The Greek Library Author

Aratus Solensis

Φαινόμενα

Scientific editors
Gilbert Robinson Mair
Edition reference
Callimachus and Lycophron; Aratus · London · William Heinemann · 1921
CTS identifier
urn:cts:greekLit:tlg0653.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

1ἐκ Διὸς ἀρχώμεσθα, τὸν οὐδέποτʼ ἄνδρες ἐῶμεν

2ἄρρητον· μεσταὶ δέ Διὸς πᾶσαι μὲν ἀγυιαί,

3πᾶσαι δʼ ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα

4καὶ λιμένες· πάντη δὲ Διὸς κεχρήμεθα πάντες.

5τοῦ γάρ καὶ γένος εἰμέν· ὁ δʼ ἤπιος ἀνθρώποισιν

6δεξιὰ σημαίνει, λαοὺς δʼ ἐπὶ ἔργον ἐγείρει,

7μιμνῄσκων βιότοιο, λέγει δʼ ὅτε βῶλος ἀρίστη

8βουσί τε καὶ μακέλῃσι, λέγει δʼ ὅτε δεξιαὶ ὧραι

9καὶ φυτὰ γυρῶσαι καὶ σπέρματα πάντα βαλέσθαι.

10αὐτὸς γὰρ τά γε σήματʼ ἐν οὐρανῷ ἐστήριξεν,

11ἄστρα διακρίνας, ἐσκέψατο δʼ εἰς ἐνιαυτὸν

12ἀστέρας οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν

13ἀνδράσιν ὡράων, ὄφρʼ ἔμπεδα πάντα φύωνται.

14τῶ μιν ἀεὶ πρῶτόν τε καὶ ὕστατον ἱλάσκονται.

15χαῖρε, πάτερ, μέγα θαῦμα, μέγʼ ἀνθρώποισιν ὄνειαρ,

16αὐτὸς καὶ προτέρη γενεή. Χαίροιτε δὲ Μοῦσαι

17μειλίχιαι μάλα πᾶσαι· ἐμοί γε μὲν ἀστέρας εἰπεῖν

18ᾗ θέμις εὐχομένῳ τεκμήρατε πᾶσαν ἀοιδήν.

19οἱ μὲν ὁμῶς πολέες τε καὶ ἄλλυδις ἄλλοι ἐόντες ἰόντες codd. recc., cf. Schol.

20οὐρανῷ ἕλκονται πάντʼ ἤματα συνεχὲς αἰεί·

21αὐτὰρ ὅ γʼ οὐδʼ ὀλίγον μετανίσσεται, ἀλλὰ μάλʼ αὕτως

22ἄξων αἰὲν ἄρηρεν, ἔχει δʼ ἀτάλαντον ἁπάντη

23μεσσηγὺς γαῖαν, περὶ δʼ οὐρανὸν οὐρανὸν M; οὐρανὸς AC. αὐτὸν ἀγινεῖ.

24καί μιν πειραίνουσι δύω πόλοι ἀμφοτέρωθεν·

25ἀλλʼ ὁ μὲν οὐκ ἐπίοπτος, ὁ δʼ ἀντίος ἐκ βορέαο

26ὑψόθεν ὠκεανοῖο· δύω δέ μιν ἀμφὶς ἔχουσαι

27Ἄρκτοι ἅμα τροχόωσι, τὸ δὴ καλέονται ἅμαξαι.

28αἱ δʼ ἤτοι κεφαλὰς μὲν ἐπʼ ἰξύας αἰέν ἔχουσιν

29ἀλλήλων, αἰεὶ δέ κατωμάδιαι φορέονται,

30ἔμπαλιν εἰς ὤμους τετραμμέναι. εἰ ἐτεὸν δή,

31Κρήτηθεν κεῖναί γε Διὸς μεγάλου ἰότητι

32οὐρανὸν εἰσανέβησαν, ὅ μιν τότε κουρίζοντα

33Δίκτῳ ἐν εὐώδει, ὄρεος σχεδὸν Ἰδαίοιο,

34ἄντρῳ ἐγκατέθεντο καὶ ἔτρεφον εἰς ἐνιαυτόν,

35Δικταῖοι Κούρητες ὅτε Κρόνον ἐψεύδοντο.

36καὶ τὴν μὲν Κυνόσουραν ἐπίκλησιν καλέουσιν,

37τὴν δʼ ἑτέρην Ἑλίκην. Ἑλίκῃ γε μὲν ἄνδρες Ἀχαιοὶ

38εἰν ἁλὶ τεκμαίρονται ἵνα χρὴ νῆας ἀγινεῖν,

39τῇ δʼ ἄρα Φοίνικες πίσυνοι περόωσι θάλασσαν.

40ἀλλʼ ἡ μὲν καθαρὴ καὶ ἐπιφράσσασθαι ἑτοίμη

41πολλὴ φαινομένη Ἑλίκη πρώτης ἀπὸ νυκτός·

42ἡ δʼ ἑτέρη ὀλίγη μέν, ἀτὰρ ναύτῃσιν ἀρείων·

43μειοτέρῃ γὰρ πᾶσα περιστρέφεται στροφάλιγγι·

44τῇ καὶ Σιδόνιοι ἰθύντατα ναυτίλλονται.

