The Greek Library Author

Anonymous

Quaestiones et responsiones ad orthodoxos

Authority group
Pseudo-Justinus Martyr (catalogue association; authorship remains anonymous)
Edition reference
Quaestiones et responsiones ad orthodoxos, ed. Otto, op. cit., vol. 5, 3rd edn. (1881; repr. 1969) 2–246.
CTS identifier
urn:cts:greekLit:tlg0646.tlg009.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

391

D

μὲν ἀντεισήγαγε ταύτην ἀντ' ἐκείνης, πρῶτον μὲν κηρυττομέ-

νην λόγοις θείαις δυνάμεσι μαρτυρουμένοις, ἀνεῖλεν ἰουδαϊσμόν

τε καὶ ἑλληνισμόν· ὕστερον δὲ ἔργοις θείαις ὡσαύτως δυνάμεσι

γινομένοις πάσης τῆς ἐν ἀνθρώποις τε καὶ δαίμοσι πλάνης

ποιεῖ τὴν ἐκρίζωσιν, σὺν ταύτῃ δὲ καὶ πάντων τῶν ἐν τῷ

κόσμῳ κακῶν αἱρέσεων ἀνεῖλε τὴν λατρείαν [καὶ πονηρίαν]

πίστεώς τε καὶ ποιήσεως. Εἰ μὴ πάντες οἱ δεξάμενοι τὴν

λατρείαν τὴν αὐτὴν δόξαν περὶ τῶν αὐτῶν πραγμάτων τηροῦσι

392

A

καὶ ἔχουσιν, ἀλλ' οἱ μὲν ὀρθῶς, ἄλλοι δὲ οὐκ ὀρθῶς, τοῦτο

οὐκ ἔστι κατηγόρημα τοῦ θεοῦ ἐπὶ πτωχείᾳ δυνάμεως τὸ

ἐκείνους ἐκ τῆς οἰκείας ἀμελείας ἢ ἑτέρας ἀσθενείας ὀρθῶς

μὴ νοεῖν τὰ ὑπ' αὐτῶν πιστευόμενα, ἀλλὰ τῆς ἐκείνων ἀμε-

λείας. Εἴρηται δὲ ἐν τῇ εἰσαγομένῃ λατρείᾳ περὶ τῆς τῶν ὀρ-

θοδόξων ὀλιγότητος ποτὲ μὲν Πολλοὶ μέν εἰσι κλητοί, ὀλίγοι

δὲ ἐκλεκτοί, ποτὲ δὲ Ὅτι στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ

ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.

Ὡσαύτως καὶ περὶ τῶν αἱρέσεων, ἃς ὁ κύριος ἐν ταῖς ἑαυ-

B

τοῦ παραβολαῖς ζιζάνια καὶ σαπροὺς καλεῖ ἰχθύας. Εἰ τοίνυν

μηδὲν ἐψευσμένον ἐστὶν ἐν τῇ τῶν Χριστιανῶν λατρείᾳ, ὡς ἡ

τῶν πραγμάτων μαρτυρεῖ ἀλήθεια, ἐκ τῶν προλαβόντων πε-

πιστευμένα ποιοῦσα τὰ μέλλοντα, οὐδαμῶς ἄρα ὑπολέλειπται

πρόφασις τοῦ διαβάλλειν τὸν θεὸν ἐπὶ πτωχείᾳ δυνάμεως ἢ

τοῦ ἀνωφελῆ λέγειν τὴν ἀντὶ λατρείας λατρείαν εἰσαγομένην,

τὴν νῦν μὲν λυτικὴν οὖσαν ἰουδαϊσμοῦ τε καὶ ἑλληνισμοῦ, ὕστε-

ρον δὲ καὶ τῶν αἱρέσεων.

{Ἐρώτησις βʹ.}

C

Εἰ τὰ μέλλοντα γίνεσθαι, οἷον πολέμων τρόπαια, ἐχθρῶν

ἔφοδον καὶ πόλεων ἀναιρέσεις διὰ τῶν ἐπιτιθεμένων αὐταῖς,

προειρήκασι προφῆται καὶ ἀπόστολοι, προεῖπον δὲ καὶ παρ'

Ἕλλησι χρησμῶν λόγοι, πόθεν οἱ τούτων κρείττους γνωρίζον-

ται τῶν ἔξωθεν, παρ' ἑκατέρου μέρους τῆς τῶν ἐσομένων

γεγενημένης προῤῥήσεως;

{Ἀπόκρισις.}

Τοῦ αὐτοῦ θεοῦ ἐστι πάντα ταῦτα, καὶ ἡ πρόῤῥησις τῶν

D

λόγων καὶ ἡ ἔκβασις τῶν ἔργων, τοῦ καὶ διὰ τῶν προφητῶν τε

καὶ ἀποστόλων προμηνύσαντος ἃ ἔμελλε ποιεῖν· ὡσαύτως δὲ

καὶ διὰ τῶν ἔξωθεν τῆς εὐσεβείας αὐτὸς προεμήνυσεν ἃ ἔμελλε

ποιεῖν. Ὥσπερ γὰρ διὰ τοῦ μάντεως Βαλαὰμ τὸν μὲν Ἰσραὴλ

εὐλόγησε, τοὺς δὲ ἐχθροὺς αὐτοῦ κατηράσατο, ἑκάτερον δὲ

ποιήσας διὰ τῆς προμηνύσεως τῶν ἐσομένων, ὡσαύτως δὲ

καὶ διὰ μαντείας τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος τὴν

ἅλωσιν τῆς Ἱερουσαλὴμ προεμήνυσε, καθά φησιν ὁ προφήτης

393

A

Ἰεζεκιήλ· Καὶ στήσεται βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν ἀρχαίαν

ὁδόν, ἐπ' ἀρχῆς τῶν δύο, τοῦ μαντεύσασθαι μαντείαν καὶ

τοῦ ἀναβράσαι ῥάβδον καὶ ἐπερωτῆσαι ἐν τοῖς γλυπτοῖς καὶ

κατασκοπήσασθαι ἐκ δεξιῶν αὑτοῦ· καὶ ἐγένετο ἐπὶ Ἱερου-

σαλήμ, καὶ τὰ ἑξῆς. Οὕτως καὶ διὰ τῶν παρ' Ἕλλησι μάν-

τεων ὅσα διὰ τῶν ἔργων τὴν ἔκβασιν ἐδέξατο αὐτὸς προεμή-

νυσε. Διαφορὰ δὲ τῶν προφητῶν καὶ τῶν μάντεων πολλή·

πρῶτον μὲν ὅτι θεόν, οὗ τῷ ὀνόματι προεφήτευσαν οἱ προ-

φῆται καὶ οἱ ἀπόστολοι, τούτου ἐσχήκασι τὴν γνῶσιν καὶ τὴν

B

πίστιν καὶ τὴν λατρείαν, καὶ πάντα ὅσα περί τε τῆς τῶν ἑλ-

ληνικῶν θεῶν τε καὶ μαντείων καθαιρέσεως καὶ τῆς τῶν χρι-

στιανικῶν πραγμάτων συστάσεως προεῖπον οἱ προφῆται τὴν

ἔκβασιν ἐδέξατο· ἔπειτα δὲ οὐδὲν ὧν προεῖπον οἱ μάντεις,

ἢ κατὰ τοῦ τῆς ἀληθείας θεοῦ καὶ τῶν σεβομένων αὐτὸν ἢ ὑπὲρ

τῆς συστάσεως τῶν ἑλληνικῶν πραγμάτων, τὴν ἔκβασιν ἐδέξατο.

Καὶ τούτων μάρτυς ἡ τῶν Ἀσσυρίων ἀναίρεσις, οἳ ἀπὸ τῆς

οἰκείας μαντείας ὁρμώμενοι ἔλεγον μὴ ἄνευ κυρίου ἀναβῆναι

ἐπὶ τὴν γῆν ταύτην τοῦ ἐρημῶσαι αὐτήν· Κύριός μοι εἶπεν

C

Ἀνάβηθι καὶ ἐρήμωσον αὐτήν· καὶ ἀναβὰς παρὰ τὴν μαν-

τείαν ἠρημώθη.

{Ἐρώτησις γʹ.}

Εἰ πάντες μὲν ἐν τῇ ἀναστάσει οἱ ἡμαρτηκότες κολάζον-

ται, πλέον δὲ οἱ ἐγνωκότες τὸ τοῦ θεοῦ θέλημα καὶ μὴ ποιή-

σαντες, τί τὸ κέρδος τοῦ Χριστιανοῦ καὶ τοῦ Ἕλληνος, τοῦ

βαπτισθέντος καὶ τοῦ μὴ βαπτισθέντος, τοῦ ὀρθοδόξου καὶ

τοῦ μὴ ὀρθοδόξου;

{Ἀπόκρισις.}

D

Εἰ κατὰ τὸν ἀπόστολον Παῦλον ὁ πιστὸς ὁ μὴ προνοῶν

τῶν ἰδίων ἀρνησίθεός ἐστι καὶ τῶν ἀπίστων χείρων, ὁ μὴ

σὺν τῇ γνώσει καὶ πίστει καὶ τῷ βαπτίσματι καὶ τὸν τρόπον

ἐπαγόμενος χαρακτηριστικὸν τῆς τοῦ Χριστοῦ μαθητείας, ἀλλὰ

μόρφωσιν μὲν ἔχων εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημέ-

νος, χείρων ἐστὶ τῶν ἀπίστων. Οὕτως τοσοῦτον χεῖρόν ἐστι

τὸ μετὰ γνώσεως ἁμαρτάνειν τοῦ ἄνευ γνώσεως, ὅσον τὸ ἀνα-

πολόγητον ἁμάρτημα τοῦ ἀπολογίαν ἔχοντος ἁμαρτήματος.

394

A

{Ἐρώτησις δʹ.}

Εἰ πάσῃ δυνάμει ἔσπευσαν οἱ αἱρετικοὶ γνῶναι καὶ φυ-

λάξαι τὴν τῶν δογμάτων ἀλήθειαν καὶ οὐκ ἴσχυσαν, πῶς οὐκ

ἄδικον τὸ τούτους ὡς ἀποσφαλέντας τῆς ἀληθείας ὑποβάλλειν

κολάσεσιν;

Ἀπόκρισις.

