Quaestiones Christianorum ad gentiles
- Authority group
- Pseudo-Justinus Martyr (catalogue association; authorship remains anonymous)
- Edition reference
- Quaestiones Christianorum ad gentiles, ed. Otto, op. cit., vol. 5, 3rd edn., 246–326.
- CTS identifier
urn:cts:greekLit:tlg0646.tlg010.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
162
D
γουσι. Καὶ γὰρ ἄτοπον τὸν θεὸν μὴ πάντα καταλαμβάνειν,
μὴ πᾶσι τὴν ἑαυτοῦ ἀγαθότητα ἐπιλάμπειν. Μέγιστον τοίνυν
κακὸν οὐδέν. Ἐν τούτοις ἀνῄρηται μὲν τὸ κατ' οὐσίαν μέγιστον
κακόν, ὑπολέλειπται δὲ τὸ καθ' ὑπόθεσιν ἐν δόγματι, ὃ ἐθή-
καμεν ἡμεῖς ἐν τῇ ἐρωτήσει. Ἀλλ' ἐπειδὴ πρὸς ἀναίρεσιν τοῦ
καθ' ἡμᾶς μεγίστου κακοῦ ὁ ἀποκρινάμενος ἀποτεινόμενος
E
ἔλεγε Μέγιστον κακὸν οὐδέν ἐστι, διὰ τοῦτο δῆλός ἐστιν ὁ
ἀποκρινάμενος ἢ μὴ νοήσας, καθὰ εἴρηται, τὸ καθ' ἡμᾶς μέ-
γιστον κακόν, ἢ μὴ εὐπορήσας δικαίας ἀντιλογίας. Ἀλλ' εἰ
τοῦτο οὕτως ἔχει, δῆλον ὅτι ἔστι μέγιστον κακὸν ἐν ἀνθρώποις
163
A
καθ' ὑπόθεσιν ἐν δόγματι. Εἰ γάρ, φησί, μέγιστον τῶν ἀγα-
θῶν ὁ θεός ἐστιν, ἀληθὴς μὲν καὶ εὐσεβὴς ἡ φωνὴ ἡ λέγουσα
τὸν θεὸν μέγιστον εἶναι τῶν ἀγαθῶν. Ἀλλ' ἐπειδή τινες τῶν
ἀνθρώπων ἐξ ἀγνοίας θεοῦ ἀποστεροῦσι μὲν τὸν ὄντως ὄντα
θεὸν τῶν δικαίων αὐτοῦ προσηγοριῶν τε καὶ τιμῶν, καὶ προσ-
άπτουσιν αὐτὰς τοῖς οὐκ οὖσιν, ἆρά γε οὐ δοκεῖ τῷ ἀποκρινα-
μένῳ ἀσέβειαν εἶναι διπλῆν, ἧς μείζων οὐκ ἔστι, τὸ τὸν μὲν
ὄντως ὄντα θεὸν ἀγνοεῖν, τὸν δὲ οὐκ ὄντα ταῖς ἐκείνου τιμᾶν
B
προσηγορίαις καὶ τιμαῖς; Πῶς δὲ ἐνδέχεται κατὰ τὴν ἐκείνου
ἀπόφασιν λέγουσαν μὴ εἶναι μέγιστον κακὸν ἐν ἀνθρώποις,
τῆς μεγίστης ἀσεβείας οὔσης ἐν ἀνθρώποις, εἰ μή τι γε ἄρα
τὴν μεγίστην ἀσέβειαν οὐχ ἡγεῖται μέγιστον εἶναι κακόν; Εἴ
τις, φησίν, ὑπόθοιτο μέγιστον κακόν, εὑρεθήσεται ἑτέρα ἀρχὴ
ἐναντία τῷ θεῷ, ὅπερ οἱ Μανιχαῖοι κακῶς λέγοντες λέγουσι.
Καὶ γὰρ ἄτοπον τὸν θεὸν μὴ πάντα καταλαμβάνειν, μὴ πᾶσι
τὴν ἑαυτοῦ ἀγαθότητα ἐπιλάμπειν. Μέγιστον τοίνυν κακὸν
C
οὐδέν. Εἰ μέγιστον κακὸν οὐδέν ἐστιν ἐν ἀνθρώποις, πῶς διέ-
βαλες τοὺς Μανιχαίους ὡς κακῶς λέγουσιν ἃ λέγουσιν; Εἰ
μὲν γὰρ κακῶς λέγουσιν οἱ Μανιχαῖοι ἃ λέγουσιν, δῆλον ὅτι
κακόν ἐστι τὸ λεγόμενον παρ' αὐτῶν· πᾶς γὰρ ὁ λέγων κακῶς
τὸ κακὸν λέγει κακῶς· τὸ δὲ κατὰ τοὺς Μανιχαίους κακὸν
τοιοῦτόν ἐστιν, οὗ μεῖζον οὐκ ἔστιν. Ἀλλ' εἰ ἀληθὲς τοῦτο,
ἀληθῶς ἄρα ἐστὶ μέγα κακὸν ἐν ἀνθρώποις, εἰ καὶ μὴ κατ'
οὐσίαν, ἀλλ' ἐν ὑποθέσει καὶ δόγματι.
Καὶ γάρ, φησίν, ἡ ἄγνοια πολλάκις ἐπ' ἀγαθῷ δίδοται
D
τοῖς ἀνθρώποις· ὁρῶμεν γοῦν ἐπὶ πολλῶν ὡς πολλάκις συμ-
βαίνει μᾶλλον καταφρονεῖν τῶν γινωσκομένων ἤπερ τῶν ἀγνο-
ουμένων. Ἄλλως τε καὶ τὸ ἀγνοεῖν τὸν ὄντως ὄντα θεὸν οὐκ
ἔκ τινος ἄλλου ἀλλ' ἐκ τῆς οἰκείας λήθης ἡ ψυχὴ πάσχει. Πα-
ραγίνεται δὲ καὶ ταῖς ἐνταῦθα ψυχαῖς γνῶσις τοῦ θεοῦ· ὥσπερ
οὖν ὁρῶμεν καὶ ἐνταῦθα ἀνθρώπους γινώσκοντας τὸν θεόν.
Εἰ δέ τις ἐθέλοι τὸ ἀληθὲς λέγειν, οὐδέ ἐστιν ὅλως ἄγνοια περὶ
E
τοῦ θεοῦ· πάντες γὰρ ὅτι ἔστι θεὸς ὁμολογοῦσι κοινῇ ἐννοίᾳ.
Ὅτι δὲ καὶ ἐνταῦθα ὄντες δύνανται οἱ ἄνθρωποι γινώσκειν
τὸν θεόν, καὶ ἡ τῶν ὀρθοδόξων πίστις σαφῶς δηλοῖ, λέγουσα
τὸν θεὸν αὐτὸν κατεληλυθέναι καὶ ἐγνῶσθαι τοῖς ἀνθρώποις.
Εἶπεν ὅτι ἐπ' ἀγαθῷ δέδοται πολλάκις τοῖς ἀνθρώποις ἡ
ἄγνοια. Ἀλλ' εἰ μὲν τὴν τοῦ θεοῦ λέγει ἄγνοιαν, περὶ ἧς
164
A
ἐστιν ἡμῖν ὁ λόγος, προδήλως ἄτοπον τὸ τὴν ἄγνοιαν τοῦ θεοῦ
λέγειν ἐπ' ἀγαθῷ δίδοσθαι τοῖς ἀγνοοῦσι· τούτῳ γὰρ τῷ λόγῳ
ἔσονται πᾶσαι αἱ θρησκεῖαι αἱ ἀγνοοῦσαι τὸν θεὸν ἐπ' ἀγαθῷ
ἑαυτῶν ἀγνοοῦσαι τὸν θεόν, ἡ δὲ τὸν θεὸν γινώσκουσα θρη-
σκεία οὐκ ἐπ' ἀγαθῷ ἑαυτῆς. Εἰ δὲ ἑτέραν λέγει ἄγνοιαν,
περὶ ἧς προέκειτο ἡμῖν λέγειν, ἄκαιρος ἡ παράθεσις ἀντὶ τῆς
ζητουμένης ἀγνοίας τὴν μὴ ζητουμένην ἔχουσα. Εἶπεν ὅτι ἐκ
B
τῆς οἰκείας λήθης πάσχει ἡ ψυχὴ τὸ ἀγνοεῖν τὸν θεόν. Εἶπεν
ὅτι καὶ ἐνταῦθα παραγίνεται ταῖς ψυχαῖς γνῶσις θεοῦ· εἶπεν
ὅτι καὶ ἐνταῦθα ὁρῶμεν γινώσκοντας τὸν θεόν. Εἶπεν ὅτι
οὐδ' ὅλως ἐστὶν ἄγνοια περὶ θεοῦ· πάντες γὰρ ὅτι ἔστι
θεὸς ὁμολογοῦσι κοινῇ ἐννοίᾳ. Εἶπεν ὅτι καὶ ἐνταῦθα δύναν-
ται οἱ ἄνθρωποι γινώσκειν τὸν θεόν· καὶ τούτου εἰς ἀπόδειξιν
παρέθετο τὴν πίστιν τῶν ὀρθοδόξων, λέγουσαν αὐτὸν τὸν θεὸν
κατεληλυθέναι καὶ ἐγνῶσθαι τοῖς ἀνθρώποις. Ἀλλ' εἰ μὲν
C
ἀληθὲς ὅτι τῇ οἰκείᾳ λήθῃ πάσχει ἡ ψυχὴ τὸ ἀγνοεῖν τὸν θεόν,
δῆλον ὅτι ψευδὲς τὸ Οὐδέ ἐστιν ὅλως ἄγνοια περὶ θεοῦ· πάντες
γὰρ ὅτι ἔστι θεὸς ὁμολογοῦσι κοινῇ ἐννοίᾳ. Τίς δὲ ἦν χρεία
τοῦ παραγενέσθαι ταῖς ἐνταῦθα ψυχαῖς γνῶσιν τοῦ θεοῦ, πάν-
των γινωσκόντων τὸν θεὸν καὶ ὁμολογούντων κοινῇ ἐννοίᾳ; Τὸ
δὲ Καὶ ἐνταῦθα ὁρῶμεν ἀνθρώπους γινώσκοντας τὸν θεόν,
περὶ τίνων λέγει ἀνθρώπων; Εἰ μὲν περὶ τῶν ἐγνωκότων τὸν
D
θεὸν κατελθόντα καὶ γνωρισθέντα αὐτοῖς κατὰ τὴν πίστιν τῶν
ὀρθοδόξων, ἀληθὴς ὁ λόγος· ὁρῶμεν γὰρ αὐτούς. Πῶς δὲ ὁ
τῇ τοῦ θεοῦ πρὸς ἀνθρώπους παρουσίᾳ ἀποδείξει χρησάμενος
τοῦ δυνατὸν εἶναι τοῖς ἀνθρώποις καὶ ἐνταῦθα γνῶναι θεὸν
αὐτὸς ἀπιστεῖ τοῖς παρ' αὐτοῦ ῥηθεῖσι περὶ τῆς τοῦ κόσμου
ἀνακτίσεως; Ἡ γὰρ ἄπιστος ἀπόδειξις πιστὸν οὐ δείκνυσι
τὸ εἰς δεῖξιν προκείμενον. Εἰ δὲ μὴ τοὺς ἐκ διδασκαλίας τοῦ
κατελθόντος θεοῦ ἀνθρώπους λέγει ἐνταῦθα ἐγνωκότας τὸν
θεόν, ψευδὴς ὁ λόγος ὁ λέγων· Ὁρῶμεν ἀνθρώπους ἐνταῦθα
E
ἐγνωκότας τὸν θεόν. Ἐγὼ γὰρ τούτους οὐχ ὁρῶ. Καὶ εἰ οὐκ
ἦν ὅλως ἄγνοια περὶ θεοῦ· πάντες γὰρ ὁμολογοῦσι κοινῇ
ἐννοίᾳ· ποία γνῶσις τοῦ θεοῦ ἐνταῦθα παραγέγονε τοῖς ἀν-
θρώποις, εἰ μὴ ἡ εἰδικὴ γνῶσις, καθ' ἣν πᾶσαι αἱ οὖσαι ἐπὶ
γῆς θρησκεῖαι τῆς μὲν τὸν ἀληθῆ λόγον πρεσβευούσης θρη-
σκείας ἁπλῶς τῷ ψεύδει, ἀλλήλων δὲ ταῖς διαφοραῖς τοῦ ψεύ-
165
A
δους διαφέρουσιν; Ἀλλ' εἰ τοῦτο οὕτως ἔχει, οὐκ ἄρα κατὰ
τὸν λόγον τοῦ ἀποκριναμένου παραγίνεται ταῖς ἐνταῦθα ψυχαῖς
γνῶσις θεοῦ, ἀλλὰ μᾶλλον ἡ ἄγνοια, εἴγε μὴ τῇ καθόλου γνώσει
τοῦ θεοῦ οὔσῃ ἐν αὐταῖς ἀλλήλων διαφέρουσιν αἱ θρησκεῖαι,
τῇ εἰδικῇ δὲ μᾶλλον τῇ ἐνταῦθα παραγενομένῃ αὐταῖς.
