The Greek Library Author

Anonymous

tlg0649.tlg001

Authority group
Lesbonax (catalogue association; authorship remains anonymous)
Edition reference
Πολιτικός, ed. F. Kiehr, Lesbonactis sophistae quae supersunt [Diss. Strassburg. 1906]: 25–27.
CTS identifier
urn:cts:greekLit:tlg0649.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

Εἰ μὲν ἑώρων τοὺς ὑμῖν συμβουλεύοντας, ὦ ἄνδρες Ἀθηναῖοι,

τὰ βέλτιστα βουλευομένους τῇ πόλει καὶ περὶ ὧν παρεληλύθασιν

ἐροῦντες, ὀρθῶς παρ' αὑτοῖς ἐγνωκότας συμβουλεύειν, ὑποσιω-

πήσ〈ας〉 ἂν τὴν ἐμὴν κατεῖχον γνώμην· νῦν δὲ ὁρῶν τούς τε

τῇ Θηβαίων πόλει προστιθεμένους παρὰ τὴν αὑτῶν γνώμην

τὰ βέλτιστα γράφοντας, ὑμᾶς τε περὶ τῶν τῇ πόλει συμφερόντων

οὐκ ἐπιχειροῦντας λέγειν, παρελήλυθα διδάξων περί τε τοῦ

παρόντος ὑμῖν πολέμου καὶ τῶν ἐν ὑμῖν ἀεὶ λέγειν εἰωθότων

ὡς 〈οὐ〉 χρὴ τούτων ἕκαστα πράττειν.