45τὰς δέ διʼ ἀμφοτέρας οἵη ποταμοῖο ἀπορρώξ

46εἰλεῖται μέγα θαῦμα, δράκων, περί τʼ ἀμφί τʼ ἐαγώς

47μυρίος· αἱ δʼ ἄρα οἱ σπείρης ἑκάτερθε φέρονται

48ἄρκτοι, κυανέου πεφυλαγμέναι ὠκεανοῖο.

49αὐτὰρ ὅ γʼ ἄλλην μὲν νεάτῃ ἐπιτείνεται οὐρῇ,

50ἄλλην δέ σπείρῃ περιτέμνεται. ἡ μέν οἱ ἄκρη

51οὐρὴ πὰρ κεφαλὴν Ἑλίκης ἀποπαύεται Ἄρκτου·

52σπείρῃ δʼ ἐν Κυνόσουρα κάρη ἔχει· ἡ δέ κατʼ αὐτὴν

53εἰλεῖται κεφαλὴν καί οἱ ποδὸς ἔρχεται ἄχρις,

54ἐκ δʼ αὖτις παλίνορσος ἀνατρέχει. οὐ μέν ἐκείνῃ

55οἰόθεν οὐδʼ οἶος κεφαλῇ ἐπιλάμπεται ἀστήρ,

56ἀλλὰ δύο κροτάφοις, δύο δʼ ὄμμασιν· εἷς δʼ ὑπένερθεν

57ἐσχατιὴν ἐπέχει γένυος δεινοῖο πελώρου.

58λοξὸν δʼ ἐστὶ κάρη, νεύοντι δὲ πάμπαν ἔοικεν

59ἄκρην εἰς Ἑλίκης οὐρήν· μάλα δʼ ἐστὶ κατʼ ἰθύ

60καὶ στόμα καὶ κροτάφοιο τὰ δεξιὰ νειάτῳ οὐρῇ.

61κείνη που κεφαλὴ τῇ νίσσεται, ἧχί περ ἄκραι

62μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήλῃσιν.

63Τῇδʼ αὐτοῦ μογέοντι κυλίνδεται ἀνδρὶ ἐοικὸς

64εἴδωλον. τὸ μέν οὔτις ἐπίσταται ἀμφαδὸν εἰπεῖν,

65οὐδʼ ὅτινι κρέμαται κεῖνος πόνῳ, ἀλλά μιν αὕτως

66ἐγγόνασιν καλέουσι. τὸ δʼ αὖτʼ ἐν γούνασι κάμνον

67ὀκλάζοντι ἔοικεν· ἀπʼ ἀμφοτέρων δέ οἱ ὤμων

68χεῖρες ἀείρονται· τάνυταί γε μέν ἄλλυδις ἄλλη

69ὅσσον ἐς ὀργυιήν· μέσσῳ δʼ ἐφύπερθε καρήνῳ

70δεξιτεροῦ ποδὸς ἄκρον ἔχει σκολιοῖο Δράκοντος.

71αὐτοῦ κἀκεῖνος στέφανος, τὸν ἀγανὸς ἔθηκεν

72σῆμʼ ἔμεναι Διόνυσος ἀποιχομένης Ἀριάδνης,

73νώτῳ ὑποστρέφεται κεκμηότος Εἰδώλοιο.

74νώτῳ μὲν Στέφανος πελάει, κεφαλῇ γε μὲν ἄκρῃ

75σκέπτεο πὰρ κεφαλὴν Ὀφιούχεον, ἐκ δʼ ἄρʼ ἐκείνης

76αὐτὸν ἐπιφράσσαιο φαεινόμενον Ὀφιοῦχον·

77τοῖοί οἱ κεφαλῇ ὑποκείμενοι ἀγλαοὶ ὦμοι

78εἴδονται· κεῖνοί γε καὶ ἂν διχόμηνι σελήνῃ

79εἰσωποὶ τελέθοιεν· ἀτὰρ χέρες οὐ μάλα ἶσαι·

80λεπτὴ γὰρ καὶ τῇ καὶ τῇ ἐπιδέδρομεν αἴγλη.

81ἀλλʼ ἔμπης κἀκεῖναι ἐπόψιαι· οὐ γὰρ ἐλαφραί·

82ἀμφότεραι δʼ Ὄφιος πεπονήαται, ὅς ῥά τε μέσσον

83δινεύει Ὀφιοῦχον· ὁ δʼ ἐμμενές εὖ ἐπαρηρὼς

84ποσσὶν ἐπιθλίβει μέγα θηρίον ἀμφοτέροισιν,

85σκορπίον, ὀφθαλμῷ τε καὶ ἐν θώρηκι βεβηκὼς

86ὀρθός. ἀτάρ οἱ ὄφις γε δύω στρέφεται μετὰ χερσίν,

87δεξιτερῇ ὀλίγος, σκαιῇ γε μὲν ὑψόθι πολλός.

88καὶ δή οἱ Στεφάνῳ παρακέκλιται ἄκρα γένεια,

89νειόθι δὲ σπείρης μεγάλας ἐπιμαίεο χηλάς.

90ἀλλʼ αἱ μέν φαέων ἐπιδευέες, οὐδὲν ἀγαυαί.

91ἐξόπιθεν δʼ Ἑλίκης φέρεται ἐλάοντι ἐοικὼς

92Ἀρκτοφύλαξ, τόν ῥʼ ἄνδρες ἐπικλείουσι βοώτην,

93οὕνεχʼ ἁμαξαίης ἐπαφώμενος εἴδεται Ἄρκτου.