Εἰ τοίνυν δυνατὸν καὶ ἐνταῦθα τοὺς ἀνθρώπους ὄντας
γινώσκειν τὸν θεόν, οὐδὲν αὐτοῖς μέγιστον κακὸν συμβαίνει ἐκ
B
τοῦ ἐνταῦθα εἶναι. Τοῖς ἀγνοοῦσι γάρ, καθὼς εἴρηται, ἐκ
τῆς οἰκείας ἀπίστου φύσεως τὸ ἀγνοεῖν τὸν θεὸν συμβαίνει.
Δύο φωνὰς ἀλλήλων ἀναιρετικὰς συμπλέξας ὁ ἀποκρινά-
μενος ἔθηκεν ἐν τῇ ἑαυτοῦ ἀποκρίσει τὸ Εἰ δυνατὸν τοὺς ἀν-
θρώπους ἐνταῦθα ὄντας γινώσκειν τὸν θεόν, οὐδὲν αὐτοῖς μέ-
γιστον συμβαίνει κακόν· καὶ τὸ Τοῖς ἀγνοοῦσιν ἐκ τῆς οἰκείας
ἀπίστου φύσεως συμβαίνει τὸ ἀγνοεῖν τὸν θεόν. Καὶ τὸ μέ-
γιστον κακόν, ὃ ἐξέβαλε διὰ τῆς πρώτης φωνῆς, τοῦτο διὰ τῆς
C
δευτέρας εἰσήγαγε φωνῆς· εἰ μέγιστόν ἐστι κακὸν τὸ κατὰ
διπλῆν ἀσεβείαν ἀσεβεῖν εἰς τὸν ὄντως ὄντα θεόν, αὐτὸν μὲν
ἀποστερεῖν τῆς κατ' οὐσίαν δόξης, τοὺς δὲ οὐκ ὄντας θεοὺς
τῇ ἐκείνου δόξῃ ψευδῶς τιμᾶν· ὅπερ ὑπερβολὴν οὐδὲ μιᾶς
ἀπολέλοιπε κακίας. Τὸ δέ, διὰ τὸ δυνατὸν εἶναι ἀνθρώποις
ἐνταῦθα οὖσι γινώσκειν τὸν θεόν, μηδὲν αὐτοῖς μέγιστον συμ-
βαίνειν κακόν, τοῦτο οὐκ ἔστι τοῦ μεγίστου κακοῦ ἀναίρεσις
ἀλλ' ἐπίτασις, ὅτι καὶ ἐν τῷ δυνατῷ ἀδυνατοῦσιν οἱ ἄνθρω-
D
ποι ἐκ τῆς οἰκείας ἑκουσίου ἀπιστίας, καί, δυνάμενοι κατὰ
ἁπλῆν εὐσέβειαν σωστικὴν ἀνθρώπων εὐσεβεῖν, προτιμῶσι
ταύτης τὴν διπλῆν ἀσέβειαν· ἣν μὴ λέγειν μέγιστον κακὸν τῶν
ἀτοπωτάτων ἐστίν.
Εἰ δέ τις καὶ συγχωρήσει, ὅπερ ἄτοπον, μέγιστον εἶναι
κακὸν τὰ ἐνταῦθα, καὶ κάλλιον ὑπάρχειν τὸ μὴ εἶναι τὰ τῇδε
τοῦ εἶναι, εἰ μὲν λέγει κακὰ πεποιηκέναι τὰ τῇδε τὸν δη-
μιουργὸν δι' ἀσθένειαν, ἀνοηταίνει, τὴν τοῦ θεοῦ δύναμιν
E
φάσκων μὴ καταλαμβάνειν πάντα. Εἰ δέ, δυνάμενος ποιῆσαι
καλὰ τὰ τῇδε, συνεχώρησεν ἑτέροις κακὰ ποιεῖν, καὶ τοῦτό
ἐστι κατηγόρημα τοῦ θεοῦ· ὁ γὰρ δυνάμενος μὲν παῦσαι, πε-
ριορῶν δέ, ἀληθέστερον αὐτὸς δρᾷ. Εἰ κατὰ τὰ ἐν τοῖς ἀνω-
τέρω εἰρημένα συμβαίνει τοῖς ἀγνοοῦσι τὸν θεὸν τὸ ἀγνοεῖν
τὸν θεὸν ἐκ τῆς οἰκείας ἀπίστου φύσεως, ὅπερ ἐστὶ μέγιστον
166
A
ὁμολογούμενον κακόν, πῶς νῦν τοῦτο κατὰ τὴν ἄτοπον συγχωρεῖ
συγχώρησιν ὁ ἀποκρινάμενος; Ἀλλ' εἰ μὴ τοῦτο ἀλλ' ἕτερον
μέγιστον κακὸν κατὰ τὴν ἄτοπον συγχωρεῖ συγχώρησιν, ἀλλ'
οὐ καθ' ἡμᾶς ἐστιν ἐκεῖνο τὸ μέγιστον κακὸν ἀλλὰ κατὰ τοὺς
Μανιχαίους. Καθ' ἡμᾶς γὰρ καλὰ τὰ τῇδε πάντα, ὡς τὸν
μέγιστον τῶν ἀγαθῶν ἔχοντα δημιουργόν, καὶ μέγιστον κακὸν
κατ' οὐσίαν οὐδέν ἐστιν ἐν αὐτοῖς, οὔτε κατὰ τὴν ἐνέργειαν
τοῦ κατ' οὐσίαν, ἀλλὰ κατὰ τὴν ἑκούσιον προαίρεσιν τῶν ἀν-
θρώπων, τὸ ψεῦδος προτιμῶσαν τῆς ἀληθείας κατὰ τὴν προ-
B
ειρημένην διπλῆν ἀσέβειαν. Ἣν διορθούμενος ὁ τοῦ κόσμου
δημιουργὸς καὶ θεὸς ἔταξε τὴν ἡμέραν, καθ' ἣν πάντων
τῶν ἐν τῷ κόσμῳ ἐξ ἀπιστίας τε καὶ ἀπειθείας τοῦ θεοῦ κα-
κῶν ποιεῖ τὴν ἀναίρεσιν κατὰ τὴν πίστιν τῶν ὀρθοδόξων, τῶν
ἐνταῦθα ἐπεγνωκότων τὸν θεὸν καὶ κατὰ τὴν μαρτυρίαν τοῦ
ἀποκριναμένου. Οὐκ ἐχρῆν οὖν τὸν ἀποκρινάμενον, πρὸς τὸ
καθ' ἡμᾶς μέγιστον κακὸν ἔχοντα τὸν λόγον, πρὸς τὸ κατὰ
C
τοὺς Μανιχαίους μέγιστον κακὸν ἀποτείνεσθαι· ἀγνοίας γὰρ
τοῦτο σημεῖον καὶ ἀπορίας ἐλέγχου, καθὰ εἴρηται. Συγχωρεῖ
δὲ ἡμᾶς πράττειν ἃ ἑκουσίως αἱρούμεθα κακά, οὐ διὰ τὴν
ἀσθένειαν τῆς αὐτοῦ δυνάμεως, ἀλλ' ἵνα τὸ ἡμῶν αὐθαίρετον
καὶ τὸ αὐτοῦ μακρόθυμον δειχθῇ, ὧν χωρὶς οὔτε ἡμεῖς ἄν-
θρωποι οὔτε αὐτὸς ἀγαθὸς ἐνεδέχετο εἶναι ἐπὶ τῆς παρούσης
καταστάσεως.
Εἰ δὲ αὐτός ἐστιν ὁ θεὸς ὁ ποιήσας τὰ τῇδε, δῆλον ὅτι
D
τοῦ αὐτοῦ θεοῦ μένοντος καὶ ἐς ὕστερον καὶ ἀεὶ ταὐτὰ ἔσται.