Τοσοῦτον οὐκ ἐζήτησαν οἱ αἱρετικοὶ πάσῃ δυνάμει τὴν

B

ἀλήθειαν, ὅτι καὶ ἀποδεικνυμένην αὐτοῖς παρὰ τῶν ταύτην

εὑρηκότων οὔτε ἤκουσαν οὔτε ἠνέσχοντο δέξασθαι αὐτήν. Καὶ

εἰ μὲν ἀληθὴς αὕτη ἡ ἀπολογία, ἐχρῆν αὐτοὺς ἀλλήλοις συγ-

γινώσκειν σφαλλομένοις, ὡς ἀσθενείᾳ δυνάμεως καὶ οὐ πονηρίᾳ

γνώμης τὰς αἱρέσεις συστησαμένοις μαχομένας ἑαυταῖς τε καὶ

τῇ ἀληθείᾳ. Νῦν δέ, καθὰ κατακρίνουσιν ἀλλήλους ἐπὶ τῷ

ἀλλοτρίῳ τοῦ φρονήματος, δῆλοί εἰσιν ὅτι ἐκ φιλοδοξίας ἢ

ἀντιπαθείας τῶν αἱρεσιαρχῶν πᾶσαι αἱ αἱρέσεις τὰς ἀφορμὰς

ἐσχήκασι τῆς συστάσεως αὐτῶν· δι' ἣν αἰτίαν λύκοι βαρεῖς

C

ὑπὸ τοῦ ἀποστόλου ὠνομάσθησαν οἱ τῶν αἱρέσεων ἀρχηγοί.

Ὅτι δὲ ἀδύνατόν ἐστι μὴ τυχεῖν τῆς εὑρέσεως τῷ ἐν ὅλῃ καρ-

δίᾳ τε καὶ δυνάμει ἐπιζητοῦντι τὴν ἀλήθειαν, μαρτυρεῖ ὁ κύ-

ριος λέγων· Πᾶς ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρήσει, καὶ

τῷ κρούοντι ἀνοιγήσεται.

{Ἐρώτησις εʹ.}

Εἰ ἐν ταῖς ἐκκλησίαις τῶν αἱρετικῶν δυνάμεις ἐνεργοῦν-

ται, οἷον νοσημάτων ἰάσεις καὶ πνευμάτων διωγμοὶ ἀκαθάρ-

των, καρπῶν γῆς φορὰ καὶ ἐλαίου ἀναβλύσεις, πῶς οὐκ

ἀνάγκη ἐκ τούτων ἐν τῇ πλάνῃ βεβαιοῦσθαι ἐκείνους;

D

{Ἀπόκρισις.}

Ὥσπερ τὸ ἀνατέλλειν τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγα-

θοὺς καὶ βρέχειν ἐπὶ δικαίους καὶ ἀδίκους οὐκ ἔστι βεβαιω-

τικὸν πονηρῶν καὶ ἀδίκων ἐν τῇ πονηρίᾳ καὶ ἀδικίᾳ ἀλλὰ

παρασκευαστικὸν εἰς δικαίαν τιμωρίαν, οὕτως οὐκ ἔστι βε-

βαιωτικὸν τῶν αἱρετικῶν ἐν τῇ πλάνῃ τὸ ἐνεργεῖν τινας ἐν

395

A

αὐτοῖς δυνάμεις. Εἰ γὰρ ἦν ἀπόδειξις καὶ σημεῖον εὐσεβείας

τὸ ἐνεργεῖν δυνάμεις, οὐκ ἂν ὁ κύριος ἀδοκίμους τε καὶ ἀνα-

ξίους τῆς πρὸς αὑτὸν οἰκειώσεως ἀπεφαίνετο τοὺς εἰρηκότας·

Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν καὶ τῷ σῷ ὀνό-

ματι δαιμόνια ἐξεβάλομεν καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς

ἐποιήσαμεν; λέγων πρὸς αὐτούς· Οὐδέποτε ἔγνων ὑμᾶς, ἀπο-

χωρεῖτε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν! Οὐκ εἰπών,

διδάξας ἡμᾶς, ψωμίζειν καὶ ποτίζειν τὸν πεινῶντα καὶ δι-

ψῶντα, πολὺ μᾶλλον αὐτὸς τὰ ὅμοια ὧν ἐδίδαξεν ἡμᾶς ποιεῖ,

B

σωρεύων πῦρ ἐπὶ τὰς κεφαλὰς αὐτῶν τῶν ἀξίως τὸν δωτῆρα

τῆς πίστεως οὐκ ἐγνωκότων;

{Ἐρώτησις Ϛʹ.}

Εἰ ἐν τοῖς ἀλγοῦσι καὶ ἡδομένοις τὸ παθητικὸν διαδεί-

κνυται, τούτου δὲ οἱ ἁμαρτωλοὶ κἀκείνου οἱ δίκαιοι ἐν τῇ

κρίσει, πῶς ἀληθεύει ὁ λέγων ἀπάθειαν τοῖς ἀνθρώποις

μετὰ τὴν ἀνάστασιν κομίζεσθαι;

C

{Ἀπόκρισις.}

Ἀπαθεῖς λέγομεν ἀναστήσεσθαι, ὅτι ἀφ' ὧν ἐσμεν κατὰ

φύσιν τροπὴν οὐ δεχόμεθα, οὔτε εἰς τὰ ἀντικείμενα κατὰ τὸ

ὂν καὶ μὴ ὄν, οὔτε εἰς τὰ ἐναντία κατὰ τὸ μᾶλλον καὶ ἧττον·

οἷον ἐκ τῆς χαρᾶς οὐ τρεπόμεθα εἰς τὴν λύπην, οὔτε χαίρομεν

ἐπὶ τοῦ αὐτοῦ ἀγαθοῦ ποτὲ μὲν μᾶλλον, ποτὲ δὲ ἧττον, κἂν

ἐπὶ μείζονος ἀγαθοῦ μᾶλλον χαίρωμεν, ἐπὶ ἐλάττονος δὲ ἧτ-

D

τον· ἀλλὰ καὶ οὕτως κατὰ τὴν ἀναλογίαν τῶν ἀγαθῶν μένει τὸ

ποσὸν τῆς χαρᾶς ἄτρεπτον. Καὶ τοῦτο μὲν ἐπὶ τῶν εἰς ζωὴν

ἀνισταμένων· ἐπὶ δὲ τῶν εἰς κρίσιν ἀνισταμένων ὁ αὐτὸς λό-

γος, ὅταν ἀπαλλάττωνται ὥσπερ τοῦ θανάτου κρίσεως· καὶ

γὰρ τῶν ἀνισταμένων οἱ μὲν εἰς ζωήν, οἱ δὲ εἰς κρίσιν ἀνί-

στανται.

{Ἐρώτησις ζʹ.}

Εἰ τροπῆς γνώρισμα τὸ τὰ καλὰ καὶ τὰ φαῦλα λαμβάνειν

εἰς ἔννοιαν, πῶς ἄτρεπτοι οἱ κολαζόμενοι καὶ τὴν τῶν δικαίων

396

A

λογιζόμενοι ἄνεσιν, ἢ πάλιν οἱ ἐν ἀνέσει τυγχάνοντες καὶ τὴν

τῶν ἁμαρτωλῶν ἐνθυμούμενοι κόλασιν; Τότε γὰρ ἑκάτερον ἐν

θατέρῳ δίδωσι πλείονα τὴν αἴσθησιν, ὅτε τῶν ἐναντίων ἡ

παράθεσις γίνεται.

{Ἀπόκρισις.}

Ἐν τῷ μέλλοντι αἰῶνι τὸ ποσὸν τῆς αἰσθήσεως τιμῆς τε

καὶ τιμωρίας ἐν τῷ μέτρῳ κεῖται, καὶ οὐκ ἐνδέχεται τῇ παρα-

θέσει τῶν ἀντικειμένων δέξασθαι τὴν αἴσθησιν τὴν αὔξησιν ἢ

B

τὴν μείωσιν. Ἄτρεπτα γὰρ τὰ ἐκεῖ πάντα, ὥσπερ κατὰ τὸ

ποιὸν οὕτως καὶ κατὰ τὸ ποσόν.

{Ἐρώτησις ηʹ.}

Εἰ τὴν γνῶσιν καλοῦ τε καὶ κακοῦ παρὰ τοῦ θεοῦ καὶ τὸ

εἶναι εἰλήφαμεν, πῶς οὐκ ἔστιν αἴτιος ἑκατέρου ὁ καὶ τὴν

γνῶσιν ἀμφοτέρων καὶ δύναμιν ἐγκαταβεβλημένος τῇ φύσει

πρὸς τὴν ἐκείνων ἐκπλήρωσιν;

{Ἀπόκρισις.}

C

Οὐ μόνον τοῦ εἶναι ἡμᾶς καὶ τοῦ γινώσκειν τε καὶ πράτ-

τειν τὸ καλόν τε καὶ τὸ κακὸν δέδωκεν ἡμῖν τὴν δύναμιν ὁ

θεός, ἀλλὰ καὶ τὸ αὐθαίρετον ἡμῖν ἐχαρίσατο καὶ τοῦ κατὰ

προτίμησιν αἱρεῖσθαι τῶν γινωσκομένων τὸ δοκοῦν κατέστησεν

ἡμᾶς κυρίους, καὶ τὸ ἀγαθοὺς ἡμᾶς εἶναι ἢ κακοὺς οὐκ ἐν τῇ

γνώσει ἔθηκε τῶν γινωσκομένων ἀλλὰ ἐν τῇ αἱρέσει τῶν αἱ-

ρουμένων. Οὐκ ἄρα ὁ θεός ἐστιν αἴτιος τοῦ εἶναι ἡμᾶς ἀγα-

θοὺς ἢ κακούς, ἀλλὰ ἡ προαίρεσις. Ὥσπερ γὰρ ὁ ὁρῶν γυ-

ναῖκα πόρνην καὶ γινώσκων ταύτην εἶναι πόρνην οὐκ ἔστι

πόρνος ἀπὸ τῆς γνώσεως, ἀλλ' οὔτε εἰ ἡ γνῶσις ἐξυπνίσει τὸ

D

τῆς ἐπιθυμίας πάθος οὐδ' οὕτως πόρνος ἐστίν, ἐὰν δὲ συγ-

κατατίθηται τῷ πάθει ἡ προαίρεσις τότε ἐστὶ πόρνος ἢ κατὰ

τὴν πρᾶξιν ἢ κατὰ τὴν διάθεσιν, οὕτως καὶ τῶν ἀγαθῶν καὶ

κακῶν ἀνθρώπων οὐχ ἡ γνῶσίς ἐστιν αἰτία τοῦ ἀγαθοὺς αὐ-

τοὺς εἶναι ἢ κακούς, ἀλλ' ἡ προαίρεσις κατὰ προτίμησιν τὸ

δοκοῦν αἱρησαμένη.

