The Greek Library Author

Tryphiodorus

Ἅλωσις Ἰλίου

Scientific editors
A. W. Mair
Edition reference
Oppian, Colluthus, Tryphiodorus · London · William Heinemann, Ltd. · 1928
CTS identifier
urn:cts:greekLit:tlg0647.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

1τέρμα πολυκμήτοιο μεταχρόνιον πολέμοιο

2καὶ λόχον, Ἀργείης ἱππήλατον ἔργον Ἀθήνης,

3αὐτίκα μοι σπεύδοντι πολὺν διὰ μῦθον ἀνεῖσα

4ἔννεπε, Καλλιόπεια, καὶ ἀρχαίην ἔριν ἀνδρῶν

5κεκριμένου πολέμοιο ταχείῃ λῦσον ἀοιδῇ.

6ἤδη μὲν δεκάτοιο κυλινδομένου λυκάβαντος

7γηραλέη τετάνυστο φόνων ἀκόρητος Ἐνυὼ

8Τρωσί τε καὶ Δαναοῖσιν· ἐναιρομένων δʼ ἄρα φωτῶν

9δούρατα κεκμήκει, ξιφέων δʼ ἔθνῃσκον ἀπειλαί,

10σβέννυτο θωρήκων ἐνοπή, μινύθεσκε δʼ ἑλικτὴ

11ἁρμονίη ῥηχθεῖσα φερεσσακέων τελαμώνων,

12ἀσπίδες οὐκ ἀνέχοντο μένειν ἔτι δοῦπον ἀκόντων,

13λύετο καμπύλα τόξα, κατέρρεον ὠκέες ἰοί.

14ἵπποι δʼ οἱ μὲν ἄνευθεν ἀεργηλῆς ἐπὶ φάτνης

15οἰκτρὰ κάτω μύοντες ὁμόζυγας ἔστενον ἵππους,

16οἱ δʼ αὐτοὺς ποθέοντες ὀλωλότας ἡνιοχῆας.

17κεῖτο δὲ Πηλείδης μὲν ἔχων ἅμα νεκρὸν ἑταῖρον,

18Ἀντιλόχῳ δʼ ἐπὶ παιδὶ γέρων ὠδύρετο Νέστωρ,

19Αἴας δʼ αὐτοφόνῳ βριαρὸν δέμας ἕλκεϊ λύσας

20φάσγανον ἐχθρὸν ἔλουσε μεμηνότος αἵματος ὄμβρῳ.

21Τρωσὶ δὲ λωβητῆρσιν ἐφʼ Ἕκτορος ἑλκυθμοῖσι

22μυρομένοις οὐ μοῦνον ἔην ἐπιδήμιον ἄλγος,

23ἀλλὰ καὶ ἀλλοθρόοις ἐπὶ πένθεσι κωκύοντες

24δάκρυσιν ἠμείβοντο πολυγλώσσων ἐπικούρων.

25κλαῖον μὲν Λύκιοι Σαρπηδόνα, τόν ποτε μήτηρ

26ἐς Τροίην μὲν ἔπεμψεν ἀγαλλομένη Διὸς εὐνῇ,

27δουρὶ δὲ Πατρόκλοιο Μενοιτιάδαο πεσόντα

28αἵματι δακρύσας ἐχύθη πατρώιος ἀήρ.

29καὶ δολίην ὑπὸ νύκτα κακῷ πεπεδημένον ὕπνῳ

30Ῥῆσον μὲν Θρήικες ἐκώκυον· ἡ δʼ ἐπὶ πότμῳ

31Μέμνονος οὐρανίην νεφέλην ἀνεδήσατο μήτηρ

32φέγγος ὑποκλέψασα κατηφέος ἤματος Ἠώς.

33αἱ δʼ ἀπὸ Θερμώδοντος ἀρηιφίλοιο γυναῖκες

34κοπτόμεναι περίκυκλον ἀθηλέος ὄμφακα μαζοῦ

35παρθένον ὠδύροντο δαΐφρονα Πενθεσίλειαν,

36ἥτε πολυξείνοιο χορὸν πολέμοιο μολοῦσα

37θηλείης ὑπὸ χειρὸς ἀπεσκέδασεν νέφος ἀνδρῶν

38νῆας ἐς ἀγχιάλους· μελίῃ δέ ἑ μοῦνος ὑποστὰς

39καὶ κτάνε καὶ σύλησε καὶ ἐκτερέιξεν Ἀχιλλεύς.

40εἱστήκει δʼ ἔτι πᾶσα θεοδμήτων ὑπὸ πύργων

41Ἴλιος ἀκλινέεσσιν ἐπεμβεβαυῖα θεμέθλοις,

42ἀμβολίῃ δʼ ἤσχαλλε δυσαχθέι λαὸς Ἀχαιῶν.

43καί νύ κεν ὑστατίοισιν ἐποκνήσασα πόνοισιν

44ἀκάματός περ ἐοῦσα μάτην ἵδρωσεν Ἀθήνη,

45εἰ μὴ Δηιφόβοιο γαμοκλόπον ὕβριν ἐάσας

46Ἰλιόθεν Δαναοῖσιν ἐπὶ ξένος ἤλυθε μάντις,

47οἷα δέ που μογέοντι χαριζόμενος Μενελάῳ

48ὀψιτέλεστον ὄλεθρον ἑῇ μαντεύσατο πάτρῃ.

49οἱ δὲ βαρυζήλοιο θεοπροπίῃς Ἑλένοιο

50αὐτίκα μηκεδανοῖο μόθου τέλος ἠρτύναντο.

51καὶ Σκῦρον μὲν ἔβαινε λιπὼν εὐπάρθενον ἄστυ

52υἱὸς Ἀχιλλῆος καὶ ἐπαινῆς Δηιδαμείης·

53μήπω δʼ εὐφυέεσσιν ἰουλίζων κροτάφοισιν

54ἀλκὴν πατρὸς ἔφαινε νέος περ ἐὼν πολεμιστής.

55ἦλθε δὲ καὶ Δαναοῖσιν ἑὸν βρέτας ἁγνὸν ἄγουσα

56ληιστὴ μὲν ἐοῦσα, φίλοις δʼ ἐπίκουρος Ἀθήνη.

57ἤδη καὶ βουλῇσι θεῆς ὑποεργὸς Ἐπειὸς

58Τροίης ἐχθρὸν ἄγαλμα πελώριον ἵππον ἐποίει.

59καὶ δὴ τέμνετο δοῦρα καὶ ἐς πεδίον κατέβαινεν

60Ἴδης ἐξ αὐτῆς, ὁπόθεν καὶ πρόσθε Φέρεκλος

61νῆας Ἀλεξάνδρῳ τεκτήνατο, πήματος ἀρχήν.

62ποίει δʼ εὐρυτάτῃς μὲν ἐπὶ πλευρῇς ἀραρυῖαν

63γαστέρα κοιλήνας, ὁπόσον νεὸς ἀμφιελίσσης

64ὀρθὸν ἐπὶ στάθμην μέγεθος τορνώσατο τέκτων.

65αὐχένα δὲ γλαφυροῖσιν ἐπὶ στήθεσσιν ἔπηξε

66ξανθῷ πορφυρόπεζαν ἐπιρρήνας τρίχα χρυσῷ·

67ἡ δʼ ἐπικυμαίνουσα μετήορος αὐχένι κυρτῷ

68ἐκ κορυφῆς λοφόεντι κατεσφρηγίζετο δεσμῷ.

69ὀφθαλμοὺς δʼ ἐνέθηκε λιθώπεας ἐν δυσὶ κύκλοις

70γλαυκῆς βηρύλλοιο καὶ αἱμαλέης ἀμεθύσσου·

71τῶν δʼ ἐπιμισγομένων διδύμης ἀμαρύγματι χροιῆς

72γλαυκῶν φοινίσσοντο λίθων ἑλίκεσσιν ὀπωπαί.

73ἀργυφέους δʼ ἐχάραξεν ἐπὶ γναθμοῖσιν ὀδόντας

74ἄκρα δακεῖν σπεύδοντας ἐυστρέπτοιο χαλινοῦ·

75καὶ στόματος μεγάλοιο λαθὼν ἀνέῳξε κελεύθους

76ἀνδράσι κευθομένοισι παλίρροον ἆσθμα φυλάσσων,

77καὶ διὰ μυκτήρων φυσίζοος ἔρρεεν ἀήρ.

78οὔατα δʼ ἀκροτάτοισιν ἐπὶ κροτάφοισιν ἄρηρεν

79ὀρθὰ μάλʼ, αἰὲν ἑτοῖμα μένειν σάλπιγγος ἀκουήν.

80νῶτα δʼ ὁμοῦ λαγόνεσσι συνήρμοσε καὶ ῥάχιν ὑγρήν,

81ἰσχία δὲ γλουτοῖσιν ὀλισθηροῖσι συνῆψε.

82σύρετο δὲ πρυμνοῖσιν ἐπʼ ἴχνεσιν ἔκλυτος οὐρὴ

83ἄμπελος ὣς γναμπτοῖσι καθελκομένη θυσάνοισιν.