Ἃ γὰρ πάλαι ἠδύνατο καὶ νῦν δύναται. Εἰ δὲ νῦν πλέον τι
δύναται παρὰ τὸ πρὸ τοῦ, ἔγχρονος αὐτοῦ ἔσται ἡ τοιαύτη
δύναμις, ὅπερ ἄτοπον· τὸ γὰρ ἔγχρονον φθαρτόν. Ἐφ' ὧν
λέγεται τὸ ποιήσας, ἐπὶ τούτων λέγεται καὶ τὸ πεποίηκε καὶ
τὸ ποιήσει, καὶ ὡς ἰσοδυναμούντων ἀλλήλοις ἐστὶν αὐτῶν ἡ
μετάληψις ἀκώλυτος· προηγεῖται δὲ τὸ ποιήσας τοῦ ποιήσει
φυσικῇ ἀνάγκῃ, ἅτινά ἐστι σημαντικὰ τῶν δύο ἄκρων τοῦ χρό-
E
νου. Τὸν δὲ ἔχοντα τὰ δύο ἄκρα τοῦ χρόνου, τουτέστι τὸ
παρεληλυθὸς καὶ τὸ μέλλον, ἀνάγκη ἔχειν καὶ τὸ μεταξὺ τῶν
ἄκρων τοῦ χρόνου, τουτέστι τὸ ἐνεστώς. Καὶ ἐπειδὴ χρονικὴν
ἔχει ἔμφασιν τὸ ποιήσας, ἐξ ἀνάγκης καὶ ὁ θεός, ποιήσας τὰ
167
A
τῇδε κατὰ τὴν φωνὴν τοῦ ἀποκριναμένου, ἐν χρόνῳ αὐτὰ πε-
ποίηκεν. Ἀλλὰ ποιήσας ὁ θεὸς τὰ τῇδε τὰ ἄφθαρτα καὶ τὰ
φθαρτὰ ἐποίησε· μέρη γὰρ ταῦτα τῶν τῇδε. Διὸ δῆλον ὅτι
εὐλόγως μὲν ἔθηκεν ὁ ἀποκρινάμενος ἐπὶ τοῦ θεοῦ τὸ ποιήσας,
ἀλόγως δὲ τῷ ἐγχρόνῳ τὰ φθαρτὰ τῶν ἀφθάρτων διέστειλε,
τῶν τῇ τοῦ ποιήσας φωνῇ ἀλλήλων μὴ διαστελλομένων, εἴγε
ἐποίησε τὰ φθαρτὰ καὶ τὰ ἄφθαρτα. Εἰ τοίνυν ὁ λέγων περὶ
B
τοῦ θεοῦ τὸ ποιήσει τὴν ἀνάκτισιν κατὰ πρόσληψιν λέγει τῆς
ἐγχρόνου δυνάμεως, ἔσται ἄρα καὶ ὁ λέγων περὶ αὐτοῦ τὸ ποιή-
σας κατὰ πρόσληψιν λέγων τῆς ἐγχρόνου δυνάμεως, εἴγε ἡγεῖται
πανταχοῦ τὸ ποιήσας τοῦ ποιήσει· εἰ δὲ ποιήσας οὐ κατὰ πρόσ-
ληψιν ἐποίησε τῆς ἐγχρόνου δυνάμεως, οὐδ' ἄρα ποιήσει κατὰ
πρόσληψιν τῆς ἐγχρόνου δυνάμεως.
Εἰ δέ, δυνάμενος καὶ πάλαι κωλῦσαι τοῦτο τὸ μέγιστον
κακόν, οὐκ ἐκώλυσε, φθονερὸς ἂν εἴη· ὅπερ ἀσεβὲς καὶ φαν-
C
τάζεσθαι. Δεῖ οὖν τὸν αὐτὸν ἐπὶ τῶν αὐτῶν μένοντα τὰ αὐτὰ
ποιεῖν. Ὅτι ἕνεκεν ἀγνοίας θεοῦ πολυτρόπως ἀσεβοῦσιν οἱ
ἄνθρωποι, εἰ τὸν ὄντως ὄντα θεὸν ἀγνοοῦσιν, ἐν τοῖς ἀνωτέρω
ἐδείξαμεν. Ἢ γὰρ ἀθετοῦσι τὸν θεόν, ἀποστεροῦντες αὐτὸν
τῆς ἰδίας δόξης, καὶ τοὺς οὐκ ὄντας θεοὺς τοῖς ἐκείνου ὀνό-
μασι καὶ πράγμασι ψευδῶς τιμῶσιν, ἢ τὴν δημιουργίαν τε καὶ
πρόνοιαν τοῦ κόσμου ὑποτιθέασιν εἶναι μαχομένων ἀλλήλοις
D
δημιουργῶν, ἢ τῷ τοῦ ἀγενήτου ὀνόματι, μόνῳ πρέποντι τῷ
δημιουργῷ τοῦ κόσμου θεῷ, ὀνομάζουσι τὰ μέρη τοῦ κόσμου,
καὶ χωρὶς τοῦ δημιουργεῖν προσριπτοῦσι τῷ θεῷ τὸ ὄνομα
τοῦ δημιουργοῦ, ἵνα παραλείψω τὰ ἄλλα ἐν ἀνθρώποις εἴδη
τῶν μεγίστων κακῶν, τὰ ἴσην ἢ καὶ μείζονα ἔχοντα ἀσέβειαν
τῆς ἀσεβείας τῶν φθονερὸν τὸν θεὸν φανταζομένων. Ἀλλ'
εἰ ταῦτα μὲν καὶ τὰ τοιαῦτά ἐστιν ἐν ἀνθρώποις μέγιστα
κακά, τὴν δὲ ὑπὸ Χριστιανῶν κηρυττομένην ἀνάκτισιν, ἐν ᾗ
γίνεται πάντων τῶν ἐν ἀνθρώποις κατὰ τὴν ψυχὴν καὶ κατὰ
E
τὸ σῶμα κακῶν ἡ ἀναίρεσις, ὁ ἀποκρινάμενος ἀπιστεῖ, πῶς
οὐκ ἔστι κατ' αὐτὸν ὁ θεὸς φθονερός, ὅς, δυνάμενος κωλῦσαι
τὰ ἐν ἀνθρώποις μέγιστα κακά, οὐ κωλύει, ἀλλ' ἐπὶ τῶν αὐ-
τῶν μένων ἀεὶ ποιεῖ τοὺς εἰς αὐτόν τε καὶ εἰς ἀλλήλους ἀσε-
βοῦντας; Τίνος δὲ ἕνεκεν ἀπιστεῖ ὁ ἀποκρινάμενος τοῦ κόσμου
τὴν ἀνάκτισιν; Διὰ τὴν ἀδυναμίαν τοῦ ποιοῦντος, ἢ διὰ τὸ
168
A
ἀπρεπὲς τοῦ ἔργου; Ἀλλ' εἰ μὲν διὰ τὴν ἀδυναμίαν τοῦ ποι-
οῦντος, ἔσται ὁ θεὸς οὐδὲ ποιητής. Ὧν γὰρ τῆς μεταποιή-
σεως ὁ θεὸς οὐκ ἔχει τὴν δύναμιν, τούτων οὐδὲ τῆς ποιήσεως
ἔχει· ἑπόμενα γάρ ἐστι ταῦτα ἀλλήλοις, τιθέμενα ἢ ἀναιρού-
μενα. Εἰ δὲ διὰ τὸ ἀπρεπὲς τοῦ ἔργου, ἔσται ἄρα τὸ κρεῖττον
ἔργον μὴ πρέπον αὐτῷ· ὅπερ ἄτοπον, τὸ λέγειν φθαρτοὺς
B
μὲν ἀνθρώπους πρέπειν αὐτῷ ποιεῖν, ἀφθάρτους δὲ μὴ πρέ-
πειν αὐτῷ ποιεῖν.
{Δευτέρα ἐρώτησις χριστιανικὴ πρὸς τοὺς Ἕλληνας.}
Εἰ ἀδύνατον εἶναι θεὸν τὸν μηδὲν πεποιηκότα, πῶς ἔστι
θεός, εἰ ὁ κόσμος ἀγένητος, καθά τισι δοκεῖ;
{Ἀπόκρισις ἑλληνικὴ πρὸς τοὺς Χριστιανούς.}
C
Τὸ λέγειν ἀδύνατον εἶναι θεὸν τὸν μηδὲν πεποιηκότα ἄτο-
πόν ἐστι. Πάλιν γὰρ κἀνταῦθα ὁ αὐτὸς ἐφαρμόζει λόγος,
ὡς οὐδὲν ἔγχρονόν ἐστι παρὰ τῷ θεῷ. Εἰ δὲ μηδὲν ἔγχρονόν
ἐστι παρὰ τῷ θεῷ, δῆλον ὡς οὔτε τὸ παρεληλυθὸς τοῦ χρό-
νου ἁρμόζει ἐπιφέρειν τῷ θεῷ. Εἰ δὲ τοῦτο μὴ ἁρμόζει, καὶ
τὸ πεποιηκέναι τὸν θεὸν τὸ ὁτιοῦν οὐχ ἁρμόττει λέγειν. Τί
D
οὖν; Φαίης ἀνενέργητον τὸν θεὸν ἡμᾶς λέγοντας ἁμαρτάνειν;
Ἀλλ' οὐ τοῦτό φαμεν, ἀλλ' ὅτι οὐ πεποίηκε μὲν ὁ θεὸς οὔτε
ποιεῖ οὔτε ποιήσει ἐν χρόνῳ· οὐδὲν γὰρ μᾶλλον πεποίηκεν ἢ
ποιεῖ, οὐδ' αὖ ποιεῖ ἢ ποιήσει· ἀλλὰ τό τε παρελθὸν παρὰ
τῷ θεῷ ἐν τῷ ἐνεστῶτι καὶ τὸ μέλλον ἐν τῷ ἤδη γεγονέναι, ὡς
οὐδὲν μὲν ῥευστὸν ἔχοντος τοῦ θεοῦ, ἀεὶ δὲ τὰ αὐτὰ ποιοῦντος
διὰ τὴν τελείαν αὐτοῦ καὶ ἀμετάβλητον δύναμίν τε καὶ ἐνέρ-
E
γειαν. Ποιεῖ τοίνυν τὸν κόσμον ἐν αὐτῷ τούτῳ ὅπερ ἐστί,
τὴν κίνησιν αὐτῷ ἄπαυστον παρέχων, τῷ ἐλλάμπειν αὐτὸν δι'
αἰῶνος. Ὥστε πεποίηκε μὲν οὐδὲν οὔτε ποιήσει. Ποιεῖ δὲ
ἀεὶ ὁ αὐτὸς τὸ αὐτό, μὴ ἔχων ἀρχὴν τῆς ποιήσεως, ἵνα μὴ καὶ
τέλος· ὡς, εἴγε ἀρχὴν ἔχουσι καὶ τελευτὴν αἱ ἐνέργειαι αὐτοῦ,
φθαρτὸς ἔσται ὁ θεὸς τῇ ἐνεργείᾳ· ὅπερ ἄτοπον. Ἔσται γὰρ
καὶ ἡ δύναμις αὐτοῦ μεταβλητή, ὡς ἄλλοτε ἄλλαις κεχρημένη
169
A
ἐνεργείαις· καὶ ἡ οὐσία σαλευθήσεται, ἄλλοτε ἄλλας γεννῶσα
δυνάμεις καὶ μὴ μένουσα ἐν ταῖς αὐταῖς. Ὥστε, εἰ ταῦτα διὰ
πάντων, δῆλον ὡς ὁ θεὸς ἔσται μεταβλητὸς οὐσίᾳ, δυνάμει
καὶ ἐνεργείᾳ· ὅπερ ἄτοπον. Ὁ αὐτὸς τοίνυν μένων οὐδὲν ἔχει
ἔγχρονον. Ποιεῖ τοίνυν τὸν κόσμον, τάττων αὐτὸν ἀεί, καὶ ὁ
κόσμος τῷ μὲν ἀεὶ φρουρεῖσθαι γίνεται, τῷ δὲ ἀεὶ εἶναι ὁ
αὐτὸς ἀγένητος ὑπάρχει.