{Ἐρώτησις θʹ.}

Εἰ τὰ προλεχθέντα δέδωκεν ὁ θεός, στεφανοῖ δὲ καὶ κο-

397

A

λάζει πρὸς τὴν πρᾶξιν τῶν ἀνθρώπων ἕκαστον, πῶς δικαίως

ποιεῖται ἀμφότερα, ἑκάτερα παρ' αὐτοῦ τοῦ ἀνθρώπου ἔχοντος;

{Ἀπόκρισις.}

Τὸ ἡμῖν καὶ τὸ ἐφ' ἡμῖν ἀλλήλων διαφέρει. Ἡμεῖς μὲν

ἄῤῥενες καὶ θήλειαί ἐσμεν, ἐφ' ἡμῖν δὲ τὸ εἶναι σώφρονας ἢ

πόρνους. Στεφανούμεθα οὖν ἢ κολαζόμεθα διὰ τὸ ἐφ' ἡμῖν·

B

ἐφ' ἃ γὰρ ἡ προαίρεσις ἡμῶν ἄγει ἡμᾶς, διὰ ταῦτα ἢ στεφα-

νούμεθα ἢ κολαζόμεθα. Καὶ γὰρ πρὸς τὸ πράττειν δέδωκεν

ἡμῖν ὁ θεὸς δυνάμεις, ἀλλὰ ταύτας ὑπέταξε τῇ ἐξουσίᾳ τῆς

προαιρέσεως, καὶ πρὸς τὴν προαίρεσιν ἔχει ὁ θεὸς τὴν δίκην,

κυβερνητικὴν τῶν ἐν ἡμῖν προαιρετικῶν δυνάμεων, καὶ οὐ πρὸς

τὴν φύσιν. Ἐλάβομεν δὲ παρὰ τοῦ θεοῦ τοῦ πράττειν καὶ

τοῦ μὴ πράττειν τὴν δύναμιν· πράττειν μὲν τὰ δίκαια, οὐ

πράττειν δὲ τὰ ἄδικα. Ὅταν οὖν οὕτως πράττωμεν καὶ μὴ

C

πράττωμεν, δικαίως στεφανούμεθα· μετατιθέντες δὲ τὸ πράτ-

τειν καὶ τὸ μὴ πράττειν εἰς τὸ ἀντικείμενον, δικαίως κολα-

ζόμεθα.

{Ἐρώτησις ιʹ.}

Εἰ τὰ σωματικὰ περὶ τῶν ἐν Ἕλλησι θεῶν παρὰ τῶν

ποιητῶν καὶ περὶ τοῦ θεοῦ παρὰ τῶν προφητῶν εἰρημένα κατ'

ἀλληγορίαν ἑτέραν ἔχει τὴν νόησιν, πῶς οὐ μῦθος ἀμφότερα

δείκνυται;

{Ἀπόκρισις.}

D

Τὰ ἀλληγορικῶς παρὰ τῶν προφητῶν περὶ τοῦ θεοῦ λε-

χθέντα κατ' ἀναφορὰν ἐλέχθη ἐκ τῶν φύσει εἰς τὸ οὐ φύσει,

οἷον ὡς τὸ Ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας. Ἐπὶ μὲν τῶν

ἀνθρώπων ὠσφράνθη κατὰ φύσιν, ἐπὶ δὲ τοῦ θεοῦ καταχρη-

στικῶς καὶ οὐ φύσει. Τὰ δὲ παρὰ τῶν ποιητῶν μυθικῶς

περὶ τῶν θεῶν λεγόμενα οὐ λέγεται κατ' ἀναφορὰν ἐκ τῶν

φύσει εἰς τὸ μὴ φύσει· οὐ γὰρ καταπίνει ἄνθρωπος ἄνθρωπον

κατὰ φύσιν, ἵνα κατ' ἀναφορὰν νοήσωμεν καὶ τὸν Κρόνον

καταπιόντα τὸν Δία· ἔστι δὲ ὁ περὶ τοῦ καταποθῆναι τὸν Δία

μῦθος πλὴν τοῦ ψεύδους οὐκ ἔχων ἄλλο τι.

{Ἐρώτησις ιαʹ.}

398

A

Εἰ τὸ περιέχον μεῖζον μέν ἐστι τοῦ περιεχομένου κατ'

οὐσίαν, ἧττον δὲ κατ' ἀξίαν, οἷον οὐρανὸς καὶ γῆ ἀγγέλων

καὶ ἀνθρώπων, οἶκος οἰκούντων, σῶμά τε ψυχῆς, περιέχει

δὲ τὸ πᾶν ὁ θεός, πῶς οὐκ ἔστιν ἥττων τοῦ παντὸς τῷ λόγῳ

τῆς ἀναξίας;

{Ἀπόκρισις.}

Ὁ λόγος οὗτος οὐκ ἔστι καθόλου· διὸ οὔτε ὑγιῶς ἠρω-

τήθη. Ὧν γὰρ τὸ ἐναντίον διὰ τῶν αὐτῶν ἐνδέχεται εὑρε-

θῆναι, ταῦτα ὡς μὴ ἔχοντα τὸ ἀναγκαῖον οὐδὲ τὸ πιστὸν ἔχει.

B

Ἔστι γάρ τινα περιεχόμενα ἥσσονα ὄντα τῶν περιεχόντων, καὶ

τῇ οὐσίᾳ καὶ τῇ ἀξίᾳ, ὡς τὰ γίγαρτα τῶν ὀπωρῶν. Ἔτι δὲ

τὰ λεχθέντα περιεκτικὰ τῷ εἶναι περιέχει τὰ περιεχόμενα·

μόνος δὲ ὁ θεὸς περιέχει τῇ βουλήσει τὸ πᾶν. Καὶ τὰ μὲν

ἄλλα περιέχοντα χρῄζουσι καὶ αὐτὰ τοῦ περιέχοντος· ὁ δὲ θεὸς

οὐ χρῄζει τοῦ περιέχοντος αὐτόν. Καὶ τοῖς μὲν ἄλλοις περιε-

χομένοις τὸ εἶναι καὶ τὸ διαμένειν οὐκ ἔστιν ἐκ τῶν περιεχόν-

των αὐτά· τῷ δὲ παντὶ ἀμφότερα ὑπάρχει ἐκ τοῦ θεοῦ. Καὶ

τὰ μὲν λεχθέντα περιεκτικὰ διὰ τὰ περιεχόμενα ὑπάρχουσιν·

C

ὁ δὲ θεὸς οὐ διὰ τὸ πᾶν ὑπάρχει. Διὸ μείζων ὁ θεὸς τοῦ

παντός, ὥσπερ τῇ οὐσίᾳ οὕτως καὶ τῇ ἀξίᾳ.

{Ἐρώτησις ιβʹ.}

*) Εἰ τὸ περιέχον ἐπὶ φρουρᾷ καὶ συντηρήσει ἐστὶ τοῦ

περιεχομένου, πῶς ὁ θεὸς περιέχων τὸ πᾶν οὐκ ἐπὶ φρουρᾷ

τοῦ κακοῦ καὶ διαμονῇ περιέχει τὸ πᾶν; Καὶ γὰρ ἐν τῷ μέρει

τοῦ παντὸς τὸ κακὸν θεωρεῖται.

D

{Ἀπόκρισις.}

Τὸ πᾶν ἔργον ἐστὶ τοῦ θεοῦ, καὶ τηρῶν ὁ θεὸς τὸ πᾶν τὸ

ἔργον ἑαυτοῦ τηρεῖ· καὶ ὥσπερ οὐκ ἐποίησεν ὁ θεός τι φύσει

κακόν, οὕτως οὐδὲ τηρεῖ τι φύσει κακόν.

{Ἐρώτησις ιγʹ.}

Εἰ γίνεται ἡ ἀνάστασις διὰ τὴν τῶν βεβιωμένων ἑκάστῳ

ἀντίδοσιν, πῶς τὰ βρέφη ἢ καὶ τὰ ἐν γαστρὶ τελευτήσαντα

399

A

περιττῶς οὐκ ἀνίστανται, οὔτ' ἔργων ἀμοιβὰς κομιζόμενα οὔτε

ἀνέσεως ἢ θλίψεως διὰ τὸ τῆς ἡλικίας ἄωρον λαβεῖν δυνάμενα

αἴσθησιν;

{Ἀπόκρισις.}

Τῷ πιστεύοντι ἀληθὲς εἶναι τὸ Σπείρεται ἐν ἀσθενείᾳ,

ἐγείρεται ἐν δυνάμει, τούτῳ δυνατὸν καὶ πρέπον ἐστὶ τὸ πι-

στεύειν καὶ τῶν βρεφῶν τὴν ἀνάστασιν. Ὁ γὰρ τὴν ἀφθαρσίαν

αὐτοῖς παρέχων δύναται καὶ τὴν αἰσθητικὴν τῶν προσόντων

ἀγαθῶν χαρίσασθαι αὐτοῖς δύναμιν. Ὧν εἰ μὴ γίνεται ἀνά-

B

στασις, εὑρεθήσεται ὁ θεὸς μάτην πλασάμενος αὐτά· εἰ δὲ

μάτην ποιεῖ ὁ θεὸς οὐδέν, ἀνάγκη ἄρα καὶ τὰ βρέφη εἰς τὸ

εἶναι παραγενέσθαι διὰ τῆς ἀναστάσεως. Πῶς δ' οὐκ ἄκαιρον

τὸ πρὸς τὴν ἐκδίκησιν τῆς τῶν βρεφῶν ἀναιρέσεως κατακρί-

νειν τὸν Ἡρώδην, τῶν βρεφῶν οὐκ ὄντων τῶν ἐκδικουμένων;

Μαρτυρεῖ δὲ τούτοις τὰ τοῦ βαπτιστοῦ Ἰωάννου ἐν τῇ κοιλίᾳ

τῆς μητρὸς τῆς ἀγαλλιάσεως σκιρτήματα καὶ ὁ ὕμνος τῶν

νηπίων καὶ θηλαζόντων.

