Στρατηγικός
- Scientific editors
- William Abbott Oldfather
- Edition reference
- Aeneas Tacticus, Asclepiodotus, Onasander · London · William Heinemann · 1923
- CTS identifier
urn:cts:greekLit:tlg0648.tlg001.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Chapter praef
Ἱππικῶν μὲν λόγων ἢ κυνηγετικῶν ἢ ἁλιευτικῶν τε αὖ καὶ γεωργικῶν συνταγμάτων προσφώνησιν ἡγοῦμαι πρέπειν ἀνθρώποις, οἷς πόθος ἔχεσθαι τοιῶνδε ἔργων, στρατηγικῆς δὲ περὶ θεωρίας, ὦ Κόϊντε Οὐηράνιε, Ῥωμαίοις καὶ μάλιστα Ῥωμαίων τοῖς τὴν συγκλητικὴν ἀριστοκρατίαν λελογχόσι καὶ κατὰ τὴν Σεβαστοῦ Καίσαρος ἐπιφροσύνην ταῖς τε ὑπάτοις καὶ στρατηγικαῖς ἐξουσίαις κοσμουμένοις διά τε παιδείαν, ἧς οὐκ ἐπʼ ὀλίγον ἔχουσιν ἐμπειρίαν, καὶ προγόνων ἀξίωσιν.
ἀνέθηκα δὲ πρώτοις σφίσι τόνδε τὸν λόγον οὐχ ὡς ἀπείροις στρατηγίας, ἀλλὰ μάλιστα τῇδε θαρρήσας, ᾗ τὸ μὲν ἀμαθὲς τῆς ψυχῆς καὶ τὸ παρʼ ἄλλῳ κατορθούμενον ἠγνόησεν, τὸ δὲ ἐν ἐπιστήμῃ τῷ καλῶς ἔχοντι προσεμαρτύρησεν.
ὅθεν, εἰ καὶ παρὰ πολλοῖς φανείη νενοημένα τὰ παρʼ ἐμοῦ συντεταγμένα, καὶ κατὰ τοῦτο ἂν ἡσθείην, ὅτι μὴ μόνον στρατηγικὰς συνεταξάμην ὑφηγήσεις, ἀλλὰ καὶ στρατηγικῆς ἐστοχασάμην καὶ τῆς ἐν αὐτοῖς φρονήσεως, εὐτυχοίην τʼ ἄν, εἰ, ἃ δὴ Ῥωμαίοις δυνάμει καὶ δἰ ἔργων πέπρακται, ταῦτʼ ἐγὼ λόγῳ περιλαβεῖν ἱκανὸς εἶναι παρὰ τοιούτοις ἀνδράσι δοκιμασθείην.
Τὸ δὲ σύνταγμα θαρροῦντί μοι λοιπὸν εἰπεῖν ὡς στρατηγῶν τε ἀγαθῶν ἄσκησις ἔσται παλαιῶν τε ἡγεμόνων κατὰ τὴν σεβαστὴν εἰρήνην ἀνάθημα, εἰσόμεθά τε καὶ εἰ μηδὲν ἄλλο, παρʼ ἣν αἰτίαν οἵ τε πταίσαντες ἐσφάλησαν τῶν στρατηγησάντων, οἵ τε εὐπραγήσαντες ἐγέρθησαν εἰς δόξαν· μάλιστα δὲ τὴν Ῥωμαίων ἀρετὴν ἐννοήσομεν, ὡς οὔτε βασιλεὺς οὔτε πόλις οὔτε ἔθνος μεῖζον ἡγεμονίας ἐκρατύνατο μέγεθος, ἀλλʼ οὐδʼ εἰς ἶσον ἤλασεν, ὥστε τοσούτοις βεβαιώσασθαι χρόνοις ἀκίνητον δυναστείαν.
οὐ γὰρ τύχῃ μοι δοκοῦσιν ὑπεράραντες τοὺς τῆς Ἰταλίας ὅρους ἐπὶ πέρατα γῆς ἐκτεῖναι τὴν σφετέραν ἀρχήν, ἀλλὰ πράξεσι στρατηγικαῖς. συνεπιλαμβάνεσθαι μὲν γὰρ εὔχεσθαι δεῖ καὶ τὴν τύχην, οὐ μὴν τὸ παράπαν οἴεσθαι ταύτην κρατεῖν.
ἀλλʼ ἀνόητοι οἱ καὶ τὰ σφάλματα τῆς τύχης ἐγκλήματα μόνης ποιούμενοι, οὐ τῆς τῶν στρατηγούντων ἀμελείας, καὶ τὰ κατορθώματα ταύτης, οὐ τῆς ἐμπειρίας τῶν ἡγουμένων· οὔτε γὰρ ἐπιεικὲς ἀνεπιτίμητον οὕτως ἀπολιπεῖν τὸν πταίοντα τοῖς ὅλοις, ὡς πάντων αἰτιᾶσθαι τὴν τύχην, οὔτε δίκαιον ἀμάρτυρον ἐπὶ τοσοῦτον ἐπαίνου τὸν κατορθοῦντα περιορᾶν, ἐφʼ ὅσον ἁπάντων ἀνατιθέναι τῇ τύχῃ τὴν χάριν.
Ἐπειδὴ δὲ φύσει πάντες ἄνθρωποι τοῖς μὲν δἰ ἐμπειρίας συντετάχθαι δοκοῦσι, κἂν ἀσθενῶς ἀπαγγέλληται, τὸ πιστὸν εἰς ἀλήθειαν ἀπονέμουσιν, τοῖς δὲ ἀπείροις, κἂν ᾖ δυνατὰ πραχθῆναι, διὰ τὸ ἀδοκίμαστον ἀπιστοῦσιν, ἀναγκαῖον ἡγοῦμαι περὶ τῶν ἐν τῷδε τῷ λόγῳ στρατηγημάτων ἠθροισμένων τοσοῦτο προειπεῖν, ὅτι πάντα διὰ πείρας ἔργων ἐλήλυθεν καὶ ὑπὸ ἀνδρῶν τοιούτων, ὧν ἀπόγονον ὑπάρχει Ῥωμαίων ἅπαν τὸ γένει καὶ ἀρετῇ μέχρι τοῦ δεῦρο πρωτεῦον.
οὐθὲν γὰρ ἐσχεδιασμένον ἀπολέμῳ καὶ νεωτέρᾳ γνώμῃ τόδε περιέχει τὸ σύνταγμα, ἀλλὰ πάντα διὰ πράξεων καὶ ἀληθινῶν ἀγώνων κεχωρηκότα μάλιστα μὲν Ῥωμαίοις· ἅ τε γὰρ ποιήσαντες ἐφυλάξαντο παθεῖν καὶ δἰ ὧν ἐμηχανήσαντο δρᾶσαι, πάντα μοι συνείλεκται.
καίτοι οὐκ ἠγνόηκα, ὅτι μᾶλλον ἄν τις εἵλετο πάνθ̓ ἑαυτοῦ καὶ τῆς ἰδίας ἀγχινοίας τὰ στρατηγήματα δοκεῖν εἶναι, πλείονα θηρώμενος ἔπαινον τῶν πιστευσάντων, ἢ ἀπὸ τῆς ἀλλοτρίας ἐπινοίας· ἐγὼ δὲ οὐ παρὰ τοῦτʼ ἐλαττοῦσθαι δοκῶ.
καθάπερ γάρ, εἴ τις ἐν πολέμοις αὐτὸς στρατευσάμενος συνετάξατο τοιόνδε λόγον, οὐκ ἂν παρὰ τοῦτο ἥττονος ἠξιοῦτο μαρτυρίας, ὅτι μὴ μόνον φυσικῆς ἀγχινοίας ἰδίαν εὕρεσιν εἰσηνέγκατο στρατηγημάτων, ἀλλὰ καὶ τὰ δἰ ἄλλων εὖ πραχθέντα μνήμῃ παραθέμενος εἰς σύνταξιν ἤγαγεν, οὕτως οὐδʼ ἐμαυτὸν οἴομαι τοὔλαττον ἐπαίνων οἴσεσθαι παρὰ τοῦθ̓, ὅτι μὴ πάντα τῆς ἐμῆς ὁμολογῶ συνέσεως εἶναι, τοὐναντίον δὲ προείληφα τόν τʼ ἔπαινον ἀνεπίφθονον ἕξειν καὶ τὴν πίστιν ἀσυκοφάντητον.
Chapter 1
Περὶ αἱρέσεως στρατηγοῦ
Φημὶ τοίνυν αἱρεῖσθαι τὸν στρατηγὸν οὐ κατὰ γένη κρίνοντας, ὥσπερ τοὺς ἱερέας, οὐδὲ κατ’ οὐσίας, ὡς τοὺς γυμνασιάρχους, ἀλλὰ σώφρονα, ἐγκρατῆ, νήπτην, λιτόν, διάπονον, νοερόν, ἀφιλάργυρον, μήτε νέον μήτε πρεσβύτερον, ἂν τύχῃ καὶ πατέρα παίδων, ἱκανὸν λέγειν, ἔνδοξον.
α σώφρονα μέν, ἵνα μὴ ταῖς φυσικαῖς ἀνθελκόμενος ἡδοναῖς ἀπολείπῃ τὴν ὑπὲρ τῶν μεγίστων φροντίδα.
β. ἐγκρατῆ δέ, ἐπειδὴ τηλικαύτης ἀρχῆς μέλλει τυγχάνειν· αἱ γὰρ ἀκρατεῖς ὁρμαὶ προσλαβοῦσαι τὴν τοῦ δύνασθαί τι ποιεῖν ἐξουσίαν ἀκατάσχετοι γίγνονται πρὸς τὰς ἐπιθυμίας.
γ νήπτην δ̓, ὅπως ἐπαγρυπνῇ ταῖς μεγίσταις πράξεσιν· ἐν νυκτὶ γὰρ ὡς τὰ πολλὰ ψυχῆς ἠρεμούσης στρατηγοῦ γνώμη τελειοῦται.