84οἱ δὲ πόδες βαλίοισιν ἐπερχόμενοι γονάτεσσιν

85εὔπτερον ὥσπερ ἔμελλον ἐπὶ δρόμον ὁπλίζεσθαι,

86οὕτως ἠπείγοντο· μένειν δʼ ἐκέλευεν ἀνάγκη.

87οὐ μὲν ὑπὸ κνήμῃσιν ἀχαλκέες ἔξεχον ὁπλαί,

88μαρμαρέης δʼ ἑλίκεσσι κατεσφήκωντο χελώνης

89ἁπτόμεναι πεδίοιο μόγις κρατερώνυχι χαλκῷ.

90κληιστὴν δʼ ἐνέθηκε θύρην καὶ κλίμακα τυκτήν,

91ἡ μὲν ὅπως ἀίδηλος ἐπὶ πλευρῇς ἀραρυῖα

92ἔνθα καὶ ἔνθα φέρῃσι λόχον κλυτόπωλον Ἀχαιῶν,

93ἡ δʼ ἵνα λυομένη τε καὶ ἔμπεδον εἰς ἓν ἰοῦσα

94εἴη σφιν καθύπερθεν ὁδὸς καὶ νέρθεν ὀροῦσαι.

95ἀμφὶ δέ μιν λευκοῖο κατʼ αὐχένος ἠδὲ γενείων

96ἄνθεσι πορφυρέοισι πέριξ ἔζωσεν ἱμάντων

97καὶ σκολιῇς ἑλίκεσσιν ἀναγκαίοιο χαλινοῦ

98κολλήσας ἐλέφαντι καὶ ἀργυροδίνεϊ χαλκῷ.

99αὐτὰρ ἐπειδὴ πάντα κάμεν μενεδήιον ἵππον,

100κύκλον ἐυκνήμιδα ποδῶν ὑπέθηκεν ἑκάστῳ

101ἑλκόμενος πεδίοισιν ὅπως πειθήνιος εἴη

102μηδὲ βιαζομένοισι δυσέμβατον οἶμον ὁδεύῃ.

103ὣς ὁ μὲν ἐξήστραπτε φόβῳ καὶ κάλλεϊ πολλῷ

104εὐρύς θʼ ὑψηλός τε· τὸν οὐδέ κεν ἀρνήσαιτο,

105εἴ μιν ζωὸν ἔτετμεν, ἐλαυνέμεν ἵππιος Ἄρης.

106ἀμφὶ δέ μιν μέγα τεῖχος ἐλήλατο, μή τις Ἀχαιῶν

107πρίν μιν ἐσαθρήσειε, δόλον δʼ ἀνάπυστον ἀνάψῃ.

108οἱ δὲ Μυκηναίης Ἀγαμέμνονος ἐγγύθι νηὸς

109λαῶν ὀρνυμένων ὅμαδον καὶ κῦμα φυγόντες

110ἐς βουλὴν βασιλῆες ἀολλίσθησαν Ἀχαιῶν.

111ἡ δὲ τανυφθόγγοιο δέμας κήρυκος ἑλοῦσα

112συμφράδμων Ὀδυσῆι παρίστατο θοῦρις Ἀθήνη

113ἀνδρὸς ἐπιχρίουσα μελίχροϊ νέκταρι φωνήν.

114αὐτὰρ ὁ δαιμονίῃσι νόον βουλῇσιν ἑλίσσων

115πρῶτα μὲν εἱστήκει κενεόφρονι φωτὶ ἐοικὼς

116ὄμματος ἀτρέπτοιο βολὴν ἐπὶ γαῖαν ἐρείσας,

117ἄφνω δʼ ἀενάων ἐπέων ὠδῖνας ἀνοίξας

118δεινὸν ἀνεβρόντησε καὶ ἠερίης ἅτε πηγῆς

119ἐξέχεεν μέγα λαῖτμα μελισταγέος νιφετοῖο·

120ὦ φίλοι, ἤδη μὲν κρύφιος λόχος ἐκτετέλεσται

121χερσὶ μὲν ἀνδρομέῃσιν, ἀτὰρ βουλῇσιν Ἀθήνης.

122ὑμεῖς δʼ, οἵτε μάλιστα πεποίθατε κάρτεϊ χειρῶν,

123πρόφρονες ἀλκήεντι νόῳ καὶ τλήμονι θυμῷ

124σπέσθε μοι· οὐ γὰρ ἔοικε πολὺν χρόνον ἐνθάδʼ ἐόντας

125μοχθίζειν ἀτέλεστα καὶ ἀχρέα γηράσκοντας,

126ἀλλὰ χρὴ ζώοντας ἀοίδιμον ἔργον ἀνύσσαι

127ἢ θανάτῳ βροτόεντι κακοκλεὲς αἶσχος ἀλύξαι.

128ἡμῖν θαλπωραὶ προφερέστεραι ἤπερ ἐκείνοις,

129εἰ μήπω στρουθοῖο καὶ ἀρχαίοιο δράκοντος

130καὶ καλῆς πλατάνοιο καὶ ὠκυμόροις ἐπὶ τέκνοις

131μητέρος ἑλκομένης ἁπαλῶν τʼ ἐλάθεσθε νεοσσῶν.

132εἰ δὲ θεοπροπίῃσι γέρων ἀνεβάλλετο Κάλχας,

133ἀλλὰ καὶ ὣς Ἑλένοιο μετήλυδος ὀμφητῆρος

134μαντοσύναι καλέουσιν ἑτοιμοτάτην ἐπὶ νίκην.

135τούνεκά μοι πείθεσθε, καὶ ἱππείην ἐπὶ νηδὺν

136θαρσαλέοι σπεύδωμεν, ὅπως αὐτάγρετον ἄλγος

137Τρῶες ἀταρβήτοιο θεῆς ἀπατήνορα τέχνην

138Ἴλιον εἰσανάγωσιν ἑὸν κακὸν ἀμφαγαπῶντες.

139οἱ δʼ ἄλλοι πρυμναῖα μεθίετε πείσματα νηῶν

140πῦρ ἴδιον πλεκτῇσιν ἐνὶ κλισίῃσι βαλόντες·

141Ἰλιάδος δὲ λιπόντες ἐρημαίην χθονὸς ἀκτὴν

142πλώετε πασσυδίῃ ψευδώνυμον οἴκαδε νόστον,

143εἰσόκεν εὐόρμου τετανυσμένον ὲκ περιωπῆς

144ὔμμι συναγρομένοις ἐπὶ γείτονος αἰγιαλοῖο

145σημαίνῃ παλίνορσον ἐπὶ πλόον ἑσπέριον πῦρ.

146καὶ τότε μήτε τις ὄκνος ἐπειγομένων ἐρετάων

147γινέσθω μήτʼ ἄλλο φόβου νέφος, οἷά τε νύκτες

148ἀνθρώποισι φέρουσιν ἐλαφροῦ δείματα θυμοῦ.

149ἔστω δὲ προτέρης ἀρετῆς ἐμφύλιος αἰδώς,

150μηδέ τις αἰσχύνειεν ἑὸν κλέος, ὥς κεν ἕκαστος

151ἄξιον ὧν ἐμόγησε λάβῃ γέρας ἱπποσυνάων.

152ὣς φάμενος βουλῆς ἐξήρχετο· τοῖο δὲ μύθοις

153πρῶτος ἐφωμάρτησε Νεοπτόλεμος θεοειδής,

154πῶλος ἅτε δροσόεντος ἐπειγόμενος πεδίοιο,

155ὅστε νεοζυγέεσσιν ἀγαλλόμενος φαλάροισιν

156ἔφθασε καὶ μάστιγα καὶ ἡνιοχῆος ἀπειλήν.

157Τυδείδης δʼ ἐπόρουσε Νεοπτολέμῳ Διομήδης

158θαυμάζων, ὅτι τοῖος ὄην καὶ πρόσθεν Ἀχιλλεύς.

159ἕσπετο καὶ Κυάνιππος, ὃν εὐπατέρεια Κομαιθὼ

160Τυδηὶς θαλάμοιο μινυνθαδίοιο τυχοῦσα

161ὠκυμόρῳ τέκε παῖδα σακεσπάλῳ Αἰγιαλῆι.

162ἔστη καὶ Μενέλαος· ἄγεν δέ μιν ἄγριος ὁρμὴ

163Δηιφόβου ποτὶ δῆριν, ἀπηνέι δʼ ἔζεε θυμῷ

164δεύτερον ἁρπακτῆρα γάμου λελιημένος εὑρεῖν.

165τῷ δʼ ἐπὶ Λοκρὸς ὄρουσεν Ὀιλῆος ταχὺς Αἴας,

166εἰσέτι θυμὸν ἔχων πεπνυμένον οὐδʼ ἐπὶ κούραις

167μαργαίνων ἀθέμιστον· ἀνέστησεν δὲ καὶ ἄλλον,

168Κρητῶν Ἰδομενῆα μεσαιπόλιον βασιλῆα.

