνάμενα; Ἔτι εἰ ἅπαν τὸ

γιγνόμενον ἀεὶ σύνθετόν ἐστι, πῶς τὸν τρόπον τῶν κατὰ σύν-

θεσιν γινομένων τῇ οἰκείᾳ τοῦ τρόπου διαφορᾷ τῶν ἄλλων τῶν

τῆς γενέσεως τρόπων διέστειλας; Εἰ γὰρ ἅπαν γενητὸν σύν-

C

θετον, κατὰ σύνθεσιν ἀνάγκη γίνεσθαι· ἀλλ' εἰ ὁ τρόπος τῆς

κατὰ σύνθεσιν γενέσεως πάσῃ γενέσει ἁρμόττει, περιττῶς τῶν

ἄλλων τῆς γενέσεως τρόπων διέσταλται τῇ οἰκείᾳ διαφορᾷ.

Ἔτι εἰ τὰ ὑποκείμενα ταῖς ῥηθείσαις γενέσεσιν οὐσίαι εἰσὶ καὶ

ἐν αὐταῖς θεωρεῖται τὸ διττὸν τοῦ ὑποκειμένου, τουτέστι τὸ

ὑποκείμενον καὶ τὸ ἀντικείμενον, ἡ δὲ ὕλη οὐσία οὐκ ἔστι,

πῶς ἁρμόττει ὁ τρόπος τῆς γενέσεως τῶν ἐξ οὐσιῶν γιγνομέ-

νων τῷ τρόπῳ τῆς γενέσεως τῶν μὴ ἐξ οὐσίας γιγνομένων;

D

Ἀνάγκη ἄρα ἢ οὐσίαν εἶναι τὴν ὕλην, ἢ τρόπῳ ἑτέρῳ γίγνεσθαι

τὰ ἐκ τῆς ὕλης γιγνόμενα παρὰ τοὺς ῥηθέντας τρόπους τῆς γε-

νέσεως. Ἀλλ' ἐπειδὴ τῇ πραγματείᾳ τῆς Φυσικῆς ἀκροάσεως

ἡ ὕλη διώρισται μὴ εἶναι οὐσία καὶ ὁ τρόπος τῆς γενέσεως τῶν

ἐξ αὐτῆς γιγνομένων οὐ παραδέδοται, πῶς οὐ περιττὴ αὕτη ἡ

πραγματεία, ἐν ᾗ τὸ σαφὲς ἄπορον; Ἔτι εἰ, ὡς ἀνάγκη τῇ

E

φύσει καὶ τῇ τέχνῃ τὸ μὴ ἐκ τοῦ τυχόντος ποιεῖν τὰ τυχόντα,

ἀλλ' ἐκ τῶν ὡρισμένων τὰ ὡρισμένα, οὕτως ἀνάγκη καὶ τῷ

θεῷ ἐκ τῶν ὡρισμένων ποιεῖν τὰ ὡρισμένα, τίς ἐστιν ὁ τῷ

θεῷ τοῦτον τὸν ὅρον θέμενος; Ὅτι δὲ τῇ φύσει καὶ τῇ τέχνῃ

ὁ θεὸς ἔθηκε τοῦτον τὸν ὅρον, φανερόν. Εἰ δὲ ὁ θεὸς ὑπὸ

114

A

τὸν ὅρον οὐκ ἔστιν, ἀλλὰ ποιεῖ ἐκ τοῦ τυχόντος τὰ τυχόντα,

τῇ τοῦ ὅρου ἀνάγκῃ μὴ κωλυόμενος τοῦ ποιεῖν ἃ βούλεται, πῶς

οὐκ ἠλευθέρωται καὶ τοῦ ὅρου τοῦ ποιεῖν ἐκ τῶν ὑποκειμένων

κατ' ἀνάγκην;

{βʹ. Τοῦ αὐτοῦ Ἀριστοτέλους ἐκ τοῦ αὐτοῦ λόγου.}

B

Ἔστι δὲ τὸ ὑποκείμενον ἀριθμῷ μὲν ἕν, εἴδει δὲ δύο.

Ὁ μὲν γὰρ ἄνθρωπος καὶ ὁ χρυσὸς καὶ ὅλως ἡ ὕλη ἀριθμητή·

τόδε γάρ τι μᾶλλον, καὶ οὐ κατὰ συμβεβηκὸς ἐξ αὐτοῦ γίνεται

τὸ γιγνόμενον· ἡ δὲ στέρησις καὶ ἡ ἐναντίωσις συμβεβηκός·

ἓν δὲ τὸ εἶδος, οἷον ἡ τάξις, ἡ μουσικὴ ἢ τῶν ἄλλων τι τῶν

οὕτω κατηγορουμένων. Δι' ὧν ἔστι μὲν ὡς δύο λεκτέον εἶναι

τὰς ἀρχάς, ἔστι δὲ ὡς τρεῖς· καὶ ἔστι μὲν ὡς τὰ ἐναντία,

C

οἷον εἴ τις λέγοι τὸ μουσικὸν καὶ τὸ ἄμουσον ἢ τὸ θερμὸν

καὶ τὸ ψυχρὸν ἢ τὸ ἡρμοσμένον καὶ τὸ ἀνάρμοστον, ἔστι

δὲ ὡς οὔ· ὑπ' ἀλλήλων γὰρ πάσχειν τὰ ἐναντία ἀδύνατον.

Λύεται δὲ καὶ τοῦτο διὰ τὸ ἄλλο εἶναι τὸ ὑποκείμενον·

τοῦτο γὰρ οὐκ ἐναντίον. Ὥστε οὔτε πλείους τῶν ἐναντίων

αἱ ἀρχαὶ τρόπον τινά, ἀλλὰ δύο ὡς εἰπεῖν τῷ ἀριθμῷ,

οὔτε αὖ παντελῶς δύο διὰ τὸ ἕτερον ὑπάρχειν τὸ εἶναι

αὐτοῖς, ἀλλὰ τρεῖς.

D

Εἰ ἔστι τὸ ὑποκείμενον ἀριθμῷ μὲν ἕν, εἴδει δὲ δύο, ἀφ'

ὧν δεῖ ἓν τῷ ἑνὶ ὑποκεῖσθαι, πῶς οὐκ ἔστι τὸ ὑποκείμενον

αὐτὸ ἑαυτῷ ὑποκείμενον; Εἰ δὲ τοῦτο ἀδύνατον, πῶς οὐκ ἔστι

ψευδὲς τὸ εἴδει δύο εἶναι τὸ ὑποκείμενον; Ἔτι εἰ δεῖ ὑπο-

κεῖσθαί τι ἀεὶ τῶν γιγνομένων, ἔστι δὲ τοῦτο ἡ ὕλη, πῶς

οὐκ ἔστιν ἡ ὕλη ἀεὶ γενητή; Ἀεὶ γὰρ τῷ ἑνὶ τῶν ἐναντίων

ὑπόκειται. Ἢ γὰρ τῇ στερήσει ὑπόκειται ἢ τῷ εἴδει ἐναν-

τίῳ ὄντι τῇ στερήσει· καὶ τῷ εἴδει μὲν γίνεται ἔμμορφος,

E

τῇ στερήσει δὲ ἄμορφος. Πῶς οὖν οὐκ ἔστιν οὐσία γενητὴ ἡ

ὕλη, ἀεὶ τὸ εἶναι γενητῶς ἔχουσα; Ἔτι εἰ ἡ στέρησις οὐδέν

ἐστιν ἕτερον παρὰ τὴν ἀναίρεσιν παντὸς τοῦ ὄντος, ἔχουσα δὲ

ταύτην ἡ ὕλη, πῶς οὐκ ἀνῄρηται αὐτῆς καὶ τὸ εἶναι αὐτὴν

ὕλην; Ἔτι εἰ ἀπόντος τοῦ εἴδους τῆς ὕλης ἄπεστιν αὐτῆς

καὶ τὸ εἶναι αὐτὴν οὐσίαν καὶ τὸ τόδε τι καὶ τὸ ὄν, οὐδαμοῦ

115

A

ἄρα ἡ ὕλη ἀπόντος αὐτῆς τοῦ εἴδους. Ἔτι εἰ ἀριθμητὴ ἡ ὕλη,

τὰ δὲ ἐναντία τὰ ταύτῃ συμβεβηκότα οὐκ ἀριθμητά, πῶς

τρεῖς ἀρχαί, ἥ τε ὕλη καὶ τὰ ταύτῃ συμβεβηκότα; Εἰ οὐδὲν

ὧν ἐν τῇ συστάσει τῶν φύσεων γιγνομένων θεωροῦμεν ἔστιν ἐκ

τῆς ὕλης, οὐδὲ τὸ ποιὸν οὐδὲ τὸ ποσόν, πῶς ἐξ αὐτῆς τὰ

γιγνόμενα γίγνεται καθ' αὑτά; Εἰ ἀδύνατόν τι εἶναι καὶ μὴ

εἶναι τόδε τι, πῶς διὰ τὴν στέρησιν τόδε τι μὴ οὖσα ἡ ὕλη τὸ

B

εἶναι ἔχει; Εἰ ἡ στέρησις καὶ τὸ εἶδος τῇ ὕλῃ συμβέβηκεν, οὐ-

σία δὲ οὐκ ἔστιν ἡ ὕλη, πῶς ταύτῃ συμβέβηκε τὰ ἐναντία; Τῇ

γὰρ οὐσίᾳ συμβαίνει τὰ συμβεβηκότα. Εἰ ὥσπερ ἡ τάξις ἐν

τοῖς τεταγμένοις, οὕτως καὶ τὸ εἶδος ἐν τῇ ὕλῃ, πῶς τὰ μὲν

ἄτακτα πρὸ τῆς τάξεως τὸ εἶναι τόδε τι ἔχει, ἡ δὲ ὕλη πρὸ

τοῦ εἴδους τὸ εἶναι τόδε μὴ ἔχουσα, σώζεται ἐν τῇ ὕλῃ ἡ ἀνα-

C

λογία τῆς τάξεως ὡς πρὸς τὸ εἶδος; Εἰ ἐν τῇ συνθέσει μὲν

τῶν γιγνομένων δύο θεωροῦνται μόναι ἀρχαί, ἥ τε ὕλη καὶ τὸ

εἶδος, χωρὶς δὲ συνθέσεως τρεῖς εἰσιν ἀρχαί, ἥ τε ὕλη καὶ ἡ

στέρησις καὶ τὸ εἶδος, δῆλον ἄρα ὅτι μὴ ὄντος μὲν τοῦ γιγνο-

μένου κείμεναι τρεῖς ἦσαν ἀρχαί· ὄντος δὲ τοῦ γιγνομένου οὐ

τρεῖς, ἀλλὰ δύο. Πῶς οὖν οὐκ ἔστι τὸ γιγνόμενον ἀρχὴ τῆς

ἀπωλείας τῆς μιᾶς ἀρχῆς, ἣ εἰ μὴ ἀπώλετο, οὐκ ἂν ἐγίνετο

D

τὸ γιγνόμενον; Εἰ ὥσπερ πάσχει ὁ ἄνθρωπος ὑπὸ τοῦ μουσι-

κοῦ καὶ τοῦ ἀμούσου καὶ τὸ σῶμα ὑπὸ ψυχροῦ καὶ θερμοῦ

καὶ ἡ φωνὴ ὑπὸ τῆς ἁρμονίας τε καὶ ἀναρμοστίας, οὕτως

πάσχει ἡ ὕλη ὑπὸ τοῦ εἴδους καὶ τῆς στερήσεως, ἔστω ἡ ὕλη

οὐσία, ὡς ἄνθρωπος καὶ τὸ σῶμα, ἢ συμβεβηκός, ὡς ἡ φωνή,

ἵνα σωθῇ τὸ τῆς ἀναλογίας ἀκόλουθον. Εἰ δὲ οὔτε οὐσία

ἐστὶν ἡ ὕλη οὔτε συμβεβηκός, οὐδ' ἄρα πάσχει ὑπὸ τῶν

ἐναντίων.