C

{Ἐρώτησις ιδʹ.}

Εἰ ἐψευσμένον τυγχάνει καὶ μάταιον τὸ ὑπὸ τῶν αἱρετι-

κῶν διδόμενον βάπτισμα, διὰ τί οἱ ὀρθόδοξοι τὸν προσφεύ-

γοντα τῇ ὀρθοδοξίᾳ αἱρετικὸν οὐ βαπτίζουσιν, ἀλλ' ὡς ἐν

ἀληθεῖ τῷ νόθῳ ἐῶσι βαπτίσματι; Εἰ δὲ καὶ χειροτονίαν τύχοι

παρ' ἐκείνων δεξάμενος, καὶ ταύτην ὡς βεβαίαν αὐτοὶ ἀπο-

δέχονται. Πῶς οὖν ὁ δεχθεὶς καὶ οἱ δεξάμενοι τὸ ἄμεμπτον

ἔχουσιν;

{Ἀπόκρισις.}

D

Τοῦ αἱρετικοῦ ἐπὶ τὴν ὀρθοδοξίαν ἐρχομένου τὸ σφάλμα

διορθοῦται τῆς μὲν κακοδοξίας τῇ μεταθέσει τοῦ φρονήμα-

τος, τοῦ δὲ βαπτίσματος τῇ ἐπιχρίσει τοῦ ἁγίου μύρου, τῆς

δὲ χειροτονίας τῇ χειροθεσίᾳ, καὶ οὐδὲν τῶν πάλαι μένει

ἄλυτον.

{Ἐρώτησις ιεʹ.}

Εἰ οὐχ ἥμαρτεν ὁ Ἰὼβ ἀρασάμενος τὴν ἡμέραν, δῆλον

400

A

ὅτι ὡς δίκαιος ἠκούσθη. Καὶ εἰ μὲν ἠκούσθη, τὸν οἰκεῖον ὁ

θεὸς ἀνέτρεψεν ὅρον, καὶ ἀνάγκη ζητεῖν ἐν τῇ θείᾳ γραφῇ τὴν

ἐκείνης τῆς ἡμέρας ἀπώλειαν. Εἰ δὲ οὐκ ἠκούσθη, πῶς οὐ

δεῖ λέγειν ὅτι ἁμαρτωλὸς ὢν παρηκούσθη; Θέλημα γὰρ τῶν

φοβουμένων αὐτὸν ποιήσει ὁ θεός. Περὶ δὲ τῶν ἁμαρτωλῶν

εἴρηται ὅτι Ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι

ὑμῶν.

{Ἀπόκρισις.}

B

Ὁ σκοπὸς τοῦ Ἰὼβ οὗτος ἦν ἐν τῇ προκειμένῃ κατάρᾳ ὡς

εἰ ἔλεγεν· Εἴθε ἦν ἡ ἡμέρα ἐκείνη, ἐν ᾗ ἐγεννήθην, κατὰ τὴν

κατάραν ταύτην κεκατηραμένη! Διὰ τί; Ἵνα ἐγώ, φησί, μὴ

ἐγεννήθην. Οὐ γὰρ ἐνδέχεταί τινα γεννηθῆναι ἐν τῇ τοιαύτῃ

ἡμέρᾳ τῇ οὕτως κεκατηραμένῃ. Οὐκ ἔστιν οὖν ἡ κατάρα αὕτη

οὕτως κεκατηραμένη ὡς ἀναμένουσα τὴν ἔκβασιν· εἰ γὰρ ἦν

οὕτως γεγενημένη ἡ κατάρα ὡς ἀναμένουσα τὴν ἔκβασιν, ἀνε-

καλέσατο ἂν τὴν ἰδίαν φωνήν, ἀπαλλαγέντος αὐτοῦ τῶν θλί-

ψεων καὶ ἐν τοῖς κρείττοσι γενομένου. Διὰ γοῦν τὴν ὑπερ-

C

βολὴν τῆς αὐτοῦ θλίψεως τὰ τῆς καρδίας ἐφθέγξατο ῥήματα·

ἧς ἀπ' αὐτοῦ, δῆλον ὅτι οὐκέτι τὴν αὐτὴν περὶ τῆς αὐτῆς

ἡμέρας ἔσχε τὴν γνώμην.

{Ἐρώτησις ιϚʹ.}

Εἰ κατὰ τὴν ἡμετέραν φύσιν, εἴ τι γέννημα, τοῦτο τῷ

γεννήσαντι ὁμοούσιον, πῶς οὐχὶ κατὰ ταύτην, εἴ τι γεγέννηται,

μεθυπάρχει τοῦ γεννήσαντος; Εἰ δὲ μὴ τὸ δεύτερον, οὐδ' ἄρα

τὸ πρῶτον ὁμοίως ἡμῖν ἐπὶ τῆς θείας γεννήσεως νοη-

θήσεται.

{Ἀπόκρισις.}

D

Ἡμεῖς, ὡς προηγουμένην τῆς γεννήσεως ἔχοντες τὴν ὕπαρ-

ξιν, μετὰ τὴν ὕπαρξιν γεννῶμεν· ὁ δὲ θεὸς ἅμα τῷ ὑπάρχειν

ἐγέννησε. Διὸ οὐκ ἔστι παρὰ τῷ θεῷ μεθύπαρξις γεννήμα-

τος, ἐπειδὴ οὐδὲ προΰπαρξις γεννήσεως.

{Ἐρώτησις ιζʹ.}

Εἰ τῶν θείων ὑποστάσεων ἡ ἕνωσίς ἐστιν ἀδιαίρετος,

πῶς δύνανται τρεῖς ὑποστάσεις καὶ τρία ὀνομάζεσθαι πρόσωπα

καὶ οὐχὶ μᾶλλον μία ὑπόστασις τριώνυμος ἢ τριπρόσωπος;

{Ἀπόκρισις.}

401

A

Τῶν θείων ὑποστάσεων τὸ μὲν τῆς οὐσίας ἕν ἐστιν ἀδιαί-

ρετον, τὸ δὲ αὐτῶν τρεῖς ἐστι διαιρετόν. Διὸ αἱ τρεῖς ὑπο-

στάσεις ἰδιάζουσιν ὀνόμασίν εἰσι τρεῖς· καὶ τὴν ὑπόστασιν ἣν

καλοῦμεν πατέρα, οὐκέτι τὴν αὐτὴν ὑπόστασιν καλοῦμεν καὶ

υἱὸν ἀλλ' ἄλλην. Τὴν γὰρ τριάδα τῶν ὀνομάτων τῆς τριάδος

λέγομεν εἶναι τῶν ὑποστάσεων, οὐχὶ τῆς μονάδος αὐτῶν. Διὸ

εἷς ἐστιν ὁ θεὸς τῷ ἑνὶ καὶ ἀδιαιρέτῳ τῆς οὐσίας, τρία δὲ τὰ

B

πρόσωπα τῇ διαιρέσει τῶν ὑποστάσεων.

{Ἐρώτησις ιηʹ.}

Εἰ τὸ μὲν θεὸς τῆς οὐσίας, τὸ δὲ πατὴρ τοῦ προσώπου

ἐστὶ δηλωτικόν, πῶς ταὐτὸν τὸ λέγειν υἱὸν θεοῦ τῷ λέγειν

υἱὸν τοῦ πατρός;

{Ἀπόκρισις.}

Ἐὰν διεζευγμένως λέγωμεν τὸν υἱόν, ποτὲ μὲν υἱὸν τοῦ

πατρὸς ποτὲ δὲ υἱὸν τοῦ θεοῦ, ἀλλὰ διεζευγμένως αὐτὸν οὐδέ-

ποτε νοοῦμεν. Υἱὸς οὖν ἐστι τοῦ πατρὸς ὁ υἱὸς τοῦ κατ' οὐ-

σίαν θεοῦ. Ταὐτὸν δὲ τὸ λέγειν υἱὸν τοῦ πατρὸς τῷ λέγειν

C

υἱὸν τοῦ θεοῦ, ἐπειδή, εἴ τί ἐστι τοῦ προσώπου, τοῦτό ἐστι

καὶ τῆς τοῦ προσώπου οὐσίας.

{Ἐρώτησις ιθʹ.}

Εἰ ἐν τοῖς ἀπηγορευμένοις ὑπὸ τῶν εὐσεβῶν ἡ τῶν παλ-

μῶν ἐστι παρατήρησις, διὰ τί οἱ εὐσεβεῖς πάσῃ δυνάμει ταύ-

την ἀπωθεῖν βουλόμενοι οὐκ ἰσχύουσιν, ἢ φαιδρὸν ἢ σκυθρω-

πὸν μηνυούσης ταύτης; Καὶ εἰ μὲν φαῦλον τοῦτο, πῶς παρὰ

τὴν ἡμετέραν ἐπιγίνεται πρόθεσιν; Εἰ δὲ ἀγαθόν, ὅπερ οὐκ

οἶμαι, τίνος ἕνεκεν ἀπηγόρευται;

D

{Ἀπόκρισις.}

Ἡ μὲν πρόγνωσις τῶν μελλόντων τῆς ψυχῆς ἐστιν ὑπὸ

τοῦ θείου πνεύματος φωτιζομένης πρὸς τὴν εἴδησιν τῶν τέως

ἀδήλων, καὶ οὐχ ὑπὸ τῆς ἀβουλήτου κινήσεως τοῦ σώματος·

ὁ δὲ παλμὸς πάθος ἐστὶ σωματικὸν ἐκ τῆς διαδρομῆς τοῦ

φυσικοῦ πνεύματος ἐν τῷ σώματι ὑφισταμένου πάντων τῶν

ζώων. Διὸ ἀνάξιον ἔκρινον οἱ ἅγιοι εἶναι κριτήριον τῶν μελ-

402

A

λόντων τὸ τοιοῦτον σωματικὸν κίνημα. Καὶ καθάπερ οἱ

πταρμοὶ ῥινῶν καὶ οἱ ἦχοι ὤτων παρὰ τὴν ἡμετέραν ἐπιγίνον-

ται πρόθεσιν, οὕτως καὶ ὁ παλμός. Ἔτι δὲ τοῖς εἰληφόσι τῆς

μελλούσης καταστάσεως τὴν ἐλπίδα, καὶ ἕνα ἔχουσι τὸν σκο-

πὸν τὸ πρὸς ἐκείνην διὰ παντὸς παρεσκευασμένως ἀποβλέ-

πειν, περιττόν ἐστι τὸ φαιδρὸν ἢ σκυθρωπὸν ἐνταῦθα διὰ

παλμῶν προγινώσκειν. Καὶ εἰ ὁ αὐτὸς παλμὸς ὁ προμηνύων

πλοῦτον προσγίνεται τῷ βιωτικῷ ἀνθρώπῳ καὶ τῷ ἀσκητῇ,

B

πῶς οὐ διέψευσται ἡ διὰ παλμοῦ προμήνυσις τοῦ πλούτου τῆς

προαιρέσεως τοῦ ἀσκητοῦ, οὐ μόνον τὴν ἐπίκτησιν τῶν οὐ

παρόντων οὐχ αἱρουμένης ἀλλ' οὐδὲ τὴν κτῆσιν τῶν παρ-

όντων;

{Ἐρώτησις κʹ.}

Εἰ πρὸς θάνατον καὶ φθορὰν οἱ ἁλιεῖς τοὺς ἰχθύας ἀπὸ

τῶν ὑδάτων λαμβάνουσι, πῶς εἰς ζωὴν αἰώνιον ὁ δεσπότης

Χριστὸς μέλλων διὰ τῶν ἀποστόλων τοὺς ἀνθρώπους εἰσαγα-

γεῖν ἁλιέας αὐτοὺς ποιεῖν ἀνθρώπων ἐπηγγείλατο;

C

{Ἀπόκρισις.}

Ἐπειδὴ ἐχρῆν τοὺς ὑπὸ τῶν ἀποστόλων ἀγρευομένους

ἀνθρώπους τῇ σαγήνῃ τῆς βασιλείας ἀποθανεῖν ἀπὸ τῆς προ-

τέρας αὐτῶν ἐν ἁμαρτίαις ζωῆς, διὰ τοῦτο τῇ ἄγρᾳ τῶν

ἰχθύων παρείκασεν ὁ κύριος τὴν ἄγραν τῶν ἀνθρώπων·

προσέθηκε δὲ τὸ εἰς ζωήν, τὸ ἐλλεῖπον τοῦ ὑποδείγματος τῷ

ὑποδεικνυμένῳ προσθέμενος.