169Νεστορίδης δʼ ἅμα τοῖσιν ἔβη κρατερὸς Θρασυμήδης,

170καὶ Τελαμώνιος υἱὸς ἑκηβόλος ἤιε Τεῦκρος

171τοῖσι δʼ ἐπʼ Ἀδμήτοιο πάις πολύιππος ἀνέστη

172Εὔμηλος· μετὰ τὸν δὲ θεοπρόπος ἔσσυτο Κάλχας

173εὖ εἰδώς, ὅτι μόχθον ἀμήχανον ἐκτελέσαντες

174ἤδη Τρώιον ἄστυ καθιππεύσουσιν Ἀχαιοί.

175οὐδὲ μὲν οὐδʼ οἳ ἔλειφθεν ἀποστρεφθέντες ἀρωγῆς

176Εὐρύπυλός τʼ Εὐαιμονίδης ἀγαθός τε Λεοντεύς,

177Δημοφόων τʼ Ἀκάμας τε, δύω Θησήια τέκνα,

178Ὀρτυγίδης τʼ Ἄντικλος, ὃν αὐτόθι τεθνειῶτα

179ἵππῳ δακρύσαντες ἐνεκτερέιξαν Ἀχαιοί,

180Πηνέλεώς τε Μέγης τε καὶ Ἀντιφάτης ἀγαπήνωρ

181Ἰφιδάμας τε καὶ Εὐρυδάμας, Πελίαο γενέθλη,

182τόξῳ δʼ Ἀμφιδάμας κεκορυθμένος· ὕστατος αὖτε

183τέχνης ἀγλαόμητις ἑῆς ἐπέβαινεν Ἐπειός.

184εὐξάμενοι δὴ ἔπειτα Διὸς γλαυκώπιδι κούρῃ

185ἱππείην ἔσπευδον ἐς ὁλκάδα· τοῖσι δʼ Ἀθήνη

186ἀμβροσίῃ κεράσασα θεῶν ἐκόμισσεν ἐδωδὴν

187δεῖπνον ἔχειν, ἵνα μή τι πανημέριοι λοχόωντες

188τειρόμενοι βαρύθοιεν ἀτερπέι γούνατα λιμῷ.

189ὣς δʼ ὁπότε κρυμοῖσιν ἀελλοπόδων νεφελάων

190ἠέρα παχνώσασα χιὼν ἐπάλυνεν ἀρούρας,

191τηκομένη δʼ ἀνέηκε πολὺν ῥόον· οἱ δʼ ἀπὸ πέτρης

192ὀξὺ καταθρῴσκοντα κυβιστητῆρι κυδοιμῷ

193δοῦπον ὑποπτήξαντες ὀριτρεφέος ποταμοῖο

194θῆρες ἐρωήσαντες ὑπὸ πτύχα κοιλάδος εὐνῆς

195σιγῇ φρικαλέῃσιν ἐπὶ πλευρῇσι μένουσι,

196πικρὰ δὲ πεινάοντες ὀιζυρῆς ὑπʼ ἀνάγκης

197τλήμονες ἐκδέχαται, πότε παύεται ὄβριμον ὕδωρ·

198ὣς οἵγε γλαφυροῖο διὰ ξυλόχοιο θορόντες

199ἀτλήτους ἀνέχοντο πόνους ἀκμῆτες Ἀχαιοί.

200τοῖσι δʼ ἐπεκλήισσε θύρην ἐγκύμονος ἵππου

201πιστὸς ἀτεκμάρτοιο δόλου πυλαωρὸς Ὀδυσσεύς.

202αὐτὸς δʼ ἐν κεφαλῇ σκοπὸς ἕζετο· τὼ δέ οἱ ἄμφω

203ὀφθαλμὼ ποθέοντες ἐλάνθανον ἐκτὸς ἐόντας. v.l. ἐόντες.

204Ἀτρείδης δʼ ἐκέλευσεν ὑποδρηστῆρας Ἀχαιοὺς

205λῦσαι λάινον ἕρκος ἐυγνάμπτοισι μακέλλαις,

206ἵππος ὅπερ κεκάλυπτο· θέλεν δέ ἑ γυμνὸν ἀᾶσαι,

207τηλεφανὴς ἴνα πᾶσιν ἑὴν χάριν ἀνδράσι πέμποι.

208καὶ τὸ μὲν ἐξελάχαινον ἐφημοσύνῃ βασιλῆος.

209ἠέλιος δʼ ὅτε νύκτα παλίνσκιον ἀνδράσιν ἕλκων

210ἐς δύσιν ἀχλυόπεζαν ἑκηβόλον ἔτραπεν ἠῶ,

211δὴ τότε κηρύκων ἀπεκίδνατο λαὸν ἀυτὴ

212φεύγειν ἀγγελέουσα καὶ ἑλκέμεν εἰς ἅλα κοίλην

213νῆας ἐυκραίρους ἀνά τε πρυμνήσια λῦσαι.

214ἔνθα δὲ πευκήεντος ἀνασχόμενοι πυρὸς ὁρμὴν

215ἕρκεά τε πρήσαντες ἐυσταθέων κλισιάων

216νηυσὶν ἀνεπλώεσκον ἀπὸ Ῥοιτειάδος ἀκτῆς

217ὅρμον ἐς ἀντιπέραιον ἐυστεφάνου Τενέδοιο

218γλαυκὸν ἀναπτύσσοντες ὕδωρ Ἀθαμαντίδος Ἕλλης.

219μοῦνος δὲ πληγῇσιν ἑκούσια γυῖα χαραχθεὶς

220Αἰσιμίδης ἐλέλειπτο Σίνων, ἀπατήλιος ἥρως,

221κρυπτὸν ἐπὶ Τρώεσσι δόλον καὶ πήματα κεύθων.

222ὡς δʼ ὁπότε σταλίκεσσι λίνον περικυκλώσαντες

223θηρσὶν ὀριπλανέεσσι λόχον πολυωπὸν ἔπηξαν

224ἀνέρες ἀγρευτῆρες· ὁ δʼ ἐκκριδὸν οἶος ἀπʼ ἄλλων,

225λαθρίδιος πυκινοῖσιν ὑπὸ πτόρθοισι δεδυκώς,

226δίκτυα παπταίνων ἔλαθεν θηροσκόπος ἀνήρ·

227ὣς τότε λωβητοῖσι περίστικτος μελέεσσι

228Τροίῃ λυγρὸν ὄλεθρον ἐμήδετο. κὰδ δέ οἱ ὤμους

229ἕλκεσι ποιητοῖσι κατέρρεε νήχυτον αἷμα.

230ἡ δὲ περὶ κλισίῃσιν ἐμαίνετο παννυχίη φλὸξ

231καπνὸν ἐρευγομένη περιδινέα φοιτάδι ῥιπῇ·

232Ἥφαιστος δʼ ἐκέλευεν ἐρίβρομος· ἐκ δὲ θυέλλας

233παντοίας ἐτίνασσεν ἐπιπνείουσα καὶ αὐτή,

234μήτηρ ἀθανάτοιο πυρός, φαεσίμβροτος Ἥρη.

235ἤδη δὲ Τρώεσσι καὶ Ἰλιάδεσσι γυναιξὶν

236ὄρθρον ὑπὸ σκιόεντα πολύθροος ἤλυθε φήμη

237δήιον ἀγγέλλουσα φόβον σημάντορι καπνῷ.

238αὐτίκα δʼ ἐξέθορον πυλέων πετάσαντες ὀχῆας

239πεζοί θʼ ἱππῆές τε καὶ ἐς πεδίον προχέοντο

240διζόμενοι, μή τού τις ἔην δόλος ἄλλος Ἀχαιῶν.

241οἱ δὲ θοοὺς οὐρῆας ὑποζεύξαντες ἀπήναις

242ἐκ πόλιος κατέβαινον ἅμα Πριάμῳ βασιλῆι

243ἄλλοι δημογέροντες· ἐλαφρότατοι δʼ ἐγένοντο

244θαλπόμενοι περὶ παισίν, ὅσους λίπε φοίνιος Ἄρης,

245ὀσσόμενοι καὶ γῆρας ἐλεύθερον· οὐ μὲν ἔμελλον

246γηθήσειν ἐπὶ δηρόν, ἐπεὶ Διὸς ἤθελε βουλή.

247οἱ δʼ ὅτε τεχνήεντος ἴδον δέμας αἰόλον ἵππου,

248θαύμασαν ἀμφιχυθέντες, ἅτʼ ἠχήεντες ἰδόντες

249αἰετὸν ἀλκήεντα περικλάζουσι κολοιοί.

250τοῖσι δὲ τετρηχυῖα καὶ ἄκριτος ἔμπεσε βουλή·

251οἱ μὲν γὰρ πολέμῳ βαρυπενθέι κεκμηῶτες,

252ἵππον ἀπεχθήραντες, ἐπεὶ πέλεν ἔργον Ἀχαιῶν,

253ἤθελον ἢ δολιχοῖσιν ἐπὶ κρημνοῖσιν ἀράξαι

254ἠὲ καὶ ἀμφιτόμοισι διαρρῆξαι πελέκεσσιν·

255οἱ δὲ νεοξέστοιο πεποιθότες ἔργμασι τέχνης

256ἀθανάτοις ἐκέλευον ἀρήιον ἵππον ἀνάψαι,

257ὕστερον Ἀργείοιο μόθου σημήιον εἶναι.