δ λιτὸν δέ, ἐπειδὴ κατασκελετεύουσιν αἱ πολυτελεῖς θεραπεῖαι δαπανῶσαι χρόνον ἄπρακτον εἰς τὴν τῶν ἡγουμένων τρυφήν.
ε διάπονον δ̓, ἵνα μὴ πρῶτος τῶν στρατευομένων, ἀλλʼ ὕστατος κάμνῃ.
ς νοερὸν δέ· ὀξὺν γὰρ εἶναι δεῖ τὸν στρατηγὸν ἐπὶ πᾶν ᾄττοντα δἰ ὠκύτητος ψυχῆς κατὰ τὸν Ὅμηρον ὡσεὶ πτερὸν ἠὲ νόημα· πολλάκις γὰρ ἀπρόληπτοι ταραχαὶ προσπεσοῦσαι σχεδιάζειν ἀναγκάζουσι τὸ συμφέρον.
ζ ἀφιλάργυρον δέ· ἡ γὰρ ἀφιλαργυρία δοκιμασθήσεται καὶ πρώτη· τοῦ γὰρ ἀδωροδοκήτως καὶ μεγαλοφρόνως προΐστασθαι τῶν πραγμάτων αὕτη παραιτία· πολλοὶ γάρ, κἂν διὰ τὴν ἀνδρίαν ἀσπίσι πολλαῖς καὶ δόρασιν ἀντιβλέψωσιν, περὶ τὸν χρυσὸν ἀμαυροῦνται· δεινὸν γὰρ πολεμίοις ὅπλον τοῦτο καὶ δραστήριον εἰς τὸ νικᾶν.
η οὔτε δὲ νέον οὔτε πρεσβύτερον, ἐπειδὴ ὁ μὲν ἄπιστος, ὁ δʼ ἀσθενής· οὐδέτερος γὰρ ἀσφαλής, ὁ μὲν νέος, ἵνα μή τι διὰ τὴν ἀλόγιστον πταίσῃ τόλμαν, ὁ δὲ πρεσβύτερος, ἵνα μή τι διὰ τὴν φυσικὴν ἀσθένειαν ἐλλείπῃ.
κρατίστη δʼ αἵρεσις ἡ τοῦ μέσου· καὶ γὰρ τὸ δυνατὸν ἐν τῷ μηδέπως γεγηρακότι καὶ τὸ φρόνιμον ἐν τῷ μὴ πάνυ νεάζοντι, ὡς οἵτινές γε ἢ σώματος ῥώμην ἄνευ ψυχῆς ἔμφρονος ἐδοκίμασαν ἢ ψυχὴν φρόνιμον ἄνευ σωματικῆς ἕξεως, οὐδὲν ἐπέραναν· ἡ γὰρ ὑστερήσασα φρόνησις οὐδὲν ἐνόησε κρεῖττον, ἡ δʼ ἐλλείπουσα δύναμις οὐδὲν ἐτελείωσεν.
ὅ γε μὴν εὐδοκιμῶν οὐ μικρὰ τοὺς ἑλομένους ὤνησεν· ὅντινα γὰρ ἄνθρωποι φιλοῦσιν αὐτομάτῃ διανοίας ἐμπτώσει, τούτῳ ταχὺ μὲν ἐπιτάττοντι πείθονται, λέγοντι δʼ οὐκ ἀπιστοῦσι, κινδυνεύοντι δὲ συναγωνίζονται.
θ πατέρα δὲ προὔκρινα μᾶλλον, οὐδὲ τὸν ἄπαιδα παραιτούμενος, ἂν ἀγαθὸς ᾖ· ἐάν τε γὰρ ὄντες τύχωσι νήπιοι, ψυχῆς εἰσιν ἰσχυρὰ φίλτρα περὶ τὴν εὔνοιαν ἐξομηρεύσασθαι δυνάμενα στρατηγὸν πρὸς πατρίδα, δεινοὶ καὶ ὀξεῖς μύωπες πατρός, οἷοί τε ἀναστῆσαι θυμὸν ἐπὶ πολεμίους, ἄν τε τέλειοι, σύμβουλοι καὶ συστράτηγοι καὶ πιστοὶ τῶν ἀπορρήτων ὑπηρέται γιγνόμενοι συγκατορθοῦσι τὰ κοινὰ πράγματα.
ι λέγειν δʼ ἱκανόν· ἔνθεν γὰρ ἡγοῦμαι τὸ μέγιστον ὠφελείας ἵξεσθαι διὰ στρατεύματος· ἐάν τε γὰρ ἐκτάττῃ πρὸς μάχην στρατηγός, ἡ τοῦ λόγου παρακέλευσις τῶν μὲν δεινῶν ἐποίησε καταφρονεῖν, τῶν δὲ καλῶν ἐπιθυμεῖν, καὶ οὐχ οὕτως ἀκοαῖς ἐνηχοῦσα σάλπιγξ ἐγείρει ψυχὰς εἰς ἅμιλλαν μάχης, ὡς λόγος εἰς προτροπὴν ἀρετῆς ἐναγωνίου ῥηθεὶς αἰχμάζουσαν ἀνέστησε πρὸς τὰ δεινὰ τὴν διάνοιαν, ἄν τέ τι συμβῇ πταῖσμα περὶ τὸ στρατόπεδον, ἡ τοῦ λόγου παρηγορία τὰς ψυχὰς ἀνέρρωσε, καὶ πολὺ δὴ χρησιμώτερός ἐστι στρατηγοῦ λόγος οὐκ ἀδύνατος ὥστε παραμυθεῖσθαι τὰς ἐν στρατοπέδοις συμφοράς, τῶν ἑπομένων τοῖς τραυματίαις ἰατρῶν·
οἱ μὲν γὰρ ἐκείνους μόνους τοῖς φαρμάκοις θεραπεύουσιν, ὁ δὲ καὶ τοὺς κάμνοντας εὐθυμοτέρους ἐποίησεν καὶ τοὺς ἐρρωμένους ἀνέστησε·
καὶ ὥσπερ τὰ ἀόρατα νοσήματα τῶν ὁρωμένων δυσχερεστέραν ἔχει τὴν θεραπείαν, οὕτως ψυχὰς ἐξ ἀθυμίας ἰάσασθαι λόγῳ παρηγορήσαντα δυσκολώτερον, ἢ σωμάτων φανερὰν ἐξ ἐπιπολῆς θεραπεῦσαι νόσον.
οὐδὲ χωρὶς στρατηγῶν οὐδὲ μία πόλις ἐκπέμψει στρατόπεδον, οὐδὲ δίχα τοῦ δύνασθαι λέγειν αἱρήσεται στρατηγόν.
ια τὸν δὲ ἔνδοξον, ὅτι τοῖς ἀδόξοις ἀσχάλλει τὸ πλῆθος ὑποταττόμενον· οὐθεὶς γὰρ ἑκὼν ὑπομένει τὸν αὑτοῦ χείρονα κύριον ἀναδέχεσθαι καὶ ἡγεμόνα.
πᾶσα δὲ ἀνάγκη τὸν τοιοῦτον ὄντα καὶ τοσαύτας ἀρετὰς ἔχοντα ψυχῆς, ὅσας εἴρηκα, καὶ ἔνδοξον εἶναι.
Φημὶ δὲ μήτε τὸν πλούσιον, ἐὰν ἐκτὸς ᾖ τούτων, αἱρεῖσθαι στρατηγὸν διὰ τὰ χρήματα, μήτε τὸν πένητα, ἐὰν ἀγαθὸς ᾖ, παραιτεῖσθαι διὰ τὴν ἔνδειαν· οὐ μὴν χρή γε τὸν πένητα οὐδὲ τὸν πλούσιον, ἀλλὰ καὶ τὸν πλούσιον καὶ τὸν πένητα· οὐδʼ ἕτερον γὰρ οὔθʼ αἱρετὸν οὔτʼ ἀποδοκιμαστέον διὰ τὴν τύχην, ἀλλʼ ἐλεγκτέον διὰ τὸν τρόπον.
οὐδὲ πλούσιος ἀγαθὸς ὢν τοσούτῳ διοίσει τοῦ γενναίου πένητος, ὅσον αἱ ἐπάργυροι καὶ κατάχρυσοι πανοπλίαι τῶν καταχάλκων καὶ σιδηρῶν—αἱ μὲν γὰρ τῷ κόσμῳ πλεονεκτοῦσιν, αἱ δʼ αὐτῷ τῷ δραστηρίῳ διαγωνίζονται —, εἴ γε μὴ χρηματιστὴς εἴη· τὸν δὲ χρηματιστήν, οὐδʼ ἂν πλουσιώτατος ὢν τύχῃ, συμβουλεύσω ποτὲ αἱρεῖσθαι· λέγω δὲ ὀβολοστάτην, μετάβολον, ἔμπορον ἢ τοὺς παραπλήσιόν τι τούτοις πράττοντας· ἀνάγκη γὰρ τοὺς τοιούτους μικρόφρονας εἶναι καὶ περὶ τὸ κέρδος ἐπτοημένους καὶ μεμεριμνημένους περὶ τὸν πορισμὸν τῶν χρημάτων ὅλως μηδὲν ἐσχηκέναι τῶν καλῶν ἐπιτηδευμάτων.
Προγόνων δὲ λαμπρὰν ἀξίωσιν ἀγαπᾶν μὲν δεῖ προσοῦσαν, οὐ μὴν ἀποῦσαν ἐπιζητεῖν, οὐδὲ ταύτῃ τινὰς κρίνειν ἀξίους ἢ μὴ τοῦ στρατηγεῖν, ἀλλʼ ὥσπερ τὰ ζῷα ἀπὸ τῶν ἰδίων πράξεων ἐξετάζομεν, ὅπως εὐγενείας ἔχει, οὕτω χρὴ σκοπεῖν καὶ τὴν τῶν ἀνθρώπων εὐγένειαν.