B
{Ἔλεγχος τῆς ἀποκρίσεως οὐκ ὀρθῶς γεγενημένης.}
Τὸ λέγειν ἀδύνατον εἶναι θεὸν τὸν μηδὲν πεποιηκότα
ἄτοπόν ἐστι. Πάλιν γὰρ κἀνταῦθα ὁ αὐτὸς ἐφαρμόζει λόγος,
ὡς οὐδὲν ἔγχρονόν ἐστι παρὰ τῷ θεῷ. Εἰ διὰ τὸ Μηδὲν ἔγ-
χρονόν ἐστι παρὰ τῷ θεῷ ἄτοπόν ἐστι τὸ λέγειν περὶ αὐτοῦ
τὸ πεποίηκε, τῆς αὐτῆς ἐστιν ἀτοπίας καὶ τὸ ποιεῖν, ἔγχρονον
ὡς τὸ πεποίηκε. Πῶς οὖν ἀνάρμοστον μὲν λέγει ὁ ἀποκρι-
C
νάμενος τῷ θεῷ τὸ πεποίηκεν, εὐάρμοστον δὲ τὸ ποιεῖ; Καὶ
εἰ μὲν τὸ ποιήσας ἴσον δύναται τῷ ποιεῖ, ὡσαύτως δὲ καὶ τὸ
ποιεῖ τῷ ποιήσει, τῶν δὲ ἰσοδυναμούντων ἀκώλυτος ἡ μετά-
ληψις, πῶς ἐν μὲν τῇ πρώτῃ ἀποκρίσει ἔθηκεν ὁ ἀποκρινά-
μενος ἐπὶ τοῦ θεοῦ τὸ ποιήσας καὶ τὸ ποιεῖ, νῦν δὲ ἀναιρεῖ
ἀπ' αὐτοῦ ἀμφότερα; Καὶ τὸ μὲν ποιήσας οὕτως ἔθηκεν ἐπὶ
τοῦ θεοῦ· Ὁ αὐτός ἐστι, φησίν, ὁ θεὸς ὁ ποιήσας τὰ τῇδε·
τὸ δὲ ποιεῖν οὕτως ἔθηκε· Δεῖ οὖν, φησί, τὸν αὐτὸν ἐπὶ τῶν
D
αὐτῶν μένοντα τὰ αὐτὰ ποιεῖν. Ἀναιρῶν δὲ ἐν τῇ δευτέρᾳ
ἀποκρίσει τὰ κείμενα ἐν τῇ πρώτῃ ἀποκρίσει οὕτως φησίν·
Ἄτοπον τὸ λέγειν ἀδύνατον εἶναι θεὸν τὸν μηδὲν πεποιη-
κότα. Καὶ πάλιν· Οὔτε πεποίηκεν ὁ θεὸς οὔτε ποιεῖ οὔτε
ποιήσει ἐν χρόνῳ. Ἀλλ' ἴσως τὸ αὐτὸς ἑαυτῷ ἀντιλέγειν κατὰ
τὴν οἰκείαν λήθην ὑπέμεινε, καθ' ἥν, ὡς εἶπε, συμβαίνει
τοῖς ἀνθρώποις τὸ ἀγνοεῖν. Ἐξετάσωμεν δὲ ἡμεῖς τὰ τού-
των ἑξῆς.
Οὐδέν, φησίν, ἔγχρονόν ἐστι παρὰ τῷ θεῷ· δῆλον ὡς
οὔτε τὸ παρεληλυθὸς τοῦ χρόνου ἁρμόζει ἐπιφέρειν τῷ θεῷ.
E
Εἰ δὲ τοῦτο μὴ ἁρμόζει, καὶ τὸ πεποιηκέναι τὸν θεὸν τὸ ὁτι-
οῦν οὐχ ἁρμόττει λέγειν. Ἐν τούτοις τὸ ἄτοπον ὑποθέμενος ὁ
ἀποκρινάμενος. ὡς οὐδὲν ἔγχρονον παρὰ τῷ θεῷ, τὰ τῷ
ἀτόπῳ ἐξ ἀνάγκης ἑπόμενα ὡς εὔλογα ἐπιφέρει, τὸ Εἰ μηδὲν
ἔγχρονον παρὰ τῷ θεῷ, δῆλον ὡς οὔτε τὸ παρεληλυθὸς τοῦ
χρόνου ἁρμόζει ἐπιφέρειν τῷ θεῷ. Εἰ δὲ τοῦτο μὴ ἁρμόζει,
καὶ τὸ πεποιηκέναι τὸν θεὸν τὸ ὁτιοῦν οὐχ ἁρμόζει λέγειν.
170
A
Ὅτι δὲ ἀτόπως ὑπέθηκε τὸ μηδὲν ἔγχρονον εἶναι παρὰ τῷ
θεῷ, οὗ πρὸς τὴν ἀπόδειξιν τοῖς ἑξῆς ἐπαγομένοις ἐχρήσατο,
ἐλέγχει αὐτὸς ἑαυτὸν ὁ ἀποκρινάμενος ἐν οἷς ἔφασκεν ἐν τῇ
πρώτῃ ἀποκρίσει· Εἰ δὲ αὐτός, φησίν, ὁ θεὸς ὁ ποιήσας τὰ
τῇδε, δῆλον ὅτι τοῦ αὐτοῦ θεοῦ μένοντος καὶ ἐς ὕστερον καὶ
ἀεὶ τὰ αὐτὰ ἔσται. Ἃ γὰρ πάλαι ἠδύνατο καὶ νῦν δύναται.
Εἰ τοίνυν μηδὲν ἔγχρονόν ἐστι παρὰ τῷ θεῷ, δῆλον ὅτι οὔτε
τὸ ποιήσας οὔτε τὸ ποιεῖ οὔτε τὸ πρότερον καὶ ὕστερον οὔτε
B
τὸ πάλαι καὶ τὸ νῦν οὔτε τὸ ἠδύνατο καὶ δύναται. Τὸ γὰρ
ποιήσας καὶ τὸ πρότερον καὶ τὸ πάλαι καὶ τὸ ἠδύνατο τοῦ
παρεληλυθότος χρόνου ἐστὶ δηλωτικά, καὶ τὸ ποιεῖ καὶ τὸ
ὕστερον καὶ τὸ νῦν καὶ τὸ δύναται τοῦ ἐνεστῶτος καὶ τοῦ μέλ-
λοντος χρόνου ἐστὶ σημαντικά. Εἰ δὲ ταῦτα κείμενα ἐπὶ τοῦ
θεοῦ σημαντικά τε καὶ θετικὰ γίνονται τοῦ πάντα τὰ ποιήματα
τοῦ θεοῦ ἔγχρονα εἶναι παρ' αὐτῷ, δῆλον ὅτι ἀτόπως ὑπέθηκε
τὸ μηδὲν ἔγχρονον εἶναι παρ' αὐτῷ. Τούτου δὲ ὡς ἀτόπως
ὑποτεθέντος ἀναιρουμένου, συναναιρεῖται ἐξ ἀνάγκης καὶ τὸ
C
μὴ ἁρμόττειν τῷ θεῷ τὸ πεποίηκε. Καὶ τούτου γὰρ ἀναιρε-
θέντος, ἐξ ἀνάγκης τίθεται τὸ τούτου ἐναντίον, τουτέστι τὸ
ἁρμόζειν τῷ θεῷ τὸ πεποίηκεν. Ἐπὶ παντὸς γὰρ χρὴ ἢ τὴν
φάσιν εἶναι ἀληθῆ ἢ τὴν ἀπόφασιν. Κειμένου δὲ τοῦ ἁρμότ-
τειν τῷ θεῷ τὸ πεποίηκεν, ἀδύνατον λέγειν θεὸν τὸν μηδὲν
πεποιηκότα· τοῦτο γάρ ἐστιν ἐκείνῳ ἑπόμενον.
Τί οὖν; Φαίης ἀνενέργητον ἡμᾶς τὸν θεὸν λέγοντας
ἁμαρτάνειν; Ἀλλ' οὐ τοῦτό φαμεν, ἀλλ' ὅτι οὐ πεποίηκε μὲν
ὁ θεὸς οὐδὲν οὔτε ποιεῖ οὔτε ποιήσει ἐν χρόνῳ· οὐδὲν γὰρ
μᾶλλον πεποίηκεν ἢ ποιεῖ, οὐδ' αὖ ποιεῖ ἢ ποιήσει· ἀλλὰ τό
D
τε παρελθὸν παρὰ τῷ θεῷ ἐν τῷ ἐνεστῶτι καὶ τὸ μέλλον ἐν
τῷ ἤδη γεγονέναι, ὡς οὐδὲν μὲν ῥευστὸν ἔχοντος τοῦ θεοῦ, ἀεὶ
δὲ τὰ αὐτὰ ποιοῦντος διὰ τὴν τελείαν αὐτοῦ καὶ ἀμετάβλητον
δύναμίν τε καὶ ἐνέργειαν. Ἀλλὰ τὸ φεύγειν μὲν τὴν ἁμαρτίαν
λέγουσαν τὸν θεὸν ἀνενέργητον, λέγειν δὲ περὶ αὐτοῦ τὸ οὔτε
πεποίηκεν οὔτε ποιεῖ οὔτε ποιήσει ἐν χρόνῳ, εἰς τὴν αὐτήν
ἐστιν ἁμαρτίαν ἐμπεσεῖν. Εἰ γὰρ ἠβουλήθης ἁμαρτανεῖν καὶ
E
λέγειν τὸν θεὸν ἀνενέργητον, τί πλέον εἶχες λέγειν ὧν νῦν εἴ-
ρηκας, μὴ βουλόμενος ἁμαρτάνειν καὶ λέγειν ἀνενέργητον τὸν
θεόν, τοῦ μήτε πεποιηκέναι τὸν θεὸν μήτε ποιεῖν μήτε ποιή-
σειν; Τῶν γὰρ ῥημάτων, τῶν χρονικὴν ἔμφασιν δηλούντων καὶ
ἐχόντων, ἐκ τῆς ἐνεργείας τοῦ θεοῦ ἀναιρουμένων εὑρεθήσεται
ὁ θεὸς ἀνενέργητος, διὸ οὔτε ποιητής.