258φραζομένοις δʼ ἐπὶ τοῖσι παναίολα γυῖα κομίζων

259γυμνὸς ὑπὲρ πεδίοιο φάνη κεκακωμένος ἀνήρ·

260αἵματι δὲ σμώδιγγες ἀεικέϊ βεβριθυῖαι

261ἴχνια λωβήεντα θοῶν ἀνέφαινον ἱμάντων.

262αὐτίκα δὲ Πριάμοιο ποδῶν προπάροιθεν ἐλυσθεὶς

263ἱκεσίαις παλάμῃσι παλαιῶν ἥψατο γούνων,

264λισσόμενος δὲ γέροντα δολοπλόκον ἴαχε μῦθον·

265ἄνδρα μὲν Ἀργείοισιν ὁμόπλοον εἴ μʼ ἐλεαίρεις,

266Τρώων δὲ ῥυστῆρα καὶ ἄστεος εἴ με σαώσεις,

267Δαρδανίδη σκηπτοῦχε, καὶ ὕστατον ἐχθρὸν Ἀχαιῶν—

268οἷά με λωβήσαντο θεῶν ὄπιν οὐκ ἀλέγοντες

269οὐδὲν ἀλιτραίνοντα, κακοὶ καὶ ἀπηνέες αἰεί·

270ὣς μέν Ἀχιλλῆος γέρας ἥρπασαν Αἰακίδαο,

271ὣς δὲ Φιλοκτήτην ἔλιπον πεπεδημένον ὕδρῳ,

272ἔκτειναν δὲ καὶ αὐτὸν ἀγασσάμενοι Παλαμήδην.

273καὶ νῦν οἷά μʼ ἔρεξαν ἀτάσθαλοι, οὕνεκα φεύγειν

274οὐκ ἔθελον σὺν τοῖσι, μένειν δʼ ἐκέλευον ἑταίρους·

275οἱ δὲ νοοπλήγεσσιν ἀτασθαλίῃσι δαμέντες

276εἵματα μέν μʼ ἀπέδυσαν, ἀεικελίῃσι δʼ ἱμάσθλαις

277πᾶν δέμας οὐτήσαντες ἐπὶ ξείνῃ λίπον ἀκτῇ.

278ἀλλά, μάκαρ, πεφύλαξο Διὸς σέβας ἱκεσίοιο·

279χάρμα γὰρ Ἀργείοισι γενήσομαι, εἴ κεν ἐάσῃς

280χερσὶν ὕπο Τρώων ἱκέτην καὶ ξεῖνον ὀλέσθαι.

281αὐτὰρ ἐγὼ πάντεσσιν ἐπάρκιος ἔσσομαι ὑμῖν

282μηκέτι δειμαίνειν πόλεμον παλίνορσον Ἀχαιῶν.

283ὣς φάτο· τὸν δʼ ὁ γέρων ἀγανῇ μειλίξατο φωνῇ·

284ξεῖνε, σὲ μὲν Τρώεσσι μεμιγμένον οὐκέτʼ ἔοικε

285τάρβος ἔχειν· ἔφυγες γὰρ ἀνάρσιον ὕβριν Ἀχαιῶν.

286αἰεὶ δʼ ἡμέτερος φίλος ἔσσεαι, οὐδέ σε πάτρης

287οὐδὲ πολυκτεάνων θαλάμων γλυκὺς ἵμερος αἱρεῖ.

288ἀλλʼ ἄγε καὶ σύ μοι εἰπέ, τί τοι τόδε θαῦμα τέτυκται,

289ἵππος, ἀμειλίκτοιο φόβου τέρας· εἰπὲ δὲ σεῖο

290οὔνομα καὶ γενεήν, ὁπόθεν δέ σε νῆες ἔνεικαν.

291τὸν δʼ ἐπιθαρσήσας προσέφη πολυμήχανος ἥρως·

292ἐξερέω καὶ ταῦτα· σὺ γάρ μʼ ἐθέλοντα κελεύεις.

293ἄργός μοι πόλις ἐστί, Σίνων δέ μοι οὔνομα κεῖται·

294αἴσιμον αὖ καλέουσιν ἐμὸν πολιὸν γενετῆρα·

295ἵππον δʼ Ἀργείοισι παλαίφατον εὗρεν Ἐπειός·

296εἰ μὲν γάρ μιν ἐᾶτε μένειν αὐτοῦ ἐνὶ χώρῃ,

297Τροίην θέσφατόν ἐστιν ἑλεῖν πόλιν ἔγχος Ἀχαιῶν·

298εἰ δέ μιν ἁγνὸν ἄγαλμα λάβῃ νηοῖσιν Ἀθήνη,

299φεύξονται προφυγόντες ἀνηνύστοις ἐπʼ ἀέθλοις.

300ἀλλʼ ἄγε δὴ σειρῇσι περίπλοκον ἀμφιβαλόντες

301ἕλκετʼ ἐς ἀκρόπολιν μεγάλην χρυσήνιον ἵππον·

302ἄμμι δʼ Ἀθηναίη ἐρυσίπτολις ἡγεμονεύοι

303δαιδάλεον σπεύδουσα λαβεῖν ἀνάθημα καὶ αὐτή.

304ὣς ἄρʼ ἔφη· καὶ τὸν μὲν ἄναξ ἐκέλευσε λαβόντα

305ἕσσασθαι χλαῖνάν τε χιτῶνά τε, τοὶ δέ, βοείαις

306δησάμενοι σειρῇσιν, ἐυπλέκτοισι κάλωσιν

307εἷλκον ὑπὲρ πεδίοιο, θοῶν ἐπιβήτορα κύκλων,

308ἵππον ἀριστήεσσι βεβυσμένον· οἱ δὲ πάροιθεν

309αὐλοὶ καὶ φόρμιγγες ὁμὴν ἐλίγαινον ἀοιδήν.

310σχέτλιον ἀφραδέων μερόπων γένος, οἷσιν ὁμίχλη

311ἄσκοπος ἐσσομένων· κενεῷ δʼ ὑπὸ χάρματι πολλοὶ

312πολλάκις ἀγνώσσουσι περιπταίοντες ὀλέθρῳ.

313οἵη καὶ Τρώεσσι τότε φθισίμβροτος ἄτη

314ἐς πόλιν αὐτοκέλευθος ἐκώμασεν· οὐδέ τις ἀνδρῶν

315ᾔδεεν, οὕνεκα λάβρον ἐφέλκετο πένθος ἄλαστον.

316ἄνθεα δὲ δροσόεντος ἀμησάμενοι ποταμοῖο

317ἔστεφον αὐχενίους πλοκάμους σφετέροιο φονῆος.

318γαῖα δὲ χαλκείοισιν ἐρεικομένη περὶ κύκλοις

319δεινὸν ὑπεβρυχᾶτο, σιδήρειοι δὲ διʼ αὐτῶν

320τριβόμενοι τρηχεῖαν ἀνέστενον ἄξονες ἠχήν·

321τετρίγει δὲ κάλων ξυνοχή, καὶ πᾶσα ταθεῖσα

322λιγνὺν αἰθαλόεσσαν ἕλιξ ἀνεκήκιε σειρή.

323πολλὴ δʼ ἑλκόντων ἐνοπὴ καὶ κόμπος ὀρώρει·

324ἔβρεμε νυμφαίῃσιν ἅμα δρυσὶ δάσκιος Ἴδη,

325ἴαχε καὶ Ξάνθου ποταμοῦ κυκλούμενον ὕδωρ,

326καὶ στόμα κεκλήγει Σιμοείσιον· οὐρανίη δὲ

327ἐκ Διὸς ἑλκόμενον πόλεμον μαντεύετο σάλπιγξ.

328οἱ δʼ ἦγον προπάροιθεν· ὁδὸς δʼ ἐβαρύνετο μακρὴ

329σχιζομένη ποταμοῖσι καὶ οὐ πεδίοισιν ὁμοίη.

330εἵπετο δʼ αἰόλος ἵππος ἀρηιφίλους ἐπὶ βωμοὺς

331κυδιόων ὑπέροπλα, βίην δʼ ἐπέρεισεν Ἀθήνη

332χεῖρας ἐπιβρίσασα νεογλυφέων ἐπὶ μηρῶν.

333ὧδε θέων ἀκίχητος ἐπέδραμε θᾶσσον ὀιστοῦ

334Τρῶας ἐυσκάρθμοισιν ὁδοιπορίῃσι διώκων,

335εἰσόκε δὴ πυλέων ἐπεβήσατο Δαρδανιάων.

336αἱ δέ οἱ ἐρχομένῳ θυρέων πτύχες ἐστείνοντο·

337ἀλλʼ Ἥρη μὲν ἔλυσεν ἐπὶ δρόμον αὖθις ὁδοῖο

338πρόσθεν ἀναστέλλουσα, Ποσειδάων δʼ ἀπὸ πύργων

339σταθμὸν ἀνοιγομένων πυλέων ἀνέκοπτε τριαίνῃ.

340Τρωιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἄλλοθεν ἄλλαι,

341νύμφαι τε πρόγαμοί τε καὶ ἴδμονες Εἰλειθυίης,

342μολπῇ τʼ ὀρχηθμῷ τε περὶ βρέτας εἱλίσσοντο·

343ἄλλαι δὲ χνοόωσαν ἀμελγόεναι χάριν ὄμβρου

344ὁλκῷ δουρατέῳ ῥοδέους στορέσαντο τάπητας.