καὶ γὰρ ἀπερίοπτον, τί τοῖς ἔμπροσθεν ἐπράχθη καλόν, ἐξετάζειν, οὐ τί ποιήσουσιν οἱ νῦν αἱρεθέντες· ὥσπερ τῶν πάλαι γεγονότων σώζειν ἡμᾶς δυναμένων καὶ τὰ νῦν, καὶ τὰ πρόσθεν τηρησόντων ἐκείνων. ἔτι δὲ πῶς οὐκ ἀπαίδευτον τοὺς μὲν στρατιώτας τοῖς ἀριστείοις τιμᾶν, οὐ τοὺς ἐκ πατέρων λαμπρῶν, ἀλλὰ τοὺς αὐτούς τι γενναῖον ἐργασαμένους, τοὺς δὲ στρατηγοὺς διὰ τοὺς προγόνους αἱρεῖσθαι, κἂν ὦσιν ἄχρηστοι, μὴ διὰ τὴν σφῶν αὐτῶν ἀρετήν, κἂν μὴ γένει λαμπρύνωνται;
προσόντων μὲν δὴ τούτων ἐκείνοις εὐτυχὴς ὁ στρατηγός, ἀπόντων δʼ ἐκείνων, κἂν παρῇ ταῦτα, ἄπρακτος.
ἐλπίσαι δʼ ἄν τις τάχα καὶ ἀμείνους ἔσεσθαι στρατηγοὺς τοὺς οὐκ ἔχοντας ἐνσεμνύνεσθαι προγόνοις· οἱ μὲν γὰρ ἐπὶ πατράσι κυδαινόμενοι, κἂν ἐλλίπωσιν, οἰόμενοι τὴν ἐκ τῶν πρόσθεν εὔκλειάν σφισι φυλάττεσθαι πολλὰ καὶ ῥᾳθυμότερον διοικοῦσιν, οἷς δʼ οὐδεμία προϋπάρχει δόξα προγόνων, οὗτοι τὴν ἐκ πατέρων ἐλάττωσιν ἐθέλοντες ἀναπληρῶσαι τῇ σφετέρᾳ προθυμίᾳ φιλοκινδυνότερον ἐπὶ τὰς πράξεις ἁμιλλῶνται·
καὶ καθάπερ οἱ πενέστεροι τῶν εὐπορωτέρων ταλαιπωρότερον ἐπὶ τὴν τοῦ βίου κτῆσιν ὥρμηνται τὸ ἐλλεῖπον ἀναπληρῶσαι τῆς τύχης σπεύδοντες, οὕτως, οἷς μὴ πάρεστι κληρονομουμένῃ πατέρων ἀποχρήσασθαι δόξῃ, τὴν ἀρετὴν ἰδιόκτητον οἰκειώσασθαι προαιροῦνται.
Chapter 2
Περὶ ἀγαθοῦ στρατηγοῦ διαίρεσις
Ζηλούσθω μὲν δὴ ἡμῖν ὁ στρατηγὸς ὁ ἀγαθὸς εὐγενὴς καὶ πλούσιος, μὴ ἀποδοκιμαζέσθω δὲ πένης μετὰ ἀρετῆς, εἰ καὶ μὴ ἀπὸ λαμπρῶν.
αἱρεθεὶς δʼ ὁ στρατηγὸς ἔστω χρηστός, εὐπροσήγορος, ἕτοιμος, ἀτάραχος, μὴ οὕτως ἐπιεικὴς ὥστε καταφρονεῖσθαι, μήτε φοβερὸς ὥστε μισεῖσθαι, ἵνα μήτε ταῖς χάρισιν ἐκλύσῃ τὸ στρατόπεδον μήτε τοῖς φόβοις ἀλλοτριώσῃ.
λοχαγοὺς δὲ καθιστάτω καὶ ταξιάρχους καὶ χιλιάρχους, καὶ εἴ τινων ἄλλων ἡγεμόνων προσδεῖν αὐτῷ δόξαι, τοὺς εὐνουστάτους τῇ πατρίδι, πιστοτάτους, εὐρωστοτάτους, ἔνθεν δʼ οὐδὲν ἂν κωλύοι καὶ τοὺς εὐπορωτάτους καὶ τοὺς εὐγενεστάτους·
οὐ γάρ, ὡς ὀλίγους αἱρουμένους στρατηγοὺς ἐκ τρόπου δοκιμάσαι ῥᾷον, κἂν ἀπῇ ὁ τῶν χρημάτων μετʼ εὐγενείας ὄγκος, οὕτως που καὶ λοχαγῶν καὶ ταξιαρχῶν πλῆθος.
ὅθεν τὸ μὲν εὐγενὲς ἐπὶ τούτων προκριτέον εἰς πρόχειρον ἐν ὀξεῖ καιρῷ δοκιμασίαν, τὸ δὲ ἐν εὐπορίᾳ, ἐπειδὴ ἀναλῶσαί τε καὶ δοῦναι στρατιώταις οἱ ἐκ περιουσίας δυνατοί, χορηγία δʼ ἀπὸ τῶν ἡγουμένων ὀλίγη πρὸς τοὺς ὑποταττομένους εὐνούστερα παρασκευάζει τὰ πλήθη· καὶ. ἀσφαλεῖς αἱ μειζόνων πίστεις πραγμάτων τοῖς περὶ πλειόνων κινδυνεύουσιν, εἰ μὴ πάνυ τὸ πιστόν, ὡς ἂν εἰ στρατηγοῖ τις, ἐκ τοῦ τρόπου παρέχοιτο.
Chapter 3
Περὶ τοῦ ἔχειν τὸν στρατηγὸν βουλευτάς
Αἱρείσθω δὲ ἤτοι συνέδρους, οἳ μεθέξουσιν αὐτῷ πάσης βουλῆς καὶ κοινωνήσουσι γνώμης αὐτοῦ οἱ τούτου εἵνεκα ἀκολουθήσοντες, ἢ ἐξ αὐτῶν τῶν ἡγεμόνων τοὺς ἐντιμοτάτους μεταπεμπόμενος συνεδρευέτω, ὡς, ἅ γέ τις ἂν ἐννοήσῃ μὲν μόνος, ὡς τὰ αὑτοῦ, οὐ βεβαίως οἰκειοῦται.
γνώμη γὰρ ἡ μὲν ἀνεπικούρητος μονουμένη παπταίνει περὶ τὴν ἰδίαν εὕρεσιν, ἡ δὲ ὑπὸ τῶν πέλας ἐπιμαρτυρηθεῖσα πιστοῦται τὸ μὴ σφαλερόν.
οὐ μὴν ἀλλὰ μήθʼ οὕτως ἄστατος ἔστω τὴν διάνοιαν, ὡς αὐτὸν αὑτῷ πάμπαν ἀπιστεῖν, μήθ̓ οὕτως αὐθάδης, ὡς μή τι καὶ παρʼ ἄλλῳ τοῦ παρʼ αὑτῷ κρεῖττον οἴεσθαι νοηθῆναι· ἀνάγκη γὰρ τὸν τοιοῦτον ἢ πᾶσι προσέχοντα καὶ μηδὲν αὑτῷ πολλὰ καὶ ἀσύμφορα πράττειν, ἢ μηδ’ ὀλίγ̓ ἄλλων ἀκούοντα, πάντα δʼ αὑτοῦ, πολλὰ καὶ δεινὰ διαμαρτάνειν.
Chapter 4
Περὶ τοῦ ὅτι δεῖ τὴν ἀρχὴν τοῦ πολέμου ἐξ εὐλόγου αἰτίας ἐπάγειν
Τὰς δʼ ἀρχὰς τοῦ πολέμου μάλιστά φημι χρῆναι φρονίμως συνίστασθαι καὶ μετὰ τοῦ δικαίου πᾶσι φανερὸν γίγνεσθαι πολεμοῦντα· τότε γὰρ καὶ θεοὶ συναγωνισταὶ τοῖς στρατεύουσιν εὐμενεῖς καθίστανται, καὶ ἄνθρωποι προθυμότερον ἀντιτάττονται τοῖς δεινοῖς·
εἰδότες γάρ, ὡς οὐκ ἄρχουσιν ἀλλʼ ἀμύνονται, τὰς ψυχὰς ἀσυνειδήτους κακῶν ἔχοντες ἐντελῆ τὴν ἀνδρείαν εἰσφέρονται, ὡς, ὅσοι γε νομίζουσι νεμεσήσειν τὸ θεῖον ἐπὶ τῷ παρὰ τὸ δίκαιον ἐκφέρειν πόλεμον, αὐτῇ τῇ οἰήσει, κἂν μή τι δεινὸν ἀπὸ τῶν πολεμίων ἀπαντήσειν μέλλῃ, προκατορρωδοῦσιν.
διὰ τοῦτο δεῖ τὸν στρατηγόν, ὧν τε βούλεται τυχεῖν καὶ ὧν μὴ παραχωρῆσαι, λόγῳ καὶ πρεσβείαις προκαλεῖσθαι πρῶτον, ἵνʼ ἐν τῷ μὴ συγκαταβαίνειν τοῖς ἀξιουμένοις τοὺς ἐναντίους ἀνάγκῃ δοκῇ, καὶ μὴ προαιρέσει τὴν δύναμιν ἐξάγειν πολεμήσουσαν, ἐπιμαρτυράμενος τὸ θεῖον, ὡς οὔτε καταφρονῶν ὧν συμβαίνει τοὺς πολεμοῦντας πάσχειν, ἀνεμεσήτως ἔπεισιν, οὔτε ἐκ παντὸς τρόπου τὰ δεινὰ δρᾶσαι προῃρημένος τοὺς πολεμίους.