D

{Ἐρώτησις καʹ.}

Εἰ σώφρονι λογισμῷ κατεχόμενοι οἱ μοναχοὶ τὰς γαμικὰς

ἡδονὰς ἀπεστράφησαν, διὰ τί ἐν ταῖς καθ' ὕπνον φαντασίαις

τὰ ἀβούλητα πάσχουσι, καὶ οὐ μόνον εἰς τὰς τυχούσας, ἀλλ'

ἔστιν ὅτε καὶ μητράσι καὶ ἀδελφαῖς ὁμιλεῖν ἐν τῇ φαντασίᾳ

νομίζουσι; Τίσιν οὖν χρηστέον πρὸς τὴν ἀπαλλαγὴν τοῦ τοιού-

του πολέμου; Καὶ εἰ τὸν πολεμηθέντα δεῖ τῶν μυστηρίων

ἀπέχεσθαι, καί, εἰ προσιέναι αὐτοῖς ἀναγκαῖον, ἢ λουσάμενον

403

A

ἢ ἑτέρῳ τοιούτῳ τινὶ χρησάμενον, ὥστε μὴ ἰουδαϊκῶς καθαί-

ρεσθαι, δίδαξον· ἐπειδὴ πολλή ἐστι περὶ τούτου καὶ παρ'

αὐτῶν ἡ ζήτησις.

{Ἀπόκρισις.}

Ἐπειδὴ οἱ ἀνακείμενοι θεῷ ἄγρυπνον ἔχουσιν ἀντίπαλον,

τὸν πᾶσι τοῖς δυνατοῖς αὐτῷ τρόποις μηχανώμενον θεῖναι

τοῖς εὐσεβέσι μῶμον, διὰ τοῦτο ἀβούλητα καθ' ὕπνους πάσχουσι.

Καίτοι εἰδὼς ὁ ἀντίπαλος ὅτι ἐν τοῖς οὐκ ἐφ' ἡμῖν οὔτ' ἐπὶ

τοῖς σεμνοῖς ἐπαινούμεθα οὔτ' ἐπὶ τοῖς αἰσχροῖς ψεγόμεθα

B

(οἱ γὰρ ἔπαινοι καὶ οἱ ψόγοι τῶν μετὰ συγκαταθέσεως τοῦ

λογισμοῦ ὑφ' ἡμῶν πραττομένων εἰσί) καὶ ὅτι τὰ ἐνύπνια

τῶν οὐκ ἐφ' ἡμῖν ἐστιν, ἀλλ' ὅμως καὶ διὰ τῶν ἐνυπνίων κινεῖ

ἐν ἡμῖν ἀμφοτέρων τὰς πράξεις, καὶ τῶν σεμνῶν καὶ τῶν

αἰσχρῶν, ταύτας ἔχων ἐν αὑτῷ τὰς ἐλπίδας, μήπως ἢ τῇ τῶν

σεμνῶν ἐργασίᾳ ἐξεγείραι ἡμᾶς εἰς ματαίαν καύχησιν τῶν ἡμῖν

μὴ πεπραγμένων, ἢ τῇ τῶν αἰσχρῶν ἐργασίᾳ δυνηθείη εὑ-

ρεῖν ἡμᾶς ἐπὶ ἀνόμῳ πράξει τερπομένους. Ἀλλὰ τὸ μὲν ἰδεῖν

C

τὰ τοιαῦτα ἐνύπνια οὐκ ἔστιν ἐφ' ἡμῖν, τὸ δὲ τερφθῆναι ἐπὶ

τῇ οὕτως ἀβουλήτῳ πράξει ἢ λυπηθῆναι τοῦτο ἐφ' ἡμῖν ἐστι.

Κἂν μὲν οὖν εὕρῃ ἡμᾶς ἐπὶ τῇ ἀβουλήτῳ πράξει τερπομένους,

καυχᾶται ὡς νικητὴς ὁ ἀντίπαλος, ἐὰν δὲ λυπουμένους, μα-

ταιοῦται τῇ βουλῇ ἡττώμενος. Ἱκανὸν οὖν ὑπάρχει πρὸς

τὴν ἀπαλλαγὴν τοῦ κακοῦ μηχανήματος τὸ λυπηθῆναι ἐπὶ τῷ

ἀβουλήτως συμβεβηκότι καὶ δάκρυσιν ἀποπλύνειν τὸ μυσα-

ρὸν τῶν οὕτως ἀβουλήτως ἐν ἡμῖν ὑφισταμένων φαντασιῶν.

Ἀπέχεσθαι δὲ τοὺς οὕτως τὰ ἀβούλητα πάσχοντας τῆς κοινω-

D

νίας τῶν θείων μυστηρίων, οὐδ' ὅλως δίκαιόν ἐστιν· εἰ δὲ

μή γε, ἀναιροῦμεν κατὰ τοῦτο τῶν βουλητῶν τε καὶ τῶν ἀβου-

λήτων κακῶν τὴν διαφοράν.

{Ἐρώτησις κβʹ.}

Εἰ τῷ σίτῳ συναυξάνεσθαι τὰ ζιζάνια ὁ δεσπότης Χρι-

στὸς ἀπεφήνατο, πῶς τὰ μὲν ζιζάνια πεπλήθυνται, σχεδὸν

δὲ ὁ σῖτος ἐξέλιπε; Καὶ τίς ἡ ἀπόδειξις τοῦ εἶναι σῖτον τὸν

ἐκλείψαντα; Πῶς δὲ τῆς συναυξήσεως τούτων ἡ πρόῤῥησις οὐ

διέψευσται;

404

A

{Ἀπόκρισις.}

Ἀπόδειξις τοῦ σῖτον εἶναι τὸν ἐκλείψαντα αὕτη ἐστὶν ἡ

παρ' αὐτοῦ πρόῤῥησις λέγουσα· Διὰ τὸ πληθυνθῆναι τὴν

ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Καὶ πάλιν· Ἐν

ὑστέροις καιροῖς ἀφίστανταί τινες τῆς πίστεως καὶ προσέχουσι

πνεύμασι πλάνοις καὶ διδασκαλίαις ἀνθρώπων. Καὶ πάλιν·

Ἀπὸ μὲν τῆς ἀληθείας ἀποστρέφονται, πρὸς δὲ τοὺς μύθους

B

ἐκτραπήσονται. Καὶ πάλιν· Εἰσελεύσονται εἰς ὑμᾶς λύκοι

βαρεῖς, μὴ φειδόμενοι τοῦ ποιμνίου, τοῦ ἀποσπᾶν τοὺς μα-

θητὰς ὀπίσω αὑτῶν. Ὅτι δὲ ἕως τῆς συντελείας τοῦ αἰῶνος

οὐκ ἐκλείπει ὁ σῖτος, δηλοῖ ὁ κύριος λέγων· Διὰ δὲ τοὺς

ἐκλεκτούς, οὓς ἐξελέξατο ὁ πατήρ, κολοβωθήσονται αἱ ἡμέραι

ἐκεῖναι. Ἀλλ' εἰ μὲν συνέβη τι τῷ σίτῳ τὸ μὴ εἰρημένον περὶ

αὐτοῦ αὐξομένου τε καὶ ἐκλείποντος, δῆλον ὅτι διέψευσται ὁ

περὶ αὐτοῦ λόγος· εἰ δὲ ἐξ ἀρχῆς τοῦ κηρύγματος ἕως τῆς

συντελείας τοῦ αἰῶνος πάντα τὰ συμβησόμενα αὐτῷ διὰ τῶν

C

προῤῥήσεων δέδοται, φανερὸν ὑπάρχει ὅτι οὐδαμῶς διέψευσται

ὁ περὶ αὐτοῦ λόγος. Ἀλλ' εἰ μὲν ἔστι τὰ ζιζάνια, ἀνάγκη

εἶναι καὶ τὸν σῖτον· ἐκ γὰρ τῆς ἀλλήλων παραθέσεως ὁ μὲν

σῖτος γνωρίζεται ὅπερ ἐστίν, ὡσαύτως καὶ τὰ ζιζάνια· καὶ

θατέρου μὴ ὄντος οὐδὲ τὸ ἕτερον γνωρίζεται ὅπερ ἐστίν.

{Ἐρώτησις κγʹ.}

Εἰ πρὸ μὲν τοῦ πάθους ὁ κύριος ηὔχετο ἁγιασθῆναι ὑπὸ

τοῦ πατρὸς τοὺς μαθητάς, μετὰ δὲ ταῦτα ὁ Ἰούδας ἀπώλετο,

D

πῶς ἡ ὑπὲρ αὐτῶν προσενεχθεῖσα εὐχὴ φαίνεται δεδεγμένη;

Πῶς δὲ δείκνυται ἀληθὲς καὶ τὸ Οἶδα ὅτι πάντοτέ μου

ἀκούεις;

{Ἀπόκρισις.}

Ἡ μὲν τοῦ Ἰούδα ἀπώλεια ἔκτοτε γεγένηται, ἐξ ὅτου λα-

βὼν ὁ Χριστὸς τὸ ψωμίον καὶ βάψας αὐτῷ δέδωκε· καὶ λα-

βὼν τὸ ψωμίον ὁ Ἰούδας εἰσῆλθεν εἰς αὐτὸν ὁ σατανᾶς, καὶ

ἐξελθὼν ἀπέῤῥηξεν ἑαυτὸν τῶν λοιπῶν μαθητῶν. Ἡ δὲ ὑπὲρ

τῶν μαθητῶν εὐχὴ μετὰ τὸν χωρισμὸν τοῦ Ἰούδα ἐγένετο· καὶ

τοῦτο δείκνυται ἐξ αὐτῆς τῆς εὐχῆς, ὅτε εὐξάμενος ὁ κύριος

ἔλεγεν· Οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώ-

405

A

λετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ.