345αἱ δὲ θαλασσαίης ἐπιμάζια νήματα μίτρης

346λυσάμεναι κλωστοῖσι κατέπλεκον ἄνθεσιν ἵππον.

347καί τις ἀπειρεσίοιο πίθου κρήδεμνον ἀνεῖσα

348χρυσείῳ προχέουσα κρόκῳ κεκερασμένον οἶνον

349γαῖαν ἀνεκνίσσωσε χυτὴν εὐώδεϊ πηλῷ.

350ἀνδρομέῃ δὲ βοῇ συνεβάλλετο θῆλυς ἰωή,

351καὶ παίδων ἀλαλητὸς ἐμίσγετο γήραος ἠχῇ.

352οἷαι δʼ ἀφνειοῖο μετήλυδες Ὠκεανοῖο,

353χείματος ἀμφίπολοι, γεράνων στίχες ἠεροφώνων,

354κύκλον ἐπογμεύουσιν ἀλήμονος ὀρχηθμοῖο

355γειοπόνοις ἀρότῃσιν ἀπεχθέα κεκληγυῖαι·

356ὣς οἵγε κλαγγῇ τε διʼ ἄστεος ἠδὲ κυδοιμῷ

357ἦγον ἐς ἀκρόπολιν βεβαρημένον ἔνδοθεν ἵππον.

358κούρη δὲ Πριάμοιο θεήλατος οὐκέτι μίμνειν

359ἤθελεν ἐν θαλάμοισι· διαρρήξασα δʼ ὀχῆας

360ἔδραμεν ἠύτε πόρτις ἀήσυρος, ἥντε τυπεῖσαν

361κέντρον ἀνεπτοίησε βοορραίσταο μύωπος·

362ἡ δʼ οὐκ εἰς ἀγέλην ποτιδέρκεται οὐδὲ βοτῆρι

363πείθεται οὐδὲ νομοῖο λιλαίεται, ἀλλὰ βελέμνῳ

364ὀξέι θηγομένη βοέων ἐξήλυθε θεσμῶν·

365τοίη μαντιπόλοιο βολῆς ὑπὸ νύγματι κούρη

366πλαζομένη κραδίην ἱερὴν ἀνεσείετο δάφνην.

367πάντη δʼ ἐβρυχᾶτο κατὰ πτόλιν· οὐδὲ τοκήων

368οὐδὲ φίλων ἀλέγιζε· λίπεν δέ ἑ παρθένος αἰδώς.

369οὐχ οὕτω Θρήισσαν ἐνὶ δρυμοῖσι γυναῖκα

370νήδυμος αὐλὸς ἔτυψεν ὀρειμανέος Διονύσου,

371ἥτε θεῷ πληγεῖσα παρήορον ὄμμα τιταίνει

372γυμνὸν ἐπισσείουσα κάρη κυανάμπυκι κισσῷ,

373ὡς ἥγε πτερόεντος ἀναΐξασα νόοιο

374Κασσάνδρη θεόφοιτος ἐμαίνετο· πυκνὰ δὲ χαίτην

375κοπτομένη καὶ στέρνον ἀνίαχε μαινάδι φωνῇ·

376ὦ μέλεοι, τίνα τοῦτον ἀνάρσιον ἵππον ἄγοντες

377δαιμόνιοι μαίνεσθε καὶ ὑστατίην ἐπὶ νύκτα

378σπεύδετε καὶ πολέμοιο πέρας καὶ νήγρετον ὕπνον;

379δυσμενέων ὅδε κῶμος ἀρήιος· αἱ δέ που ἤδη

380τίκτουσιν μογερῆς Ἑκάβης ὠδῖνες ὀνείρων,

381λήγει δʼ ἀμβολιεργὸν ἔτος πολέμοιο λυθέντος.

382τοῖος ἀριστήων λόχος ἔρχεται, οὓς ἐπὶ χάρμην

383τεύχεσιν ἀστράπτοντας ἀμαυροτάτην ὑπὸ νύκτα

384τέξεται ὄβριμος ἵππος· ἐπὶ χθόνα δʼ ἄρτι θορόντες

385ἐς μόθον ὁρμήσουσι τελειότατοι πολεμισταί.

386οὐ γὰρ ἐπʼ ὠδίνεσσι μογοστόκον ἵππον ἀνεῖσαι

387ἀνδράσι τικτομένοισιν ἐπισχήσουσι γυναῖκες,

388αὐτὴ δʼ Εἰλείθυια γενήσεται, ἥ μιν ἔτευξε·

389γαστέρα δὲ πλήθουσαν ἀνακλίνασα βοήσει

390μαῖα πολυκλαύτοιο τόκου πτολίπορθος Ἀθήνη.

391καὶ δὴ πορφύρεον μὲν ἑλίσσεται ἔνδοθι πύργων

392αἵματος ἐκχυμένου πέλαγος καὶ κῦμα φόνοιο,

393δεσμά τε συμπαθέων πλέκεται περὶ χερσὶ γυναικῶν

394νυμφία, φωλεύει δʼ ὑπὸ δούρασι κευθόμενον πῦρ.

395ὤμοι ἐμῶν ἀχέων, ὤμοι σέο, πάτριον ἄστυ,

396αὐτίκα λεπταλέη κόνις ἔσσεαι, οἴχεται ἔργον

397ἀθανάτων, προθέλυμνα θεμείλια Λαομέδοντος.

398καὶ σέ, πάτερ, καὶ μῆτερ, ὀδύρομαι, οἷά μοι ἤδη

399ἀμφότεροι πείσεσθε· σὺ μέν, πάτερ, οἰκτρὰ δεδουπὼς

400κείσεαι Ἑρκείοιο Διὸς μεγάλου παρὰ βωμῷ·

401μῆτερ ἀριστοτόκεια, σὲ δὲ βροτέης ἀπὸ μορφῆς

402λυσσαλέην ἐπὶ παισὶ θεοὶ κύνα ποιήσουσι.

403δῖα Πολυξείνη, σὲ δὲ πατρίδος ἐγγύθι γαίης

404κεκλιμένην ὀλίγον δακρύσομαι· ὡς ὄφελέν τις

405Ἀργείων ἐπὶ σοῖσι γόοις ὀλέσαι με καὶ αὐτήν.

406τίς γάρ μοι χρειὼ βιότου πλέον, εἴ με φυλάσσει

407οἰκτροτάτῳ θανάτῳ, ξείνη δέ με γαῖα καλύψει;

408τοιάδε μοι δέσποινα καὶ αὐτῷ δῶρον ἄνακτι

409ἀντὶ τόσων καμάτων Ἀγαμέμνονι πότμον ὑφαίνει.

410ἀλλʼ ἤδη φράζεσθε—τὰ δὲ γνώσεσθε παθόντες—

411καὶ νεφέλην ἀπόθεσθε, φίλοι, βλαψίφρονος ἄτης.

412ῥηγνύσθω πελέκεσσι δέμας πολυχανδέος ἵππου

413ἢ πυρὶ καιέσθω· δολόεντα δὲ σώματα κεῦθον

414ὀλλύσθω, μεγάλη δὲ ποθὴ Δαναοῖσι γενέσθω.

415καὶ τότε μοι δαίνυσθε καὶ ἐς χορὸν ὀτρύνεσθε

416στησάμενοι κρητῆρας ἐλευθερίης ἐρατεινῆς.

417ἡ μὲν ἔφη· τῇ δʼ οὔτις ἐπείθετο· τὴν γὰρ Ἀπόλλων

418ἀμφότερον μάντιν τʼ ἀγαθὴν καὶ ἄπιστον ἔθηκεν.

419τὴν δὲ πατὴρ ἐνένιπεν ὁμοκλήσας ἐπέεσσι·

420τίς σε πάλιν, κακόμαντι, δυσώνυμος ἤγαγε δαίμων,

421θαρσαλέη κυνόμυια; μάτην ὑλάουσʼ ἀπερύκεις.

422οὔπω σοι κέκμηκε νόος λυσσώδεϊ νούσῳ,

423οὐδὲ παλιμφήμων ἐκορέσσαο λαβροσυνάων;

424ἀλλὰ καὶ ἡμετέρῃσιν ἐπαχνυμένη θαλίῃσιν

425ἤλυθες, ὁππότε πᾶσιν ἐλεύθερον ἦμαρ ἀνῆψεν

426ἡμῖν Ζεὺς Κρονίδης, ἐκέδασσε δὲ νῆας Ἀχαιῶν.

427οὐδʼ ἔτι δούρατα μακρὰ τινάσσεται, οὐδʼ ἔτι τόξα

428ἕλκεται, οὐ ξιφέων σελαγή, σιγῶσι δʼ ὀιστοί,

429ἀλλὰ χοροὶ καὶ μοῦσα μελίπνοος, οὐδʼ ἔτι νείκη,

430οὐ μήτηρ ἐπὶ παιδὶ κινύρεται, οὐδʼ ἐπὶ δῆριν

431ἄνδρα γυνὴ πέμψασα νέκυν δακρύσατο χήρη·

432ἵππον ἀνελκόμενον δέχεται πολιοῦχος Ἀθήνη.