94καὶ μάλα πᾶς ἀρίδηλος· ὑπὸ ζώνῃ δέ οἱ αὐτὸς

95ἐξ ἄλλων Ἀρκτοῦρος ἑλίσσεται ἀμφαδὸν ἀστήρ.

96ἀμφοτέροισι δὲ ποσσὶν ὕπο σκέπτοιο Βοώτεω

97παρθένον, ἥ ῥʼ ἐν χερσὶ φέρει Στάχυν αἰγλήεντα.

98εἴτʼ οὖν Ἀστραίου κείνη γένος, ὅν ῥά τέ φασιν

99ἄστρων ἀρχαῖον πατέρʼ ἔμμεναι, εἴτε τευ ἄλλου,

100εὔκηλος φορέοιτο· λόγος γε μὲν ἐντρέχει ἄλλος

101ἀνθρώποις, ὡς δῆθεν ἐπιχθονίη πάρος ἦεν,

102ἤρχετο δʼ ἀνθρώπων κατεναντίη, οὐδέ ποτʼ ἀνδρῶν

103οὐδέ ποτʼ ἀρχαίων ἠνήνατο φῦλα γυναικῶν,

104ἀλλʼ ἀναμὶξ ἐκάθητο, καὶ ἀθανάτη περ ἐοῦσα.

105καί ἑ Δίκην καλέεσκον· ἀγειρομένη δὲ γέροντας,

106ἠέ που εἰν ἀγορῇ ἢ εὐρυχόρῳ ἐν ἀγυιῇ,

107δημοτέρας ἤειδεν ἐπισπέρχουσα θέμιστας.

108οὔπω λευγαλέου τότε νείκεος ἠπίσταντο

109οὐδέ διακρίσιος πολυμεμφέος οὐδέ κυδοιμοῦ,

110αὕτως δʼ ἔζωον· χαλεπὴ δʼ ἀπέκειτο θάλασσα,

111καὶ βίον οὔπω νῆες ἀπόπροθεν ἠγίνεσκον,

112ἀλλὰ βόες καὶ ἄροτρα καὶ αὐτή, πότνια λαῶν,

113μυρία πάντα παρεῖχε Δίκη, δώτειρα δικαίων.

114τόφρʼ ἦν, ὄφρʼ ἔτι γαῖα γένος χρύσειον ἔφερβεν.

115ἀργυρέῳ δʼ ὀλίγη τε καὶ οὐκέτι πάμπαν ἑτοίμη ὁμοίη A.

116ὡμίλει, ποθέουσα παλαιῶν ἤθεα λαῶν.

117ἀλλʼ ἔμπης ἔτι κεῖνο κατʼ ἀργύρεον γένος ἦεν·

118ἤρχετο δʼ ἐξ ὀρέων ὑποδείελος ἠχηέντων

119μουνάξ, οὐδέ τεῳ ἐπεμίσγετο μειλιχίοισιν·

120ἀλλʼ ὁπότʼ ἀνθρώπων μεγάλας πλήσαιτο κολώνας,

121ἠπείλει δὴ ἔπειτα καθαπτομένη κακότητος,

122οὐδʼ ἔτʼ ἔφη εἰσωπὸς ἐλεύσεσθαι καλέουσιν·

123"οἵην χρύσειοι πατέρες γενεὴν ἐλίποντο

124χειροτέρην· ὑμεῖς δὲ κακώτερα τεξείεσθε.

125καὶ δή που πόλεμοι, καὶ δὴ καὶ ἀνάρσιον αἷμα

126ἔσσεται ἀνθρώποισι, κακὸν δʼ ἐπικείσεται ἄλγος."

127ὣς εἰποῦσʼ ὀρέων ἐπεμαίετο, τοὺς δʼ ἄρα λαοὺς

128εἰς αὐτὴν ἔτι πάντας ἐλίμπανε παπταίνοντας.

129ἀλλʼ ὅτε δὴ κἀκεῖνοι ἐτέθνασαν, οἱ δʼ ἐγένοντο,

130χαλκείη γενεή, προτέρων ὀλοώτεροι ἄνδρες,

131οἳ πρῶτοι κακόεργον ἐχαλκεύσαντο μάχαιραν

132εἰνοδίην, πρῶτοι δὲ βοῶν ἐπάσαντʼ ἀροτήρων,

133καὶ τότε μισήσασα Δίκη κείνων γένος ἀνδρῶν

134ἔπταθʼ ὑπουρανίη· ταύτην δʼ ἄρα νάσσατο χώρην,

135ἧχί περ ἐννυχίη ἔτι φαίνεται ἀνθρώποισιν

136παρθένος, ἐγγὺς ἐοῦσα πολυσκέπτοιο Βοώτεω.

137τῆς ὑπὲρ ἀμφοτέρων ὤμων εἱλίσσεται ἀστὴρ

138[δεξιτερῇ πτέρυγι· Προτρυγητὴρ δʼ αὖτε καλεῖται·] ACM; but not translated by Germ. or Avienus.

139τόσσος μὲν μεγέθει, τοίῃ δʼ ἐγκείμενος αἴγλῃ,

140οἷος καὶ μεγάλης οὐρὴν ὑποφαίνεται Ἄρκτου.