2

Εἰ μὲν γὰρ δὴ καὶ πρότερον πρὸς τὴν ἡμετέραν πόλιν

ὑπῆρχον Θηβαῖοι μὴ δυσμενῶς διακείμενοι—καίτοι πρὸς

τοὺς προγόνους ἡμῶν πολλὰ καὶ δεινὰ καὶ μεγάλα πε-

πραγμένοι καὶ διὰ παντὸς τοῦ χρόνου πολέμιοι καθεστῶτες

ἡμῖν—, παριδὼν ἂν τὰ νῦν αὐτοῖς ἡμαρτημένα περὶ ἑτέ-

3

ρων ἂν τοὺς λόγους ἐποιούμην. νῦν δὲ τίς οὐκ οἶδεν ὅτι

πρῶτον μὲν ἡμῖν μετὰ τῶν Λακεδαιμονίων καὶ τῶν ἄλλων

Πελοποννησίων ἐπιβουλεύσαντες ἀναστάτους ἡμᾶς ἐπεχείρησαν

ποιεῖν, εἰ μὴ διὰ τύχην αὐτοῖς ἡ ῥώμη καὶ τὰ βουλεύματα

διεφθάρη; δεύτερον δὲ μετὰ τοῦ βαρβάρου γενόμενοι καὶ

σύμμαχοι κείνῳ καταστάντες, ὅτ' ἦλθεν ἀνυποστάτῳ δυνάμει

καὶ τὰ σώματα καὶ τὴν χώραν ἡμῶν διαφθερῶν, ἐναντίοι

παραταξάμενοι τοῖς ἡμετέροις φρονήμασιν, ὑπ' ὀλίγων πολλοὶ

μάχῃ κρατηθέντες ἔφυγον· μετὰ δὲ ταῦτα πάλιν μετὰ τῶν ἡμε-

τέρων ἐχθρῶν γενόμενοι τὴν χώραν ἡμῶν ἔτεμον τὴν πολλάκις

τούτους σώσασαν καὶ τὴν πόλιν ἕτοιμοι κατασκάπτειν ἦσαν, ἣν

4

πολλάκις αὐτοὶ θεραπεύσαντες σωτηρίας ἔτυχον. διὰ παντὸς δὲ

χρόνου τοτὲ μὲν μετὰ Λακεδαιμονίων ἡμῖν ἐπιβουλεύοντες, ἄλλοτε

δὲ τοὺς ἡμετέρους συμμάχους ἀφιστάντες, αἰεὶ δὲ αὐτοὶ καθ' ἑαυτοὺς

πολεμικῶς καὶ δυσμενῶς ἔχοντες πρὸς ἡμᾶς διατελοῦσι· νῦν

δὲ τὸ τελευταῖον Πλαταιεῖς ἀναστάτους πεποιήκασιν, ἡμετέρους

μὲν ὄντας συμμάχους, εὐμενῶς δὲ ἀεὶ πρὸς τήνδε τὴν πόλιν

διακειμένους, μόνους δὲ μεθ' ἡμῶν ὑπὲρ τῆς τῶν Ἑλλήνων

ἐλευθερίας πρὸς τὸν βάρβαρον διαγωνισαμένους καὶ τρόπαιον

5

στήσαντας. ὑπὲρ ὧν εἰκὸς ὑμᾶς ὀργισθέντας πανδημεὶ μετὰ τῶν

ὅπλων ἐξιέναι καὶ τὴν αὐτὴν Θηβαίοις ἐπιτιθέναι τιμωρίαν, ἥνπερ

οὗτοι τοῖς ὑμετέροις συμμάχοις ἐτόλμησαν. ἀξιῶ μὲν οὖν καὶ

τοὺς ἀποτρέποντας ὑμᾶς τὴν αὐτὴν ἐμοὶ γνώμην ἔχειν καὶ μὴ

πείθειν, ὡς οὐ πολεμητέον ἐστὶ Θηβαίοις· εἰ δὲ μή, διδασκόν-

των, ὡς οὐδὲν εἰς ὑμᾶς ἐξημαρτήκασιν ...