E

{γʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου.}

Πόσαι μὲν οὖν αἱ ἀρχαὶ τῶν περὶ γένεσιν φυσικῶν, καὶ

πῶς, εἴρηται· καὶ δῆλόν ἐστιν ὅτι δεῖ ὑποκεῖσθαί τι τοῖς

ἐναντίοις καὶ τὰ ἐναντία δύο εἶναι. Τρόπον δέ τινα ἄλλον

οὐκ ἀναγκαῖον· ἱκανὸν γὰρ τὸ ἕτερον τῶν ἐναντίων ποιεῖν

116

A

τῇ παρουσίᾳ καὶ ἀπουσίᾳ τὴν μεταβολήν. Ἡ δὲ ὑποκειμένη

φύσις ἐπιστητὴ κατὰ ἀναλογίαν. Ὡς γὰρ πρὸς ἀνδριάντα

χαλκὸς ἢ πρὸς κλίνην ξύλον ἢ πρὸς τῶν ἄλλων τι τῶν ἐχόντων

μορφὴν ἡ ὕλη καὶ τὸ ἄμορφον ἔχει πρὶν λαβεῖν τὴν μορφήν,

οὕτως αὕτη πρὸς οὐσίαν ἔχει καὶ τὸ τόδε τι καὶ τὸ ὄν. Μία

μὲν οὖν ἀρχὴ αὕτη, οὐχ οὕτω μία οὖσα οὐδὲ ἓν ὡς τὸ

τόδε τι, μία δὲ ᾗ ὁ λόγος, ἔτι δὲ τὸ ἐναντίον τούτῳ ἡ στέ-

ρησις. Πότερον δὲ οὐσία τὸ εἶδος ἢ τὸ ὑποκείμενον, οὔπω

δῆλον.

B

Εἰ τὸ εἶδος τῇ παρουσίᾳ αὑτοῦ εἰδοποιεῖ τὴν ὕλην καὶ

τῇ ἀπουσίᾳ αὑτοῦ ποιεῖ ἀνείδεον, εἰσὶ δὲ ἀρχαὶ δύο, τό τε εἶ-

δος καὶ τὸ ἀνείδεον, ποιεῖ δὲ αὐτὰ ταῦτα καὶ ἡ στέρησις τῇ

παρουσίᾳ αὑτῆς καὶ τῇ ἀπουσίᾳ, ἔσονται ἄρα αἱ ἀρχαὶ ὑπ'

ἀλλήλων γιγνόμεναί τε καὶ ἀναιρούμεναι καὶ οὐκ ἀΐδιοι· τὸ

γὰρ ἀΐδιον παρουσίας τινὸς καὶ ἀπουσίας οὐ χρῄζει πρὸς τὸ

C

εἶναι. Εἰ τῇ παρουσίᾳ καὶ ἀπουσίᾳ τῶν ἐναντίων γίνεται τῶν

ἀρχῶν ἡ μεταβολή, δῆλον ὅτι γίνεται ἡ μεταβολὴ ἐκ τοῦ εἶναι

αὐτὰς ἀρχάς. Πῶς οὖν δύνανται μένειν ἀρχαί, αἱ ἀποβεβλη-

κυῖαι τὸ εἶναι ἀρχαί; Εἰ ἡ ἀρχὴ ἀρχὴν ἔχουσα οὐκ ἔστιν ἀρχή,

πῶς ἡ ὕλη, τοῦ μὲν εἶναι ἀρχὴν ἔχουσα τὸ εἶδος, τοῦ δὲ μὴ

εἶναι τὴν στέρησιν, δύναται εἶναι ἀρχή; Τὸ φύσιν ὀνομάζειν

D

τὸ ὑποκείμενον τῇ στερήσει, τὸ μήτε οὐσία ὂν μήτε τόδε τι

μήτε ὄν, πῶς οὐκ ἔστι περιττόν; Εἰ ἀρχαὶ οὔτε ἐξ ἄλλων

εἰσὶν οὔτε ἐξ ἀλλήλων, ἔστι δὲ ἐκ τῆς ἀπουσίας τοῦ εἴ-

δους ἡ στέρησις καὶ ἐκ τῆς ἀπουσίας τῆς στερήσεως τὸ εἶ-

δος, πῶς οὐκ εἰσὶν ἐξ ἀλλήλων ἀρχαί, τό τε εἶδος καὶ ἡ

στέρησις; Τῇ γὰρ ἀπουσίᾳ ἀλλήλων ποιητικαὶ ἀλλήλων.

Εἰ ὃν ἔχει λόγον ὁ χαλκὸς πρὸς τὸν μέλλοντα ἐξ αὐτοῦ

γίνεσθαι ἀνδριάντα, τοῦτον ἔχει ἡ ὕλη πρὸς τὴν οὐσίαν καὶ

E

τὸ τόδε τι καὶ τὸ ὄν, πῶς ὁ μὲν χαλκός, ἐὰν μὴ ᾖ οὐσία

καὶ τόδε τι καὶ ὄν, λόγον ἔχειν πρὸς τὸν ἀνδριάντα οὐ δύ-

ναται, ἡ δὲ ὕλη, μήτε οὐσία οὖσα μήτε τόδε τι μήτε ὄν, ἀνα-

λογίαν ἔχειν πρὸς τὸν χαλκὸν δύναται; Εἰ πάντα τὰ ἐν συ-

στάσεσι τῶν φυσικῶν θεωρούμενα αἰσθήσει ἐστὶν ἐπιστητά,

πῶς ἡ ὕλη, ἐξ ἧς τὰ αἰσθητά, ἀναλογίᾳ ἐστὶν ἐπιστητὴ καὶ

οὐκ αἰσθήσει, ἢ πῶς ὅλως ἐκ μὴ αἰσθητοῦ δυνατὸν γενέσθαι

117

A

τὰ αἰσθητά; Εἰ τόδε τί ἐστι καὶ τὸ μίαν ἀρχὴν εἶναι, πῶς

ἡ ὕλη τὸ μὲν εἶναι μίαν ἀρχὴν ἔχει, τὸ δὲ εἶναι αὐτὴν τόδε

τι οὐκ ἔχει; Καὶ εἰ τὸ εἶναι τόδε τι καὶ τὸ τόδε τι μὴ εἶναι

οὐσία ἐστί, πῶς ἡ ὕλη τὸ μὲν τόδε τι μὴ εἶναί ἐστιν, οὐσία

δὲ οὐκ ἔστι; Πῶς δὲ δύναταί τις ἐκβάλλειν τὴν ὕλην τοῦ

εἶναι ἕν, ὁ διελὼν αὐτὴν εἰς δύο εἴδη, εἴς τε τὸ ὑποκεί-

μενον τῷ γιγνομένῳ καὶ εἰς τὸ ἀντικείμενον; Εἰ οὔπω δῆλον

B

ἐκ τῶν εἰρημένων, εἰ οὐσία ἐστὶ τὸ εἶδος ἢ τὸ ὑποκείμενον,

πῶς ἀποφαντικῶς εἴρηκε περὶ τῆς ὕλης τὸ μὴ εἶναι αὐτὴν

οὐσίαν μήτε τόδε τι μήτε ὄν; Τὸ γὰρ ὑποκείμενον εἴρηκεν

εἶναι τὴν ὕλην. Ποτὲ μὲν μὴ εἶναι αὐτὴν οὐσίαν μήτε τόδε

τι μήτε ὄν, ποτὲ δὲ ἄδηλον εἰ οὐσία ἐστί, πῶς οὐκ ἔστι τῶν

οὐκ εἰδότων ὅ φασιν;

{δʹ. Ἐκ τοῦ αὐτοῦ λόγου.}

C

Ζητήσαντες οἱ κατὰ φιλοσοφίαν πρῶτοι τὴν ἀλήθειαν

καὶ τὴν φύσιν τὴν τῶν ὄντων ἐξετράπησαν οἷον ὁδόν τινα

ἄλλην ἀπωσθέντες ὑπὸ ἀπειρίας, καὶ φασὶν οὔτε γίγνεσθαι

τῶν ὄντων οὐδὲν οὔτε φθείρεσθαι διὰ τὸ ἀναγκαῖον μὲν εἶναι

γίγνεσθαι τὸ γινόμενον ἢ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος, ἐκ δὲ

τούτων ἀμφοτέρων ἀδύνατον εἶναι· οὔτε γὰρ τὸ ὂν γίγνε-

σθαι (εἶναι γὰρ ἤδη) ἔκ τε μὴ ὄντος οὐθὲν ἂν γενέσθαι

D

(ὑποκεῖσθαι γάρ τι δεῖ). Καὶ οὕτω δὴ τὸ ἐφεξῆς συμ-

βαῖνον αὔξοντες οὐδὲ εἶναι πολλά φασιν ἀλλὰ μόνον αὐτὸ

τὸ ὄν.

Ἱκανὰ καὶ ταῦτα μαρτυρῆσαι τῇ ἀληθείᾳ τοῦ ὑφ' ἡμῶν

ῥηθέντος περὶ τῶν παρ' Ἕλλησι φιλοσόφων, ὡς κατὰ τὴν

ἀποδεικτικὴν ἐπιστήμην περὶ τῶν ὄντων τοὺς λόγους μὴ

E

πεποιηκότων, ἀλλ' εἰκασμῷ τὸ δοκοῦν διορισαμένων.