433παρθένε τολμήεσσα, σὺ δὲ πρὸ δόμοιο θοροῦσα

434ψεύδεα θεσπίζουσα καὶ ἄγρια μαργαίνουσα

435μοχθίζεις ἀτέλεστα καὶ ἱερὸν ἄστυ μιαίνεις.

436ἔρρʼ οὕτως· ἡμῖν δὲ χοροὶ θαλίαι τε μέλονται.

437οὐ γὰρ ἔτι Τροίης ὑπὸ τείχεσι δεῖμα λέλειπται,

438οὐδʼ ἔτι μαντιπόλοιο τεῆς κεχρήμεθα φωνῆς.

439ὣς εἰπὼν ἐκέλευσεν ἄγειν ἑτερόφρονα κούρην

440κεύθων ἐν θαλάμοισι· μόγις δʼ ἀέκουσα τοκῆι

441πείθετο, παρθενίῳ δὲ περὶ κλιντῆρι πεσοῦσα

442κλαῖεν ἐπισταμένη τὸν ἑὸν μόρον· ἔβλεπε δʼ ἤδη

443πατρίδος αἰθομένης ἐπὶ τείχεσι μαρνάμενον πῦρ.

444οἱ δὲ πολισσούχοιο θεῆς ὑπὸ νηὸν Ἀθήνης

445ἵππον ἀναστήσαντες ἐυξέστων ἐπὶ βάθρων

446ἔφλεγον ἱερὰ καλὰ πολυκνίσσων ἐπὶ βωμῶν·

447ἀθάνατοι δʼ ἀνένευον ἀνηνύστους ἑκατόμβας.

448εἰλαπίνη δʼ ἐπίδημος ἔην καὶ ἀμήχανος ὕβρις,

449ὕβρις ἐλαφρίζουσα μέθην λυσήνορος οἴνου.

450ἀφραδίῃ τε βέβυστο, μεθημοσύνῃ τε κεχήνει

451πᾶσα πόλις, πυλέων δʼ ὀλίγοις φυλάκεσσι μεμήλει·

452ἤδη γὰρ καὶ φέγγος ἐδύετο, δαιμονίη δὲ

453Ἴλιον αἰπεινὴν ὀλεσίπτολις ἀμφέβαλεν νύξ.

454Ἀργείῃ δʼ Ἑλένῃ πολιὸν δέμας ἀσκήσασα

455ἦλθε δολοφρονέουσα πολυφράδμων Ἀφροδίτη,

456ἐκ δὲ καλεσσαμένη προσέφη πειθήμονι φωνῇ·

457νύμφα φίλη, καλέει σε πόσις Μενέλαος ἀγήνωρ

458ἵππῳ δουρατέῳ κεκαλυμμένος, ἀμφὶ δʼ Ἀχαιῶν

459ἡγεμόνες λοχόωσι τεῶν μνηστῆρες ἀέθλων.

460ἀλλʼ ἴθι, μηδʼ ἔτι τοι μελέτω Πριάμοιο γέροντος

461μήτʼ ἄλλων Τρώων μήτʼ αὐτοῦ Δηιφόβοιο·

462ἤδη γάρ σε δίδωμι πολυτλήτῳ Μενελάῳ.

463ὣς φαμένη θεὸς αὖθις ἀνέδραμεν· ἡ δὲ δόλοισι

464θελγομένη κραδίην θάλαμον λίπε κηώεντα,

465καί οἱ Δηίφοβος πόσις εἴπετο· τὴν δὲ κιοῦσαν

466Τρῳάδες ἑλκεχίτωνες ἐθηήσαντο γυναῖκες.

467ἡ δʼ ὁπόθʼ ὑψιμέλαθρον ἐς ἱερὸν ἦλθεν Ἀθήνης,

468ἔστη παπταίνουσα φυὴν εὐήνορος ἵππου.

469τρὶς δὲ περιστείχουσα καὶ Ἀργείους ἐρέθουσα

470πάσας ἠυκόμους ἀλόχους ὀνόμαζεν Ἀχαιῶν

471φωνῇ λεπταλέῃ· τοὶ δʼ ἔνδοθι θυμὸν ἄμυσσον

472ἀλγεινοὶ κατέχοντες ἐεργμένα δάκρυα σιγῇ.

473ἔστενε μὲν Μενέλαος, ἐπεὶ κλύε Τυνδαρεώνης,

474κλαῖε δὲ Τυδείδης μεμνημένος Αἰγιαλείης,

475οὔνομα δʼ ἐπτοίησεν Ὀδυσσέα Πηνελοπείης,

476Ἄντικλος δʼ ὅτε κέντρον ἐδέξατο Λαοδαμείης,

477μοῦνος ἀμοιβαίην ἀνεβάλλετο γῆρυν ἀνοίξας·

478ἀλλʼ Ὀδυσεὺς κατέπαλτο καὶ ἀμφοτέρῃς παλάμῃσιν

479ἀμφιπεσὼν ἐπίεζεν ἐπειγόμενον στόμα λῦσαι.

480μάστακα δʼ ἀρρήκτοισιν ἀλυκτοπέδῃσι μεμαρπὼς

481εἶχεν ἐπικρατέως· ὁ δʼ ἐπάλλετο χερσὶ πιεσθείς,

482φεύγων ἀνδροφόνοιο πελώρια δεσμὰ σιωπῆς.

483καὶ τὸν μὲν λίπεν ἆσθμα φερέσβιον· οἱ δέ μιν ἄλλοι

484δάκρυσι λαθριδίοισι κατακλαύσαντες Ἀχαιοὶ

485κοῖλον ἀποκρύψαντες ἐς ἰσχίον ἔνθεσαν ἵππου

486καὶ χλαῖναν μελέεσσιν ἐπὶ ψυχροῖσι βαλόντες.

487καί νύ κεν ἄλλον ἔθελγε γυνὴ δολόμητις Ἀχαιῶν,

488εἰ μή οἱ βλοσυρῶπις ἀπʼ αἰθέρος ἀντήσασα

489Παλλὰς ἐπηπείλησε, φίλου δʼ ἐξήγαγε νηοῦ

490μούνῃ φαινομένη, στερεῇ δʼ ἀπεπέμψατο φωνῇ·

491δειλαίη, τέο μέχρις ἀλιτροσύναι σε φέρουσι

492καὶ πόθος ἀλλοτρίων λεχέων καὶ Κύπριδος ἄτη;

493οὔποτε δʼ οἰκτείρεις πρότερον πόσιν οὐδὲ θύγατρα

494Ἑρμιόνην ποθέεις; ἔτι δὲ Τρώεσσιν ἀρήγεις;

495χάζεο καὶ θαλάμων ὑπερώιον εἰσαναβᾶσα

496σὺν πυρὶ μειλιχίῳ ποτιδέχνυσο νῆας Ἀχαιῶν.

497ὣς φαμένη κενεὴν ἀπάτην ἐκέδασσε γυναικός.

498καὶ τὴν μὲν θαλαμόνδε πόδες φέρον· οἱ δὲ χοροῖο

499παυσάμενοι καμάτῳ ἀδδηκότες ἤριπον ὕπνῳ.

500καὶ δή που φόρμιγξ ἀνεπαύσατο, κεῖτο δὲ κάμνων

501αὐλὸς ἐπὶ κρητῆρι, κύπελλα δὲ πολλὰ χυθέντα

502αὐτομάτως ῥείεσκε καθελκομένων ἀπὸ χειρῶν.

503ἡσυχίη δὲ πόλιν κατεβόσκετο, νυκτὸς ἑταίρη,

504οὐδʼ ὑλακὴ σκυλάκων ἠκούετο, πᾶσα δὲ σιγὴ

505εἱστήκει καλέουσα φόνον πνείουσαν ἀυτήν.

506ἤδη δὲ Τρώεσσιν ὀλέθριον εἷλκε τάλαντον

507Ζεὺς ταμίης πολέμοιο, μόγις μόλις F δʼ ἐλέλιξεν Ἀχαιούς·

508χάζετο δʼ Ἰλιόθεν Λυκίης ἐπὶ πίονα νηὸν

509ἀχνύμενος μεγάλοις ἐπὶ τείχεσι Φοῖβος Ἀπάλλων.

510αὐτίκα δ Ἀργείοισιν Ἀχιλλῆος παρὰ τύμβον

511ἀγγελίην ἀνάφαινε Σίνων εὐφεγγέι δαλῷ

512παννυχίη δʼ ἑτάροισιν ὑπὲρ θαλάμοιο καὶ αὐτὴ

513εὐειδής Ἑλένη χρυσέην ἐπεδείκνυτο πεύκην.