Γέγονε μὲν οὖν πρῶτον ἡ τοῦ Ἰούδα ἀπώλεια, ὕστερον δὲ

ἡ ὑπὲρ τῶν μαθητῶν εὐχή, ἔπειτα δὲ τὸ πάθος τοῦ σωτῆρος.

{Ἐρώτησις κδʹ.}

Εἰ θεός ἐστι δημιουργὸς καὶ δεσπότης τῆς κτίσεως, πῶς

τὰ Ἀπολλωνίου τελέσματα ἐν τοῖς μέρεσι τῆς κτίσεως δύ-

νανται; Καὶ γὰρ θαλάττης ὁρμὰς καὶ ἀνέμων φορὰς καὶ μυῶν

καὶ θηρίων ἐπιδρομάς, ὡς ὁρῶμεν, κωλύουσι. Καὶ εἰ τὰ

ὑπὸ τοῦ κυρίου μὲν γινόμενα θαύματα ἐν μόνῃ τῇ διηγήσει

B

φέρεται, τὰ δὲ παρ' ἐκείνου πλεῖστα καὶ ἐπ' αὐτῶν τῶν

πραγμάτων δεικνύμενα, πῶς οὐκ ἀπατᾷ τοὺς ὁρῶντας; Καὶ

εἰ μὲν κατὰ θείαν τοῦτο συγχώρησιν γέγονε, πῶς ὁδηγὸς εἰς

ἑλληνισμὸν οὐ γέγονεν ἡ τοιαύτη συγχώρησις; Εἰ δὲ μὴ τοῦτο,

πῶς οὐ δυνάμει τῶν δαιμόνων ἐκεῖνα γεγένηνται; Πάλιν δὲ

εἴπερ θεὸς ὡς ἀγαθῷ τῷ γινομένῳ ἡδόμενος ἐκείνῳ συνήρ-

γησε, διὰ τί μὴ διὰ προφητῶν ἢ ἀποστόλων τὰ τοιαῦτα γεγέ-

νηνται; Εἰ δὲ μὴ ἠρέσκετο ὡς φαύλῳ, τίνος ἕνεκεν τὸ φαῦλον

ἢ εὐθὺς οὐκ ἐκώλυσεν ἢ μετὰ βραχὺ οὐ κατέλυσεν, ἀλλ' ἕως

C

αἰῶνος τῶν ἡμερῶν τῆς κτίσεως κρατεῖν συνεχώρησεν;

{Ἀπόκρισις.}

Ὁ μὲν Ἀπολλώνιος, ὡς ἀνὴρ ἐπιστήμων τῶν φυσικῶν

δυνάμεων καὶ τῶν ἐν αὐταῖς συμπαθειῶν τε καὶ ἀντιπαθειῶν,

κατὰ ταύτην τὴν ἐπιστήμην τὰ τελέσματα ἐποιεῖτο, οὐ κατὰ

τὴν θείαν αὐθεντίαν· διὸ ἐν ἅπασι τοῖς ἀποτελέσμασιν ἐδεήθη

τῆς τῶν ἐπιτηδείων ὑλῶν παραλήψεως, συνεργούσης αὐτῷ πρὸς

τὴν τοῦ τελουμένου ἐκπλήρωσιν. Ὁ δὲ σωτὴρ ἡμῶν Χριστός,

κατὰ τὴν θείαν αὑτοῦ αὐθεντίαν ποιῶν τὰ θαύματα, οὐδα-

D

μῶς ἐδεήθη ὕλης, ἀλλὰ τοῖς προστάγμασί τε καὶ προῤῥήσεσιν

αὐτοῦ ἠκολούθει καὶ ἀκολουθοῦσι τὰ πράγματα. Καὶ τὰ

μὲν ὑπὸ τοῦ Ἀπολλωνίου γεγονότα τελέσματα, ἐπειδὴ κατὰ

τὴν ἐπιστήμην γεγένηνται τῶν φυσικῶν δυνάμεων πρὸς τὴν

σωματικὴν ἐργασίαν ἀνθρώπων, οὐκ ἀνέτρεψεν ὁ κύριος·

αὐτὸν δὲ τὸν δαίμονα τὸν ἐν τῷ ἐκείνου ἀγάλματι ἱδρυμένον,

τὸν ἐν ταῖς μαντείαις ἀπατήσαντα τοὺς ἀνθρώπους, ὡς θεὸν

σέβειν καὶ τιμᾶν τὸν Ἀπολλώνιον, ἐφίμωσε, καταργήσας αὐ-

406

A

τοῦ τὰς μαντείας· σὺν αὐτῷ δὲ καὶ τῶν λοιπῶν δαιμόνων τῶν

ἐν τῷ θεῶν ὀνόματι ὑπὸ τῶν Ἑλλήνων τιμωμένων καθεῖλε τὴν

δυναστείαν, καθὼς ὁρᾶται τὰ πράγματα. Ἔχοντες δὲ ἐν

τούτοις τῆς τοῦ Χριστοῦ θείας δυνάμεως τὰ γνωρίσματα, οὐ

χρὴ λέγειν τὰ τοῦ Χριστοῦ θαύματα ἐν ψιλῇ κεῖσθαι διηγήσει.

{Ἐρώτησις κεʹ.}

B

Εἰ ἐπαιδεύθη Μωϋσῆς ἐν πάσῃ σοφίᾳ Αἰγυπτίων καὶ ἦν

δυνατὸς ἐν ἔργοις καὶ λόγοις, καθώς φησιν ἡ θεία γραφή,

πῶς ἀστρονομίαν καὶ γεωμετρίαν καὶ ἀστρολογίαν καὶ τὰ τού-

τοις ἑπόμενα μετῆλθεν ὁ αὐτὸς μακάριος προφήτης; Τῶν

γὰρ Αἰγυπτίων τότε ἡ σοφία τὰ τῆς πλάνης ὑπῆρχε διδάσκουσα

διδάγματα. Διὰ τί οὖν ἐπὶ τοιούτοις λόγοις ἢ ἔργοις ὑπὸ τῆς

γραφῆς θαυμάζεται;

{Ἀπόκρισις.}

Θαυμάζει τὸν προφήτην ἡ θεία γραφὴ ἐπὶ τῇ δυναστείᾳ

C

τῶν λόγων καὶ τῶν ἔργων, οὐχ ἕνεκεν τῶν λόγων καὶ τῶν ἔρ-

γων καθ' αὑτά· ἀνάξια γὰρ ἦν ἐκεῖνα καθ' αὑτὰ πρὸς τὰ ἐγ-

κώμια τοῦ προφήτου. Ἀλλ' ἐπειδὴ δι' ἑκατέρας μὲν περί-

βλεπτος ὑπῆρχε τοῖς Αἰγυπτίοις ὁ προφήτης, τῆς δὲ τοῦ λόγου

παιδείας καὶ τῆς τοῦ βίου κοσμικῆς λαμπρότητος, ἀμφοτέρων

δὲ τὴν εἰς θεὸν εὐσέβειαν τιμήσας, διὰ τοῦτο αὐτὸν ἐθαύ-

μασεν ἡ θεία γραφή. Ἀστρονομία δὲ καὶ ἀστρολογία καὶ

γεωμετρία παρ' Αἰγυπτίοις τότε χυδαῖά τε καὶ πεζὰ καὶ ἀγο-

ραῖα μαθήματα λελόγιστο. Τίμια δὲ ἦν τότε παρ' αὐτοῖς

μαθήματα τὰ ἱερογλυφικὰ καλούμενα, τὰ ἐν τοῖς ἀδύτοις οὐ

D

τοῖς τυχοῦσιν ἀλλὰ τοῖς ἐγκρίτοις παραδιδόμενα· ὧν ὁ προ-

φήτης εἰ καὶ τὴν εἴδησιν ἔσχεν, ἀλλ' οὐκέτι καὶ τὴν χρῆσιν, ὡς

ἀντικειμένην τῇ κατὰ θεὸν πολιτείᾳ τῶν Ἑβραίων, δι' ἣν

καταφρονήσας τῆς ἐν Αἰγύπτῳ πάσης βασιλικῆς δυναστείας

εἵλετο συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ.

{Ἐρώτησις κϚʹ.}

Εἰ πάντα τὰ ὕδατα αἷμα ὑπὸ Μωϋσέως γεγένηνται, πῶς

ἐπάγει ἡ γραφὴ τὸ Ἐποίησαν δὲ καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰ-

407

A

γυπτίων ὡσαύτως; Ἢ γὰρ ψευδὲς τὸ πάντα τὰ ὕδατα γενέ-

σθαι αἷμα ὑπὸ Μωϋσέως, ἢ πάλιν τὸ τοὺς ἐπαοιδοὺς πεποιη-

κέναι ὡσαύτως. Καὶ περὶ τῶν λοιπῶν τῶν κατ' αὐτοὺς θαυ-

μάτων ὁ αὐτὸς λόγος.

{Ἀπόκρισις.}

Πάντων τῶν ὑδάτων τῶν ἐπάνω τῆς γῆς αἷμα γενομένων,

ἠναγκάζοντο οἱ Αἰγύπτιοι κύκλῳ τοῦ ποταμοῦ ὀρύττειν φρέατα

καὶ ἀντλεῖν ὕδωρ καὶ ποτίζειν ἐξ αὐτοῦ ἑαυτούς τε καὶ τὰ ζῶα

αὐτῶν καὶ τὰ θρέμματα. Ἐκ τούτου τοῦ ὕδατος τοῦ ἐκ τῶν

B

φρεάτων ἀντλουμένου ἐποίησαν οἱ ἐπαοιδοὶ τὸ αἷμα, καὶ οὐ-

δαμῶς διέψευσται ὁ λόγος. Καὶ τὰ μὲν ὑπὸ Μωϋσέως γενό-

μενα θαύματα, ἅτε κατὰ τὴν θείαν γεγενημένα ἐνέργειαν, κατὰ

μεταβολὴν γεγένηνται φύσεως τοῦ προκειμένου εἰς τὴν φύσιν

τοῦ ἐκτελουμένου, τὰ δὲ ὑπὸ τῶν ἐπαοιδῶν γενόμενα κατὰ τὴν

ἐνέργειαν ἐγένοντο τῶν δαιμόνων, τῶν φαντασάντων τὰς ὄψεις

τῶν ὁρώντων, τὸν μὴ ὄφιν ὁρᾶν ὡς ὄφιν, καὶ τὸ μὴ αἷμα ὡς

αἷμα, καὶ τοὺς μὴ βατράχους ὡς βατράχους.