141δεινὴ γὰρ κείνη, δεινοὶ δέ οἱ ἐγγύθεν εἰσὶν

142ἀστέρες· οὐκ ἂν τούς γε ἰδὼν ἐπιτεκμήραιο

142a[οἵ μιν πᾶσαν ὄπισθεν ἑλισσόμενοι τυπόωσιν,] Read only in later MSS. Cf. v. 171.

143οἷός οἱ πρὸ ποδῶν φέρεται καλός τε μέγας τε

144εἷς μὲυ ὑπωμαίων, εἷς δʼ ἰξυόθεν κατιόντων,

145ἄλλος δʼ οὐραίοις ὑπὸ γούνασιν· ἀλλʼ ἄρα πάντες

146ἁπλόοι ἄλλοθεν ἄλλος ἀνωνυμίῃ φορέονται.

147Κραιὶ δέ οἱ Δίδυμοι, μέσσῃ δʼ ὕπο κάρκινος ἐστίν·

148ποσσὶ δʼ ὀπισθοτέροισι λέων ὕπο καλὰ φαείνει.

149ἔνθα μὲν ἠελίοιο θερείταταί εἰσι κέλευθοι·

150αἱ δέ που ἀσταχύων κενεαὶ φαίνονται ἄρουραι

151ἠελίου τὰ πρῶτα συνερχομένοιο Λέοντι.

152τῆμος καὶ κελάδοντες ἐτησίαι εὐρέϊ πόντῳ

153ἀθρόοι ἐμπίπτουσιν, ὁ δὲ πλόος οὐκέτι κώπαις

154ὥριος. εὐρεῖαί μοι ἀρέσκοιεν τότε νῆες,

155εἰς ἄνεμον δὲ τὰ πηδὰ κυβερνητῆρες ἔχοιεν.

156εἰ δέ τοι ἡνίοχον τε καὶ ἀστέρας Ἡνιόχοιο

157σκέπτεσθαι δοκέει, καί τοι φάτις ἤλυθεν αἰγός

158αὐτῆς ἠδʼ Ἐρίφων, οἵ τʼ εἰν ἁλὶ πορφυρούσῃ

159πολλάκις ἐσκέψαντο κεδαιομένους ἀνθρώπους,

160αὐτὸν μέν μιν ἅπαντα μέγαν Διδύμων ἐπὶ λαιὰ

161κεκλιμένον δήεις· Ἑλίκης δέ οἱ ἄκρα κάρηνα

162ἀντία δινεύει. σκαιῷ δʼ ἐπελήλαται ὤμῳ

163αἲξ ἱερή, τὴν μέν τε λόγος Διὶ μαζὸν ἐπτσχεῖν,

164Ὠλενίην δέ μιν Αἶγα Διὸς καλέουσʼ ὑποφῆται.

165ἀλλʼ ἡ μὲν πολλή τε καὶ ἀγλαή· οἱ δέ οἱ αὐτοῦ

166λεπτὰ φαείνονται Ἔριφοι καρπὸν κάτα χειρός.

167πὰρ ποσὶ δʼ Ἡνιόχου κεραὸν πεπτηότα Ταῦρον

168μαίεσθαι. τὰ δέ οἱ μάλʼ έοικότα σήματα κεῖται·

169τοίη οἱ κεφαλὴ διακέκριται· οὐδέ τις ἄλλῳ

170σήματι τεκμήραιτο κάρη βοός, οἷά μιν αὐτοὶ

171ἀστέρες ἀμφοτέρωθεν ἑλισσόμενοι τυπόωσιν.

172καὶ λίην κείνων ὄνομʼ εἴρεται, οὐδέ τοι αὕτως

173νήκουστοι Ὑάδες. ταὶ μέν ῥʼ ἐπὶ παντὶ μετώπῳ

174Ταύρου βεβλέαται· λαιοῦ δὲ κεράατος ἄκρον

175καὶ πόδα δεξιτερὸν παρακειμένου Ἡνιόχοιο

176εἷς ἀστὴρ ἐπέχει· συνεληλάμενοι δὲ φέρονται,

177ἀλλʼ αἰεὶ Ταῦρος προφερέστερος Ἡνιόχοιο

178εἰς ἑτέρην καταβῆναι, ὁμηλυσίῃ περ ἀνελθών.

179Οὐδʼ ἄρα Κηφῆος μογερὸν γένος Ἰασίδαο

180αὕτως ἄρρητον κατακείσεται· ἀλλʼ ἄρα καὶ τῶν

181οὐρανὸν εἰς ὄνομʼ ἦλθεν, ἐπεὶ Διὸς ἐγγύθεν ἦσαν.

182αὐτὸς μὲν κατόπτσθεν ἐὼν Κυνοσουρίδος Ἄρκτου

183Κηφεὺς ἀμφοτέρας χεῖρας τανύοντι ἐοικώς·

184ἴση οἱ στάθμη νεάτης ἀποτείνεται οὐρῆς

185ἐς πόδας ἀμφοτέρους, ὅσση ποδὸς ἐς πόδα τείνει.

186αὐτὰρ ἀπὸ ζὠνης ὀλίγον κε μεταβλέψειας

187πρώτης ἱέμενος καμπῆς μεγάλοιο Δράκοντος.