171
A
Εἰ μηδὲν ἔγχρονόν ἐστι παρὰ τῷ θεῷ, δῆλον ὅτι οὔτε
τὸ παρεληλυθὸς τοῦ χρόνου ἐστὶ παρ' αὐτῷ οὔτε τὸ ἐνεστὼς
οὔτε τὸ μέλλον. Πῶς οὖν ὁ ἀποκρινάμενος, ἀναιρῶν ἀπὸ τοῦ
θεοῦ τὰ ἔγχρονα, τίθησιν ἐπὶ τοῦ θεοῦ τὰ ἔγχρονα καί φησιν·
Ἀλλὰ τό τε παρελθὸν παρὰ τῷ θεῷ ἐν τῷ ἐνεστῶτι καὶ τὸ
μέλλον ἐν τῷ ἤδη γεγονέναι; Τοῦτο δυεῖν τινων ἔχει τὴν ἔμ-
φασιν, ἢ τοῦτο μὴ ὂν παρὰ τῷ θεῷ ἐστιν ἐν τῷ μὴ ὄντι, ἢ
B
τοῦτο μὴ ὂν παρὰ τῷ θεῷ ἐστιν ἐν τῷ ὄντι. Ἀλλ' εἰ μὲν
τὸ πρῶτον, ἔστιν ἀδύνατον· τὸ γὰρ ἔν τινι εἶναι ἢ μὴ εἶναι
τοῦ ὄντος ἐστίν. Εἰ δὲ τὸ δεύτερον, ἔστι παρὰ τῷ θεῷ τὸ μὴ
ὂν ἐν τῷ ὄντι, τουτέστι τὸ παρεληλυθὸς τοῦ χρόνου ἐν τῷ
ἐνεστῶτι τοῦ χρόνου. Τούτου δὲ κειμένου, ἔλεγχος γίνεται τοῦ
μὴ ὀρθῶς εἰρῆσθαι τὸ οὐδὲν ἔγχρονον παρὰ τῷ θεῷ τὸ παρ-
εληλυθὸς ἐν τῷ ἐνεστῶτι καὶ τὸ μέλλον ἐν τῷ ἤδη γεγονέναι,
ἅτινά ἐστιν ἔγχρονα. Καὶ εἰ ἐνήλλαξε τὸν τρόπον τοῦ πῶς
ἐστι παρὰ τῷ θεῷ τὰ τοῦ χρόνου μέρη, ἀλλ' ὅμως δέδωκεν
C
εἶναι παρ' αὐτῷ τοῦ χρόνου τὸ παρεληλυθὸς καὶ τὸ ἐνεστὼς
καὶ τὸ μέλλον· καὶ εἰ μὴ μᾶλλον τὸ πεποίηκε τοῦ ποιεῖ,
οὐδ' αὖ τὸ ποιεῖ τοῦ ποιήσει. Ἐπεὶ τίς ἦν χρεία τῆς τοῦ
μᾶλλον ἀναιρέσεως ἀπὸ τῶν ποιήσεων τῶν κατὰ τὸ πεποίηκε
καὶ ποιεῖ καὶ ποιήσει ἀλλήλων διαφερουσῶν, τῶν ποιήσεων
οὐσῶν τῶν κατὰ τὸ μᾶλλον καὶ ἧττον μὴ διαφερουσῶν ἀλ-
λήλων; Οὐδὲ γὰρ ἀναίρεσίς ἐστι τοῦ πεποιηκέναι τὸ μὴ μᾶλλον
πεποίηκεν ἢ ποιεῖ, ἀλλὰ θέσις μᾶλλον τοῦ πεποίηκεν. Ἀλλὰ
D
προδήλως πάντα ὅσα ἀνεῖλεν ἀπὸ τοῦ θεοῦ τὰ ἔγχρονα ἐν τῷ
προοιμίῳ τῆς δευτέρας ἀποκρίσεως, ταῦτα αὐτῷ κατέλιπεν
ἐνταῦθα· Ὡς οὐδὲν ῥευστὸν ἔχοντος τοῦ θεοῦ, ἀεὶ δὲ τὰ αὐτὰ
ποιοῦντος διὰ τὴν τελείαν αὐτοῦ καὶ ἀμετάβλητον δύναμίν τε
καὶ ἐνέργειαν. Ὁ ἀναιρῶν τὰ ἔγχρονα οὐ τίθησι τὰ ἔγχρονα.
Πῶς οὖν, εἰ κατὰ τὸν ἀποκρινάμενον μηδὲν ἔγχρονον παρὰ τῷ
θεῷ, ποιεῖ τὰ αὐτὰ ὁ θεός; Τὸ γὰρ ποιεῖ ἀδύνατον νοηθῆναι
E
τοῦ ἐνεστῶτος χρόνου ἐκτός. Πῶς δὲ ἔχει τελείαν δύναμίν τε
καὶ ἐνέργειαν ὁ θεός, εἰ δὴ ἀπαύστως ποιεῖ τὰ αὐτά; Εἰ γὰρ
διὰ τοῦτο λέγεται ἡ κίνησις ἐνέργεια ἀτελής, διὰ τὸ ἀεὶ κινεῖ-
σθαι, ἧς εἰ κατὰ μίμησιν καὶ ὁ θεὸς ἐποίει, ἀτελὴς ἔσται ἡ
αὐτοῦ ἐνέργεια καὶ οὐ τελεία· ἡ γὰρ τελεία ἐνέργεια ἐν τῷ ἤδη
ἀποτελεσθέντι ἔργῳ θεωρεῖται καὶ οὐκ ἐν τῷ ἀτελέστῳ. Ἀλλ'
εἰ μὲν διὰ τὸ ἀτελὲς τῆς ἐνεργείας καὶ διὰ τὸ ἀτελέστατον τοῦ
172
A
λόγου λέγει τὸν θεὸν μηδὲν πεποιηκέναι ὁ ἀποκρινάμενος, οὐκ
ἀληθεύσει, λέγων τελείαν εἶναι τὴν ἐνέργειαν τοῦ θεοῦ, τὴν
μηδὲν οὔτε τῷ ὅλῳ οὔτε τῷ μέρει τελέσασαν. Εἰ δὲ τοῦ ἔργου
μὴ τελεσθέντος ἀδύνατον τελείαν εἶναι τὴν ἐνέργειαν τοῦ ποι-
οῦντος, δῆλον ὅτι οὐδὲ ὁ θεὸς ἔχει τελείαν ἐνέργειαν, ἀεὶ ποιῶν
τὸ ποιούμενον.
Ποιεῖ τοίνυν τὸν κόσμον ἐν αὐτῷ τούτῳ ὅπερ ἐστί,
τὴν κίνησιν αὐτῷ ἄπαυστον παρέχων, τῷ ἐλλάμπειν αὐτὸν δι'
αἰῶνος. Εἰ ἐν τῇ παροχῇ τῆς κινήσεως ποιεῖ τὸν κόσμον ὁ
B
θεός, δῆλον ὅτι ἔγχρονον ποιεῖ τὸν κόσμον· οὐ γὰρ ἄνευ χρό-
νου ἡ κίνησις ἡ τῷ κόσμῳ παρὰ τοῦ θεοῦ πρὸς τὴν αὐτοῦ κί-
νησιν παρεχομένη. Εἰ τοίνυν τὸ ποιεῖν τοῦ ἐνεστῶτός ἐστι
χρόνου καὶ ἡ κίνησις ἔγχρονός ἐστι, πῶς οὐκ ἔστι ψευδὲς τὸ
Οὐδὲν ἔγχρονόν ἐστι παρὰ τῷ θεῷ; Πῶς δὲ δυνατὸν κινεῖσθαι
τὸν κόσμον τὸν μήπω γεγονότα, ἀλλ' ἢ ἐν τῷ ποιεῖσθαι
ὄντα, τῷ τὸν μὲν θεὸν ποιεῖν ἀχρόνως, τὸν δὲ κόσμον ἐν τῷ
χρόνῳ ποιεῖσθαι; Ἀνάγκη γάρ, ὥσπερ ποιεῖ ὁ ποιῶν, οὕτως
C
ποιεῖσθαι τὸ ποιούμενον ἀχρόνως. Εἰ δὲ τῇ παροχῇ τῆς κι-
νήσεως ποιεῖ τὸν κόσμον ὁ θεός, καὶ οὐχ ἁρμόττει τὸ λέγεσθαι
περὶ αὐτοῦ τὸ πεποίηκε τὸν κόσμον, οὐδ' ἄρα τῷ κόσμῳ ἁρ-
μόττει τὸ κινηθῆναι. Εἰ ἕτερον μὲν τὸ κινούμενον, ἑτέρα δὲ
ἡ κίνησις, οἷον ἔστω τὸ μὲν κινούμενον ὁ ἥλιος, ἡ δὲ κίνησις
αὐτοῦ μετάστασις κατὰ φορὰν ἐκ τόπου εἰς τόπον, καὶ ἡ κί-
νησις οὐ παρέχει μὲν τῷ ἡλίῳ τὴν οὐσίαν, παρέχει δὲ αὐτῷ τὸ
κινεῖσθαι κατὰ φοράν, δῆλον ὅτι δύο ποιήσεις ἔχει ὁ ἥλιος,
D
μίαν μὲν τῆς οὐσίας, ἑτέραν δὲ τῆς κινήσεως· οἷόν ἐστιν ὁ
ἥλιος πίλημα, αἰθεροειδὴς τῇ οὐσίᾳ, λαμπρὸς τῷ εἴδει,
σφαιροειδὴς τῷ σχήματι, ὧν οὐδὲν διὰ κινήσεως ἔχει ὁ ἥλιος.
Ἀλλ' εἰ μηδὲν τούτων διὰ τῆς κινήσεως ἔχει ὁ ἥλιος, δῆλον ὅτι
οὐδὲ διὰ τῆς ποιήσεως τῆς παρὰ τοῦ θεοῦ. Εἰ δὲ τῇ παροχῇ
τῆς ἀπαύστου κινήσεως ποιεῖ τὸν ἥλιον ὁ θεός, τὸν ὄντα μέρος
τοῦ κόσμου, ὥσπερ ποιεῖ ὅλον τὸν κόσμον, καὶ δεῖ πρῶτον
E
εἶναι τὸ κινητὸν καὶ ὕστερον τὴν κίνησιν, ἢ ἄρα ἀποίητός ἐστιν
ὁ ἥλιος τῇ οὐσίᾳ, ἢ κατὰ ἄλλην ποίησιν ἐποίησεν αὐτοῦ τὴν
οὐσίαν καὶ κατὰ ἄλλην ποίησιν τὴν κίνησιν, καὶ ποιήσας μὲν
πρῶτον αὐτοῦ τὴν οὐσίαν, ὕστερον δὲ παρασχὼν αὐτῷ τὴν κί-
νησιν. Ἀλλ' εἰ τὸ κινεῖσθαι αὐτὸν ἀεὶ ποιεῖ, τὴν δὲ οὐσίαν
αὐτοῦ οὐκ ἀεὶ ποιεῖ, δῆλον ὅτι μετὰ τὴν ποίησιν τῆς οὐσίας
173
A
αὐτοῦ παρέχει αὐτῷ τὴν ἄπαυστον κίνησιν, καὶ ἔστι τὸ τέλος
τῆς οὐσίας τῆς ποιήσεως αὐτοῦ ἀρχὴ τῆς κινήσεως αὐτοῦ. Εἰ
δὲ ταῦτα οὕτως ἔχει, δῆλον ὅτι οὐδὲν ἄχρονον παρὰ τῷ θεῷ·
ἡ γὰρ ποίησις ποίησιν διαδεχομένη ἄχρονος οὐκ ἔστιν.