C

{Ἐρώτησις κζʹ.}

Εἰ ἐναντία ἑαυτῷ Μωϋσῆς οὐκ ἐδίδασκε τὰ μὲν ὀστέα

τοῦ Ἰωσὴφ ἐπαγόμενος, τὸν δὲ ἁπτόμενον νεκροῦ ὡς ἀκάθαρ-

τον μυσαττόμενος; Καὶ εἰ ἦν τις εὔλογος παρὰ τούτῳ αἰτία,

ταύτην μὲν νυνὶ μάθωμεν. Τίνος δὲ ἕνεκεν ἡ γραφὴ οὐκ εἶπε,

δι' ἣν αἰτίαν ἐκεῖνα ποιῶν Μωϋσῆς ταῦτα ἐδίδασκεν;

{Ἀπόκρισις.}

D

Ἐπειδὴ τελευτῶν ὁ Ἰωσὴφ περὶ τῆς μετακομιδῆς τῶν

ὀστέων αὑτοῦ ὥρκισε τοὺς υἱοὺς Ἰσραήλ, καὶ ἦν ἀμφότερα τῷ

Μωϋσῇ εἰς φυλακὴν προκείμενα, τὸ μὴ παραβαίνειν τὸν ὅρκον

καὶ τὸ μὴ ἅπτεσθαι νεκροῦ, διὰ τοῦτο τῇ λύσει τοῦ νόμου λέ-

γοντος μὴ ἅψασθαι νεκροῦ ἐφύλαξε τὸν ὅρκον ἀπαράβατον·

ἀδύνατον γὰρ ἦν αὐτῷ ἀμφότερα φυλάξαι ἀπαράβατα, καὶ τὸν

νόμον καὶ τὸν ὅρκον. Τῇ μείζονι οὖν φυλακῇ τοῦ ὅρκου ἔλυσε

τὴν ἐλάττονα φυλακὴν τοῦ νόμου· πανταχοῦ γὰρ τὸ ἔλαττον

κακὸν αἱρετώτερον τοῦ μείζονος. Καὶ τοιαῦτα πολλὰ εὑ-

ρίσκεται ἐν τῇ θείᾳ γραφῇ, ἅτινα οὐ λογίζεται ὁ θεὸς εἰς

408

A

ἁμαρτίαν τῶν παραβαινόντων αὐτὰ διὰ τὴν ἐν αὐτοῖς συμβεβη-

κυῖαν ἀνάγκην, ὡς τὴν ὀκταήμερον περιτομὴν καὶ τὴν ἑπτα-

ήμερον περικύκλωσιν τῆς Ἱεριχὼ καὶ τὴν ἐν σαββάτῳ προσ-

αγωγὴν τῶν θυσιῶν, ἅτινα περιέχουσι τοῦ σαββάτου τὴν λύσιν.

Ἔτι εἰ ἔταξεν ὁ προφήτης τοὺς ἐκ διαδοχῆς βαστάζοντας τοῦ

Ἰωσὴφ τὰ ὀστέα καὶ κατὰ [ἑπτὰ ἡμέρας ἀκαθάρτους ὄντας]

διὰ τῆς ἐν τῷ καθα[ρσίῳ] κατὰ τὸν νόμον τοῦ Μωϋσέως τού-

B

του τοῦ ἀριθμοῦ [διατηρήσεως] καθαρίζεσθαι, οὐδ' ἐναντίον

ὧν εἶπέ τι διεπράξατο ὁ προφήτης. Τὸ δὲ ζητεῖν, διὰ τί

οὐκ εἶπεν ὁ προφήτης τούτων τὴν αἰτίαν, ὅμοιόν ἐστι τῷ

λέγειν, διὰ τί μὴ πᾶσαι αἱ γραφαὶ ἡρμηνευμέναι παρεδόθησαν

παρὰ τῶν ἐκτεθεικότων αὐτάς· ἐπειδὴ ἐν τῇ τοῦ πράγματος

διηγήσει ἐμφαντικῶς περιέχεται ἡ τοῦ πράγματος ἔννοια. Διότι

οὐκ ἐδοκίμασεν ἡ γραφὴ τὸ ἐκθετικῶς ταύτην δηλῶσαι.

C

{Ἐρώτησις κηʹ.}

Εἰ τὴν τῶν Φαρισαίων ἐσχηματισμένην εὐλάβειαν ἐλέγχων

ὁ κύριος ἔλεγεν ὅτι τάφοι κεκονιαμένοι εἰσίν, πεπληρωμένοι

ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας, καὶ ἐν τῷ νόμῳ ὁ

ἁπτόμενος νεκροῦ ἀκάθαρτος ἐλογίζετο, ὡς ἄτοπον ἐργαζό-

μενός τι, τούς τε νεκροὺς καὶ τοὺς τούτων μυσαττόμεθα τά-

φους, ὑπό τε παλαιᾶς καὶ καινῆς ἀκαθάρτου τοῦ νεκροῦ κα-

D

λουμένου· πῶς ἀμφοτέρων ὁ Χριστὸς ἐναντίως οὐκ ἔπραξεν,

ὅτι τὸν υἱὸν τῆς χήρας ἀνιστῶν ἥψατο τῆς σοροῦ καὶ τὴν

θυγατέρα τοῦ Ἰαείρου τῆς χειρὸς ἐκράτησεν; Εἰ γὰρ καὶ ἀμ-

φότεροι τελευταῖον ἀνέστησαν, ἀλλὰ τὴν ἁφὴν τὰ νεκρὰ ἐδέ-

ξαντο σώματα.

{Ἀπόκρισις.}

Τῶν πτωμάτων τὰ νεκρὰ σώματα καὶ οἱ τούτων τάφοι

μυσάττονται διὰ τὴν ἑπομένην αὐτοῖς βαρεῖαν δυσωδίαν καὶ

οὐ διὰ τὴν νέκρωσιν. Εἰ γὰρ ἁπλῶς διὰ τὴν νέκρωσιν ἐμυ-

σάττοντο τῶν νεκρῶν τὰ σώματα, οὐκ ἄρα ἐχρῆν τοῖς τῶν ζώων

νεκρῶν σωμάτων μέρεσι κεχρῆσθαι πρὸς τὴν τῶν ζώντων

409

A

χρείαν, ὡς τοῖς δέρμασι καὶ τοῖς κέρασι καὶ θριξὶ καὶ χολαῖς

καὶ τοῖς στέασι καὶ ταῖς σαρξίν, ἅτινα οὐδεὶς λόγος δύναται

ὑπεξελεῖν τῆς προσούσης αὐτοῖς νεκρώσεως. Εἰ δὲ νεκρὰ μὲν

καὶ ταῦτα, οὐ μυσαττόμενα δὲ διὰ τὴν ἐξ αὐτῶν χρείαν, πῶς

οὐκ ἔστι τῶν ἀτοπωτάτων τὸ καθαρὰ μὲν ἡγεῖσθαι ταῦτα διὰ

τὴν ἐξ αὐτῶν χρείαν, μυσάττεσθαι δὲ τῶν ἁγίων μαρτύρων τὰ

σώματα καὶ τοὺς τάφους ὑπὸ Ἑλλήνων, φυλακτικὰ ὄντα ἀπὸ

τῆς τῶν δαιμόνων ἐπιβουλῆς καὶ ἰαματικὰ νοσημάτων τῶν

κατὰ τὴν ἰατρικὴν τέχνην ἀνιάτων; Παρείκαζε δὲ ὁ κύριος τὴν

τῶν Φαρισαίων ἐσχηματισμένην εὐλάβειαν τάφοις κεκονιαμέ-

B

νοις, ὅτι ὥσπερ τῇ νοήσει τῶν ζώντων βδελυκτή ἐστι τῶν νε-

κρῶν σωμάτων ἡ δυσωδία καὶ ἀκαθαρσία, οὕτως καὶ ἡ ἐκεί-

νων ἀνομία βδελυκτή ἐστι τῇ νοήσει τῶν εὐσεβῶν, τρόπον τινὰ

οὖσα αὐτῶν ψυχῆς νέκρωσις καὶ δυσωδία καὶ ἀκαθαρσία.

Ὥσπερ γὰρ χωρισθείσης τῆς ψυχῆς τοῦ σώματος νεκρὸν τὸ

σῶμα καὶ δυσῶδες καὶ ἀκάθαρτον, οὕτως χωρισθέντος τοῦ

φόβου τοῦ θεοῦ τῆς ψυχῆς νεκρὰ ὑπάρχει ἡ ψυχὴ καὶ δυσώδης

καὶ ἀκάθαρτος. Κατ' ἐναντίωσιν δὲ ἔπραξεν ὁ κύριος οὐδὲν

C

οὔτε τῇ παλαιᾷ οὔτε τῇ καινῇ. Οὐκ ἦν γὰρ ὑπὸ τὸν νόμον,

ὅτε τοὺς ἐν τῇ ἐρωτήσει εἰρημένους νεκροὺς ἤγειρεν. Ἀπὸ γὰρ

τοῦ βαπτίσματος ἤρξατο ὁ κύριος τῆς εὐαγγελικῆς πολιτείας,

οὔσης ἔξωθεν τῆς τοῦ νόμου φυλακῆς· διὸ οὐκ ἐμιάνθη ἁψά-

μενος τοῦ νεκροῦ. Κατὰ δὲ τὴν καινὴν ἐκεῖνα μόνα ἦν μιαν-

τικὰ ἀνθρώπων τὰ ἐκ τῆς καρδίας ἐξερχόμενα κακά· τὸ δὲ

ἅπτεσθαι νεκροῦ οὐ μιαίνει τὸν ἄνθρωπον.