188τοῦ δʼ ἄρα δαιμονίη προκυλίνδεται οὐ μάλα πολλὴ

189νυκτὶ φαεινομένη παμμήνιδι Κασσιέπεια·

190οὐ γάρ μιν πολλοὶ καὶ ἐπημοιβοὶ γανόωσιν

191ἀστέρες, οἵ μιν πᾶσαν ἐπιρρήδην στιχόωσιν.

192οἵῃ δὲ κληῖδι θύρην ἔντοσθʼ ἀραρυῖαν

193δικλίδʼ ἐπτπλήσσοντες ἀνακρούουσιν ὀχῆας, οἵην...ὀχῆες ACM.

194τοῖοί οἱ μουνὰξ ὑποκείμενοι ἰνδάλλονται

195ἀστέρες. ἡ δʼ αὕτως ὀλίγων ἀποτείνεται ὤμων

196ὀργυιήν. φαίης κεν ἀνιάξειν ἐπὶ παιδί.

197αὐτοῦ γὰρ κἀκεῖνο κυλίνδεται αἰνὸν ἄγαλμα

198Ἀνδρομέδης ὑπὸ μητρὶ κεκασμένον. οὔ σε μάλʼ οἴω

199νύκτα περισκέψασθαι, ἵνʼ αὐτίκα μᾶλλον ἴδηαι·

200τοίη οἱ κεφαλή, τοῖοι δέ οἱ ἀμφοτέρωθεν

201ὦμοι καὶ πόδες ἀκρότατοι καὶ ζώματα πάντα.

202ἀλλʼ ἔμπης κἀκεῖθι διωλενίη τετάνυσται,

203δεσμὰ δέ οἱ κεῖται καὶ ἐν οὐρανῷ· αἱ δʼ ἀνέχονται

204αὐτοῦ πεπταμέναι πάντʼ ἤματα χεῖρες ἐκεῖναι.

205Ἀλλʼ ἄρα οἱ καὶ κρατὶ πέλωρ ἐπελήλαται ἵππος

206γαστέρι νειαίρῃ· ξυνὸς δʼ ἐπιλάμπεται ἀστὴρ

207τοῦ μὲν ἐπʼ ὀμφαλίῳ, τῆς δʼ ἐσχατόωντι καρήνῳ.

208οἱ δʼ ἄρʼ ἔτι τρεῖς ἄλλοι ἐπὶ πλευράς τε καὶ ὤμους

209ἵππου δεικανόωσι διασταδὸν ἶσα πέλεθρα,

210καλοὶ καὶ μεγάλοι· κεφαλὴ δέ οἱ οὐδὲν ὁμοίη,

211οὐδʼ αὐχὴν δολιχός περ ἐών. ἀτὰρ ἔσχατος ἀστὴρ

212αἰθομένης γένυος καί κεν προτέροις ἐρίσειεν

213τέτρασιν, οἵ μιν ἔχουσι περίσκεπτοι μάλʼ ἐόντες.

214οὐδʼ ὅ γε τετράπος ἐστἰν· ἀπʼ ὀμφαλίοιο γὰρ ἄκρου

215μεσσόθεν ἡμιτελὴς περιτέλλεται ἱερὸς Ἵππος.

216κεῖνον δὴ καί φασι καθʼ ὑψηλοῦ Ἑλικῶνος

217καλὸν ὕδωρ ἀγαγεῖν εὐαλδέος Ἱππουκρήνης.

218οὐ γάρ πω Ἑλικὼν ἄκρος κατελείβετο πηγαῖς,

219ἀλλʼ Ἵππος μιν ἔτυψε· τὸ δʼ ἀθρόον αὐτόθεν ὕδωρ

220ἐξέχυτο πληγῇ προτέρου ποδός· οἱ δὲ νομῆες

221πρῶτοι κεῖνο ποτὸν διεφήμισαν Ἱππουκρήνην.

222ἀλλὰ τὸ μὲν πέτρης ἀπολείβεται, οὐδέ ποτʼ αὐτὸ

223Θεσπιέων ἀνδρῶν ἐκὰς ὄψεαι· αὐτὰρ ὁ Ἵππος

224ἐν Διὸς εἰλεῖται καί τοι πάρα θηήσασθαι.

225αὐτοῦ καὶ Κριοῖο θοώταταί εἰσι κέλευθοι,

226ὅς ῥά τε καὶ μήκιστα διωκόμενος περὶ κύκλα

227οὐδὲν ἀφαυρότερον τροχάει Κυνοσουρίδος Ἄρκτου,

228αὐτὸς μὲν νωθὴς καὶ ἀνάστερος οἷα σελήνῃ

229σκέψασθαι, ζώνῃ δʼ ἂν ὅμως ἐπιτεκμήραιο

230Ἀνδρομέδης· ὀλίγον γὰρ ὑπʼ αὐτὴν ἐστήρικται.

231μεσσόθι δὲ τρίβει μέγαν οὐρανόν, ἧχί περ ἄκραι

232χηλαὶ καὶ ζώνη περιτέλλεται Ὠρίωνος.

233ἔστι δέ τοι καὶ ἔτʼ ἄλλο τετυγμένον ἐγγύθι σῆμα

234νειόθεν Ἀνδρομέδης, τὸ δʼ ἐπὶ τρισὶν ἐστάθμηται

235Δελτωτόν πλευρῇσιν, ἰσαιομένῃσιν ἐοικὸς

236ἀμφοτέρῃς· ἡ δʼ οὔτι τόση, μάλα δʼ ἐστὶν ἑτοίμη

237εὑρέσθαι· περὶ γὰρ πολέων εὐάστερός ἐστιν.