εἰδέναι δὲ χρή, καθότι οὐ μόνον οἰκίας καὶ τείχους ἑδραιότερον ὑφίστασθαι δεῖ τὸν θεμέλιον, ὡς ἀσθενοῦς γε ὄντος συγκαταρρυησομένων καὶ τῶν ἐποικοδομουμένων, ἀλλὰ καὶ πολέμου τὰς ἀρχὰς δεῖ κατασκευασάμενον ἰσχυρῶς καὶ κρηπῖδα περιθέμενον ἀσφαλείας, οὕτως ἐξάγειν τὰς δυνάμεις· ὧν γὰρ ἀσθενῆ τὰ πράγματά ἐστιν, ἐπειδὰν οὗτοι μέγα βάρος ἀναλάβωσιν πολέμου, ταχὺ θλίβονται καὶ ὑστεροῦσιν.
ὅθεν, ὥσπερ ἀγαθὸν κυβερνήτην ἐκ λιμένος ἐξαρτυσάμενον τὸ σκάφος καὶ τὰ παρʼ αὑτῷ ἅπαντα ποιήσαντα, τότʼ ἐπιτρέπειν χρὴ τῇ τύχῃ, ὡς αἴσχιστόν γε καὶ σφαλερὸν ὑποδείξαντα πολέμου κίνησιν, ὥστε καὶ διὰ θαλάττης ἤδη καὶ διὰ γῆς ἄγειν τὸ στράτευμα, κἄπειτα πρύμναν κρούεσθαι·
τῆς μὲν γὰρ ἀνοίας καὶ προπετείας ἕκαστος κατεγέλασεν, τῆς δʼ ἀσθενείας κατεφρόνησεν, οἱ δ’ ἐχθροί, οἵτινές ποτʼ ἂν ὦσιν, κἂν μὴ πάθωσιν, ὡς οὐχὶ μὴ βουληθέντας ἀλλʼ οὐ δυνηθέντας διαθεῖναί τι δικαίως ἐμίσησαν.
Chapter 5
Περὶ τοῦ ἐξιλεοῦσθαι πρῶτον ὑπὲρ τῶν ἁμαρτιῶν τὸ θεῖον ὁ στρατηγὸς ἐξάγων εἰς πόλεμον Ἐξαγέτω δὲ τὰς δυνάμεις ὁ στρατηγὸς καθαρὰς ἢ οἷς νόμοι ἱεροὶ ἢ οἷς μάντεις ὑφηγοῦνται καθαρσίοις, πᾶσαν, εἴ τις ἢ δημοσίᾳ κηλὶς ἢ ἰδίου μολύσματος ἑκάστῳ σύνεστιν, ἀποδιοπομπούμενος.
Chapter 6
Περὶ τοῦ ἄγειν ἐν τάξει τὸ στρατόπεδον
Ἀγέτω δὲ τὸ στράτευμα πᾶν ἐν τάξει, κἂν μήπω μέλλῃ συμβάλλειν, ἀλλὰ διὰ μακρᾶς ὁδοῦ περαιοῦσθαι καὶ πολλῶν ἡμερῶν ἀνύειν πορείαν, καὶ ἐν τῇ φιλίᾳ καὶ ἐν τῇ πολεμίᾳ· διὰ μὲν τῆς φιλίας, ἵνα ἐθίζηται τὰ στρατεύματα μένειν ἐν τάξει καὶ συμφυλάττειν τοὺς ἰδίους λόχους καὶ ἕπεσθαι τοῖς ἡγεμόσιν, διὰ δὲ τῆς πολεμίας πρὸς τὰς ἐξαίφνης ἐπιβουλὰς γιγνομένας, ἵνα μὴ ἐν ὀξεῖ καιρῷ θορυβούμενοι καὶ ἐπαναθέοντες καὶ ἄλλοι πρὸς ἄλλους φερόμενοι μηδὲν μὲν ἀνύσωσι φθασθέντες, πολλὰ δὲ καὶ δεινὰ πάθωσιν, ἀλλʼ ἅμα καὶ εἰς πορείαν ὦσιν ἐπιδέξιοι καὶ εἰς μάχην εὐτρεπεῖς, ἔχοντες καὶ τὸ σύνθημα καὶ ἀλλήλους ἐν τάξει βλέποντες.
συστέλλειν δὲ πειράσθω τὴν πορείαν τοῦ στρατεύματος, ὡς ἔνι μάλιστα, πρὸς ὀλίγον, καὶ διὰ τοιούτων, ἂν δυνατὸν ᾖ, χωρίων ἀγέτω τὰς τάξεις, δἰ ὧν οὐκ ἂν ἐκθλιβόμεναι στεναὶ καὶ οὐκ ἔχουσαι πλάτος ἐκ πλευρᾶς ἐπὶ μήκιστον ἐκταθεῖεν·
καὶ γὰρ εὐπαθέστεραι γίγνονται πρὸς τὰς αἰφνιδίους τῶν πολεμίων ἐπιφανείας αἱ τοιαῦται καὶ ἥκιστα δραστήριοι· ἄν τε γάρ σφισι κατὰ μέτωπον ὑπαντήσωσιν οἱ πολέμιοι πλατύτεροι τεταγμένοι, ῥᾳδίως αὐτοὺς τρέπονται, καθάπερ οἱ τοὺς ἐπὶ κέρως ὄντας ἐν ταῖς μάχαις κυκλούμενοι, ἄν τε κατὰ μέσην τὴν δύναμιν ἐκ πλευρᾶς ἐπιβάλωσι, ταχὺ διέσπασαν αὐτῶν τὴν πορείαν καὶ διέκοψαν — ἐπιστρεψάντων γὰρ αὐτῶν εἰς φάλαγγα πρὸς ἄμυναν ἀσθενὴς ἡ μάχη γίνεται καὶ οὐκ ἔχουσα βάθος— ἐάν τε τοῖς κατόπιν, ἡ κατὰ νώτου μάχη δεινὴ καὶ προφανῆ τὸν ὄλεθρον ἔχουσα, κἂν ἐπιστρέψαι δὲ τολμήσωσιν εἰς μέτωπον, ἡ αὐτὴ γίγνεται μάχη τοῖς ἐν τῇ πρωτοπορείᾳ τεταγμένοις· ταχὺ γὰρ αὐτοὺς περιστήσονται.
συμβαινει δὲ καὶ τὰς παραβοηθείας δυσχερεῖς καὶ ἀπράκτους γίνεσθαι· τῶν γὰρ ἀπὸ τῆς οὐραγίας τοῖς εἰς τὴν πρωτοπορείαν βουλομένων βοηθεῖν ἢ τῶν πρώτων τοῖς κατόπιν βραδεῖα ἡ ἄφιξις καὶ οὐ κατὰ καιρὸν γίγνεται, διὰ πολλῶν, ὧν ὑστεροῦσιν ἢ προηγοῦνται, σταδίων ἰέναι προθυμουμένων.
Ἡ δὲ συνεσταλμένη πορεία καὶ τετράγωνος ἡ μὴ πάνυ παραμήκης εἰς πάντα καιρὸν εὐμεταχείριστός ἐστι καὶ ἀσφαλής. ἔστι δʼ ὅτε καὶ συνέβη τι τοιοῦτον ἐκ τῶν ἐκτεινομένων στρατευμάτων, ὥστε Πανικὰ καὶ πτοίας ἀμφιδόξους ἐμπίπτειν· ἐνίοτε γὰρ οἱ πρῶτοι καταβεβηκότες ἐξ ὀρεινῶν εἰς ψιλὰ καὶ ἐπίπεδα χωρία θεασάμενοι τοὺς κατόπιν ἐπικαταβαίνοντας ἔδοξαν εἶναι πολεμίων ἔφοδον, ὥστε μελλῆσαι προσβάλλειν ὡς ἐχθροῖς, τινὰς δὲ καὶ εἰς χεῖρας ἐλθεῖν ἤδη.
Λαμβανέτω δὲ τὴν θεραπείαν καὶ τὰ ὑποζύγια καὶ τὴν ἀποσκευὴν ἅπασαν ἐν μέσῃ τῇ δυνάμει καὶ μὴ χωρίς· ἂν δὲ μὴ τὰ κατόπιν ἀσφαλῆ πάνυ καὶ εἰρηναῖα νομίζῃ, καὶ τὴν οὐραγίαν ἐκ τῶν ἐρρωμενεστάτων καὶ ἀνδρειοτάτων συνιστάσθω, μηθὲν διαφέρειν αὐτὴν οἰόμενος πρὸς τὰ συμβαίνοντα τῆς πρωτοπορείας.
Προπεμπέτω δὲ ἱππεῖς τοὺς διερευνησομένους τὰς ὁδούς, καὶ μάλισθ̓, ὅτʼ ἂν ὑλώδεις καὶ περικεκλασμένας λόφοις ἐρημίας διεξίῃ· πολλάκις γὰρ ἐνέδραι πολεμίων ὑποκαθέζονται, καὶ λαθοῦσαι μὲν ἔστιν ὅτε τὰ ὅλα συνέτριψαν τῶν ἐναντίων πράγματα, μὴ λαθοῦσαι δὲ διὰ μικρᾶς φροντίδος φρόνησιν μεγάλην ἐμαρτύρησαν τῷ πολεμίῳ στρατηγῷ.
τὴν μὲν γὰρ πεδιάδα καὶ ψιλὴν ἡ πάντων ὄψις ἱκανὴ προερευνήσασθαι· καὶ γὰρ κονιορτὸς ἀναφερόμενος μεθʼ ἡμέραν ἐμήνυσεν τὴν τῶν πολεμίων ἔφοδον, καὶ πυρὰ καιόμενα νύκτωρ ἐπύρσευσεν τὴν ἐγγὺς στρατοπεδείαν.
Ἀγέτω δὲ τὰς δυνάμεις, μὴ μέλλων μὲν ἐκτάξειν εἰς μάχην, ἐὰν ἐπείγηταί τι φθάνειν συντομώτερον, εἰ ἀσφαλὲς εἶναι νομίζοι, καὶ νύκτωρ· μέλλων δὲ κρίνειν ἅμα τῷ σύνοπτον γενέσθαι τοῖς πολεμίοις εὐθὺς τὰ πράγματα διὰ μάχης σχολῇ προΐτω καὶ μὴ πολλὴν ἀνυέτω· πολλάκις γὰρ πρὸ τῶν κινδύνων ὁ κόπος ἐδαπάνησεν τὴν ἀκμὴν τῶν σωμάτων.