{εʹ. Ἐκ τοῦ αὐτοῦ λόγου.}

Ἡμεῖς δὲ λέγομεν ὅτι τὸ ἐξ ὄντος ἢ μὴ ὄντος γίνε-

σθαι, ἢ τὸ μὴ ὂν ἢ τὸ ὂν ποιεῖν τι ἢ πάσχειν ἢ ὁτιοῦν τόδε

γίγνεσθαι, ἕνα μὲν τρόπον οὐδὲν διαφέρει ἢ τὸ τὸν ἰατρὸν

ποιεῖν τι ἢ πάσχειν ἢ ἐξ ἰατροῦ εἶναί τι ἢ γίνεσθαι· ὥστε

ἐπειδὴ τοῦτο διχῶς ἢ πλεοναχῶς λέγεται, δῆλον ὅτι καὶ τὸ

118

A

ἐξ ὄντος καὶ τὸ ὂν ἢ ποιεῖν ἢ πάσχειν. Οἰκοδομεῖ μὲν οὖν

ὁ ἰατρός, οὐχ ᾗ ἰατρὸς δὲ ἀλλ' ᾗ οἰκοδόμος, καὶ λευκὸς

γίνεται, οὐχ ᾗ ἰατρὸς ἀλλ' ᾗ μέλας· ἰατρεύει δὲ καὶ ἀνία-

τρος γίνεται, ᾗ ἰατρός. Ἐπεὶ δὲ μάλιστα λέγομεν τὸν ἰα-

τρὸν κυρίως ποιεῖν τι ἢ πάσχειν ἢ γίγνεσθαι ἐξ ἰατροῦ,

ἐὰν ᾗ ἰατρὸς ταῦτα ποιῇ ἢ πάσχῃ, δῆλον ὅτι καὶ τὸ μὴ

ἐξ ὄντος γίγνεσθαι τοῦτο σημαίνει, τὸ ᾗ μὴ ὄν. Ὅπερ

ἐκεῖνοι μὲν οὐ διελόντες ἀπέστησαν, καὶ διὰ ταύτην τὴν

B

ἄγνοιαν τοσοῦτον προσηγνόησαν, ὥστε μηθὲν οἴεσθαι γίγνε-

σθαι μήτ' εἶναι τῶν ἄλλων, ἀλλ' ἀνελεῖν πᾶσαν τὴν γέ-

νεσιν. Ἡμεῖς δὲ καὶ αὐτοί φαμεν γίνεσθαι μὲν οὐδὲν

ἁπλῶς ἐκ μὴ ὄντος, ὅμως μέντοι γίγνεσθαι ἐκ μὴ ὄντος,

οἷον κατὰ συμβεβηκός· ἐκ γὰρ τῆς στερήσεως, ὅ ἐστι καθ'

αὑτὸ μὴ ὄν, οὐκ ἐνυπάρχοντος γίνεται. Θαυμάζεται δὲ

τοῦτο καὶ ἀδύνατον οὕτω δοκεῖ, γίγνεσθαί τι ἐκ μὴ ὄντος.

Ὡσαύτως δὲ οὐδὲ ἐξ ὄντος οὐδὲ τὸ ὂν γίγνεσθαι, πλὴν

κατὰ συμβεβηκός· οὕτω δὲ καὶ τοῦτο γίγνεσθαι τὸν αὐτὸν

C

τρόπον, οἷον εἰ ἐκ ζώου ζῶον ἂν γίνοιτο καὶ ἐκ τινὸς

ζώου τι ζῶον, οἷον εἰ κύων ἐξ ἵππου γίγνοιτο. Γίγνοιτο

μὲν γὰρ ἂν οὐ μόνον ἐκ τινὸς ζώου ὁ κύων, ἀλλὰ καὶ ἐκ

ζώου, ἀλλ' οὐχ ᾗ ζῶον· ὑπάρχει γὰρ ἤδη τοῦτο· εἰ δέ τι

μέλλοι γίγνεσθαι ζῶον μὴ κατὰ συμβεβηκός, οὐκ ἐκ ζώου

ἔσται, καὶ εἴ τι ὄν, οὐκ ἐξ ὄντος οὐδὲ ἐκ μὴ ὄντος. Τὸ

γὰρ ἐκ μὴ ὄντος εἴρηται ἡμῖν τί σημαίνει, ὅτι ᾗ μὴ ὄν. Ἔτι

δὲ καὶ τὸ εἶναι ἅπαν ἢ μὴ εἶναι οὐκ ἀναιροῦμεν.

D

Εἰ τὸ Μήτε ἐκ τοῦ ἁπλῶς ὄντος μήτε ἐκ τοῦ ἁπλῶς μὴ

ὄντος δυνατόν ἐστι γενέσθαι τι κοινόν ἐστι τῶν ἐξ ἀπειρίας τε

καὶ ἀγνοίας ἀναιρούντων τὴν γένεσιν, καὶ τούτου τοῦ τοὺς

σφαλλομένους διορθωσαμένου, πῶς οὐκ ἀνῄρηται ἡ γένεσις

κατὰ τὸν διορθωσάμενον, ὡς ἀνῄρηται κατὰ τοὺς σφαλλομέ-

νους; Εἰ ἀδύνατόν ἐστι γενέσθαι τι κατὰ συμβεβηκὸς ἐξ ὄντος

καὶ ἐκ μὴ ὄντος, μὴ προεπινοουμένης τῆς γενέσεως τοῦ καθ'

E

αὑτὸ γιγνομένου, οἷον ἀδύνατον τὸν ἰατρὸν γενέσθαι λευκὸν μὴ

τοῦ μέλανος λευκοῦ γιγνομένου, καὶ ἀδύνατον τὸν ἰατρὸν

οἰκοδομεῖν μὴ τοῦ οἰκοδόμου οἰκοδομοῦντος, ἐὰν ᾖ μέλας καὶ

οἰκοδόμος ὁ ἰατρός, πῶς γίνεταί τι κατὰ συμβεβηκὸς ἐξ ὄντος

καὶ ἐκ μὴ ὄντος, μηδενὸς προηγουμένως καθ' αὑτὸ γιγνομένου;

119

A

Εἰ πρῶτον μὲν τὸ ζῶον, ὕστερον δὲ τὸ ζῶον ἐκ ζώου καὶ τό τι

ζῶον ἐκ τινὸς ζώου, καὶ τῇ μὲν γενέσει τοῦ ζώου ἐκ ζώου

ὑπόκειται τὸ σπέρμα, τῇ δυνάμει μὲν ζῶον, ἐνεργείᾳ δὲ οὐ

ζῶον, τῇ δὲ γενέσει τοῦ ἁπλῶς ζώου τὸ ὑποκείμενον οὐκ ἦν

σπέρμα, πῶς οὐκ ἔστι παρὰ φύσιν γιγνόμενον τὸ ζῶον ἐκ

μὴ ζώου; Εἰ πρὸ τοῦ γενέσθαι τὸ γιγνόμενον ἡ μὲν ὕλη ἦν,

B

τὸ δὲ γιγνόμενον ἐξ αὐτῆς οὐκ ἦν, τί ἦν ἡ ὕλη; Οἷον εἰ ὕλη

ἦν τοῦ ἵππου πρὸ τοῦ γενέσθαι τὸν ἵππον, εἰ πάντα τὰ ἐν τῇ

οὐσίᾳ τοῦ ἵππου θεωρούμενά ἐστι γενητά, πῶς ἦν ἀγένητος ἡ

ὕλη, ἐξ ἧς γέγονεν ἵππος; Εἰ καθ' αὑτὸ μὲν οὔτε ἡ στέρησις

ὄν ἐστιν οὔτε ἡ ὕλη, τὸ δὲ συμβεβηκὸς τῷ καθ' αὑτὸ ὄντι

συμβαίνει, πῶς κατὰ συμβεβηκὸς δυνατὸν γενέσθαι τι ἐκ τῆς

στερήσεως, μήτε καθ' αὑτὸ μήτε κατὰ συμβεβηκὸς οὔσης;

C

Ὧν διεζευγμένων ὄντων ἀδύνατόν ἐστι γενέσθαι τι ἐξ οὐ-

δενὸς αὐτῶν, τούτων οὔτε συμπεπλεγμένων δυνατὸν γενέσθαι

τι· οἷον ἐκ τοῦ ὄντος ἁπλῶς οὐ δυνατὸν γενέσθαι τι, ὡσαύ-

τως καὶ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος, ἵνα ταῖς Ἀριστοτέλους χρη-

σώμεθα φωναῖς. Πῶς ἀμφότερα γέγονε δυνατά, καὶ τὸ γε-

νέσθαι ἐξ ὄντος καὶ τὸ γενέσθαι ἐκ μὴ ὄντος; Εἰ τὸ ὑποκεί-

μενον, ἐξ οὗ γίγνεται τὸ γιγνόμενον, τοῖς ἐναντίοις ἀνάγκη

D

ὑποκεῖσθαι, οὐκ ἄρα γίγνεταί τι ἐκ τῆς στερήσεως κατὰ συμ-

βεβηκὸς τοῖς ἐναντίοις μὴ ὑποκειμένης; Ὁ τὸ πᾶν μὴ ἀναι-

ρῶν μήτε εἶναι μήτε τὸ μὴ εἶναι, ἀλλὰ συγχωρῶν τὸ πᾶν

εἶναι καὶ μὴ εἶναι, πῶς δύναται ἀληθεύειν λέγων τὴν ὕλην μὴ

εἶναι μήτε οὐσίαν μήτε τόδε τι μήτε ὄν; Εἰ γίγνεται μὲν τὸ

γιγνόμενον, οὐκ ἐξ ἁπλῶς δὲ μὴ ὄντος οὔτ' ἐξ ἁπλῶς ὄντος,

ἀλλὰ ἐξ ἀμφοτέρων, γίγνεται ἄρα καὶ ἐκ τῆς ὕλης ὡς ἐκ τοῦ

ὄντος καὶ ἐκ τοῦ μὴ ὄντος, καὶ ὡς ἐκ τοῦ τόδε τι ὄντος καὶ

E

τόδε τι μὴ ὄντος. Ἀλλ' εἰ ταῦτα οὕτως ἔχει, ψευδὲς ἄρα τὸ

ῥηθὲν περὶ τῆς ὕλης, τὸ μήτε αὐτὴν εἶναι οὐσίαν μήτε τόδε τι

μήτε ὄν. Ὥσπερ ἡ ὕλη ἐστὶν ἄμορφος, οὕτως καὶ τὸ εἶδός

ἐστιν ἄϋλον. Ἀλλ' εἰ μὲν ἡ ὕλη καὶ τὸ ἄμορφον αὐτῆς εἰσι

δύο ἀρχαί, καὶ τὸ εἶδος ἄρα καὶ τὸ ἄϋλον αὐτοῦ δύο ἔσον-

ται ἀρχαί. Πῶς οὖν τεσσάρων οὐσῶν τῶν ἀρχῶν τρεῖς μό-

ναι ἐτέθησαν ἀρχαί.