{Ἐρώτησις κθʹ.}

D

Εἰ πεπλήρωτο ὁ οἶκος, ἔνθα ὁ κύριος ἦν ὁπηνίκα ὁ πα-

ράλυτος ἔμελλε θεραπεύεσθαι, καὶ διὰ τοῦτο ἠναγκάσθησαν

οἱ βαστάζοντες αὐτὸν καταλῦσαι τὴν ὀροφὴν καὶ δι' αὐτῆς

καθεῖναι τὸν ἀσθενοῦντα, πῶς οἱ ἐν τῷ οἴκῳ ἠθροισμένοι

ὄχλοι οὐκ ἐπλήγησαν τῆς ὀροφῆς λυομένης;

{Ἀπόκρισις.}

Αἰσθανόμενοι οἱ ἐν τῷ οἴκῳ μελλούσης τῆς ὀροφῆς ἀπο-

στεγοῦσθαι πάντως ὑπεχώρησαν. Οὐ γὰρ οὕτως ἦσαν ἀνόητοι

οἱ τὴν ὀροφὴν ἀποστεγοῦντες, ὥστε μὴ βοᾶν τοῖς ἐν τῷ οἴκῳ

410

A

ὑποχωρεῖν ἵνα μὴ πλήσσωνται. Οὐδὲ γὰρ ὅλης τῆς ὀροφῆς

ἦν χρεία ἀποστεγοῦσθαι, ἀλλὰ τόσον ὅσον ἤρκει εἰς τὴν ὑπο-

χάλασιν τοῦ παραλύτου.

{Ἐρώτησις λʹ.}

Εἰ ἑκάστῳ ἀνθρώπῳ ἄγγελος παρέπεται φύλαξ, καθὼς

ἡ θεία γραφὴ λέγει, οἱ δὲ ἄνθρωποι ποτὲ μὲν αὔξησιν, ποτὲ

δὲ μείωσιν, ὡς ἐπὶ τοῦ κατακλυσμοῦ καὶ τῶν λοιπῶν συμφο-

ρῶν, διὰ τὰς ἑαυτῶν πράξεις ὑπέμειναν, οἱ τῆς αὐξήσεως

καὶ μειώσεως ὄντες ἀνεπίδεκτοι ποίαν τότε λειτουργίαν ἐπλή-

B

ρουν, ἑκάστου τῶν ἀγγέλων παρὰ θεοῦ λειτουργίαν ἐξ ἀρχῆς

εἰληφότος;

{Ἀπόκρισις.}

Οἱ μὲν ἄγγελοι πάντες, ἄρχοντές τε καὶ ἀρχόμενοι, λει-

τουργίαν ἐκπληροῦσι χρειώδη τοῖς οὐρανοῖς καὶ τοῖς διὰ τὸν

ἄνθρωπον· οἱ δὲ λειτουργεῖν εἰληφότες τὸ παρέπεσθαι τοῖς

ἀνθρώποις φύλακες ἀεὶ μὲν αὔξονται, μειοῦνται δὲ οὐδέποτε.

Ἢ γὰρ παρέπονται τῷ συναμφοτέρῳ, ψυχῇ λέγω καὶ σώματι,

ἢ παρέπονται τῇ ψυχῇ μετὰ τὴν ἐκ τοῦ σώματος ἔξοδον τῆς

C

ψυχῆς ἕως τοῦ καιροῦ τῆς τοῦ κόσμου ἀνακτίσεως. Πρὶν ἢ δὲ

ταγῶσι παρέπεσθαι τοῖς ἀνθρώποις καὶ φυλάττειν αὐτούς, ἐν

ταῖς ἄλλαις ὑπὲρ ἀνθρώπων λειτουργίαις λειτουργοῦσι τοῖς

οἰκείοις ἄρχουσιν.

{Ἐρώτησις λαʹ.}

Εἰ νεύματι θείῳ αἱ νεφέλαι τὸν ὑετὸν τῇ γῇ καταπέμ-

πουσι, διὰ τί τὰς νεφέλας οἱ καλούμενοι νεφοδιῶκται ἐπαοι-

δίαις τισὶ κατασκευάζονται, ἔνθα βούλονται, χαλάζας καὶ

ἀμέτρους ὑετοὺς ἀκοντίζειν;

{Ἀπόκρισις.}

D

Τοῦτο ἐπειδὴ κατὰ τὰς ἁγίας γραφὰς μαρτυρεῖς, τοὺς

ὑετοὺς εἶναι ἐκ τῶν ἐπαοιδῶν ἄπιστον. Καὶ γὰρ αὐτὸς ὁ

ταύτην περὶ τούτου ἐρωτήσας τὴν ἐρώτησιν οὐκ ἀφ' ὧν

ἐθεάσω γινομένων τὴν ἐρώτησιν πεποίηκας, ἀλλ' ἀφ' ὧν

ἤκουσας.

{Ἐρώτησις λβʹ.}

Εἰ θνητὴν ὁ θεὸς τὴν ἡμετέραν ἔκτισε φύσιν, πῶς λέγεις

ὅτι Ὁ θεὸς θάνατον οὐκ ἐποίησεν;

411

A

{Ἀπόκρισις.}

Οὐκ, εἴ τι θνητὸν τῇ φύσει, τοῦτο ἀνάγκη πάντως ἀπο-

θανεῖν· καὶ τούτου ἡ ἀπόδειξις τὸ θνητοὺς ὄντας τὴν φύσιν

τόν τε Ἐνὼχ καὶ τὸν Ἡλίαν ἐν ἀθανασίᾳ ἔτι διαμένειν, τοῦ

Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ γενομένους ἀνωτέρω. Ἀληθὲς

οὖν τὸ θνητὴν τὴν φύσιν ἡμῶν πεποιηκέναι τὸν θεόν, καὶ εἰσ-

ελθεῖν τὸν θάνατον εἰς τὸν κόσμον τῇ τοῦ ἀνθρώπου παρακοῇ.

Εἰ μὲν γὰρ ὥσπερ ἐποίησεν ὁ θεὸς θνητὴν τὴν φύσιν οὕτως

ἐποίησε καὶ τὸν θάνατον, οὐκ ἂν διὰ τῆς παρακοῆς ὁ θάνα-

B

τος· καὶ εἰ ὁ θεὸς τὴν παρακοὴν οὐκ ἐποίησεν, οὐδ' ἄρα τὸν

θάνατον.

{Ἐρώτησις λγʹ.}

Εἰ τῶν ἀνθρώπων ἡ φύσις ὡς θνητῶν μὲν τὸ οἰκεῖον

ἐπιγινώσκει πέρας, ὁ δὲ ἑκάστου χρόνος οὐ κατά τινά ἐστιν

ὅρον, ὅπερ καλοῦσιν οἱ ἐκτὸς εἱμαρμένην, πῶς τῷ Ἐζεκίᾳ

προσετέθησαν χρόνοι; Τὸ γὰρ προστεθὲν ἐπὶ τοῦ προορι-

σθέντος ἀριθμοῦ δῆλον ὅτι λαμβάνεται. Πόθεν οὖν ἐπὶ τῶν

τελευτώντων τὸ τοῦ χρόνου ἀόριστον δείκνυται;

{Ἀπόκρισις.}

C

Ὅτι δὲ οὐχ ὥρισται τῆς ἑκάστου ζωῆς ὁ χρόνος, δείκνυται

ἐκ τῶν γραφικῶν φωνῶν οὕτως· Ἐάν, φησίν, ἐν τῷ πεδίῳ

εὕρῃ ἄνθρωπος νεάνιδα μεμνηστευμένην καὶ βιασάμενος αὐτὴν

κοιμηθῇ μετ' αὐτῆς, τὸν μὲν ἄνδρα ἀποκτείνατε, τὴν δὲ νεά-

νιδα μὴ ἀποκτείνητε. Ὃν γὰρ τρόπον ἐπάταξεν ἄνθρωπος

ἐπὶ τὸν πλησίον αὐτοῦ, καὶ πατάσσων αὐτὸν οὐχὶ παρῆν ὁ

βοηθῶν, οὕτως ἐγένετο τὸ πρᾶγμα τοῦτο. Καὶ ἐβόησεν ἡ νεᾶ-

νις, καὶ ὁ βοηθῶν αὐτῇ οὐκ ἦν. Οὐκ ἂν δὲ παρείκασεν ἡ

θεία γραφὴ τὴν βεβιασμένην κοίμησιν τῇ βεβιασμένῃ ἀναιρέ-

D

σει, εἰ ἦν ὁ θάνατος ὡρισμένος· τὸ γὰρ παρὰ θεοῦ ὡρισμένον

ἀβίαστόν τε καὶ ἀπαράβατον. Ἀλλ' εἰ τοῦτο, δῆλον ὅτι οὐ

τῇ προωρισμένῃ ζωῇ τοῦ Ἐζεκίου προσετέθησαν χρόνοι ζωῆς,

ἀλλὰ τοῖς ἀορίστως προλαβοῦσιν ἔτεσιν αὐτοῦ, ὧν τὸ τέλος

ἐγίνετο διὰ τοῦ θανατικοῦ πάθους, μὴ τοῦ θεοῦ ἐκ τοῦ πά-

θους ἰασαμένου αὐτὸν καὶ εἰς τὸ ζῆν αὐτὸν ἀποκαταστήσαντος.

{Ἐρώτησις λδʹ.}

Εἰ, καθώς τινές φασιν, ὁ κατακλυσμὸς ἐν παντὶ τόπῳ

412

A

τῆς γῆς οὐ γέγονεν, ἀλλ' ἐν ᾧ οἱ τότε ἄνθρωποι ᾤκουν, πῶς

ἀληθὲς ὅτι ὑψώθη τὸ ὕδωρ ἐπάνω πάντων τῶν ὑψηλῶν ὀρέων

δεκατέσσαρας πήχεις;

{Ἀπόκρισις.}

Οὐ δοκεῖ ἀληθὲς εἶναι τὸ μὴ ἐν παντὶ τῷ κόσμῳ τὸν

κατακλυσμὸν γεγονέναι, εἰ μή τι ἄρα κοιλότεροι ἦσαν οἱ τόποι,

ἔνθα ὁ κατακλυσμὸς ἐγένετο, τῶν λοιπῶν τόπων τῆς γῆς.

{Ἐρώτησις λεʹ.}

B

Εἰ τῶν ἀλόγων ἁπάντων δημιουργός ἐστιν ὁ θεός, διὰ

τί τὸ διχηλοῦν ὁπλὴν καὶ μηρυκισμὸν ἔχον καθαρὸν εἶναι

ἀπεφήνατο; Καὶ πάλιν διὰ τί τὸ μηρυκισμὸν μὲν ἔχον, οἷον

κάμηλος,…

τὸ…

ρ…

The complete text is available when the reading interface loads.