Διοδεύων δὲ συμμαχίδα γῆν παραγγελλέτω τοῖς στρατεύμασιν ἀπέχεσθαι τῆς χώρας, καὶ μήτ̓ ἄγειν τι μήτε φθείρειν· ἀφειδὲς γὰρ πλῆθος ἅπαν ἐν ὅπλοις, ὅτʼ ἂν ἔχῃ τὴν τοῦ δύνασθαί τι ποιεῖν ἐξουσίαν, καὶ ἡ ἐγγὺς ὄψις ἀγαθῶν δελεάζει τοὺς ἀλογίστους ἐπὶ πλεονεξίαν· μικραὶ δὲ προφάσεις ἢ ἀπηλλοτρίωσαν συμμάχους ἢ καὶ παντελῶς ἐξεπολέμωσαν.
τὴν δὲ τῶν πολεμίων φθειρέτω καὶ καιέτω καὶ τεμνέσθω· ζημία γὰρ χρημάτων καὶ καρπῶν ἔνδεια μειοῖ πόλεμον, ὡς περιουσία τρέφει. προανατεινέσθω μέντοι πρῶτον, ὃ μέλλει ποιεῖν· πολλάκις γὰρ ἡ τοῦ μέλλοντος ἔσεσθαι δεινοῦ προσδοκία συνηνάγκασε, πρὶν ἢ παθεῖν, ὑποσχέσθαι τι τοὺς κινδυνεύοντας ὧν πρότερον οὐκ ἐβουλήθησαν ποιεῖν· ἐπειδὰν δʼ ἅπαξ πάθωσιν, ὡς οὐδὲν ἔτι χεῖρον ὀψόμενοι τῶν λοιπῶν καταφρονοῦσιν.
εἰ δὲ πολὺν ἐν τῇ πολεμίᾳ μέλλει καταστρατοπεδεύειν χρόνον, τοσαῦτα καὶ τοιαῦτα φθειρέτω τῆς χώρας ὧν αὐτὸς οὐχ ἕξει χρείαν, ἅττα δὲ ἀναγκαῖα φυλαχθέντα τοῖς φιλίοις ἔσται, τούτων φειδέσθω.
Τῶν δὲ δὲ δυνάμεων ἐκπεπληρωμένων μήτʼ ἐπὶ τῆς ἰδιοκτήτου μήτʼ ἐπὶ τῆς ὑπηκόου μήτʼ ἐπὶ τῆς συμμαχίδος καθεζόμενος ἐγχρονιζέτω χώρας· τοὺς γὰρ ἰδίους ἀναλώσει καρποὺς καὶ ζημιώσει πλέον τοὺς φίλους ἢ τοὺς πολεμίους· μεταγέτω δʼ ὡς θᾶττον, ἐὰν ἀκίνδυνα ᾖ τὰ οἴκοι, τὰς δυνάμεις· ἐκ γὰρ τῆς πολεμίας, εἰ μὲν εἴη δαψιλὴς καὶ εὐδαίμων, τροφὴν ἕξει καὶ ἄφθονον, εἰ δὲ μή, τήν γε φιλίαν οὐ λυμανεῖται, πολλὰ δʼ ὅμως καὶ ἀπὸ λυπρᾶς τῆς ἀλλοτρίας ἕξει πλεονεκτήματα.
Φροντιζέτω δὲ περί τε ἀγορᾶς καὶ τῆς τῶν ἐμπόρων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν παραπομπῆς, ἵνʼ ἀκινδύνου τῆς παρουσίας σφίσιν οὔσης ἀόκνως παρακομίζωσι τὸν εἰς τὰ ἐπιτήδεια φόρτον.
Chapter 7
Περὶ τοῦ ὅταν διὰ στενῶν μέλλῃ τὸ στρατόπεδον ἄγειν Ἐπειδὰν δὲ ἤτοι διὰ στενῶν μέλλῃ ποιεῖσθαι τὴν πάροδον ἢ δἰ ὀρεινῆς καὶ δυσβάτου χώρας ἄγειν τὸν στρατόν, ἀναγκαῖον προεκπέμποντά τι μέρος τῆς δυνάμεως προκαταλαμβάνεσθαι τάς τε ὑπερβολὰς καὶ τὰς τῶν στενῶν παρόδους, μὴ φθάσαντες οἱ πολέμιοι καὶ καταστάντες ἐπὶ τῶν ἄκρων κωλύσωσι τὴν διεκβολὴν ποιεῖσθαι.
τὸ δʼ αὐτὸ πεφροντίσθω, κἂν αὐτὸς δεδίῃ πολεμίων εἰσβολήν· οὐ γὰρ δὴ δρᾶσαι μὲν χρήσιμον, φυλάξασθαι δὲ παθεῖν οὐκ ἀναγκαῖον, οὐδὲ φθάσαι μὲν αὐτοὺς εἰσβαλόντας εἰς τὴν πολεμίαν ἐπεῖγον, ἀποκλεῖσαι δὲ τοὺς ἐναντίους ἐπὶ σφᾶς ἰόντας οὐ προνοητέον.
Chapter 8
Περὶ τοῦ ποιεῖν χάρακα
Ἐν δὲ δὴ τῇ τῶν ἐχθρῶν καταστρατοπεδεύων χάρακα περιβαλέσθω καὶ τάφρον, κἂν ἐφʼ ἡμέραν μέλλῃ τὴν παρεμβολὴν θήσειν· ἀμετανόητος γὰρ ἡ τοιαύτη καὶ ἀσφαλὴς στρατοπεδεία διὰ τὰς αἰφνιδίους καὶ ἀπρολήπτους ἐπιβολάς. καθιστάτω δὲ φύλακας, κἂν μακρὰν εἶναι νομίζῃ τοὺς πολεμίους, ὡς ἐγγὺς ὄντων.
ὅποι δʼ ἂν μέλλῃ πολυχρόνιον τίθεσθαι τὴν παρεμβολὴν οὐκ ἀντεπιόντων τῶν πολεμίων, ἐπὶ τῷ φθείρειν τὴν χώραν ποιούμενος τὴν μονὴν ἢ καὶ καιροῖς ἐφεδρεύων βελτίοσιν, ἐκλεγέσθω χωρία μὴ ἑλώδη μηδὲ νοτερά· τὰ γὰρ τοιαῦτα ταῖς ἀναφοραῖς καὶ ταῖς ἀπὸ τῶν τόπων δυσωδίαις νόσους καὶ λοιμοὺς ἐμβάλλει στρατεύμασι, καὶ πολλῶν μὲν ἐκάκωσε τὰς εὐεξίας, πολλοὺς δὲ ἀπώλεσεν, ὥστε μὴ μόνον ὀλίγον, ἀλλὰ καὶ ἀσθενὲς ἀπολείπεσθαι στράτευμα.
Chapter 9
Περὶ τοῦ συνεχῶς ὑπαλλάσσειν τὰ ἄπληκτα
Χρήσιμον δέ που καὶ σωτήριον στρατοπέδῳ μηδʼ ἐπὶ τῆς αὐτῆς μένειν παρεμβολῆς, ἐὰν μὴ χειμαδεύῃ καὶ τοῖς σκηνώμασι διὰ τὴν ὥραν τοῦ καιροῦ πεπολισμένη τυγχάνῃ· αἱ γὰρ τῶν ἀναγκαίων ἐκκρίσεις ἐπὶ τῶν αὐτῶν γιγνόμεναι χωρίων ἀτμοὺς διεφθορότας ἀναπέμπουσαι συμμεταβάλλουσιν καὶ τὴν τοῦ περιέχοντος ἀέρος χύσιν.
ἐν δὲ ταῖς χειμασίαις γυμναζέτω τὰ στρατόπεδα καὶ πολεμικὰ καὶ σύντροφα ποιείσθω τοῖς δεινοῖς, μήτʼ ἀργεῖν ἐῶν μήτε ῥᾳθυμεῖν· ἡ μὲν γὰρ ἀργία τὰ σώματα μαλθακὰ καὶ ἀσθενῆ κατεσκεύασεν, ἡ δὲ ῥᾳθυμία τὰς ψυχὰς ἀνάνδρους καὶ δειλὰς ἐποίησεν· αἱ γὰρ ἡδοναὶ δελεάζουσαι τῷ καθʼ ἡμέραν συνήθει τὰς ἐπιθυμίας διαφθείρουσι καὶ τὸν εὐτολμότατον.
ὅθεν οὐ μακρὰν ἀπάγειν τοὺς ἄνδρας τῶν πόνων· ἐπειδὰν γὰρ μετὰ χρόνον ἀναγκάζωνται πρὸς τὰ πολεμικὰ χωρεῖν, οὔθʼ ἡδέως ἐξίασιν οὔτʼ ἐπὶ πολὺ μένουσιν, ἀλλʼ ἐκδεδιῃτημένοι ταχὺ μὲν ὀρρωδοῦσι, πρὶν ἢ καὶ πειρᾶσαι τὰ δεινά, ταχὺ δὲ καὶ πειράσαντες ἀποχωροῦσι, οὔτʼ ἐλπίζειν οὔτε φέρειν τοὺς κινδύνους δυνάμενοι.
Chapter 10
α. Περὶ τοῦ δεῖν γυμνάζειν τὸν στρατὸν ἀδείας οὔσης Διόπερ ἀγαθοῦ στρατηγοῦ καὶ τὰ χρήσιμα τότε κατασκευάζειν, ὅτʼ οὐκ ἐπείγουσιν αἱ τῶν ἐκ παρατάξεως ἀνάγκαι, καὶ τὰ ἄχρηστα διὰ τὴν τῶν σωμάτων ἄσκησιν ἐπιτάττειν. ἱκανὴ γὰρ στρατοπέδοις ἄνεσις, κἂν σφόδρα ταλαίπωροι ὦσιν, ἡ μὴ διὰ τῶν δεινῶν εἰς τὸ ἀληθινὸν ἀγώνισμα πεῖρα. γυμναζέτω δὲ τοιοῖσδέ τισι τρόποις.