120

A

{Ϛʹ. Ἐκ τοῦ αὐτοῦ λόγου.}

Ἡμεῖς γὰρ ὕλην καὶ στέρησιν ἕτερον εἶναί φαμεν, καὶ

τούτων τὸ μὲν οὐκ ὂν εἶναι κατὰ συμβεβηκός, τὴν ὕλην, τὴν

δὲ στέρησιν καὶ καθ' αὑτήν, καὶ τὴν μὲν ἐγγὺς καὶ οὐσίαν

πως, τὴν δὲ οὐδαμῶς. Οἱ δὲ τὸ μὴ ὂν εἶναί φασι, τὸ

μέγα καὶ τὸ μικρὸν ὁμοίως, ἓν τὸ συναμφότερον ἢ τὸ χωρὶς

B

ἑκάτερον. Ὥστε παντελῶς ἕτερος ὁ τρόπος οὗτος τῆς τριάδος

κἀκεῖνος.

Εἰ κατὰ συμβεβηκὸς οὐκ ὂν εἶναι τῇ ὕλῃ ἐστί, δῆλον ὅτι

κατὰ συμβεβηκὸς ἡ ὕλη οὔτε ὕλη ἐστὶν οὔτε ἀρχή· ὄντος γάρ

ἐστι τὸ εἶναι ὕλη καὶ τὸ εἶναι ἀρχή. Καὶ εἰ κατὰ συμβεβηκὸς

οὐκ ὂν εἶναί ἐστι τῇ ὕλῃ διὰ τὴν στέρησιν, δῆλον ὅτι κατὰ

συμβεβηκὸς ὄν ἐστι διὰ τὸ εἶδος. Ἔσται ἄρα τῇ ὕλῃ καθ'

C

αὑτὸ μὲν οὐδέποτε ὄν, κατὰ συμβεβηκὸς δὲ ἀεί, ποτὲ μὲν οὐκ

ὂν εἶναι, ποτὲ δὲ ὂν εἶναι. Πῶς οὖν οὐκ ἔστιν ἄτοπον τὸ

λέγειν ἐγγὺς εἶναι οὐσίας καὶ οὐσίαν πως τὸ μηδέποτε καθ'

αὑτὸ ὄν; Εἰ ἄλλο τὸ ὕλην εἶναι καὶ ἄλλο τὸ τινὸς εἶναι ὕλην,

καὶ στερεῖται μὲν ἡ ὕλη τοῦ τινὸς εἶναι ὕλην, τοῦ δὲ εἶναι

αὐτὴν ὕλην οὐ στερεῖται, ἔσται ἄρα ἡ ὕλη ὂν καὶ οὐκ ὄν, ὂν

μὲν διὰ τὸ εἶναι αὐτὴν ὕλην, οὐκ ὂν δὲ διὰ τὸ μὴ εἶναι αὐ-

D

τὴν τινὸς ὕλην. Ἀλλ' εἰ μηδενός ἐστιν ὕλη ἡ ὕλη, οὐδὲν

ἄρα τῆς ἀμορφίας ἐστὶν ἡ ὕλη. Εἰ δὲ τῆς ἀμορφίας ἐστὶν ἡ

ὕλη, οὐδέποτε ἄρα ἦν ἡ ὕλη ᾗ ὕλη, ἀλλ' ἀεὶ τινὸς ὕλη, ποτὲ

μὲν τῆς ἀμορφίας, ποτὲ δὲ τῆς μορφῆς. Ὅτι δέ τί ἐστιν ἡ

ἀμορφία δῆλον ἐξ οὗ ἐτέθη ἀρχὴ εἶναι τῶν γιγνομένων.

Ἀλλ' εἰ ταῦτα οὕτως ἔχει, οὐδέποτε ἄρα οὐκ ὂν εἶναι τὴν

ὕλην, ἀλλ' ἀεὶ ὂν εἶναι, ποτὲ μὲν ἄμορφον, ποτὲ δὲ μεμορ-

φωμένην· διὸ καὶ ἀεὶ γενητή. Εἰ δύναται ἡ ὕλη τὴν συν-

E

αΐδιον αὑτῆς ἀποβαλεῖν ἀμορφίαν, δύναται ἄρα καὶ τὴν

συναΐδιον αὑτῆς ἀποβαλεῖν ἀγενεσίαν. Εἰ δὲ μὴ τὸ δεύτε-

ρον, οὐδ' ἄρα τὸ πρῶτον. Πῶς οὖν γίγνεται τὸ γιγνόμενον ἐκ

τῆς ὕλης, τῆς ὕλης τὴν συναΐδιον αὑτῆς ἀμορφίαν μὴ ἀποβαλ-

λομένης; Εἰ, ὥσπερ ὁ τρόπος τῆς κατὰ τὸν Ἀριστοτέλην

τριάδος ἕτερός ἐστι παρὰ τὸν τρόπον τῆς κατὰ Πλάτωνα τριά-

121

A

δος, οὕτω καὶ ἡ τριὰς ἑτέρα, πῶς οὐκ ἔστιν ἀρχὴ τῶν γιγνο-

μένων ἡ ἑξὰς ἀλλ' ἡ τριάς; Καὶ εἰ ἡ τριὰς οὐχ ἑτέρα, πῶς ὁ

τρόπος αὐτῆς ἕτερος;

{ζʹ. Ἐκ τοῦ αὐτοῦ λόγου.}

Ἡ μὲν γὰρ ὑπομένουσα συναιτία τῇ μορφῇ τῶν γιγνο-

μένων ἐστίν, ὥσπερ μήτηρ· ἡ δὲ ἑτέρα μοῖρα τῆς ἐναντιώ-

σεως πολλάκις ἂν φαντασθείη τῷ πρὸς τὸ κακοποιὸν αὐτῆς

B

ἀτενίζοντι τὴν διάνοιαν οὐδὲ εἶναι τὸ παράπαν. Ὄντος γάρ

τινος θείου καὶ ἀγαθοῦ καὶ ἐφετοῦ, τὸ μὲν ἐναντίον αὐτῷ

φαμεν εἶναι, τὸ δὲ πεφυκέναι ἐφίεσθαι καὶ ὀρέγεσθαι αὐτοῦ

κατὰ τὴν φύσιν αὑτοῦ. Τοῖς δὲ συμβαίνει τὸ ἐναντίον ὀρέ-

γεσθαι τῆς αὑτοῦ φθορᾶς. Καίτοι οὔτε αὑτοῦ οἷόν τε ἐφίε-

σθαι τὸ εἶδος διὰ τὸ μὴ εἶναι ἐνδεές, οὔτε τὸ ἐναντίον·

φθαρτικὰ γὰρ ἀλλήλων τὰ ἐναντία. Ἀλλὰ τοῦτό ἐστιν ἡ

ὕλη, ὥσπερ ἂν εἰ θῆλυ ἄῤῥενος καὶ αἰσχρὸν καλοῦ· πλὴν οὐ

C

καθ' αὑτὸ αἰσχρόν, ἀλλὰ κατὰ συμβεβηκός, οὐδὲ θῆλυ, ἀλλὰ

κατὰ συμβεβηκός. Φθείρεται δὲ καὶ γίνεται ἔστι μὲν ὥς,

ἔστι δὲ ὡς οὔ. Ὡς μὲν γὰρ τὸ ἐν ᾧ, καθ' αὑτὸ φθείρεται·

τὸ γὰρ φθειρόμενον ἐν τούτῳ ἐστὶν ἡ στέρησις· ὡς δὲ κατὰ

δύναμιν, οὐ καθ' αὑτό, ἀλλ' ἄφθαρτον καὶ ἀγένητον ἀνάγκη

αὐτὴν εἶναι. Εἴτε γὰρ ἐγίνετο, ὑποκεῖσθαί τι δεῖ πρῶ-

τον, τὸ ἐξ οὗ ἐνυπάρχοντος· τοῦτο δ' ἐστὶν αὐτὴ ἡ φύσις,

ὥστ' ἔσται πρὶν γενέσθαι. Λέγω γὰρ ὕλην τὸ πρῶτον ὑπο-

κείμενον ἑκάστῳ, ἐξ οὗ γίνεταί τι ἐνυπάρχοντος μὴ κατὰ

D

συμβεβηκός. Εἴτε φθείρεται, εἰς τοῦτο ἔσχατον ἀφίξεται,

ὥστε ἐφθαρμένη ἔσται πρὶν φθαρῆναι.

Εἰ, ὥσπερ ἀρχὴ τῶν γιγνομένων ἡ ὕλη καὶ τὸ εἶδος, οὕτω

καὶ ἡ στέρησις, πῶς ἡ μὲν ὕλη συναιτία τῇ μορφῇ τῶν γιγνο-

μένων, ἡ δὲ στέρησις οὐ συναιτία; Εἰ διὰ τοῦτο ἀρχὴ τὸ εἶ-

δος, ἐπειδὴ ἐξ αὐτοῦ τὸ εἶναι τῷ γιγνομένῳ, δῆλον ὅτι καὶ ἡ

E

στέρησις διὰ τοῦτο ἀρχή, ἐπειδὴ δι' αὐτὴν τὸ μὴ εἶναι τῷ

γιγνομένῳ. Πῶς οὖν ἀρχὴ λέγεται τῶν γιγνομένων ἡ στέ-

ρησις; Εἰ, ὅτε πάρεστι τὸ εἶδος, τότε ἡ στέρησις οὐχ ὑπομέ-

νει, δῆλον ὅτι μὴ παρόντος τοῦ εἴδους ὑπομένει ἡ στέρησις.