238τῶν ὀλίγον Κριοῦ νοτιώτεροι ἀστέρες εἰσίν.

239οἱ δʼ ἄρʼ ἔτι προτέρω, ἔτι δʼ ἐν προμολῇσι νότοιο,

240ἰχθύες. ἀλλʼ αἰεὶ ἕτερος προφερέστερος ἄλλου,

241καὶ μᾶλλον βορέαο νέον κατιόντος ἀκούει.

242ἀμφοτέρων δέ σφεων ἀποτείνεται ἠΰτε δεσμὰ

243οὐραίων ἑκάτερθεν ἐπισχερὼ εἰς ἓν ἰόντων.

244καὶ τὰ μὲν εἷς ἀστὴρ ἐπέχει καλός τε μέγας τε,

245ὅν ῥά τε καὶ σύνδεσμον ὑπούραιον καλέουσιν.

246Ἀνδρομέδης δέ τοι ὦμος ἀριστερὸς Ἰχθύος ἔστω

247σῆμα βορειοτέρου· μάλα γάρ νύ οἱ ἐγγύθεν ἐστίν.

248ἀμφότεροι δὲ πόδες γαμβροῦ ἐπισημαίνοιεν

249Περσέος, οἵ ῥά οἱ αἰὲν ἐπωμάδιοι φορέονται.

250αὐτάρ ὅ γʼ ἐν βορέω φέρεται περιμήκετος ἄλλων.

251καί οἱ δεξιτερὴ μὲν ἐπὶ κλισμὸν τετάνυσται

252πενθερίου δίφροιο· τὰ δʼ ἐν ποσὶν οἷα διώκων

253ἴχνια μηκύνει κεκονιμένος ἐν Διὶ πατρί.

254ἄγχι δέ οἱ σκαιῆς ἐπιγουνίδος ἤλιθα πᾶσαι

255Πληϊάδες φορέονται. ὁ δʼ οὐ μάλα πολλὸς ἁπάσας

256χῶρος ἔχει, καὶ δʼ αὐταὶ ἐπισκέψασθαι ἀφαυραί.

257ἑπτάποροι δὴ ταί γε μετʼ ἀνθρώπους ὑδέονται,

258ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν.

259οὐ μέν πως ἀπόλωλεν ἀπευθὴς ἐκ Διὸς ἀστήρ,

260ἐξ αὗ καὶ γενεῆθεν ἀκούομεν, ἀλλὰ μάλʼ αὕτως

261εἴρεται. ἑπτὰ δʼ ἐκεῖναι ἐπιρρήδην καλέονται

262Ἀλκυόνη Μερόπη τε Κελαινώ τʼ Ἠλέκτρη τε

263καὶ Στερόπη καὶ Τηϋγέτη καὶ πότνια Μαῖα.

264αἱ μὲν ὁμῶς ὀλίγαι καὶ ἀφεγγέες, ἀλλʼ ὀνομασταὶ

265ἦρι καὶ ἑσπέριαι, Ζεὺς δʼ αἴτιος, εἱλίσσονται,

266ὅ σφισι καὶ θέρεος καὶ χείματος ἀρχομένοιο

267σημαίνειν ἐκέλευσεν ἐπερχομένου τʼ ἀρότοιο.

268καὶ χέλυς, ἥτʼ ὀλίγη· τὴν δʼ ἆρʼ ἔτι καὶ παρὰ λίκνῳ

269Ἑρμείης ἐτόρησε, λύρην δέ μιν εἶπε λέγεσθαι.

270κὰδ δʼ ἔθετο προπάροιθεν ἀπευθέος Εἰδώλοιο

271οὐρανὸν εἰσαγαγών. τὸ δʼ ἐπὶ σκελέεσσι πέτηλον

272γούνατί οἱ σκαιῷ πελάει· κεφαλή γε μὲν ἄκρη

273ἀντιπέρην Ὄρνιθος ἑλίσσεται· ἡ δὲ μεσηγὺ

274ὀρνιθέης κεφαλῆς καὶ γούνατος ἐστήρικται.

275ἦτοι γὰρ καὶ Ζηνὶ παρατρέχει αἰόλος ὄρνις.

276ἀλλʼ ὁ μὲν ἠερόεις, τὰ δέ οἱ ἔπι τετρήχυνται

277ἀστράσιν οὔτι λίην μεγάλοις, ἀτὰρ οὐ μὲν ἀφαυροῖς.

278αὐτὰρ ὅ γʼ εὐδιόωντι ποτὴν ὄρνιθι ἐοικὼς

279οὔριος εἰς ἑτέρην φέρεται, κατὰ δεξιὰ χειρὸς

280Κηφείης ταρσοῖο τὰ δεξιὰ πείρατα τείνων,

281λαιῇ δὲ πτέρυγι σκαρθμὸς παρακέκλιται Ἵππου.