Ἐκταττέτω πρῶτον ἀναδοὺς τὰ ὅπλα πᾶσιν, ἵν’ ἐν μελέτῃ σφίσιν ᾖ τὸ μένειν ἐν τάξει, καὶ ταῖς ὄψεσι καὶ τοῖς ὀνόμασι συνήθεις ἀλλήλοις γιγνόμενοι, τίς ὑπὸ τίνα καὶ ποῦ καὶ μετὰ πόσους, ὑπʼ τάς τε ἐκτάσεις καὶ συστολὰς καὶ ἐγκλίσεις ἐπὶ λαιὰ καὶ δεξιά, καὶ λόχων μεταγωγὰς καὶ διαστήματα καὶ πυκνώσεις, καὶ τὰς δἰ ἀλλήλων ἀντεξόδους καὶ εἰσόδους, καὶ τὰς κατὰ λόχους διαιρέσεις, καὶ τὰς κατάξεις καὶ τὴν ἐπὶ φάλαγγα ἐκτείνουσαν καὶ τὴν ἐπὶ βάθος ὑποστέλλουσαν, καὶ τὴν ἀμφιπρόσωπον μάχην, ὅτ̓ ἂν οἱ κατʼ οὐρὰν ἐπιστρέψαντες πρὸς τοὺς κυκλουμένους μάχωνται, καὶ τὰς ἀνακλήσεις ἐκδιδασκέτω.
Καθάπερ γὰρ ἐπὶ τῶν μουσικῶν ὀργάνων οἱ μὲν ἀρχὴν ἔχοντες τοῦ μανθάνειν ἐπιτιθέντες τοὺς δακτύλους ἐπί τε τὰ τρήματα τῶν αὐλῶν καὶ διαστήματα τῶν χορδῶν πολλάκις ἄλλον ἔθεσαν ἐπʼ ἄλλην καὶ οὐ κατὰ τὴν ἁρμονικὴν διάστασιν, εἶτα μόλις ἐπεκτείναντες βραδὺ μὲν αἴρουσι τοὺς δακτύλους, βραδὺ δὲ τιθέασιν, οἱ δʼ ἐν μελέτῃ τῆς μουσικῆς ἀνεπιτηδεύτως ἤδη ἐρρυθμισμένῃ τῇ χειρὶ δἰ ὀξύτητος μεταφέρουσιν, ὅπῃ τε βούλονται παραθλίψαι τῆς ἀναπνοῆς καὶ ἀνοῖξαι καὶ παραψῆλαι χορδῆς· τοῦτον δήπου τὸν τρόπον οἱ μὲν ἀσυνήθεις καὶ ἀνάσκητοι τῆς τάξεως διὰ ταράχου πολλοῦ μόλις ἀλλήλων διαμαρτάνοντες ἐγκατατάσσονται πολὺν ἀναλίσκοντες χρόνον, οἱ δὲ συγκεκροτημένοι διὰ τάχους, ὡς εἰπεῖν αὐτόματοι, φέρονται πρὸς τὴν τάξιν ἐναρμόνιόν τινα καὶ καλὴν ἐκπληροῦντες ὄψιν.
Εἶτα διελὼν τὰ στρατεύματα πρὸς ἀλλήλους ἀσιδήρῳ μάχῃ συναγέτω νάρθηκας ἢ στύρακας ἀκοντίων ἀναδιδούς, εἰ δέ τινα καὶ βεβωλασμένα πεδία εἴη, βώλους τε κελεύων αἴροντας βάλλειν· ὄντων δὲ καὶ ἱμάντων ταυρείων χρήσθων ἐπὶ τὴν μάχην· δείξας δʼ αὐτοῖς καὶ λόφους ἢ βουνοὺς ἢ ὀρθίους τόπους κελευέτω σὺν δρόμῳ καταλαμβάνεσθαι· ποτὲ δὲ καὶ ἐπιστήσας ἐπὶ αὐτῶν τινας τῶν στρατιωτῶν καὶ ἀναδοὺς ἃ μικρῷ πρόσθεν ἔφην ὅπλα, τούτους ἐκβαλοῦντας ἑτέρους ἐκπεμπέτω· καὶ ἤτοι τοὺς μείναντας ἐπαινείτω καὶ μὴ ἐκπεσόντας ἢ τοὺς ἐκβαλόντας.
ἐκ γὰρ τῆς τοιαύτης ἀσκήσεως καὶ γυμνασίας ὑγιαίνει μὲν τὸ στράτευμα, πᾶν δʼ ὅ τι οὖν ἥδιον ἐσθίει καὶ πίνει, κἂν λιτὸν ᾖ, πολυτελέστερον οὐθὲν ἐπιζητοῦν· ὁ γὰρ ἀπὸ τῶν πόνων λιμὸς καὶ τὸ δίψος ἱκανὸν ὄψον ἐστὶν καὶ γλυκὺ κρᾶμα, καὶ στερρότερά τε τὰ σώματά σφισι γίγνεται καὶ ἄκμητα, καὶ συνεθίζεται τοῖς μέλλουσι δεινοῖς, ἱδρῶτι καὶ πνεύματι καὶ ἄσθματι καὶ θάλπεσιν ἀσκιάστοις καὶ κρυμοῖς ὑπαίθροις ἐγγυμναζόμενα.
Παραπλησίως δὲ γυμναζέτω καὶ τὸ ἱππικὸν ἁμίλλας ποιούμενος καὶ διώγματα καὶ συμπλοκὰς καὶ ἀκροβολισμοὺς ἐν τοῖς ἐπιπέδοις καὶ περὶ αὐτὰς τὰς ῥίζας τῶν λόφων, ἐφʼ ὅσον δυνατόν ἐστι καὶ τῶν τραχέων ἐπιψαύειν· οὐ γὰρ οἶόν τε βιάζεσθαι πρὸς ἀνάντη καὶ κατὰ πρανοῦς ἱππάζεσθαι. β. Περὶ προνομῶν
Σωφρονείτω δὲ περὶ τὰς προνομὰς καὶ μὴ ἐφιέτω ταῖς δυνάμεσιν, ἐπειδὰν εἰς εὐδαίμονα πολεμίων εἰσβάλῃ χώραν, ἀτάκτως φέρεσθαι πρὸς τὰς ὠφελίας· αἱ γὰρ μέγισται συμφοραὶ κἂν τοιοῖσδε γίγνονται· πολλάκις γὰρ ἀτάκτοις καὶ σποράσι περὶ τὴν λείαν σεσοβημένοις ἐπιπεσόντες οἱ πολέμιοι καὶ διὰ τὸ ἀσύντακτον τοῦ πλήθους καὶ διὰ τὸ βαρεῖς εἶναι τοὺς ἀποχωροῦντας ταῖς ὠφελείαις οὔτε τοῖς ὅπλοις χρῆσθαι δυναμένους οὔτʼ ἀλλήλοις ἐπικουρῆσαι πολλοὺς διέφθειραν.
εἰ δέ τινες δίχα τοῦ τὸν στρατηγὸν κελεῦσαι προνομεύοιεν, οὗτοι κολαζέσθων. αὐτός γε μὴν ὅτʼ ἂν ἐπὶ τὴν λείαν ἐκπέμπῃ, τοῖς ψιλοῖς καὶ ἀνόπλοις συνταττέτω μαχίμους ἱππεῖς καὶ πεζούς, οἳ περὶ μὲν τὴν λείαν οὐκ ἀσχολήσονται, μένοντες δὲ ἐν τάξει παραφυλάξουσι τοὺς προνομεύοντας, ἵνʼ ᾖ σφισιν ἀσφαλὴς ἡ ἀποχώρησις.
Εἰ δὲ συλλάβοι ποτὲ κατασκόπους, μὴ μιᾷ κεχρήσθω γνώμῃ· ἀλλʼ, ἐὰν μὲν ἀσθενέστερα τὰ ἴδια ἤπερ τὰ παρὰ τῶν πολεμίων εἶναι νομίζῃ, κτεινάτω τούτου, ἂν δὲ καὶ ὁπλισμῷ καλῷ κεχρημένος ᾖ καὶ παρασκευαῖς ἐντελέσι καὶ δυνάμει πολλῇ καὶ εὐεξίᾳ σωμάτων καὶ πειθηνίῳ στρατεύματι καὶ ἡγεμόσιν ἀρίστοις καὶ ἐμπειρίᾳ μεμελετημένῃ, παραλαβὼν τοὺς κατασκόπους καὶ ἐν κόσμῳ τὴν στρατιὰν ἐπιδειξάμενος οὐκ ἂν ἁμάρτοι ποτὲ καὶ ἀθώους ἀποπέμψας. τὰ μὲν γὰρ πλεονεκτήματα τῶν ἀντιπολέμων ἀγγελλόμενα φοβεῖσθαι συνηνάγκασεν, τὰ δʼ ἐλαττώματα θαρρεῖν παρεστήσατο. δ. Περὶ νυκτοφυλάκων
Φύλακας δὲ καταταττέτω καὶ πλείους, ἵνʼ ἐν μέρει διελόμενοι τὴν τῆς νυκτὸς ὥραν οἱ μὲν ὑπνοῦν οἱ δὲ γρηγορεῖν αἱρῶνται· οὔτε γὰρ ἀναγκαστέον οὔθʼ ὑπισχνουμένοις πιστευτέον ὅλην ἀγρυπνήσειν νύκτα τοὺς αὐτούς· εἰκὸς γάρ π̣̣̔̓τε καὶ παρὰ γνώμην ἐνδιδόντων τῶν μελῶν αὐτόματον ὕπνον ἐπελθεῖν.