Πῶς οὖν οὐκ ἔστιν ἄτοπον τὸ λέγειν μὴ εἶναι τὸ ὑπομένον;

Ὄντος γάρ ἐστι τὸ ὑπομένειν. Εἰ ἑτέρα μοῖρα τῆς ἐναν-

122

A

τιώσεώς ἐστιν ἡ στέρησις, καὶ τὸ κακοποιὸν ταύτης ἐστὶ τὸ

εἶδος, πῶς οὐκ ἔστι τὸ εἶδος ἀγαθόν τε καὶ κακόν, ἀγαθὸν

μὲν τῇ ὕλῃ, ὡς δι' αὐτοῦ ὑπάρχειν τῇ ὕλῃ τὸ οὐσίᾳ εἶναι,

κακὸν δὲ τῇ στερήσει, ὡς δι' αὐτοῦ ἀναιρουμένῃ; Εἰ ἔστι τι

θεῖόν τε καὶ ἀγαθὸν καὶ ἐφετόν, καὶ ἔχει τὸ ἐναντίον ὃ οὐκ

ἔστιν οὔτε ἀγαθὸν οὔτε ἐφετόν, ἔσται ἄρα τὸ θεῖον ἀγαθόν τε

καὶ οὐκ ἀγαθόν, ἐφετόν τε καὶ οὐκ ἐφετόν, διὸ καὶ θεῖόν τε

B

καὶ οὐ θεῖον. Εἰ δὲ ἄτοπον τοῦτο, οὐκ ἄρα τὸ θεῖον τὸ ἀγα-

θόν τε καὶ ἐφετὸν ἔχει τι ἐναντίον· τὸ γὰρ ἁπλῶς ἀγαθὸν

πᾶσιν ἀγαθόν, οὔ τισι μόνον. Εἰ τὸ ἐναντίον τοῦ ἀγαθοῦ οὐκ

ἐφίεται τοῦ ἀγαθοῦ (φθορᾶς γὰρ τῆς αὐτοῦ φύσεως ἐφίεται,

εἰ ἐφίεται τοῦ ἀγαθοῦ) καὶ τὸ εἶδος ἑαυτοῦ οὐκ ἐφίεται (ἀνεν-

δεὲς γὰρ τὸ εἶδος), ἔστι δὲ τὸ θεῖον ἐφετόν τε καὶ ὀρεκτόν,

τίνι δὲ ἐφετόν τε καὶ ὀρεκτὸν εἰ μὴ τῇ ὕλῃ; Ἔμψυχος ἄρα

ἡ ὕλη· ἐμψύχου γάρ ἐστι τὸ ἐφίεσθαι καὶ ὀρέγεσθαι. Εἰ δὲ

ἔμψυχος ἡ ὕλη, πῶς οὐκ ἔστι ψευδὲς τὸ οὐκ ὂν εἶναι κατὰ

C

συμβεβηκὸς τὴν ὕλην; Ἡ γὰρ ψυχὴ ὄν ἐστι, καὶ τὸ ψυχὴν ἔχον

ὄν ἐστιν. Εἰ, ὡς θῆλυ ἐφίεται τοῦ ἄῤῥενος καὶ ὡς αἰσχρὸν

τοῦ καλοῦ, ἡ ὕλη ἐφίεται τοῦ ἀγαθοῦ, καὶ οὐκ ἔστιν ἡ ὕλη

καθ' αὑτὸ θῆλυ καὶ αἰσχρόν, ἀλλὰ κατὰ συμβεβηκός, δῆλον

ὅτι οὐδὲ καθ' αὑτὸ ἐφίεται τοῦ ἀγαθοῦ, ἀλλὰ κατὰ συμβεβη-

κός. Ἔσται ἄρα καὶ τὸ θεῖον οὐ καθ' αὑτὸ ἀγαθόν τε καὶ

ἐφετὸν καὶ ὀρεκτόν, ἀλλὰ κατὰ συμβεβηκός· ὅπερ ἐστὶν ἄτο-

D

πον λέγειν. Εἰ ἔστιν ἡ ὕλη γενητὴ μὲν διὰ τὸ εἶδος, φθαρτὴ

δὲ διὰ τὴν στέρησιν, ἀγένητος δὲ δι' ἑαυτὴν καὶ ἄφθαρτος,

ἔσται ἄρα ἡ ὕλη ἀεὶ μὲν φθαρτὴ ἢ γενητή, ἄφθαρτος δὲ καὶ

ἀγένητος οὐδέποτε· ἀεὶ γὰρ ἢ στερήσει ὑπόκειται τῇ ἐν αὐτῇ

φθειρομένῃ, ἢ τῷ εἴδει τῷ ἐν αὐτῇ γιγνομένῳ. Τὸ ἀγένητον

ἐπὶ μὲν τῶν γενητῶν τὴν στέρησιν σημαίνει γενέσεως δυναμέ-

E

νης ἔσεσθαι, ἐπὶ δὲ τῶν ἀϊδίων τὴν ἀπόφασιν πάσης σημαίνει

γενέσεως τῆς τε προγεγονυίας καὶ τῆς μελλούσης ἔσεσθαι·

οἷον ὁ χαλκὸς ὁ μέλλων ἔσεσθαι ἀνδριάς, πρὶν γένηται ἀν-

δριάς, ἀγένητος λέγεται κατὰ στέρησιν, διὰ τὸ δύνασθαι αὐτὸν

γενέσθαι ἀνδριάντα· ἐπὶ δὲ θεοῦ τὸ ἀγένητον πάσης ἀπό-

φασιν σημαίνει τῆς κατ' οὐσίαν γενέσεως προγεγονυίας τε καὶ

μελλούσης. Δύο τοίνυν ὄντων τῶν τῆς ἀγενεσίας τρόπων,

κατὰ ποῖόν ἐστιν ἀγένητος ἡ ὕλη; Εἰ μὲν κατὰ στέρησιν, ἀγέ-

123

A

νητος ἄρα ἡ ὕλη ὥσπερ ὁ χαλκός, εἰ δὲ κατὰ ἀπόφασίν ἐστιν

ἡ ὕλη ἀγένητος, οὐδὲν ἄρα γίνεται ἡ ὕλη· οὔτε, ὃν λόγον ἔχει

ὁ χαλκὸς πρὸς τὸν ἀνδριάντα, τοῦτον δύναται ἔχειν ἡ ὕλη

πρὸς τὴν οὐσίαν, καθὰ εἶπεν Ἀριστοτέλης. Εἰ οὕτως ἐστὶ

ἡ ὕλη ἀγένητος ὡς ὁ θεός, καὶ δύναται ὁ θεὸς ἐκ τοῦ ἀγενήτου

ποιῆσαί τι, δῆλον ὡς δύναται ὁ θεὸς καὶ ἐκ τοῦ ἁπλῶς μὴ

ὄντος ποιῆσαί τι. Ἣν γὰρ ἔχει ἀνεπιτηδειότητα τὸ μὴ ὂν πρὸς

τὸ μὴ γενέσθαι τι ἐξ αὐτοῦ κατὰ φύσιν καὶ κατὰ τέχνην, τὴν

B

αὐτὴν ἔχει καὶ τὸ ἀϊδίως ἀγένητον πρὸς τὸ γενέσθαι τι ἐξ

αὐτοῦ κατὰ φύσιν καὶ κατὰ τέχνην. Πῶς οὖν ἐκ μὲν τοῦ ἀϊ-

δίως ἀγενήτου ἠδυνήθη ὁ θεὸς ποιῆσαί τι, ἐκ δὲ τοῦ ἁπλῶς

μὴ ὄντος οὐκ ἠδυνήθη; Ἀλλὰ προδήλως ἡ ἀπιστία τοῦ δύ-

νασθαι τὸν θεὸν ἐκ μὴ ὄντος ποιῆσαί τι τοὺς μὲν πρώτους

φιλοσόφους εἰς ἄρνησιν πάσης τῶν ὄντων ἐκ τῆς ὕλης γενέ-

σεως ἀπώσατο, τὸν δὲ τοῦτο διορθωσάμενον Ἀριστοτέλην εἰς

C

ἀναίρεσιν τῆς γενέσεως τῆς ὕλης. Εἰ ἔστι τι γιγνόμενον καὶ

ἔστι τι ὃ τοῦτο γίγνεται, καθὰ εἶπεν ἐν τοῖς ἀνωτέρω, οὐδὲν

ἄρα τούτων ἐστὶν ἡ ὕλη, εἰ ἀγένητός ἐστι καὶ ἄφθαρτος.

Εἰ ἀγένητός ἐστιν ὕλη καὶ ἄφθαρτος, ἐξ ἀνάγκης καθ' ἑκά-

τερον τὸν τῆς ἀγενεσίας τρόπον ἀγένητός ἐστιν· οὔτ' ἄρα

γίνεταί τι ἐξ αὐτῆς οὔτε φθείρεται ἐν αὐτῇ. Πῶς οὖν φθεί-

ρεται ἐν ἀφθάρτῳ ἡ στέρησις; Εἰ μία ἐστὶν ἡ ὕλη, πολλὰ δὲ

D

καὶ διάφορα τὰ ἐξ αὐτῆς γιγνόμενα, πῶς ἀνάγκη μένειν τὴν

ὕλην ἀγένητον, τοῦ ἀεὶ διαιρετοῦ αὐτῆς μὴ δυναμένου μένειν

ἀδιαιρέτου; Εἰ ἀριθμῷ μὲν μία ἐστὶν ἡ ὕλη, εἴδει δὲ δύο, καὶ

ἔστιν ἀγένητος καὶ ἄφθαρτος, ἢ ἄρα ὅλη ἐστὶν ἀγένητος καὶ

ἄφθαρτος ἢ τὸ ἥμισυ αὐτῆς. Ἀλλ' εἰ μὲν ὅλη ἐστὶν ἀγένη-

τος καὶ ἄφθαρτος, δῆλον ὅτι καὶ τὸ ἥμισυ αὐτῆς τοιοῦτον· εἰ

δὲ τὸ ἥμισυ αὐτῆς ἐστιν ἀγένητόν τε καὶ ἄφθαρτον καὶ τὸ

E

ἥμισυ αὐτῆς οὐ τοιοῦτον, ἔσται ἄρα ἡ ἀντίφασις περὶ τοῦ αὐ-

τοῦ ἀληθής· ὅπερ ἀδύνατον. Εἰ τὸ δεχόμενον τὸ εἶδος ἢ

ἐκεῖνο γίγνεται ἢ ἐξ ἐκείνου γίγνεται, πῶς ἀγένητος ἡ ὕλη τὸ

εἶδος δεχομένη; Εἰ τῶν ὄντων ἐστὶ τὸ ἀγένητον εἶναι καὶ

ἄφθαρτον, πῶς ἡ ὕλη καὶ ὂν οὐκ ἔστι καὶ ἀγένητος καὶ ἄφθαρ-

τός ἐστιν; Εἰ τὸ ἀγενήτως ὂν ἐν τῷ ἀγενήτῳ ἀγένητον καὶ

τοῦτο, πῶς ἡ ἀγένητος οὖσα ἐν τῇ ὕλῃ στέρησις γίνεται καὶ

124

A

φθείρεται; Εἰ, καθὼς εἴρηται, ἱκανὸν τὸ ἕτερον τῶν ἐναντίων

τῇ ἑαυτοῦ παρουσίᾳ τε καὶ ἀπουσίᾳ ποιεῖν τὴν μεταβολήν, τί

τὸ μεταβαλλόμενον τῆς ὕλης ἀγενήτου καὶ ἀφθάρτου οὔσης;