514ὡς δʼ ὁπότε πλήθουσα πυρὸς γλαυκοῖο σελήνη

515οὐρανὸν αἰγλήεντα κατεχρύσωσε προσώπῳ·

516οὐχ ὅτε που γλωχῖνας ἀποξύνουσα κεραίης

517πρωτοφαὴς ὑπὸ μηνὸς ἀνίσταται ἄσκιον ἀχλύν,

518ἀλλʼ ὅτε κυκλώσασα περίτροχον ὄμματος αὐγὴν

519ἀντιτύπους ἀκτῖνας ἐφέλκεται ἠελίοιο·

520τοίη μαρμαίρουσα Θεραπναίη τότε νύμφη

521οἴνοπα πῆχυν ἀνεῖλκε, φίλου πυρὸς ἡνιοχῆα.

522οἱ δὲ σέλας πυρσοῖο μετήορον ἀθρήσαντες

523νῆας ἀνεκρούσαντο παλιγγνάμπτοισι κελεύθοις

524Ἀργεῖοι σπεύδοντες, ἅπας δʼ ἠπείγετο ναύτης

525δηναιοῦ πολέμοιο τέλος διζήμενος εὑρεῖν.

526οἱ δʼ αὐτοὶ πλωτῆρες ἔσαν κρατεροί τε μαχηταὶ

527ἀλλήλοις τʼ ἐκέλευον ἐλαυνέμεν· αἱ δʼ ἄρα νῆες

528ὠκύτεραι κραιπνῶν ἀνέμων ἀνέμων ταχυπειθέι ῥιπῇ

529Ἴλιον εἰσανάγοντο Ποσειδάωνος ἀρωγῇ.

530ἐνθάδε δὴ πεζοί πρότεροι κίον, οἱ δʼ ἐπέλειφθεν

531ἱππῆες κατόπισθεν, ὅπως μὴ Τρώιον ἵπποι

532λαὸν ἀναστήσωσιν ἀειρομένῳ χρεμετισμῷ.

533οἱ δʼ ἕτεροι γλαφυρῆς ἀπὸ γαστέρος ἔρρεον ἵππου,

534τευχησταὶ βασιλῆες, ἀπὸ δρυὸς οἶα μέλισσαι,

535αἵτʼ ἐπεὶ οὖν ἔκαμον πολυχανδέος ἔνδοθι σίμβλου

536κηρὸν ὑφαίνουσαι μελιηδέα ποικιλοτέχναι,

537ἐς νομὸν εὐγυάλοιο κατʼ ἄγγεος ἀμφιχυθεῖσαι

538νύγμασι πημαίνουσι παραστείχοντας ὁδίτας·

539ὣς Δαναοὶ κρυφίοιο λόχου κληῖδας ἀνέντες

540θρῷσκον ἐπὶ Τρώεσσι καὶ εἰσέτι κοῖτον ἔχοντας

541χαλκείου θανάτοιο κακοῖς ἐκάλυψαν ὀνείροις.

542νήχετο δʼ αἵματι γαῖα, βοὴ δʼ ἄλληκτος ὀρώρει

543Τρώων φευγόντων, ἐστείνετο δʼ Ἴλιος ἱρὴ

544πιπτόντων νεκύων, οἱ δʼ ἀνδροφόνῳ κολοσυρτῷ

545ἔζεον om. F; ἔζεον Rhodoman. ἔνθα καὶ ἔνθα μεμηνότες οἶα λέοντες

546σώμασιν ἀρτιφάτοισι γεφυρώσαντες ἀγυιάς.

547Τρωιάδες δὲ γυναῖκες ὑπέρ τεγέων ἀίουσαι

548αἱ μὲν ἐλευθερίης ἐρατῆς ἔτι διψώουσαι

549αὐχένας ἐς θάνατον δειλοῖς ὑπέβαλλον ἀκοίταις,

550αἱ δὲ φίλοις ἐπὶ παισί, χελιδόνες οἷάτε κοῦφαι,

551μητέρες ὠδύροντο· νέη δέ τις ἀσπαίροντα

552ἠίθεον κλαύσασα θανεῖν ἔσπευδε καὶ αὐτὴ

553οὐδὲ δορυκτήτοισιν ὁμοῦ δεσμοῖσιν ἕπεσθαι

554ἤθελεν, ἀλλʼ ἐχόλωσε καὶ οὐκ ἐθέλοντα φονῆα

555καὶ ξυνὸν λέχος ἔσχεν ὀφειλόμενον παρακοίτῃ.

556πολλαὶ δʼ ἠλιτόμηνα καὶ ἄπνοα τέκνα φέρουσαι

557γαστέρος ὠμοτόκοιο χύδην ὠδῖνα μεθεῖσαι

558ῥιγεδανῶς σὺν παισὶν ἀπεψύχοντο καὶ αὐταί.

559παννυχίη δʼ ἐχόρευσεν ἀνὰ πτόλιν, οἷα θύελλα,

560κύμασι παφλάζουσα πολυφλοίσβου πολέμοιο

561αἵματος ἀκρήτοιο μέθης ἐπίκωμος Ἐνυώ.

562σὺν δʼ Ἔρις οὐρανόμηκες ἀναστήσασα κάρηνον

563Ἀργείους ὀρόθυνεν, ἐπεὶ καὶ φοίνιος Ἄρης

564ὀψὲ μὲν ἀλλὰ καὶ ὣς πολέμων ἑτεραλκέα νίκην

565ἦλθε φέρων Δαναοῖσι καὶ ἀλλοπρόσαλλον ἀρωγήν.

566ἴαχε δὲ γλαυκῶπις ἐπʼ ἀκροπόληος Ἀθήνη

567αἰγίδα κινήσασα, Διὸς σάκος, ἔτρεμε δʼ αἰθὴρ

568Ἥρης σπερχομένης, ἐπὶ δʼ ἔβραχε γαῖα βαρεῖα

569παλλομένη τριόδοντι Ποσειδάωνος ἀκωκῇ,

570ἔφριξεν δʼ Ἀίδης, χθονίων δʼ ἐξέδρακε θώκων

571ταρβήσας, μή πού τι Διὸς μέγα χωσαμένοιο

572πᾶν γένος ἀνθρώπων κατάγοι ψυχοστόλος Ἑρμῆς.

573πάντα δʼ ὁμοῦ κεκύκητο, φόνος δέ τις ἄκριτος ἦεν·

574τοὺς μὲν γὰρ φεύγοντας ἐπὶ Σκαιῇσι πύλῃσι

575κτεῖνον ἐφεστηῶτες, ὁ δʼ ἐξ εὐνῆς ἀνορούσας

576τεύχεα μαστεύων δνοφερῇ περικάππεσεν αἰχμῇ.

577καί τις ὑπὸ σκιόεντι δόμῳ κεκρυμμένος ἀνήρ,

578ξεῖνος ἐών, ἐκάλεσσεν ὀιόμενος φίλον εἶναι·

579νήπιος, οὐ μὲν ἔμελλεν ἐνηέι φωτὶ μιγῆναι,

580ξείνια δʼ ἐχθρὰ κόμισσεν· ὑπέρ τέγεος δέ τις ἄλλος

581μήπω παπταίνων τι θοῷ διέπιπτεν ὀιστῷ.

582καί τινες ἀλγεινῷ κραδίην βεβαρηότες οἴνῳ,

583ἐκπλαγέες ποτὶ δοῦπον, ἐπειγόμενοι καταβῆναι,

584κλίμακος ἐξελάθοντο καθʼ ὑψηλῶν τε μελάθρων

585ἔκπεσον ἀγνώσσοντες, ἐπαυχενίους δὲ λυθέντες

586ἀστραγάλους ἐάγησαν, ὁμοῦ δʼ ἐξήρυγον οἶνον.

587πολλοὶ δʼ εἰς ἕνα χῶρον ἀολλέες ἐκτείνοντο

588μαρνάμενοι, πολλοὶ δὲ διωκόμενοι κατὰ πύργων

589ἤριπον εἰς Ἀίδαο πανύστατον ἅλμα θορόντες.

590παῦροι δὲ στεινῆς διὰ κοιλάδος, οἷάτε φῶρες,

591πατρίδος ὀλλυμένης ἔλαθον χειμῶνα φυγόντες.

592οἱ δʼ ἔνδον πολέμῳ τε καὶ ἀχλύι κυμαίνοντες,

593ἀνδράσιν οἰχομένοισι καὶ οὐ φεύγουσιν ὁμοῖοι,

594πίπτον ἐπʼ ἀλλήλοισι· πόλις δʼ οὐ χάνδανε λύθρον

595ἀνδρῶν χηρεύουσα, περιπλήθουσα δὲ νεκρῶν.

596οὐδέ τι φειδωλή τις ἐγίνετο· φοιταλέῃ δὲ

597σπερχόμενοι μάστιγι φιλαγρύπνοιο κυδοιμοῦ

598οὐδὲ θεῶν ὄπιν εἶχον, ἀθεσμοτάτης δʼ ὑπὸ ῥιπῆς

599ἀθανάτων ἔχραινον ἀπενθέας αἵματι βωμούς.

600οἰκτρότατοι δὲ γέροντες ἀτιμοτάτοισι φόνοισιν

601οὐδʼ ὀρθοὶ κτείνοντο, χαμαὶ δʼ ἱκετήσια γυῖα

602τεινάμενοι πολιοῖσι κατεκλίνοντο καρήνοις.