ὀρθοὶ δʼ ἑστῶτες φυλαττόντων· αἱ γὰρ καθέδραι καὶ ἀναπτώσεις συνεκλύουσαι τὰ σώματα μαραίνουσιν εἰς ὕπνον, ἡ δʼ ἀνάστασις καὶ ὁ τόνος τῶν σκελῶν ἐγρήγορσιν ἐντίθησι τῇ διανοίᾳ.
καιόντων δʼ οἱ φύλακες πυρὰ πορρωτέρω τῆς στρατοπεδείας· οὕτως γὰρ τοὺς μὲν προσιόντας διὰ τοῦ φωτὸς ἐκ πολλοῦ συνόψονται, τοῖς δʼ ἐκ τοῦ φωτὸς ἐν σκότῳ τυγχάνοντες οὐκ ἀθρήσονται, μέχρις ἂν εἰς χεῖρας ἔλθωσιν. ε. Περὶ λαθραίας ἀναχωρήσεως τοῦ στρατεύματος
Εἰ δὲ βούλοιτό ποτε νύκτωρ ἀναστῆσαι τὸ στράτευμα λανθάνων τοὺς πολεμίους, ἢ τόπους προκαταλαβέσθαι προαιρούμενος ἢ τοὺς ὄντας φεύγων ἢ μηδέπω βουλόμενος εἰς ἀνάγκην ἐλθεῖν τοῦ μάχεσθαι, πυρὰ πολλὰ καύσας ἀναχωρείτω· βλέποντες μὲν γὰρ οἱ πολέμιοι τὰ φῶτα δοκοῦσι κατὰ χώραν αὐτὸν μένειν, ἀφωτίστου δὲ μεταξὺ γενομένης τῆς παρεμβολῆς ὑπόνοιαν ἀναλαβόντες, ὡς φεύγουσιν, ἐνέδρας τε προεκπέμπουσι καὶ διώκουσιν. ς. Περὶ στρατηγῶν κοινολογουμένων τοῖς τῶν ἐναντίων στρατηγοῖς
Ἐὰν δʼ ἐπὶ τῶν αὐτῶν μένων εἰς ὄψιν ἔρχηταί ποτε τῷ τῶν πολεμίων στρατηγῷ, κοινολογησόμενος, ὡς αὐτὸς εἰπεῖν ἢ ἀκοῦσαί τι βουλόμενος, ἐκλεξάμενος τοὺς κρατίστους καὶ ἀξιοπρεπεστάτους τῶν νέων, εὐρώστους καλοὺς μεγάλους, ὅπλοις διαπρεπέσι κοσμήσας ἔχων περὶ αὑτὸν ἀπαντάτω· πολλάκις γὰρ τοιόνδε τὸ πᾶν ἀπὸ μέρους ὀφθέντος ἠλπίσθη, καὶ οὐκ ἐξ ὧν ἤκουσεν ὁ στρατηγὸς ἐπείσθη, τί δεῖ ποιεῖν, ἀλλʼ ἐξ ὧν εἶδεν ἐφοβήθη. ζ. Περὶ αὐτομόλων
Τῶν δὲ αὐτομόλων εἴ τινες ἢ καιρὸν ἀφικνοῦνται μηνύσοντες ἢ ὥραν ἐπιθέσεως, ἢ ὁδὸν ἐπαγγέλλονται καθηγήσασθαι καὶ διὰ σκοπῶν ἀοράτων τοῖς πολεμίοις ἄξειν, δήσας αὐτοὺς ἀγέτω, τοῦτο ποιῶν σφισι φανερόν, ὡς, ἐὰν μὲν ἀληθεύσωσι καὶ ἐπὶ σωτηρίᾳ καὶ νίκῃ πάντα ποιήσωσι τοῦ στρατεύματος, λύσει τέ σφας καὶ δωρεὰς δώσει καταξίους, ἐὰν δʼ ἐξαπατήσωσι καὶ ψεύσωνται τοῖς σφετέροις ἐγχειρίσαι βουλόμενοι τὸ στράτευμα, παρʼ αὐτὸν ἐκεῖνον τὸν καιρὸν ὄντες ἐν δεσμοῖς ὑπὸ τῶν κινδυνευόντων κατασφαγήσονται· πίστις γὰρ αὐτομόλου τι μηνύοντος αὕτη βεβαιοτάτη, τὸ μὴ αὐτὸν εἶναι τῆς αὑτοῦ ψυχῆς κύριον, ἀλλὰ τοὺς ὁδηγουμένους. η. Περὶ τοῦ ὁρᾶν καὶ τὴν τῶν πολεμίων παρεμβολήν
Ὁράτω δὲ καὶ τὴν τῶν πολεμίων παρεμβολὴν ἐμπείρως· μήτε γάρ, ἐὰν ἐν ἐπιπέδῳ καὶ κατὰ κύκλον ἴδῃ κείμενον βραχὺν τὴν περίμετρον καὶ συνεσταλμένον χάρακα, δοκείτω τοὺς πολεμίους ὀλίγους εἶναι — πᾶς γὰρ κύκλος ἐλάττω τὴν τοῦ σχήματος ὄψιν ἔχει τῆς ἐξ ἀναλόγου στερεομετρουμένης θεωρίας, καὶ πλείους δύναται δέξασθαι τὸ ἐν αὐτῷ περιγραφόμενον εὖρος, ἢ ἰδὼν ἄν τις ὄψει τεκμήραιτο —, μήτε, ἂν αἱ πλευραὶ τοῦ χάρακος ἐπὶ μῆκος ἐκτείνωσι καὶ κατά τι μέρος στεναὶ τυγχάνωσιν ἢ σκολιαὶ καὶ πολυγώνιοι καὶ ὀξυγώνιοι, πολὺ πλῆθος ἐλπιζέτω· τῆς μὲν γὰρ στρατοπεδείας ἡ ὄψις μεγάλη φαίνεται, τοὺς δʼ ἐν αὐτῇ περιειλημμένους ἄνδρας οὐ πάντως πλείονας ἔχει τῶν ἐν κύκλῳ περιγραφομένων.
οἱ δʼ ἐπὶ τῶν ὀρῶν καὶ λόφων χάρακες, ἐὰν μὴ συμφυεῖς ὦσι πάντῃ, μείζους μὲν ὁρῶνται τῶν ἐν τοῖς ἐπιπέδοις, ἐλάττους δὲ ἢ κατὰ τὴν ὄψιν ἄνδρας περιέχουσιν· πολλὰ γὰρ ἀνθρώπων ἐντὸς ἀπολείπεται γυμνὰ μέρη· τῶν γὰρ τοιούτων τόπων ἀνάγκη πολλὰ μὲν εἶναι βάραθρα, πολλὰ δὲ κρημνώδη καὶ τραχέα καὶ ἀκατασκήνωτα, τοῦ δὲ χάρακος πρὸ τῶν ἀνθρώπων τιθεμένου, τούτου τὸ μῆκος εὐλόγως ἐπεκτείνεται.
μήτʼ οὖν, ἐπειδὰν ἴδῃ βραχὺν καὶ συνεσταλμένον, καταφρονείτω συλλογιζόμενος καὶ τὸν τόπον καὶ τὸ σχῆμα, μήτ̓, ἂν καὶ παραμήκη, καταπληττέσθω.
Ταῦτα μέντοι γιγνώσκων εὐκαίρῳ ποτὲ στρατηγίᾳ χρησάσθω. καὶ καταστρατοπεδεύσας ἐν ὀλίγῳ κατὰ τὸ προειρημένον σχῆμα, καί, εἰ δέοι, καὶ συνθλίψας τὸ στράτευμα μὴ προαγέτω μήτε δεικνύτω τοῖς ἀντεστρατοπεδευκόσι, καὶ δὴ προκαλουμένοις εἰς μάχην μὴ ἐξαγέτω· δοκείτω δὲ καὶ δεδιέναι.
πολλάκις γὰρ οἱ πολέμιοι καταφρονήσαντες ὡς ὀλίγων ὄντων τῶν ἐναντίων, ὄψει καὶ οὐκ ἐμπειρίᾳ στρατηγικῇ τὰ πράγματα κρίνοντες, ῥᾳθυμότερον ἀνεστράφησαν, ἀφυλάκτως καὶ ἀτάκτως τῆς ἰδίας προϊόντες παρεμβολῆς, ὡς οὐ τολμησόντων σφίσι τῶν πολεμίων ἐπεξελεύσεσθαι, ἢ καὶ τῷ χάρακι περιστάντες πολιορκοῦσιν ἀπροσδόκητοι τοῦ μέλλοντος ἐκχυθήσεσθαι πλήθους· ἡ δʼ ἀνελπιστία τῶν δεινῶν ἀμελεστέρους ἐποίησε τοὺς στρατιώτας. ἔνθα δεῖ τὸν καιρὸν ἁρπάσαντα κατὰ πολλὰς ἐκδραμόντα τοῦ χάρακος πυλίδας ἐν τάξει τῶν ὑποκειμένων ἀνδρείως ἔχεσθαι πραγμάτων.
Ὁ δὲ εἰδὼς οὕτως στρατηγεῖν εἴσεται, κἂν ὑπὸ τῶν πολεμίων ἐν τοῖς αὐτοῖς καταστρατηγῆται, καὶ δρᾶσαί τι φρόνιμος ἔσται καὶ φυλάξασθαι προμηθής· ἐξ ὧν γὰρ αὐτὸς εἴσεται, τί δεῖ ποιεῖν, ἐκ τούτων ἑτέρου ποιοῦντος γνώσεται, τί χρὴ μὴ παθεῖν· αἱ γὰρ ἴδιαι πρὸς τὸ λυπεῖν ἐμπειρίαι καὶ τὰς τῶν πέλας ἐπινοίας τεκμαίρονται. θ. Περὶ ἀπορρήτων
Προάγειν δʼ εἰ δέοι νύκτωρ ἢ μεθʼ ἡμέραν ἐπί τι τῶν ἀπορρήτων, ἢ φρούριον ἢ πόλιν ἢ ἄκρα ἢ παρόδους καταληψόμενον ἤ τι τῶν ἄλλων δράσοντα, ἃ διὰ τάχους λαθόντα τοὺς πολεμίους, ἄλλως δʼ οὐκ ἔστι πρᾶξαι, μηδενὶ προλεγέτω, μήτʼ ἐπὶ τί μήτε τί ποιήσων ἄγει τὴν στρατιάν, εἰ μή τισι τῶν ἡγεμόνων ἀναγκαῖον εἶναι νομίζοι προειπεῖν.