Εἰ τὸ ἀγένητον καὶ ἄφθαρτον περὶ τὴν οὐσίαν θεωρεῖται τοῦ

ἀγενήτου καὶ ἀφθάρτου ὄντος, ποῦ τὸ ἀγένητον καὶ ἄφθαρτον

τῆς ὕλης, οὐσίας μὴ οὔσης τῆς ὕλης; Εἰ μὴ ἦν γενητὸς ὁ

χαλκὸς κατὰ τὴν προγεγονυῖαν αὐτοῦ γένεσιν, οὐδὲ ἀνδριὰς

B

ἐγίνετο. Πῶς τοίνυν γίνεται ἡ ὕλη ἢ ἐκ τῆς ὕλης τι, τῆς ὕλης

μὴ προγεγονυίας; Εἰ μὴ ἐφθείρετο ὁ χαλκός, οὐδὲ τὸ χαλκοῦν

ἐφθείρετο. Πῶς τοίνυν φθείρεται τὸ ὑλικόν, τῆς ὕλης ἀφθάρ-

του οὔσης; Εἰ ἐκ τῶν ἀσωμάτων σῶμα οὐκ ἀποτελεῖται, πῶς

γέγονε σῶμα ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους, καθ' αὑτὰ ἀσωμά-

των ὄντων; Εἰ φυσικῇ ἀνάγκῃ ἀκολουθεῖ τῷ ἀγενήτῳ καὶ

C

ἀφθάρτῳ τὸ ἀδιαίρετον καὶ τὸ ἄτρεπτον, πῶς ἐν τοῖς διῃρη-

μένοις κατὰ γένη εἴδεσίν ἐστιν ἡ ἀγένητος καὶ ἄφθαρτος ὕλη,

καὶ πῶς κατὰ ἀλλοίωσιν γίνεται τὰ τρεπόμενα κατὰ τὴν ὕλην,

καθὼς ἐν τῇ ἐκθέσει τῶν τῆς γενέσεως τρόπων διωρίσατο ἐν

τοῖς ἀνωτέρω;

{ηʹ. Ἐκ τοῦ δευτέρου λόγου τῆς Φυσικῆς ἀκροάσεως Ἀριστοτέλους.}

D

Ἕνα μὲν οὖν τρόπον ἡ φύσις οὕτω λέγεται, ἡ πρώτη

ἑκάστῳ ὑποκειμένη ὕλη τῶν ἐχόντων ἐν αὑτοῖς ἀρχὴν κινήσεως

καὶ μεταβολῆς, ἄλλον δὲ τρόπον ἡ μορφὴ καὶ τὸ εἶδος τὸ κατὰ

τὸν λόγον. Ὥσπερ γὰρ τέχνη λέγεται τὸ κατὰ τὴν τέχνην

καὶ τὸ τεχνικόν, οὕτω καὶ φύσις τὸ κατὰ φύσιν λέγεται καὶ τὸ

φυσικόν.

Τί οὖν ἂν εἴποιμεν τὸ κατὰ τὴν ὕλην καὶ τὸ ὑλικὸν εἰ μὴ

E

ὕλην; Εἰπὲ τί ἕτερον; Εἰ δὲ ὕλην λέγοιμεν τοῦτο, ἔσται ἄρα

τότε ὕλην εἶναι τὴν ὕλην, ὅτε τὸ κατὰ τὴν ὕλην καὶ τὸ ὑλικόν·

καὶ γὰρ ἡ φύσις τότε φύσις, ὅτε τὸ κατὰ φύσιν καὶ τὸ φυσι-

κόν· ὡσαύτως δὲ καὶ ἡ τέχνη. Τὰ γὰρ κατὰ τὸν αὐτὸν τρόπον

ἐκφωνούμενα τὸν αὐτὸν πρὸς ἄλληλα ἔχει λόγον. Ἀλλ' εἰ τότε

ἡ ὕλη ὑπάρχει, ὅτε τὸ κατὰ τὴν ὕλην καὶ τὸ ὑλικόν, οὐκ ἄρα

ἀγένητος ἡ ὕλη.

125

A

{θʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου.}

Ὥστε ἄλλον τρόπον ἡ φύσις ἂν εἴη τῶν ἐχόντων ἐν αὑ-

τοῖς κινήσεως ἀρχὴν ἡ μορφὴ καὶ τὸ εἶδος, οὐ χωριστὸν ὂν

ἀλλ' ἢ κατὰ τὸν λόγον. Τὸ δὲ ἐκ τούτων φύσις μὲν οὐκ

ἔστι, φύσει δέ, οἷον ἄνθρωπος.

B

Εἰ κατὰ φύσιν ἐστὶν ὁ ἄνθρωπος καὶ φυσικόν τι ζῶον,

πῶς οὐκ ἔστι φύσις ὁ ἄνθρωπος; Διορισάμενος γὰρ ἔλεγε·

Φύσις λέγεται τὸ κατὰ φύσιν καὶ τὸ φυσικόν.

{ιʹ. Ἐκ τοῦ αὐτοῦ λόγου.}

Ἐν μὲν οὖν τοῖς κατὰ τέχνην ἡμεῖς ποιοῦμεν τὴν ὕλην

τοῦ ἔργου ἕνεκα, ἐν δὲ τοῖς φυσικοῖς ὑπάρχει οὖσα.

C

Ἐπειδή ἐστιν ἔργον ἕτερον τὸ μήτε κατὰ φύσιν μήτε κατὰ

τέχνην, ποῦ τούτου τοῦ ἔργου τὴν ὕλην θετέον; Γίνεται γὰρ

ζῶον ἐκ ζώου· καὶ εἰ μὴ πρῶτον τὸ ζῶον, οὐδὲ ζῶον ἐκ

ζώου. Καὶ κατὰ φύσιν μὲν γίνεται τὸ ἐκ ζώου ζῶον, οὐ κατὰ

φύσιν δὲ τὸ ζῶον ἁπλῶς. Ἀλλ' εἰ μὲν ἐν τοῖς κατὰ τέχνην

ἡ ὕλη ἔξωθεν, ἐν δὲ τοῖς κατὰ φύσιν ἡ ὕλη ἐν τοῖς φυσικοῖς,

δῆλον ὅτι ἐν τοῖς μήτε κατὰ τέχνην μήτε κατὰ φύσιν ἔργοις ἡ

D

ὕλη ἑτέρως ὑπάρχει· ἧς εἰ μὴ ποιήσειε τὸν διορισμὸν ὁ περὶ

τῶν φυσικῶν τὴν πραγματείαν ἔχων, ἀσύστατα ποιεῖ καὶ τὰ

ἤδη διορισθέντα. Εἰ γὰρ τότε οἰόμεθα εἰδέναι ἕκαστον, ὅταν

τὰ αἴτια γνωρίζωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας,

πῶς ἂν γνωρίσειεν ἄν τις τὸ ἐκ ζώου ζῶον, ὁ τὸ ζῶον ἀγνοῶν

τὸ μὴ ἐκ ζώου; Ἐκεῖνο γὰρ τούτου ἀρχή τε καὶ αἴτιον.

E

{ιαʹ. Ἐκ τοῦ αὐτοῦ λόγου.}

Ἐπειδή ἐστι τὸ αὐτόματον καὶ ἡ τύχη αἴτια ὧν ἂν νοῦς

γένοιτο αἴτιος ἢ φύσις, ὅταν κατὰ συμβεβηκὸς αἴτιόν τι γένη-

ται τούτων αὐτῶν, οὐθὲν δὲ κατὰ συμβεβηκός ἐστι πρότερον

τῶν καθ' αὑτό, δῆλον ὅτι οὐδὲ τὸ κατὰ συμβεβηκὸς αἴτιον

πρότερον τοῦ καθ' αὑτό. Ὕστερον ἄρα τὸ αὐτόματον καὶ ἡ

126

A

τύχη νοῦ καὶ φύσεως· ὥστε εἰ ὅτι μάλιστα τοῦ οὐρανοῦ

αἴτιον τὸ αὐτόματον, ἀνάγκη πρότερον νοῦν αἴτιον καὶ φύσιν

εἶναι καὶ ἄλλων πολλῶν καὶ τοῦδε τοῦ παντός.

Ἐν τούτοις οὐ μόνον τῶν πρώτων καὶ τῶν δευτέρων αἰ-

τίων ἣν οὐκ ἐφύλαξεν εἶπε τὴν τάξιν, ἀλλὰ καὶ τὸν οὐρανόν,

ὃν καὶ αὐτὸν ἐν τῷ δευτέρῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως ἐν

τοῖς ἀνωτέρω ὑπεξείλετο τῆς αὐτομάτου γενέσεως, ἐνταῦθα

ὑπέβαλε τῇ γενέσει οὐ μόνῃ τῇ αὐτομάτῳ, ἀλλὰ καὶ τῇ διὰ

B

νοῦ τε καὶ φύσεως· ὅπερ ἐστὶ προδήλως ἄτοπον, τὸ τὸν εἰ-

ληφότα διὰ νοῦ τε καὶ φύσεως τὴν κατ' οὐσίαν γένεσιν, διὰ

τῶν πρώτων αἰτίων, τοῦτον πάλιν διὰ τῶν δευτέρων αἰτίων

τὴν αὐτὴν λαβεῖν γένεσιν. Ἔτι δὲ πῶς οὐκ ἔστι τῶν ἀτοπω-

τάτων τὸ τὸν αὐτὸν ποτὲ μὲν ἐξελεῖν τῆς αὐτομάτου γενέ-

σεως, ποτὲ δὲ ὑποβάλλειν ταύτῃ, καὶ ποτὲ μὲν ἀγένητον

ὀνομάζειν, ποτὲ δὲ γενητὸν ὑπὸ φύσεως; Ποιήσομαι δὲ τῶν

C

φωνῶν τούτων τὴν ἔκθεσιν, ἐν αἷς ταῦτα ποιεῖ, ἵν' ἐκ πα-

ραλλήλου γνωσθῇ τὸ ἐν αὐτῷ περιεχόμενον ψεῦδος.