603πολλὰ δὲ νήπια τέκνα μινυνθαδίων ἀπὸ μαζῶν

604μητέρος ἡρπάζοντο καὶ οὐ νοέοντα τοκήων

605ἀμπλακίας ἀπέτινον, ἀνημέλκτου δὲ γάλακτος

606παιδὶ μάτην ὀρέγουσα χοὰς ἐκόμισσε τιθήνη.

607οἰωνοί τε κύνες τε κατὰ πτόλιν ἄλλοθεν ἄλλοι,

608ἠέριοι πεζοί τε συνέστιοι εἰλαπινασταί,

609αἷμα μέλαν πίνοντες ἀμείλιχον εἶχον ἐδωδήν,

610καὶ τῶν μὲν κλαγγὴ φόνον ἔπνεεν, οἱ δʼ ὑλάοντες

611ἄγρια κοπτομένοισιν ἐπʼ ἀνδράσιν ὠρύοντο,

612νηλέες, οὐδʼ ἀλέγιζον ἑοὺς ἐρύοντες ἄνακτας.

613τὼ δὲ γυναιμανέος ποτὶ δώματα Δηιφόβοιο

614στελλέσθην Ὀδυσσεύς τε καὶ εὐχαίτης Μενέλαος

615καρχαλέοισι λύκοισιν ἐοικότες, οἵθʼ ὑπὸ νύκτα

616χειμερίην φονόωντες ἀσημάντοις ἐπὶ μήλοις

617οἴχονται, κάματον δὲ κατατρύχουσι νομήων.

618ἔνθα δύω περ ἐόντες ἀπειρεσίοισιν ἔμιχθεν

619ἀνδράσι δυσμενέεσσι· νέη δʼ ἠγείρετο χάρμη

620τῶν μὲν ἐπορνυμένων, τῶν δʼ ὑψόθεν ἐκ θαλάμοιο

621βαλλόντων λιθάκεσσι καὶ ὠκυμόροισιν ὀιστοῖς.

622ἀλλὰ καὶ ὣς ὑπέροπλα καρήατα πυργώσαντες

623ἀρρήκτοις κορύθεσσι καὶ ἀσπίσι κυκλώσαντες

624εἰσέθορον μέγα δῶμα· καὶ ἀντίβιον μὲν ὅμιλον,

625θῆρας δειμαλέους, ἐλάων ἐδάιξεν Ὀδυσσεύς,

626Ἀτρείδης δʼ ἑτέρωθεν ὑποπτήξαντα διώξας

627Δηίφοβον κατέμαρψε, μέσην κατὰ γαστέρα τύψας

628ἧπαρ ὀλισθηρῇσι συνεξέχεεν χολάδεσσιν.

629ὣς ὁ μὲν αὐτόθι κεῖτο λελασμένος ἱπποσυνάων,

630τῷ δʼ ἕπετο τρομέουσα δορυκτήτη παράκοιτις

631ἄλλοτε μὲν χαίρουσα κακῶν ἐπὶ τέρματι μόχθων,

632ἄλλοτε δʼ αἰδομένη, τοτὲ δʼ ὀψέ περ ὡς ἐν ὀνείρῳ

633λαθρίδιον στενάχουσα φίλης μιμνῄσκετο πάτρης.

634Αἰακίδης δὲ γέροντα Νεοπτόλεμος βασιλῆα

635πήμασι κεκμηῶτα παρʼ Ἑρκείῳ κτάνε βωμῷ

636οἶκτον ἀπωσάμενος πατρώιον· οὐδὲ λιτάων

637ἔκλυεν, οὐ Πηλῆος ὁρώμενος ἥλικα χαίτην

638ᾐδέσαθʼ, ἧς ὕπο θυμὸν ἀπέκλασεν ἠδὲ γέροντος

639καίπερ ἐὼν βαρύμηνις ἐφείσατο τὸ πρὶν Ἀχιλλεύς.

640σχέτλιος, ἦ μὲν ἔμελλε καὶ αὐτῷ πότμος ὁμοῖος

641ἑσπέσθαι παρὰ βωμὸν ἀληθέος Ἀπόλλωνος

642ὕστερον, ὁππότε μιν ζαθέου δηλήμονα νηοῦ

643Δελφὸς ἀνὴρ ἐλάσας ἱερῇ κατέπεφνε μαχαίρῃ.

644ἡ δὲ κυβιστήσαντα διηερίων ἀπὸ πύργων—

645χειρὸς Ὀδυσσείης ὀλοὸν βέλος—ἀθρήσασα

646Ἀνδρομάχη μινύωρον ἐκώκυεν Ἀστυάνακτα.

647Κασσάνδρην δʼ ᾔσχυνεν Ὀιλῆος ταχὺς Αἴας

648Παλλάδος ἀχράντοιο θεῆς ὑπὸ γοῦνα πεσοῦσαν·

649ἡ δὲ βίην ἀνένευσε θεή, τὸ πρόσθεν ἀρηγὼν

650ἀνθʼ ἑνὸς Ἀργείοισιν ἐχώσατο πᾶσιν Ἀθήνη.

651Αἰνείαν δʼ ἔκλεψε καὶ Ἀγχίσην Ἀφροδίτη

652οἰκτείρουσα γέροντα καὶ υἱέα, τῆλε δὲ πάτρης

653Αὐσονίην ἀπένασσε· θεῶν δʼ ἐτελείετο βουλὴ

654Ζηνὸς ἐπαινήσαντος, ἵνα κράτος ἄφθιτον εἴη

655παισὶ καὶ υἱωνοῖσιν ἀρηιφίλης Ἀφροδίτης.

656τέκνα δὲ καὶ γενεὴν Ἀντήνορος ἀντιθέοιο

657Ἀτρείδης ἐφύλαξε, φιλοξείνοιο γέροντος,

658μειλιχίης προτέρης τίνων χάριν ἠδὲ τραπέζης

659κείνης, ᾗ μιν ἔδεκτο γυνὴ πρηεῖα Θεανώ.

660δειλὴ Λαοδίκη, σὲ δὲ πατρίδος ἐγγύθι γαίης

661γαῖα περιπτύξασα κεχηνότι δέξατο κόλπῳ·

662οὐδέ σε Θησείδης Ἀκάμας οὐδʼ ἄλλος Ἀχαιῶν

663ἤγαγε ληιδίην, ἔθανες δʼ ἅμα πατρίδι γαίῃ.

664πᾶσαν δʼ οὐκ ἂν ἔγωγε μόθου χύσιν ἀείσαιμι

665κρινάμενος τὰ ἕκαστα καὶ ἄλγεα νυκτὸς ἐκείνης·

666Μουσάων ὅδε μόχθος, ἐγὼ δʼ ἅπερ ἵππον ἐλάσσω

667τέρματος ἀμφιέλισσαν ἐπιψαύουσαν ἀοιδήν.

668ἄρτι γὰρ ἀντολίηθεν ἀπόσσυτος Ὠκεανοῖο

669ἠρέμα λευκαίνουσα κατέγραφεν ἠέρα πολλήν,

670νύκτα διαρρήξασα μιαιφόνον ἱππότις Ἠώς·

671οἱ δʼ ἐπαγαλλόμενοι πολέμων ὑπεραυχέι νίκῃ

672πάντοσε παπταίνεσκον ἀνὰ πτόλιν, εἴ τινες ἄλλοι

673κλεπτόμενοι φεύγουσι φόνου πάνδημον ἀυτήν.

674ἀλλʼ οἱ μὲν δέδμηντο λίνῳ θανάτοιο πανάγρῳ,

675ἰχθύες ὡς ἁλίῃσιν ἐπὶ ψαμάθοισι χυθέντες,

676Ἀργεῖοι δʼ ἀπὸ μὲν μεγάρων νεοτευχέα κόσμον

677ἐξέφερον, νηῶν ἀναθήματα, πολλὰ δʼ ἐρήμων

678ἥρπαζον θαλάμων κειμήλια· σὺν δὲ γυναῖκας

679ληιδίας σὺν παισὶν ἄγον ποτὶ νῆας ἀνάγκῃ.

680τείχεσι δὲ πτολίπορθον ἐπὶ φλόγα θωρήξαντες

681ἔργα Ποσειδάωνος ἰῇ συνέχευον ἀυτμῇ.

682αὐτοῦ καὶ μέγα σῆμα φίλοις ἀστοῖσιν ἐτύχθη

683Ἴλιος αἰθαλόεσσα· πυρὸς δʼ ὀλεσίπτολιν ἄτην

684Ξάνθος ἰδὼν ἔκλαυσε γόων ἁλιμυρέι πηγῇ,

685Ἡφαίστῳ δʼ ὑπόεικεν ἀτυζόμενος χόλον Ἥρης.

686οἱ δὲ Πολυξείνης ἐπιτύμβιον αἷμα χέαντες,

687υῆνιν ἱλασσάμενοι τεθνειότος Αἰακίδαο

688Τρωιάδας τε γυναῖκας ἐλάγχανον, ἄλλα τε πάντα

689χρυσὸν ἐμοιρήσαντο καὶ ἄργυρον· οἷσι βαθείας

690νῆας ἐπαχθήσαντες ἐριγδούπου διὰ πόντου

691ἐκ Τροίης ἀνάγοντο μόθον τελέσαντες Ἀχαιοί.