Οἱ μὲν πολέμιοι ἐγγύς, ὦ ἄνδρες στρατιῶται, ὧν εἵνεκα ἡσύμπασα παρασκευὴ παρεσκεύασται, τὰ δ' ἀπὸ τῶν θεῶν, ἀφ'ὧν χρὴ ἄρχεσθαι, καλῶς ἔχει κατ' ἀμφοτέρους τοὺς λόγους·τά τε γὰρ ἱερὰ καλὰ ἡμῖν γέγονε καὶ τὸ δίκαιον μεθ' ἡμῶνἐστιν· ἐν ὑμῖν οὖν τὰ ἐπίλοιπά ἐστιν, ἐὰν ἄνδρες ἀγαθοὶ γένησθε.ἐμὲ μὲν οὖν εἰκὸς παραινέσαι, ἃ γινώσκω, ὑμᾶς δὲ προσέχειντοῖς λεγομένοις δοκεῖν τε ὥσπερ τοὺς λόγους ἀκούετε οὕτωςαὐτὰ τὰ ἔργα ὁρᾶν παρόντα, ἃ ἐν τοῖς λόγοις δεδηλώσεται·οὕτως γὰρ ἂν ἄριστα γνοίητε τὰ συμφέροντα. Δεῖ δὲ ὑμᾶς σκέψασθαι, ὅσα ἀγαθὰ ἔνεστιν ἐν τῷ νικᾶν μαχο-μένους τοὺς πολεμίους. πρῶτον μὲν τὴν πόλιν καὶ τὴν χώρανσώζετε, ἐν ᾗ ἐτράφητε, ἣν ὑμῖν οἱ πρόγονοι τειχίσαντες καὶἄλλα πολλὰ ταλαιπωρηθέντες κατέλιπον οὐκ ἀπολέσαι, ἀλλὰσῶσαι· ἣν ἐλευθέραν μὲν παραλαβοῦσιν αἰσχρὸν ... ὑφ' ὑμῶνἐλευθερωθῆναι· καὶ μὴ τὸν κίνδυνον καταδείσαντες καὶ νομί-σαντες μείζω εἶναι ἢ ὅσος ἐστί, τὴν μὲν ὑπάρχουσαν ἀρετὴνἀπολέσητε, τὴν δ' οὐχ ὑπάρχουσαν κακότητα κτήσησθε. ἔτι δὲκαὶ ἱερὰ ὑμῖν οἱ πατέρες ἱδρυσάμενοι κατέλιπον, κοσμήσαντεςναοῖς καὶ βωμοῖς καὶ ἀγάλμασι καὶ ἄλλοις πολλοῖς καὶ καλοῖςἀναθήμασιν· ἃ μὴ περιίδητε συληθέντα καὶ πεσόντα ἀτίμως,ἀλλ' ἀμύνετε, ὅσον ἕκαστος δυνατός ἐστι, τῷ θεῷ, ἄλλως τεκαὶ μετὰ τοῦ ὑμῖν συμφέροντος καὶ δεδηλωκότων τῶν θεῶνἐν τοῖς ἱεροῖς τὴν εἰς ὑμᾶς εὔνοιαν, ἀναμνησθέντες πομπῶνκαὶ πανηγύρεων καὶ ἀγώνων, ἐν οἷς τῶν μὲν παρουσῶν ἀνιῶνἐπελανθανόμεθα, μετὰ δὲ τὴν ἡδονὴν ἄλλας προσεκτώμεθα,συνόντες ἀλλήλοις κατά τε φιλότητας καὶ κατὰ συγγενείας καὶκατὰ ἡλικίας, ἐξευπορίζοντες αὐτοί τε ὅπως ἡμᾶς αὐτοὺς ὡςἐλάχιστα λυπήσομεν τούς τε παρόντας ὡς πλεῖστα εὐφρανοῦμεν.ὁ δὲ παρεστηκὼς ἀγὼν τέλος ἔχει 〈ἢ〉 ταῦτά τε διασῶσαικαὶ ἕτερα πολλῷ πλέονα καὶ καλλίω καὶ μείζω προσκτήσασθαιἢ τῶν τε ὑπαρχόντων στερηθῆναι καὶ αὐτοὺς πολλὰ καὶ οἰκτρὰπαθεῖν καὶ ἰδεῖν. ἐπανενεγκεῖν δὲ τὴν γνώμην ὑμῶν ἕκαστονβούλομαι—ὃ καὶ δεῖ σκέψασθαι—, ἃ περὶ πλείστου ποιούμενοικατελίπομεν· τοὺς γεννήσαντας πατέρας καὶ μητέρας, ὁ δὲ υἱούς,〈οὕς〉 τε ἐφύτευσε καὶ ἐξέφυσεν, ὁ δὲ ὁμογενεῖς ἀδελφούςτε καὶ ἀδελφάς, ὧν οἱ μὲν γήρᾳ πολὺ ὑπερβάλλοντες, οἱ δὲνεότητι πολὺ ἐλλείποντες τοῖς μὲν σώμασιν οὐχ οἷοί τέ εἰσινἀμύνειν, τῶν δὲ κινδύνων πλεῖστον μέρος μετέχουσιν. ἐν οἷςἡμῶν μὲν προθυμηθέντων