{ιβʹ. Ἐκ τοῦ αὐτοῦ λόγου.}

Εἰσὶ δὲ οἳ καὶ τοῦ οὐρανοῦ τοῦδε καὶ τῶν κοσμικῶν

πάντων αἰτιῶνται τὸ αὐτόματον· ἀπὸ ταὐτομάτου γάρ φασι

γενέσθαι τὴν δίνην καὶ τὴν κίνησιν τὴν διακρίνασαν καὶ κατα-

στήσασαν εἰς ταύτην τὴν τάξιν τὸ πᾶν. Καὶ μάλα τοῦτό γε

D

αὐτὸ θαυμάσαι ἄξιον λέγοντας· τὸ γὰρ τὰ μὲν ζῶα καὶ τὰ

φυτὰ ἀπὸ τύχης μήτε εἶναι μήτε γίνεσθαι, ἀλλ' ἤτοι φύσιν ἢ

νοῦν ἢ τοιοῦτον ἕτερον εἶναι τὸ αἴτιον (οὐ γὰρ ὅ τι ἔτυχεν ἐκ

τοῦ σπέρματος ἑκάστου γίνεσθαι, ἀλλ' ἐκ μὲν τοιουδὶ ἐλαίαν,

ἐκ δὲ τοιουδὶ ἄνθρωπον), τὰ δὲ θειότερα τῶν φανερῶν ἀπὸ

τοῦ αὐτομάτου γίνεσθαι, τοιαύτην δὲ αἰτίαν μηδεμίαν εἶναι

E

οἵαν τῶν ζώων ἢ τῶν φυτῶν. Καίτοι εἰ οὕτως ἔχει, τοῦτό

γ' αὐτὸ αἴτιον εἴη ἂν ζητήσεως, καὶ καλῶς ἔχει λεχθῆναί τι

περὶ αὐτοῦ τούτου. Πρὸς γὰρ τῷ καὶ ἄλλως ἄλογον εἶναι

τὸ λεγόμενον, ἔτι ἀτοπώτερον τὸ λέγειν ταῦτα ὁρῶντας ἐν μὲν

τῷ οὐρανῷ οὐθὲν ἀπὸ ταὐτομάτου γιγνόμενον, ἐν δὲ τοῖς

οὐκ ἀπὸ τύχης πολλὰ συμβαίνοντα ἀπὸ τύχης· καίτοι εἰκός

γε ἦν τὸ ἐναντίον.

127

A

Ὅτι μὲν ἀπὸ ταὐτομάτου γεγονέναι τὸν οὐρανὸν καὶ

πάλιν μὴ ἀπὸ ταὐτομάτου, δηλοῦσιν αἱ λέξεις, ὧν τὴν ἔκθεσιν

πεποιήκαμεν ἐκ τοῦ δευτέρου λόγου τῆς Φυσικῆς ἀκροάσεως

ἐν τοῖς δυσὶ κεφαλαίοις, τῷ τε ἑνδεκάτῳ καὶ τῷ δωδεκάτῳ.

Ὅτι δὲ ἀγένητον καὶ πάλιν γενητὸν ὑπὸ φύσεως λέγει αὐτόν,

ποιήσομαι καὶ τούτων τῶν λέξεων τὴν ἔκθεσιν, ἐν αἷς τοῦτο

πεποίηκεν.

B

{ιγʹ. Ἐκ τοῦ δευτέρου Περὶ οὐρανοῦ λόγου Ἀριστοτέλους.}

Ὅτι μὲν οὖν οὐ γέγονεν ὁ πᾶς οὐρανὸς οὔτε ἐνδέχεται

φθαρῆναι, καθάπερ τινές φασιν, ἀλλ' ἔστιν εἷς καὶ ἀΐδιος,

ἀρχὴν μὲν καὶ τελευτὴν οὐκ ἔχων τοῦ παντὸς αἰῶνος, ἔχων δὲ

καὶ περιέχων ἐν ἑαυτῷ τὸν ἄπειρον χρόνον, ἔκ τε τῶν εἰρημέ-

νων ἐξέσται λαμβάνειν τὴν πίστιν.

Ταῦτα περὶ τῆς ἀγενεσίας τοῦ οὐρανοῦ εἰπὼν Ἀριστο-

C

τέλης, ὅρα οἷα πάλιν περὶ τῆς γενέσεως αὐτοῦ λέγει ἐν τῷ

πρώτῳ Περὶ οὐρανοῦ λόγῳ.

{[ιδʹ. Ἐκ τοῦ πρώτου Περὶ οὐρανοῦ λόγου.]}

Καὶ ὀρθῶς ἔοικεν ἡ φύσις τὸ μέλλον ἔσεσθαι ἀγένητον

καὶ ἄφθαρτον ἐξελέσθαι ἐκ τῶν ἐναντίων· ἐν τοῖς ἐναντίοις

γὰρ ἡ γένεσις καὶ ἡ φθορά.

Εἰ τῶν ἀδυνάτων μὲν οὐδὲν οὔτε ἐστὶν οὔτε ἔσεσθαι δυ-

νατόν, ἐστὶ δὲ τῶν ἀδυνάτων τὸ μέλλον ἔσεσθαι ἀγένητον

D

εἶναι, ἄναρχόν τε καὶ ἀτελεύτητον, ἔχον τε καὶ περιέχον ἐν

ἑαυτῷ τὸν ἄπειρον χρόνον, ἔσται ἄρα ὁ ταῦτα λέγων δυνατοῦ

τε καὶ ἀδυνάτου πράγματος ἀγνοῶν τὴν διαφοράν.

{ιεʹ. Ἐκ τοῦ πρώτου Περὶ οὐρανοῦ λόγου Ἀριστοτέλους, ἐν τῷ τέλει

τοῦ λόγου.}

E

Οὐθὲν γὰρ ἀπὸ ταὐτομάτου οὔτε ἄφθαρτον οὔτε ἀγένη-

τον οἷόν τε εἶναι.

Πῶς οὖν ἄν τις πιστεύσειε τῷ ἀμφότερα λέγοντι περὶ

τοῦ οὐρανοῦ; Ἐν μὲν τῷ ἑνδεκάτῳ κεφαλαίῳ τὸ αὐτόματον

αἴτιον εἶναι λέγει τοῦ οὐρανοῦ, ἐν δὲ τῷ τρισκαιδεκάτῳ ἄναρ-

χόν τε καὶ ἀγένητον τὸν οὐρανὸν εἶναι λέγει.

128

A

{ιϚʹ. Ἐκ τοῦ δευτέρου λόγου τῆς Φυσικῆς ἀκροάσεως.}

Διτταὶ δὲ ἀρχαὶ αἱ κινοῦσαι φυσικῶς, ὧν ἡ ἑτέρα οὐ

φυσική· οὐ γὰρ ἔχει κινήσεως ἀρχὴν ἐν ἑαυτῇ. Τοιοῦτον δέ

ἐστιν εἴ τι κινεῖ μὴ κινούμενον, ὥστε τό τε παντελῶς ἀκίνη-

τον καὶ τὸ πάντων πρῶτον.

B

Πῶς ἂν οὖν κινήσειε φυσικῶς ἡ ἀρχή, ἡ μήτε φυσικὴ οὖσα

μήτε κατὰ φύσιν κινοῦσα; Τῇ γὰρ μόνῃ φυσικῇ ἀρχῇ τῇ κατὰ

φύσιν κινούσῃ ἀκόλουθόν ἐστι τὸ φυσικῶς κινεῖν. Εἰ ἀρχὴ ἡ

μὴ οὖσα φυσικὴ οὐκ ἔχει ἐν ἑαυτῇ ἀρχὴν κινήσεως, δῆλον ὅτι

ἡ φυσικὴ ἀρχὴ ἔχει ἐν ἑαυτῇ ἀρχὴν κινήσεως· ἀλλ' ἡ ἀρχὴ ἡ

ἀρχὴν ἔχουσα οὐκ ἔστιν ἀρχή. Εἰ ἐν τοῖς ἀϊδίως ἀγενήτοις

C

οὐδὲν οὐδενὸς πρότερον ἢ ὕστερον εἶναι δύναται, πῶς ἡ ἀρχὴ

ἀκίνητος, ἡ μὴ κινουμένη, κινοῦσα, πάντων πρῶτόν ἐστιν ἢ

ὅλως ἀρχή;

{ιζʹ. Ἐκ τοῦ τρίτου λόγου τῆς αὐτῆς πραγματείας.}

D

Τοῦ δὲ εἶναι ἄπειρον τὴν πίστιν λαμβάνουσιν ἔκ τε τοῦ

χρόνου· οὗτος γὰρ ἄπειρος· ἔτι τῷ οὕτως ἂν μόνως μὴ ὑπο-

λείπειν γένεσιν καὶ φθοράν, εἰ ἄπειρον εἴη ὅθεν ἀφαιρεῖται

τὸ γινόμενον.

Εἰ ὁ χρόνος ἀεὶ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, τὸ δὲ

γιγνόμενον πρὸ τοῦ γίνεσθαι οὐκ ἦν, πῶς ἄπειρος ὁ χρόνος,

οὗ ἀεὶ τῆς ὑπάρξεως προηγεῖται ἡ ἀνυπαρξία; Καὶ γὰρ τὸ

μήπω ὂν μέλλει παρεῖναι, καὶ τὸ μέλλον μέλλει παρελθεῖν,

E

καὶ τὸ παρελθὸν ἔμελλε γίνεσθαι. Εἰ τῷ μὴ ὑπολείπεσθαι

τὴν γένεσιν καὶ τὴν φθορὰν ἀνάγκη ἄπειρον εἶναι τὴν γένεσιν

καὶ τὴν φθοράν, ἔσται ἄρα καὶ ἡ γένεσις καὶ ἡ φθορὰ ἄναρ-

χος, ὥσπερ τὸ ἀγένητον καὶ τὸ ἄφθαρτον· εἰ δὲ τοῦτο ἀδύνα-

τον, οὐκ ἄρα ἄπειρος ἡ γένεσις καὶ ἡ φθορά.

129

A

{ιηʹ. Ἐκ τοῦ αὐτοῦ λόγου.}

Ἀλλὰ μὴν οὐδὲ ἀριθμὸς οὕτως ὡς κεχωρισμένος καὶ

ἄπειρος· ἀριθμητὸν γὰρ ὁ ἀριθμὸς ἢ τὸ ἔχον ἀριθμόν. Εἰ

οὖν τὸ ἀριθμητὸν ἐνδέχεται ἀριθμῆσαι, καὶ τὸ διεξελθεῖν ἂν

εἴη δυνατὸν τὸ ἄπειρον.