Ὥστε πεποίηκε μὲν οὐδὲν οὔτε ποιήσει. Ποιεῖ δὲ ἀεὶ
ὁ αὐτὸς τὸ αὐτό, μὴ ἔχων ἀρχὴν τῆς ποιήσεως, ἵνα μὴ καὶ
τέλος. Δειχθέντος τοῦ ἄλλην εἶναι τοῦ ἡλίου τὴν ποίησιν τῆς
B
οὐσίας, καὶ ἄλλην τὴν διὰ κινήσεως, ἣν ἄπαυστον ὠνόμασεν ὁ
ἀποκρινάμενος, καὶ ὅτι προηγεῖται ἡ ποίησις τῆς οὐσίας αὐτοῦ
τῆς διὰ κινήσεως ποιήσεως, πῶς οὐκ ἔστιν ἄτοπον τὸ ἄναρ-
χον λέγειν τοῦ ἡλίου τὴν ποίησιν τὴν διὰ τῆς κινήσεως, τοῦ
ἡλίου πρὸ τῆς ἀπαύστου διὰ κινήσεως ποιήσεως τὴν τῆς οὐ-
σίας παυσαμένην ποίησιν ἐσχηκότος; Ἢ τοίνυν οὐκ ἔστι ποιη-
τὴς τῆς τοῦ ἡλίου οὐσίας ὁ θεός, ἢ οὐκ ἔστιν ἄναρχος ἡ διὰ
τῆς κινήσεως ποίησις τοῦ ἡλίου. Ἀλλ' εἰ μὲν τὸ πρῶτον, εἰ
C
οὐκ ἔστι ποιητὴς τῆς τοῦ ἡλίου οὐσίας ὁ θεός, οὐδ' ἄρα διὰ
τῆς κινήσεώς ἐστιν αὐτοῦ ποιητής· παρ' οὗ γὰρ ἔχει τὴν οὐ-
σίαν, παρὰ τούτου ἀνάγκη ἔχειν καὶ τὴν κίνησιν. Εἰ δὲ τὸ
δεύτερον, φθαρτὸς ἔσται ὁ θεὸς τὴν ἐνέργειαν, εἴγε κατὰ τὸν
ἀποκρινάμενον παυσαμένης τῆς ἐνεργείας τοῦ θεοῦ φθείρεται
ὁ θεὸς τῇ ἐνεργείᾳ. Εἰ δὲ ποιητὴς τῆς τοῦ ἡλίου οὐσίας
ἐστὶν ὁ θεὸς καὶ ταύτην ἀεὶ οὐ ποιεῖ, δῆλον ὅτι πεποίηκε
ταύτην πρὸ τοῦ κινεῖσθαι αὐτὸν καὶ οὐδὲν ποίημα ἄχρονον
παρὰ τῷ θεῷ.
D
Ὡς, εἴγε ἀρχὴν ἔχουσι καὶ τελευτὴν αἱ ἐνέργειαι αὐτοῦ,
φθαρτὸς ἔσται ὁ θεὸς τῇ ἐνεργείᾳ· ὅπερ ἄτοπον. Ἔσται
δὲ καὶ ἡ δύναμις αὐτοῦ μεταβλητή, ἄλλοτε ἄλλας ἐνεργείας
προέχουσα. Εἰ δὲ ἡ δύναμις μεταβλητή, ἄλλοτε ἄλλαις κε-
χρημένη ἐνεργείαις, καὶ ἡ οὐσία σαλευθήσεται, ἄλλοτε ἄλλας
γεννῶσα δυνάμεις καὶ μὴ μένουσα ἐν ταῖς αὐταῖς. Ὥστε,
εἰ ταῦτα διὰ πάντων, δῆλον ὅτι ὁ θεὸς ἔσται μεταβλητὸς οὐ-
E
σίᾳ, δυνάμει, ἐνεργείᾳ· ὅπερ ἄτοπον. Ὥσπερ αὐτὸς ὁ
θεὸς οὐκ ἔχει ἀρχὴν καὶ τελευτήν, οὕτως οὐδὲ ἡ ἐνέργεια αὐτοῦ
οὐδὲ τὰ ἔργα αὐτοῦ· αἱ γὰρ ἐνέργειαι αὐτοῦ ἐν τοῖς ἔργοις αὐ-
τοῦ εἰσιν. Ἔσται ἄρα ὥσπερ μὴ χρῄζων αὐτὸς τοῦ ποιοῦντος,
οὕτως οὐδὲ τὰ λεγόμενα αὐτοῦ ἔργα· ἔσται ψεῦδος καὶ τὸ
λέγειν τὸν θεὸν ποιητὴν τῶν κατ' αὐτόν, ἀνάρχων τε ὄντων
174
A
καὶ ἀτελευτήτων. Εἰ δὲ πανταχοῦ κατὰ διαφορὰν προϋ-
πάρξεώς τε καὶ μεθυπάρξεως διέστηκεν ὁ ποιητὴς τοῦ ποιή-
ματος, δῆλον ὅτι ὁ ἀναιρῶν ἀπὸ τοῦ θεοῦ καὶ τῶν ἔργων αὐτοῦ
τὴν διαφορὰν ταύτην ἀμφότερα ἀποστερεῖ, τὸν θεὸν καὶ τὰ
ποιήματα, τὸν μὲν τῆς τοῦ ποιητοῦ προσηγορίας, τὰ δὲ τῆς
τῶν ποιημάτων. Καὶ εἰ ἔστι μὲν ἡ τοῦ θεοῦ δύναμις ἄπει-
ρος, ὥσπερ οὖν καὶ ἔστι, πεπερασμένα δὲ τὰ ἔργα αὐτοῦ, πῶς
οὐκ ἔστιν ὁ θεὸς καθ' ἃς ἔχει μὲν δυνάμεις, μὴ ἐνεργῶν δὲ
B
κατ' αὐτάς, φθαρτὸς κατὰ τὴν κρίσιν τοῦ ἀποκριναμένου;
Εἰ δὲ καθ' ἃς ἔχει δυνάμεις, καὶ μὴ ἐνεργῶν κατ' αὐτάς,
φθαρτὸς οὐκ ἔστιν, οὐδ' ἄρα παυσαμένης τῆς ἐνεργείας τοῦ
θεοῦ, τῆς τὸν κόσμον παραγούσης, φθείρεται θεὸς τῇ ἐνεργείᾳ.
Ὅσον δὴ καὶ βούλεται, καὶ οὐχ ὅσον δύναται, ἐνεργεῖ· καὶ
οὐ ποιεῖ φθαρτὸν τὸν θεὸν ἡ τῆς ἐνεργείας συστολή. Οὐδ'
ἄρα, ὅταν συστέλλῃ τὴν ἐνέργειαν, κατὰ μεταβολὴν συστέλλει
τῆς δυνάμεως· ἀλλ' ἔστι μὲν ἡ δύναμις τοῦ θεοῦ ἀεὶ ἀμετά-
βλητος, κέχρηται δὲ ταῖς ἐνεργείαις ἐφ' ὅσον βούλεται. Οὐ
C
γὰρ ἐνεργεῖ θεὸς καθάπερ ἐνεργοῦσιν οἱ ἐν τῷ ἐνεργεῖν τὸ
εἶναι ἔχοντες, καὶ παυσαμένης τῆς ἐνεργείας παύσονται καὶ
αὐτοὶ τοῦ εἶναι, οἷον τὸ πῦρ καὶ ἡ χιών. Εἰ γὰρ οὕτως ἐνεργεῖ
θεός, οὐχ ἕνεκεν τῶν γινομένων μᾶλλον ἢ ἕνεκεν τοῦ εἶναι
αὐτὸν ἐνεργεῖ, ὡς, εἰ παύσοιτο τοῦ ἐνεργεῖν, παύσεται καὶ τοῦ
εἶναι. Εἰ δὲ ἄτοπον τοῦτο, ἄτοπον ἄρα καὶ τὸ λέγειν μετα-
βλητὴν τὴν τοῦ θεοῦ δύναμιν τῇ συστολῇ τῆς ἐνεργείας, ἢ σα-
λευομένην τὴν οὐσίαν αὐτοῦ ταῖς ποικίλαις ἐνεργείαις ἄλλοτε
ἄλλας προβαλλομένην. Καὶ καθάπερ ποιῶν ἡμᾶς ὁ θεὸς
D
πρῶτον μὲν βρέφη, ἔπειτα δὲ νεανίσκους, εἶτα γέροντας, οὐ
κατὰ τὴν μεταβολὴν ποιεῖ τῆς δυνάμεως, οὐδὲ κατὰ τὴν φθο-
ρὰν τῆς ἐνεργείας, οὔτε κατὰ τὴν σαλευομένην αὐτοῦ οὐσίαν,
ἐναλλάσσων ἡμῶν τὰς ἡλικίας κατὰ διαφόρους καιροὺς τῷ
πρώτῳ καὶ ὑστέρῳ ἀλλήλων διαφερούσας, ἀλλὰ κατὰ τὴν προ-
βολὴν καὶ συστολὴν τῆς ἐνεργείας, οὕτως οὐ κατὰ τὴν μετα-
βολὴν τῆς δυνάμεως ἀρχὴν καὶ τέλος ἡ ἐνέργεια αὐτοῦ ἔχει, ἀλλὰ
E
κατὰ προβολὴν καὶ συστολήν. Εἰ μὲν γὰρ συστελλομένης τῆς
ἐνεργείας οὐκέτι ἠδύνατο ὁ θεὸς τῇ παυσαμένῃ ἐνεργείᾳ κεχρῆ-
σθαι, δικαίως ἂν ἐλέγετο φθορὰ ἐνεργείας· εἰ δὲ ἀεὶ δύναται
τὴν αὐτὴν ἐνέργειαν, ὅτε βούλεται, προβάλλεσθαι, οὐκ ἄρα
175
A
φθείρεται ἡ ἐνέργεια τοῦ θεοῦ συστελλομένη. Τῆς γὰρ δυνά-
μεως μὴ φθειρομένης ἀδύνατον φθαρῆναι τὴν ἐνέργειαν. Ἄλλη
γάρ ἐστιν ἡ φθορὰ τῆς ἐνεργείας, καὶ ἄλλη ἡ συστολὴ τῆς
ἐνεργείας, ὡς, εἰ μὴ συνεστέλλετο ἡ ἐνέργεια ἡ τὸν κόσμον
ποιοῦσα, ἄπειροι ἂν κόσμοι ἐγένοντο τῷ πλήθει κατὰ τὴν
ἄπαυστον ἐνέργειαν. Νῦν δέ, ἑνὸς μόνου τοῦ κόσμου γενομέ-
νου, τῷ πεπερασμένῳ τοῦ ἔργου δείκνυται πεπερασμένη ἡ ἐνέρ-
γεια ἡ τὸν κόσμον ποιήσασα.