282τὸν δὲ μετασκαίροντα δύʼ Ἰχθύες ἀμφινέμονται

283ἵππον· πὰρ δʼ ἄρα οἱ κεφαλῇ χεὶρ Ὑδροχόοιο

284δεξιτερὴ τετάνυσθʼ· ὁ δʼ ὀπίστερος Αἰγοκερῆος

285τέλλεται. αὐτὰρ ὅ γε πρότερος καὶ νειόθι μᾶλλον

286κέκλιται αἰγόκερως, ἵνα τε τρέπετʼ ἠελίου ἴς.

287μὴ κείνῳ ἐνὶ μηνὶ περικλύζοιο θαλάσσῃ

288πεπταμένῳ πελάγει κεχρημένος. οὔτε κεν ἠοῖ

289πολλὴν πειρήνειας, ἐπεὶ ταχινώταταί εἰσιν·

290οὔτʼ ἄν τοι νυκτὸς πεφοβημένῳ ἐγγύθεν ἠὼς

291ἔλθοι καὶ μάλα πολλὰ βοωμένῳ. οἱ δʼ ἀλεγεινοὶ

292τῆμος ἐπιρρήσσουσι νότοι, ὁπότʼ Αἰγοκερῆϊ

293συμφέρετʼ ἠέλιος· τότε δέ κρύος ἐκ Διός ἐστιν

294ναύτῃ μαλκιόωντι κακώτερον. ἀλλὰ καὶ ἔμπης

295ἤδη πάντʼ ἐνιαυτὸν ὑπὸ στείρῃσι θάλασσα

296πορφύρει· ἴκελοι δὲ κολυμβίσιν αἰθυίῃσιν

297πολλάκις ἐκ νηῶν πέλαγος περιπαπταίνοντες

298ἥμεθʼ ἐπʼ αἰγιαλοὺς τετραμμένοι· οἱ δʼ ἔτι πόρσω

299κλύζονται· ὀλίγον δὲ διὰ ξύλον Ἄϊδʼ ἐρύκει.

300καὶ δʼ ἄν ἐπὶ ἔτι C; read ἔτι προτέρω? προτέρῳ γε, θαλάσσῃ πολλὰ πεπονθώς,

301τόξον ὅτʼ ἠέλιος καίει καὶ ῥύτορα Τόξου,

302ἑσπέριος κατάγοιο, πεποιθὼς οὐκέτι νυκτί.

303σῆμα δέ τοι κείνης ὥρης καὶ μηνὸς ἐκείνου

304σκορπίος ἀντέλλων εἴη πυμάτης ἐπὶ νυκτός.

305ἤτοι γὰρ μέγα τόξον ἀνέλκεται ἐγγύθι κέντρου

306τοξευτὴς· ὀλίγον δὲ παροίτερος ἵσταται αὐτοῦ

307σκορπίος ἀντέλλων, ὁ δʼ ἀνέρχεται αὐτίκα μᾶλλον.

308τῆμος καὶ κεφαλὴ Κυνοσουρίδος ἀκρόθι νυκτὸς

309ὕψι μάλα τροχάει, ὁ δὲ δύεται ἠῶθι πρὸ

310ἀθρόος Ὠρίων, Κηφεὺς δʼ ἀπὸ χειρὸς ἐπʼ ἰξύν.

311ἔστι δέ τις προτέρω βεβλημένος ἄλλος ὀϊστὸς

312αὐτός ἄτερ τόξου· ὁ δέ οἱ παραπέπταται Ὄρνις

313ἀσσότερον βορέω. σχεδόθεν δέ οἱ ἄλλος ἄηται

314οὐ τόσσος μεγέθει, χαλεπός γε μὲν ἐξ ἁλὸς ἐλθεῖν

315νυκτὸς ἀπερχομένης· καί μιν καλέουσιν ἄητον.

316δελφὶς δʼ, οὐ μάλα πολλός, ἐπιτρέχει Αἰγοκερῆϊ

317μεσσόθεν ἠερόεις· τὰ δέ οἱ περὶ τέσσαρα κεῖται

318γλήνεα, παρβολάδην δύο πὰρ δύο πεπτηῶτα.

319καὶ τὰ μὲν οὖν βορέω καὶ ἀλήσιος ἠελίοιο

320μεσσηγὺς κέχυται· τὰ δὲ νειόθι τέλλεται ἄλλα

321πολλὰ μεταξὺ νότοιο καὶ ἠελίοιο κελεύθου.

322λοξὸς μὲν Ταύροιο τομῆ ὑποκέκλιται αὐτὸς

323Ὠρίων. μὴ κεῖνον ὅτις καθαρῇ ἐνὶ νυκτὶ

324ὑψοῦ πεπτηῶτα παρέρχεται ἄλλα πεποίθοι

325οὐρανὸν εἰσανιδὼν προφερέστερα θηήσασθαι.

326τοῖός οἱ καὶ φρουρὸς ἀειρομένῳ ὑπὸ νώτῳ

327φαίνεται ἀμφοτέροισι κύων ὑπὸ ποσσὶ βεβηκώς,

328ποικίλος, ἀλλʼ οὐ πάντα πεφασμένος· ἀλλὰ κατʼ αὐτὴν

329γαστέρα κυάνεος περιτέλλεται, ἡ δέ αἱ ἄκρη

330ἀστέρι βέβληται δεινὴ γένυς, ὅς ῥα μάλιστα

331ὀξέα σειριάει· καί μιν καλέουσʼ ἄνθρωποι

332Σείριον. οὐκέτι κεῖνον ἅμʼ ἠελίῳ ἀνιόντα

333φυταλιαὶ ψεύδονται ἀναλδέα φυλλιόωσαι.