B

Εἰ τοῦ ἀριθμητοῦ καὶ τοῦ ἔχοντος ἀριθμὸν οὐκ ἔστιν ἄπει-

ρος ὁ ἀριθμός, ἀριθμητὸς δὲ ὁ γεγονὼς χρόνος, πεπερασμένος

ἄρα ἂν εἴη γεγονὼς χρόνος.

{ιθʹ. Ἐκ τοῦ αὐτοῦ λόγου.}

Ὅτι δέ, εἰ μή ἐστιν ἄπειρον οὐδαμῶς, πολλὰ ἀδύνατα

C

συμβαίνει, δῆλον· τοῦ τε γὰρ χρόνου ἔσται τις ἀρχὴ καὶ τε-

λευτή, καὶ τὰ μεγέθη οὐ διαιρετὰ εἰς μέγεθος, καὶ ἀριθμὸς

οὐκ ἔσται ἄπειρος.

Εἰ τοῦ ἀπείρου τὸ μέν ἐστιν ἐνεργείᾳ, τὸ δὲ δυνάμει,

ἀδύνατον δὲ τὸ νῦν ἐνεργείᾳ ὂν τοῦ ἀπείρου μὴ πρότερον εἶναι

δυνάμει, ἀδύνατον ἄρα τὸ ἄπειρον ἀεὶ τὸ μὲν εἶναι ἐνεργείᾳ,

D

τὸ δὲ δυνάμει, ἀλλὰ εἰ πρότερον μὲν δυνάμει, ὕστερον δὲ

ἐνεργείᾳ. Εἰ, ὥσπερ κατὰ τὸ μέλλον ἀτελεύτητος ὁ χρόνος,

οὕτως καὶ κατὰ τὸ παρεληλυθὸς ἄναρχος, ἔσται ἄρα ὁ χρόνος

ὥσπερ ἀγένητος κατὰ τὸ μέλλον οὕτως καὶ κατὰ τὸ παρελη-

λυθός. Εἰ δὲ τοῦτο ἀδύνατον ἀγένητον εἶναι τὸν χρόνον κατὰ

τὸ μέλλον, καθ' ὃ οὔπω ἦν γεγονώς, γεγονὼς δὲ κατὰ τὸ

παρεληλυθός, οὐκ ἄρα ἄναρχος ὁ χρόνος. Τοῦ μὲν γὰρ ἀνάρ-

E

χου οὐκ ἔστι γένεσις, τοῦ δὲ χρόνου ἐστίν. Εἰ οὐδὲν δύναται

ἐνεργείᾳ εἶναι ἄπειρον, οὐκ ἄρα αἱ ἤδη ληφθεῖσαι διχοτομίαι

τοῦ μεγέθους ἄπειροί εἰσιν, οὔτε ὁ ἤδη ληφθεὶς ἀριθμός·

ἀμφότεροι γὰρ ἐνεργείᾳ εἰσίν. Εἰ δὲ οὐκ εἰσὶν ἄπειροι, πε-

περασμένοι ἄρα· εἰ δὲ πεπερασμένοι, καὶ ἀρχὴν ἄρα ἔχουσι,

τὸ μὲν τοῦ διχοτομεῖσθαι, ὁ δὲ τοῦ ἀριθμεῖσθαι.

130

A

{κʹ. Ἐκ τοῦ αὐτοῦ λόγου.}

Τὸ ἄπειρον ἔστι μὲν προσθέσει, ἔστι δὲ ἀφαιρέσει. Τὸ

δὲ μέγεθος ὅτι μὲν κατ' ἐνέργειαν οὐκ ἔστιν ἄπειρον, εἴρηται,

διαιρέσει δέ ἐστι. Λείπεται οὖν δυνάμει εἶναι τὸ ἄπειρον.

Οὐ δεῖ δὲ τὸ δυνάμει ὂν λαμβάνειν, ὥσπερ, εἰ δυνατὸν τουτὶ

B

ἀνδριάντα εἶναι, ὡς καὶ ἔσται τουτὶ ἀνδριάς, οὕτω τι καὶ

ἄπειρον, ὃ ἔσται ἐνεργείᾳ· ἀλλ' ἐπεὶ πολλαχῶς τὸ [δυνάμει]

εἶναι, ὥσπερ ἡμέρα ἐστὶ καὶ ὁ ἀγών, τῷ ἀεὶ ἄλλο καὶ ἄλλο

γίνεσθαι, οὕτω καὶ τὸ ἄπειρον. Καὶ γὰρ ἐπὶ τούτων ἐστὶ

καὶ δυνάμει καὶ ἐνεργείᾳ. Ὅλως μὲν γὰρ οὕτως ἐστὶ τὸ

ἄπειρον, τῷ ἀεὶ ἄλλο καὶ ἄλλο λαμβάνεσθαι, καὶ τὸ λαμ-

βανόμενον ἀεὶ πεπερασμένον εἶναι, ἀλλ' ἀεὶ ἕτερον καὶ

ἕτερον.

C

Εἰ κατ' ἐνέργειαν οὐκ ἔστι τι ἄπειρον, δῆλον ὅτι πᾶν τὸ

ἐνεργείᾳ ὂν ἀεὶ πεπερασμένον ἐστί· πεπερασμένον δὲ ὂν ἐξ

ἀνάγκης ἀρχὴν ἔχει, ἀρχὴν δὲ ἔχον ἐξ ἀνάγκης ἐστὶ γενητόν,

γενητὸν δὲ ὂν ἦν ἄρα ποτὲ ὅτε οὐκ ἦν. Τοῦτο ἐπὶ παντὸς

ἀπείρου προσθέσει τε καὶ ἀφαιρέσει, δυνάμει τε καὶ διαιρέσει

λεγομένου.

{καʹ. Ἐκ τοῦ αὐτοῦ λόγου.}

D

Οὐδ' εἴ τι ἔξω ἐστί, τοῦτο ἄπειρόν ἐστιν· ἀλλὰ τὸ δε-

χόμενον τὸ ἔξωθεν μεῖζον γίνεται οὗ ἦν πρὸ τοῦ δέξασθαι τὸ

ἔξωθεν. Τὸ δὲ τῇ προσθήκῃ τοῦ ἔξωθεν μεῖζον ἑαυτοῦ γιγνό-

μενον ἀεὶ πεπερασμένον ἐστίν.

E

Εἰ τὸ ἄπειρον ἀεὶ ἐν προσθήκῃ καὶ ἀφαιρέσει, ἀεὶ ἄρα

ἐν γενέσει τὸ ἄπειρον. Πῶς οὖν ἄναρχον τὸ ἀεὶ ἐν τῷ γί-

νεσθαι τὸ εἶναι ἔχον; Γενητὸν γὰρ ἄναρχον οὐκ ἔστιν.

{κβʹ. Ἐκ τοῦ αὐτοῦ λόγου.}

Ἄπειροι αἱ διχοτομίαι τοῦ μεγέθους. Ὥστε δυνάμει

μέν ἐστιν, ἐνεργείᾳ δὲ οὔ· ἀλλ' ἀεὶ ὑπερβάλλει τὸ λαμβα-

νόμενον παντὸς ὡρισμένου πλήθους. Ἀλλ' οὐχ ὁριστὸς

131

A

οὗτος ὁ ἀριθμός, οὐδὲ μένει ἡ ἀπειρία ἀλλὰ γίνεται, ὥσπερ

καὶ ὁ χρόνος καὶ ὁ ἀριθμὸς τοῦ χρόνου.

Εἰ οὐ μένει ἡ ἀπειρία ἀλλὰ γίνεται, ὥσπερ καὶ ὁ χρόνος

καὶ ὁ ἀριθμὸς τοῦ χρόνου, οὐδὲν ἄρα ἄπειρον ἀγένητον. Εἰ

δὲ πᾶν ἄπειρον γενητόν, γενητὰ ἄρα καὶ τὰ ἄλλα πάντα ἐν

οἷς λέγεται εἶναι τὸ ἄπειρον. Εἰ τὸ συμβαῖνον τῷ ἀπείρῳ

B

ἐξ ἀνάγκης συμβαίνει κᾀκείνοις ἐν οἷς ἐστιν ἡ ἀπειρία, συμ-

βαίνει δὲ τῷ ἀπείρῳ τὸ γενέσθαι καὶ τὸ εἶναι ἠργμένον, γε-

νητὸς ἄρα ὁ χρόνος καὶ ἠργμένος· ὡσαύτως δὲ καὶ ἡ κίνησις,

ἧς ὁ χρόνος ἐστὶν ἀριθμός.

{κγʹ. Ἐκ τοῦ τετάρτου λόγου τῆς αὐτῆς πραγματείας.}

Τὸ γὰρ μὴ ὂν οὐδαμοῦ εἶναι.

C

Πῶς οὖν ἡ ὕλη μηδὲν οὖσα, μήτε οὖσα μήτε ὂν μήτε

τόδε τι;

{κδʹ. Ἐκ τοῦ αὐτοῦ λόγου.}

Δόξειε δ' ἂν καὶ Ἡσίοδος ὀρθῶς λέγειν, ποιήσας πρῶ-

τον τὸ χάος. Λέγει γοῦν „Πάντων μὲν πρώτιστα χάος γέ-

D

νετ', αὐτὰρ ἔπειτα γαῖ' εὐρύστερνος“, ὡς δέον πρῶτον ὑπάρ-

ξαι χώραν τοῖς οὖσι, διὰ τὸ νομίζειν, ὥσπερ οἱ πολλοί,

πάντα εἶναί που καὶ ἐν τόπῳ. Εἰ δέ ἐστι τοιοῦτον, θαυ-

μαστή τις ἂν εἴη ἡ τοῦ τόπου δύναμις καὶ προτέρα πάν-

των· οὗ γὰρ ἄνευ τῶν ἄλλων οὐδέν ἐστιν, ἐκεῖνο τῶν ἄλλων

ἀνάγκη πρῶτον εἶναι.

Εἰ τοίνυν πρῶτος ὁ τόπος καὶ ὕστερα τὰ ἐν τῷ τόπῳ

φυσικῇ ἀνάγκῃ, καθὼς εἶπεν ὁ Ἡσίοδος καὶ ὁ Ἀριστοτέλης

E

προσεμαρτύρησε τῇ τοῦ λόγου ὀρθότητι, πῶς οὐκ ἔστι τῶν

ἀδυνάτων τὸ τὸν ὄντα…

The complete text is available when the reading interface loads.