B
Ὁ αὐτὸς τοίνυν μένων οὐδὲν ἔχει ἔγχρονον. Ποιεῖ τοί-
νυν τὸν κόσμον, τάττων αὐτὸν ἀεί, καὶ ὁ κόσμος τῷ μὲν ἀεὶ
φρουρεῖσθαι γίνεται, τῷ δὲ ἀεὶ εἶναι ὁ αὐτὸς ἀγένητος ὑπάρ-
χει. Εἰ μηδὲν ἔχει ἔγχρονον ὁ θεός, οὐδ' ἄρα τὸ ποιεῖν ἔχει·
ἔγχρονον γὰρ τὸ ποιεῖν. Καὶ εἰ ποιεῖ τὸν κόσμον ὁ θεός, μὴ
τὴν οὐσίαν αὐτοῦ παράγων, οὐ ποιεῖ τὸν κόσμον· ὁ γὰρ κόσμος
χωρὶς οὐσίας οὐκ ἔστι κόσμος. Εἰ δὲ ὁ κόσμος οὐσίαν ἔχει
ἀποίητον, ἐξ ἀνάγκης καὶ ἀφρούρητός ἐστιν· οὗ γὰρ πρὸς τὸ
γενέσθαι κατ' οὐσίαν οὐ δέεται, τούτου οὐδὲ πρὸς τὸ φρου-
C
ρεῖσθαι ἐπιδέεται· ἡ γὰρ ἀγένητος φύσις οὐδενὸς τῶν ἔξωθεν
ἑαυτῆς ἐστιν ἐπιδεκτική. Καὶ εἰ ἐπὶ παντὸς χρὴ ἢ τὴν φάσιν
ἢ τὴν ἀπόφασιν εἶναι ἀληθῆ, πῶς ὁ ἀποκρινάμενος ἀμφότερα
ἔθηκεν ἐπὶ τῆς τοῦ κόσμου γενέσεως, καὶ τὴν φάσιν καὶ τὴν
ἀπόφασιν, λέγων αὐτὸν εἶναι γενητὸν καὶ ἀγένητον; Ἔτι δὲ εἰ,
καθὰ εἶπεν ἐν τῇ τρίτῃ ἀποκρίσει, ἀγένητος ὢν ὁ θεὸς ἀγε-
νήτως ποιεῖ πάντα, οὐ γινόμενα ἀλλὰ συνυφιστάμενα, ἀλλ'
ἐπειδὴ πᾶν συνυφιστάμενον τῇ τοῦ ᾧ συνυφίσταται σωτηρίᾳ
D
σώζεται, μὴ χρῇζον ἑτέρας φρουρᾶς πλὴν τῆς ἐκείνου σωτη-
ρίας (σωζομένου γὰρ ἐκείνου σέσωσται καὶ αὐτό), διὰ τοῦτο,
εἰ χρεία ἐστὶ φρουρᾶς πρὸς σωτηρίαν, ἐκεῖνο χρῄζει φρουρᾶς
οὗ ὑφισταμένου συνυφίσταται τὰ συνυφιστάμενα, οὐχὶ τὰ συν-
υφιστάμενα. Ἀλλ' εἰ ταῦτα οὕτως ἔχει, οὐκ ἄρα ὁ κόσμος
χρῄζει φρουρᾶς ὁ συνυφιστάμενος τῷ θεῷ, ἀλλ' αὐτὸς ὁ θεὸς
ᾧ συνυφίσταται ὁ κόσμος. Εἰ δὲ τοῦτο ἄτοπον, ἄτοπον ἄρα
E
καὶ τὸ τὸν κόσμον λέγειν συνυφιστάμενον τῷ θεῷ. Χρὴ οὖν
λέγειν βουλήσει τοῦ θεοῦ ὑφίστασθαι τὸν κόσμον, καὶ βουλήσει
τοῦ θεοῦ διαμένει ὁ αὐτός, εἰ καὶ μὴ ἀεί. Ὡσαύτως τὰ τῇ
ὑποστάσει τινὸς συνυφιστάμενα τῇ ἐκείνου διαμονῇ διαμένει,
οὐχὶ ἑαυτῶν· οἷον τῇ συνθέσει τῶν γραμμῶν συνυφίστανται
αἱ γωνίαι, καὶ μενούσης τῆς συνθέσεως μένουσι καὶ αἱ γω-
176
A
νίαι, καὶ ἀναιρουμένης τῆς συνθέσεως ἀναιροῦνται καὶ αἱ γω-
νίαι· καὶ εἰ χρεία ἐστὶ τοῦ διαμένειν τὰς γωνίας, ἀνάγκη
δοῦναι φρουρὰν τῇ συνθέσει τῶν γραμμῶν, οὐχὶ ταῖς γω-
νίαις καθ' ἑαυτάς, ἀλλὰ κατὰ συμβεβηκὸς μὲν ταῖς γωνίαις,
καθ' ἑαυτὸ δὲ τῇ συνθέσει τῶν γραμμῶν. Κατὰ ταῦτα χρὴ
νοεῖν τὸν κόσμον, εἰ ἀγενήτως συνυφίσταται τῷ θεῷ, καθά
φησιν ὁ ἀποκρινάμενος.
B
{Τρίτη ἐρώτησις χριστιανικὴ πρὸς τοὺς Ἕλληνας.}
Εἰ τῷ εἶναι καὶ οὐ τῷ βούλεσθαι ποιεῖ ὁ θεός, οἷον θερ-
μαίνει τὸ πῦρ τῷ εἶναι, πῶς αὐτὸς μὲν ἕν ἐστί τε καὶ ἁπλοῦν
καὶ μονοειδές, διαφόρων δὲ οὐσιῶν ἐστι ποιητής;
C
{Ἀπόκρισις ἑλληνικὴ πρὸς τοὺς Χριστιανούς.}
Οὐκ οἰητέον, ὥσπερ ἐν ἡμῖν ἄλλο μὲν ἔστι τὸ εἶναι, ἄλλο
δὲ τὸ βούλεσθαι, οὕτω καὶ ἐν τῷ θεῷ· ἀλλὰ τὸ αὐτὸ ἄντικρυς
ὑπάρχει τὸ εἶναι καὶ τὸ βούλεσθαι ἐν τῷ θεῷ. Ὃ γὰρ ἔστι
καὶ βούλεται, καὶ ὃ βούλεται ἔστι· καὶ οὐδεμία διαίρεσις ἐπὶ
τοῦ θεοῦ, διὰ τὸ αὐτοπάρακτον εἶναι τὸν θεόν. Ὥστε καὶ
τὴν διαίρεσιν τοῦ εἶναι πρὸς τὸ βούλεσθαι ἐπὶ τοῦ θεοῦ
D
ἀποῤῥιπτέον. Ἀλλὰ μὴν οὐδ' οὕτως τὸν θεὸν τῷ εἶναι ποι-
εῖν ὑποθετέον ὡς τὸ πῦρ θερμαίνει· τὸ γὰρ πῦρ, εἰ καὶ οὐ-
σιωδῶς, ἀλλ' ὅμως συμβεβηκυῖαν ἔχει τὴν θερμότητα, παρὰ
δὲ τῷ θεῷ οὐδὲν οὔτε οὐσιωδῶς συμβέβηκεν οὔτε συμβεβηκό-
τως. Ἐπεὶ οὖν συμβέβηκε μὲν αὐτῷ οὐδέν, τὸ δὲ εἶναι καὶ τὸ
βούλεσθαι ταὐτὸν ὑπάρχει τῷ θεῷ, ἁπλοῦν τέ ἐστι καὶ μονο-
ειδές, ποιητικὸν ἀγενήτως τῶν ὄντων. Ὥσπερ γὰρ ὁρῶμεν
E
ὅτι τὰ γεννητά, οἷον ἄνθρωπος ὁ δεῖνα γεννητῶς γενόμενος
γεννητικός τε ὤν, γεννητὰ ποιεῖ, καὶ καθόλου τὰ γεννητὰ γεν-
νητῶς γενόμενα γεννητὰ ποιεῖ καὶ ἐξ αὑτῶν ποιεῖ, τὸν αὐτὸν
τρόπον καὶ ὁ θεός, ἀγένητος ὤν, ἀγενήτως ποιεῖ πάντα, οὐ
γινόμενα ἀλλὰ συνυφιστάμενα, καὶ τῇ μὲν τῆς δυνάμεως ἀπει-
ρίᾳ διάφορα ποιεῖ. Μὴ προσέχωμεν δὲ τὸν θεὸν ἀνθρωπί-
νως. Οὐ γὰρ ὥσπερ ἡμεῖς, τὸ πρότερον ἄλλως ἔχοντες, ὕστε-
177
A
ρον εἰς ἄλλο μεταβάλλοντες, λεγόμεθα ποιεῖν, οὕτως καὶ ὁ
θεὸς ποιεῖ· ἀλλά, δι' ἄῤῥητον ὑπερβάλλουσάν τε δύναμιν
ἀχρόνως ποιῶν πάντα, τελειοῖ πάντα, καὶ ἅμα τῷ αὐτὸν εἶναι
καὶ τὰ ὄντα ποιεῖ, οὐ χρείαν ἔχων ὥσπερ ἡμεῖς τὸ πρότερον
γενέσθαι καὶ τελειωθῆναι, καὶ οὕτως ποιῆσαι τὸ ὕστερον, διὰ
τὸ μηδὲν εἶναι ἐν αὐτῷ πρότερον καὶ ὕστερον. Ὁρῶμεν οὖν
καὶ τὴν φύσιν αὐτῷ τῷ εἶναι ποιοῦσαν καὶ ἀθρόον ἀεὶ τὴν
μεταβολὴν ἐργαζομένην, ὥσπερ καὶ ἐπὶ τῆς πήξεως τοῦ γά-
B
λακτος ἀθρόως τὴν πῆξιν θεώμεθα παραγινομένην τῷ γάλακτι.
Πολλῷ τοίνυν τὸν θεὸν μᾶλλον οἰητέον ἀθρόως καὶ ἀχρόνως
πάντα ποιεῖν, αὐτὸν μὲν ὄντα ἕν, τῇ δὲ ἀπειρίᾳ τῆς δυνά-
μεως τὰ διάφορα παράγοντα, καὶ αὐτὰ παντελῶς αὐτοπάρακτα
τυγχάνοντα.