καὶ εὖ ἀγωνισαμένων εὐδαίμονεςμὲν οἱ πατέρες, τίμιοι δὲ οἱ παῖδες, ζηλωταὶ δὲ αἱ γυναῖκεςκαὶ αἱ θυγατέρες καὶ αἱ ἀδελφαὶ καὶ ἑνὸς ἑκάστου καὶ συμ-πάντων· ἐλλιπόντων δὲ ἡμῶν τὴν προθυμίαν καὶ μὴ θελη-σάντων διαμάχεσθαι εἰς τὸ ἔσχατον, ἄθλιοι μὲν οἱ πατέρες,στερηθέντες μὲν τῆς ἡμετέρας προσόψεως, στερηθέντες δὲπόλεως καὶ χώρας καὶ ἱερῶν, ἀντὶ δὲ καλλίστης ἐλευθερίας εἰςαἰσχίστην δουλείαν καθιστάμενοι, ἐν ἡλικίᾳ τοιαύτῃ, ἐν ᾗ τὸμὲν φρονεῖν ἃ πάσχει 〈τις οὐ〉 γεγήρακεν, ὁ δὲ γινώσκωνἃ πάσχει ἀδύνατος καθέστηκεν ἀμῦναι, ὥστε χαλεπώτερονφέρειν· εἰ γὰρ παρῆν γινώσκειν μὲν μή, δύνασθαι δὲ τῷ σώματι,ῥᾴων ἂν ἦν ἡ συμφορά· οἰκτραὶ δ' αἱ γυναῖκες καθίστανται,δυστυχεῖς δὲ καὶ παῖδες καὶ ἀδελφοί, τῶν τε αὐτῶν τούτωνστερισκόμενοι καὶ τῶν ἐλπίδων ἐφ' αἷς ἐτράφησαν, καὶ οἷς ἐντῷ νῦν χρόνῳ ζῆλον καὶ τιμὴν κάλλος καὶ εὐείδεια, εἰς δου-λείαν πίπτουσι καὶ αἶσχος καὶ ἀτιμίαν φέρει· ἀντὶ γὰρ τῶνκαλλίστων καὶ ἐντιμοτάτων γάμων εἰς αἰσχίστους καὶ ἀ-τιμοτάτους πίπτουσιν. ἥτε αὖ δυσείδεια εἰς τοιαῦτα ἔργα καθ-ίστησι τὰ σώματα, ἐν οἷς καὶ τὸ ὑπάρχον ἀγαθὸν τῆς τροφῆς ζη-μία καθίσταται. οὐ δυνάμενοι δὲ τοὺς πόνους ὑπεκφέρειν, ἀντὶτοῦ βίου τοὺς αἰσχίστους καὶ βιαιοτάτους θανάτους αἱροῦνται.ὅστις οὖν τοιούτων ἄθλων προκειμένων μὴ ἔσται ἀνὴρ ἀγαθὸςἐν τῷδε τῷ ἀγῶνι, ἀλλ' 〈οἰόμενος, ὡς τοῦ πράττειν γενήσεταιεὐκαιρία〉 τις εἰσαῦθις, ὑπολείπεται ἢ γνώμῃ ἢ ῥώμῃ, ἀμφοῖνστερηθήσεται, τῆς τε νῦν τῆς τε εἰσαῦθις τῶν ἔργων· ὅδε γὰρὁ ἀγὼν αὐτῷ τέλος ἔχει. Ἐνθυμηθῆναι δὲ χρὴ καὶ τίνος οὕνεκ' ἂν μᾶλλον 〈οὐκ〉ἀξιώσαιτε μάχεσθαι, ἢ τί ἀγαθὸν οὐκ ἔνεστιν ἐν τῷ νικᾶνμαχομένους τοὺς πολεμίους. τοῦτο ἀρετὴν σύμπασαν συλλαβὸνἔχει· ἐν τούτῳ ἔνεστιν ὑμῖν, ὅσα τις εὔξαιτο. δοκεῖ εἶναι εἰρήνηἀγαθόν; αὕτη ἐπὶ τοῖς τοὺς πολεμίους νικῶσι γίγνεται ὅπωςἂν βούλωνται διαθέσθαι. δοκεῖ εἶναι κτημάτων κτῆσις ἀγαθόν;τοῦτο τοῖς νικῶσι γίγνεται· τά τε γὰρ ὑπάρχοντα ἀσφαλῶςκέκτηνται τά τε τῶν πολεμίων ἀδεῶς καρποῦνται. δικαιότητος〈μέγα τὸ ἀξίωμα· δικαιότητος〉 τοίνυν τόδε τὸ ἔργον πλεῖστονμετέχει. δίκαιον μὲν γὰρ τῇ πατρίδι ἀμύνειν, ἐν ᾗ ἐτράφητε,δίκαιον δὲ ἱεροῖς πατρῴοις καὶ μνήμασι τῶν προγόνων, δίκαιονδὲ τοὺς πατέρας ὑμῶν, ὑφ' ὧν ἐτράφητε, ἀντιγηροτροφῆσαι,δίκαιον δὲ τοὺς παῖδας, ἐπειδήπερ ἐφύσατε, ἐκθρέψαι, δίκαιον