γενόμενος δʼ ἐπʼ αὐτῶν τῶν τόπων ἐγγὺς ὄντος τοῦ παρʼ ὃν δρᾶσαί τι δεῖ καιροῦ διδότω τὸ παράγγελμα καὶ τί δεῖ πράττειν σημαινέτω· ταχὺ δὲ τοῦτο ἔστω καὶ δἰ ὀλίγης ὥρας· ἅμα γὰρ οἱ ἡγεμόνες ἀκούουσι καὶ οἱ ὑποτεταγμένοι τούτοις ἴσασιν.
ἄφρων δὲ καὶ ἀτελής, ὅστις ἂν πρὸ τοῦ δέοντος εἰς τὸ πλῆθος ἀνακοινώσηται τὴν πρᾶξιν· οἱ γὰρ πονηροὶ μάλιστα περὶ τοὺς τοιούτους αὐτομολοῦσι καιρούς, παρʼ οὓς ἐροῦντές τι καὶ μηνύσοντες οἴονται τιμῆς καὶ δωρεᾶς τεύξεσθαι παρὰ τῶν πολεμίων· οὐκ ἔστιν δʼ ἀφʼ οὗ στρατεύματος οὐκ ἀποδιδράσκουσι πρὸς ἀλλήλους δοῦλοί τε καὶ ἐλεύθεροι κατὰ πολλὰς προφάσεις, ἃς ἀνάγκη παρέχεσθαι πόλεμον. ι. Περὶ τῆς πρὸ μάχης ἐπισκέψεως τῶν ἱερῶν
Μήτε δὲ εἰς πορείαν ἐξαγέτω τὸ στράτευμα μήτε πρὸς μάχην ταττέτω, μὴ πρότερον θυσάμενος· ἀλλʼ ἀκολουθούντων αὐτῷ θύται καὶ μάντεις. ἄριστον μὲν γὰρ καὶ αὐτὸν ἐμπείρως ἐπισκέπτεσθαι δύνασθαι τὰ ἱερά· ῥᾷστόν γε μὴν ἐν τάχει μαθεῖν ἐστιν καὶ αὐτὸν αὑτῷ σύμβουλον ἀγαθὸν γενέσθαι.
γενομένων δὴ καλῶν τῶν ἱερῶν ἀρχέσθω πάσης πράξεως καὶ καλείτω τοὺς ἡγεμόνας πάντας ἐπὶ τὴν ὄψιν τῶν ἱερῶν, ἴνα θεασάμενοι τοῖς ὑποταττομένοις θαρρεῖν λέγοιεν ἀπαγγέλλοντες, ὡς οἱ θεοὶ κελεύουσι μάχεσθαι· πάνυ γὰρ ἀναθαρροῦσιν αἱ δυνάμεις, ὅτʼ ἂν μετὰ τῆς τῶν θεῶν γνώμης ἐξιέναι νομίζωσιν ἐπὶ τοὺς κινδύνους· αὐτοὶ γὰρ ὀπιπεύονται κατʼ ἰδίαν ἕκαστος καὶ σημεῖα καὶ φωνὰς παρατηροῦσιν, ἡ δʼ ὑπὲρ πάντων καλλιέρησις καὶ τοὺς ἰδίᾳ δυσθυμοῦντας ἀνέρρωσεν.
ἐὰν δʼ ἐπὶ τοὐναντίον τὰ ἱερὰ γένηται, μένειν ἐπὶ τῶν αὐτῶν, κἂν σφόδρα τι ἐπείγῃ, πᾶν ὑπομένειν τὸ δύσχρηστον —οὐθὲν γὰρ δύναται παθεῖν χεῖρον, ὧν προμηνύει τὸ δαιμόνιον—, ὡς, ἄν γέ τι κρεῖττον ἔσεσθαι μέλλῃ τῶν παρόντων, ἀνάγκη καλλιερεῖν, θύεσθαι δὲ τῆς αὐτῆς ἡμέρας πολλάκις· ὥρα γὰρ μία καὶ ἀκαρὴς χρόνος ἢ φθάσαντας ἐλύπησεν ἢ ὑστερήσαντας.
καί μοι δοκεῖ τὰς κατʼ οὐρανὸν ἀστέρων κινήσεις καὶ ἀνατολὰς καὶ δύσεις καὶ σχημάτων ἐγκλίσεις τριγώνων καὶ τετραγώνων καὶ διαμέτρων ἡ θυτικὴ διὰ σπλάγχνων ἀλλοιομόρφῳ θεωρίᾳ προσημαίνειν, ὧν αἱ παρὰ μικρὸν διαφοραὶ καὶ δυνάμεις καὶ ἀποθειώσεις ἐν ἡμέρᾳ μιᾷ μᾶλλον δὲ ὥρᾳ καὶ βασιλεῖς ἐποίησαν καὶ αἰχμαλώτους.
Chapter 11
α. Περὶ τοῦ ὅτι δεῖ τῶν πολεμίων σχηματιζομένων φεύγειν μὴ ἁπλῶς καὶ ὡς ἔτυχεν ἔχεσθαι τῆς διώξεως Ἐπειδὴ δὲ πολλάκις θυομένοις ὡς μὲν εἰς μάχην καλὰ γίγνεται τὰ ἱερά, διὰ δὲ μάχης ὅλον ἐνίοτε στρατευμάτων ὄλεθρον προσημαίνει, τῶν ἀναγκαιοτάτων ἡγοῦμαι περὶ τούτου φράσαι.
τῆς γὰρ συμπάσης οἰκουμένης πολλὰς καὶ παντοίας εἶναι συμβέβηκεν ἰδέας τόπων, ἄδηλον δέ, ἐν ὁποίοις ἕκαστοι πολεμήσουσιν· καὶ τῆς μὲν σφῶν αὐτῶν ἐμπειρίαν ἔχουσι χώρας ἄνθρωποι,
τὴν δʼ ἀλλοτρίαν οὐκ ἴσασι. πολλάκις δʼ εἰ στρατηγὸς ἀκούσας μιᾶς ἡμέρας ὁδὸν ἀπέχειν τοὺς πολεμίους ἀναστήσας ἄγει τὸν στρατόν, ἐπειγόμενος διὰ μάχης ἐλθεῖν τοῖς πολεμίοις, τῶν δʼ ὑποχωρούντων ἐπίτηδες καὶ μὴ μενόντων, ὡς κατορρωδοῦσιν ἕπεται, τῶν δὲ ταὐτὸ τοῦτο ποιούντων, ἕως ἔλθωσιν εἰς δυσχωρίας καὶ περικεκλεισμένους ὄρεσι τόπους, ἐπίκειται μηδὲν ὑφορώμενος, εἶτα ἐμβαλὼν εἰς τοὺς τόπους ὑπὸ τῶν πολεμίων ἀπεκλείσθη τῆς εἰσβολῆς, ᾗ τὸ στράτευμα εἰσῆλθε, καὶ καταλαβόμενοι τάς τε εἰς τοὔμπροσθεν διόδους καὶ κύκλῳ τὰ μετέωρα πάντα κατασχόντες, ὥσπερ ἐν ζωγρείῳ τινὶ συνεπέδησαν μὲν τοὺς πολεμίους, ὁ δὲ παριὼν μὲν ὑπὸ τῆς ὁρμῆς ἐφέρετο δοκῶν ἐπικεῖσθαι φυγομαχοῦσι τοῖς πολεμίοις, οἷς προσελθὼν οὐκ ἔγνω, μετὰ δὲ ταῦτα περιβλεψάμενος τά τε πρόσω καὶ ὀπίσω καὶ παρὰ πλευράν, καὶ πάντα πλήρη θεασάμενος πολεμίων ἢ συνηκοντίσθη μετὰ τοῦ στρατεύματος, ἢ ἀπομάχεσθαι μὴ δυνάμενος καὶ μὴ παραδιδοὺς λιμῷ διέφθειρεν πάντας, ἢ παραδοὺς κυρίους ἐποίησε τοὺς πολεμίους τοῦ ὅ τι βούλονται διαθεῖναι.
δεῖ τοίνυν τὰς ὑποχωρήσεις ὑφορᾶσθαι τῶν πολεμίων καὶ μὴ ἀπειροκάλως ἕπεσθαι καὶ περιβλέπεσθαι δὲ μᾶλλον τοὺς τόπους ἢ τοὺς πολεμίους καὶ δἰ ὧν ἄγει χωρίων ὁρᾶν, ἐπιλογίζεσθαι δʼ ὅτι ταύτῃ πάλιν ὑποστρέψαι δεῖ, καὶ ἤτοι μηδʼ εἰσβάλλειν, ἀλλʼ ἀποτρέπεσθαι τῆς πορείας, ἢ εἰσβάλλοντα προορᾶν καὶ εἰς τὰς ὑπερβολὰς καὶ τοὺς συνάπτοντας αὐχένας τῶν ὀρῶν ἀπολείπειν τοὺς παραφυλάττοντας, ἵνʼ ἀσφαλής σφισιν ἡ ἀνακομιδὴ γίγνηται.
ταῦτα δʼ εἰρήσθω καὶ τοῦ καταστρατηγεῖν οὕτως εἵνεκα καὶ τοῦ μὴ καταστρατηγεῖσθαι· καλὸν μὲν γὰρ καὶ τὸ λαβεῖν οὕτω δύνασθαι πολεμίους, ἀναγκαῖον δὲ τὸ μὴ ληφθῆναι. β. Περὶ τοῦ προσίεσθαι τοὺς ἀπαγγέλλοντάς τι
Προσι…
The complete text is available when the reading interface loads.