{Ἔλεγχος τῆς ἀποκρίσεως οὐκ ὀρθῶς γεγενημένης.}
C
Οὐκ οἰητέον, φησίν, ὥσπερ ἐν ἡμῖν ἄλλο μέν ἐστι τὸ
εἶναι, ἄλλο δέ ἐστι τὸ βούλεσθαι, οὕτως καὶ ἐν τῷ θεῷ· ἀλλὰ
τὸ αὐτὸ ἄντικρυς ὑπάρχει τὸ εἶναι καὶ τὸ βούλεσθαι ἐν τῷ
θεῷ. Ὃ γὰρ ἔστι καὶ βούλεται, καὶ ὃ βούλεται ἔστι· καὶ
οὐδεμία διαίρεσις ἐπὶ τοῦ θεοῦ, διὰ τὸ αὐτοπάρακτον εἶναι
τὸν θεόν. Ὥστε τὴν διαίρεσιν τὴν τοῦ εἶναι πρὸς τὸ βούλε-
σθαι ἐπὶ τοῦ θεοῦ ἀποῤῥιπτέον. Τοῦ θεοῦ ἔχοντος οὐσίαν
μὲν πρὸς ὕπαρξιν, βούλησιν δὲ πρὸς ποίησιν, ὁ ἀποῤῥίπτων
οὐσίας τε καὶ βουλῆς τὴν διαφορὰν καὶ τὴν ὕπαρξιν ἀποῤῥί-
D
πτει τοῦ θεοῦ καὶ τὴν ποίησιν, ὕπαρξιν μὲν τὴν αὐτοῦ, ποίη-
σιν δὲ τῶν οὐκ ὄντων. Ὅτι δὲ ἄλλη ἐστὶν ἡ οὐσία τοῦ θεοῦ
καὶ ἄλλη ἡ βουλή, δείκνυται καὶ ἐκ τοῦ λόγου τοῦ ἀποκρινα-
μένου, τοῦ εἰπόντος· Ὃ γὰρ ἔστι καὶ βούλεται, καὶ ὃ βούλεται
ἔστιν. Ἀντέστρεψε τῇ οὐσίᾳ τὴν βουλήν, καὶ τῇ βουλῇ τὴν
οὐσίαν. Ἀντιστροφὴ δὲ οὐδαμῶς ἐνδέχεται γενέσθαι τῶν ἀντι-
στρεφομένων οὐκ ὄντων ἄλλο καὶ ἄλλο ἢ λόγῳ ἢ ἀριθμῷ. Τὸ
τῷ ἀριθμῷ ἓν ὂν οὐδὲν κωλύει τῷ λόγῳ ἄλλο καὶ ἄλλο εἶναι·
E
οἷον ἡ εὐθεῖα γραμμὴ τῇ μὲν ὑποστάσει ἀριθμῷ μία ἐστί, τῷ
δὲ λόγῳ τῆς εὐθείας καὶ τῆς γραμμῆς ἄλλο καὶ ἄλλο. Κατὰ
τὸν τρόπον τοῦτον οὐ διαιρεῖται τοῦ θεοῦ ἡ φύσις τῷ λόγῳ
τῆς οὐσίας καὶ τῆς βουλῆς; Εἰ ἄλλο τὸ ὑπάρχειν καὶ ἄλλο τὸ
ἐνυπάρχειν, καὶ ὑπάρχει μὲν τοῦ θεοῦ ἡ οὐσία, ἐνυπάρχει δὲ
178
A
τῇ οὐσίᾳ ἡ βουλή, ἄλλη ἄρα ἡ οὐσία τοῦ θεοῦ καὶ ἄλλη ἡ βουλή.
Εἰ ἡ μὲν βουλὴ τοῦ θεοῦ ἐκ τῆς οὐσίας, ἡ δὲ οὐσία οὐκ ἐκ τῆς
βουλῆς, ἄλλη ἄρα ἡ οὐσία τοῦ θεοῦ καὶ ἄλλη ἡ βουλή. Ἡ
οὐσία τοῦ θεοῦ τὸ μὴ εἶναι οὐσία οὐ δέχεται, ἡ δὲ βουλὴ τοῦ
θεοῦ δέχεται τὸ μὴ βούλεσθαι· οἷον ἐβούλετο ὁ θεὸς ποιῆσαι
ἕνα ἥλιον, δεύτερον ἥλιον οὐκ ἐβούλετο ποιῆσαι, ὅτι, ὥσπερ
ἐλυσιτέλει τοῖς οὖσι τὸ ἕνα εἶναι τὸν ἥλιον, οὕτως οὐκ ἐλυσι-
B
τέλει τοῖς οὖσι τὸ γενέσθαι δεύτερον ἥλιον· καὶ ἐβούλετο μὲν
τὸ λυσιτελές, τὸ δὲ μὴ λυσιτελὲς οὐκ ἐβούλετο. Ἀλλ' εἰ τοῦτο,
ἄλλη ἄρα ἡ οὐσία τοῦ θεοῦ καὶ ἄλλη ἡ βουλή. Εἰ ὃ ἔστιν ὁ
θεὸς τοῦτο καὶ βούλεται, δῆλον ὅτι βουλητόν ἐστι καὶ οὐ
βουλή. Πῶς οὖν ταὐτόν ἐστι τῇ οὐσίᾳ ἡ βουλή, τοῦ βουλητοῦ
καὶ τῆς βουλῆς ἄλλου καὶ ἄλλου ὄντος, καθάπερ τὸ αἰσθητὸν
καὶ ἡ αἴσθησις; Εἰ ἄναρχος καὶ ἀΐδιός ἐστι θεός, οὔτε αὐτο-
πάρακτός ἐστιν οὔτε ἑτεροπάρακτος· ὁ γὰρ ἁπλῶς αὐτοπά-
C
ρακτος οὐδενὶ λόγῳ ἐστὶν ἀΐδιος καὶ ἄναρχος. Ὁ ἀποκρινά-
μενος δι' ἑτέρας φωνῆς ἀναιρεῖ τῆς οὐσίας τοῦ θεοῦ καὶ τῆς
βουλῆς τὸ ἕτερον, δι' ἑτέρας δὲ φωνῆς τοῦτο τίθησιν. Ἀναι-
ρῶν μὲν τῆς οὐσίας τοῦ θεοῦ καὶ τῆς βουλῆς τὸ ἕτερον ἔλεγεν·
Οὐκ οἰητέον, ὥσπερ ἐν ἡμῖν ἄλλο μέν ἐστι τὸ εἶναι, ἄλλο δὲ
τὸ βούλεσθαι, οὕτω καὶ ἐν τῷ θεῷ. Τιθέμενος δὲ τὸ ἕτερόν
φησιν· Ἀλλὰ τὸ αὐτὸ ἄντικρυς ὑπάρχει. Καὶ πάλιν· Τὸ δὲ
εἶναι καὶ τὸ βούλεσθαι ταὐτὸν ὑπάρχει τῷ θεῷ. Ὥσπερ
D
γὰρ τὸ ἕτερον ἄλλο ἄλλῳ ἐστὶν ἕτερον, οὕτως καὶ τὸ ταὐτὸν
ἄλλο ἄλλῳ ἐστὶν ἄντικρυς ταὐτόν· ὡσαύτως δὲ καὶ τὸ ἄντι-
κρυς ἄλλο ἄλλῳ ἐστὶν ἄντικρυς. Ἀλλ' εἰ ταὐτόν ἐστιν ἡ οὐσία
τοῦ θεοῦ καὶ ἡ βουλή, ἄντικρυς ἔσται ἄλλο καὶ ἄλλο· εἰ δὲ
μή γε, ἀναιρουμένου τοῦ ἄλλου καὶ ἄλλου, ἀναιρεθήσεται ἐξ
ἀνάγκης τὸ ταὐτὸν τῆς οὐσίας τοῦ θεοῦ καὶ τῆς βουλῆς καὶ
τὸ ἄντικρυς. Ὥσπερ τὸ κινεῖσθαι ἐνέργειά ἐστι κινήσεως,
οὕτως καὶ τὸ βούλεσθαι βουλῆς ἐστιν ἐνέργεια· καὶ ἣν ἔχει
E
διαφορὰν ἡ δύναμις πρὸς τὴν ἐνέργειαν, ταύτην ἔχει ἡ βουλὴ
πρὸς τὸ βούλεσθαι. Ἀδύνατον δὲ τὸ βούλεσθαι πρὸς μὲν τὴν
βουλὴν ἔχειν τὴν διαφοράν, πρὸς δὲ τὸν βουλόμενον μὴ ἔχειν.
Εἰ δὲ οὐδενὶ λόγῳ δυνατὸν ταὐτὸν εἶναι τὸ βούλεσθαι καὶ
τὴν βουλὴν καὶ τὸν βουλόμενον, δῆλον ὅτι ὁ ἀποῤῥίπτων τοῦ
θεοῦ καὶ τοῦ βούλεσθαι τὸ ἄλλο καὶ ἄλλο τοῦ ἐνεργοῦντος καὶ
179
A
τῆς ἐνεργείας ἀποῤῥίπτει τὴν διαφοράν· ὅπερ ἄτοπον. Εἰ
ἄλλο τὸ ἐνυπόστατον, καὶ ἄλλο τὸ ἀνυπόστατον, καὶ θεὸς μὲν
ἐκεῖνο, τὸ βούλεσθαι δὲ τοῦτο, δῆλον ὅτι ὁ τοῦ θεοῦ καὶ τοῦ
βούλεσθαι ἀποῤῥίπτων τὸ ἄλλο καὶ ἄλλο ἢ τὸ ἐνυπόστατον
ἀποῤῥίπτει ἢ τὸ ἀνυπόστατον. Εἰ κατὰ τὸν λόγον τοῦ ἀντι-
κειμένου ὅπερ ἔστι θεὸς καὶ βούλεται, καὶ ὃ βούλεται ἔστι,
δῆλον ὅτι, εἰ μὴ βουληθείη θεὸς τὸ μὴ φθείρεσθαι τὴν ἐνέρ-
γειαν αὑτοῦ, παυσαμένης αὐτῆς φθείρεται οὐ βουληθέντος
B
αὐτοῦ. Οὐκ ἄρα ἔστιν ὁ θεὸς ὃ βούλεται. Εἰ τὸ ποιεῖν
ἐστι τῆς τοῦ θεοῦ βουλῆς, δῆλον ὅτι, ὥσπερ διαφέρει τὸ ποι-
εῖν ἁπλῶς τοῦ ποῖα καὶ πόσα καὶ πότε ποιεῖν, οὕτω διαφέρει
τὸ εἶναι τοῦ βούλεσθαι.
Ἀλλὰ μὴν οὐδ' οὕτως τὸν θεὸν τῷ…
θετ…
The complete text is available when the reading interface loads.