334ῥεῖα γάρ οὖν ἔκρινε διὰ στίχας ὀξὺς ἀΐξας,

335καὶ τὰ μὲν ἔρρωσεν, τῶν δὲ φλόον ὤλεσε πάντα.

336κείνου καὶ κατιόντος ἀκούομεν· οἱ δὲ δὴ ἄλλοι

337σῆμʼ ἔμεναι μελέεσσιν ἐλαφρότεροι περίκεινται.

338ποσσὶν δʼ Ὠρίωνος ὑπʼ ἀμφοτέροισι λαγῳός

339ἐμμενές ἤματα πάντα διώκεται. αὐτὰρ ὅ γʼ αἰεὶ

340Σείριος ἐξόπιθεν φέρεται μετιόντι ἐοικώς,

341καί οἱ ἐπαντέλλει, καί μιν κατιόντα δοκεύει.

342ἡ δὲ Κυνὸς μεγάλοιο κατʼ οὐρὴν ἕλκεται ἀργῷ

343πρυμνόθεν· οὐ γὰρ τῇ γε κατὰ χρέος εἰσὶ κέλευθοι,

344ἀλλʼ ὄπιθεν φέρεται τετραμμένη, οἷα καὶ αὐταὶ

345νῆες, ὅτʼ ἤδη ναῦται ἐπιστρέψωσι κορώνην

346ὅρμον ἐσερχόμενοι· τὴν δʼ αὐτίκα πᾶς ἀνακόπτει

347νῆα, παλιρροθίη δὲ καθάπτεται ἠπείροιο·

348ὥς ἥ γε πρύμνηθεν Ἰησονὶς ἕλκεται Ἀργώ.

349καὶ τὰ μὲν ἠερίη καὶ ἀνάστερος ἄχρι παρʼ αὐτὸν

350ἱστὸν ἀπὸ πρώρης φέρεται, τὰ δὲ πᾶσα φαεινή.

351καί οἱ πηδάλιον κεχαλασμένον ἐστήρικται

352ποσσὶν ὑπʼ οὐραίοισι Κυνὸς προπάροιθεν ἰόντος.

353τὴν δὲ καί οὐκ ὀλίγον περ ἀπόπροθι πεπτηυῖαν

354Ἀνδρομέδην μέγα κῆτος ἐπερχόμενον κατεπείγει.

355ἡ μὲν γὰρ Θρήϊκος ὑπὸ πνοιῇ βορέαο

356κεκλιμένη φέρεται, τὸ δέ οἱ νότος ἐχθρὸν ἀγινεῖ

357κῆτος, ὑπὸ Κριῷ τε καὶ Ἰχθύσιν ἀμφοτέροισιν,

358βαιὸν ὑπὲρ Ποταμοῦ βεβλημένον ἀστερόεντος.

359οἶον γὰρ κἀκεῖνο θεῶν ὑπό ποσσὶ φορεῖται

360λείψανον Ἠριδανοῖο, πολυκλαύτου ποταμοῖο.

361καὶ τὸ μὲν Ὠρίωνος ὑπὸ σκαιὸν πόδα τείνει·

362δεσμοὶ δʼ οὐραῖοι, τοῖς Ἰχθύες ἄκροι ἔχονται,

363ἄμφω συμφορέονται ἀπʼ οὐραίων κατιόντες·

364Κητείης δʼ ὄπιθεν λοφίης ἐπιμὶξ φορέονται

365εἰς ἓν ἐλαυνόμενοι· ἑνὶ δʼ ἀστέρι πειραίνονται

366κήτεος, ὃς κείνου πρώτῃ ἐπίκειται ἀκάνθῃ.

367οἱ δʼ ὀλίγῳ μέτρῳ ὀλίγῃ δʼ ἐγκείμενοι αἴγλῃ

368μεσσόθι πηδαλίου καὶ Κήτεος εἱλίσσονται,

369γλαυκοῦ πεπτηῶτες ὑπὸ πλευρῇσι Λαγωοῦ

370νώνυμοι· οὐ γὰρ τοί γε τετυγμένου εἰδώλοιο

371βεβλέαται μελέεσσιν ἐοικότες, οἷά τε πολλὰ

372ἑξείης στιχόωντα παρέρχεται αὐτὰ κέλευθα

373ἀνομένων ἐτέων· τά τις ἀνδρῶν οὐκέτʼ ἐόντων

374ἐφράσατʼ ἠδʼ ἐνόησεν ἅπαντʼ ὀνομαστὶ καλέσσαι

375ἤλιθα μορφώσας. οὐ γάρ κʼ ἐδυνήσατο πάντων

376οἰόθι κεκριμένων ὄνομʼ εἰπεῖν, οὐδὲ δαῆναι.

377πολλοὶ γὰρ πάντη, πολέων δʼ ἐπὶ ἶσα πέλονται

378μέτρα τε καὶ χροιή, πάντες γε μὲν ἀμφιέλικτοι.

379τῶ καὶ ὁμηγερέας οἱ ἐείσατο ποιήσασθαι

380ἀστέρας, ὄφρʼ ἐπιτὰξ ἄλλῳ παρακείμενος ἄλλος

381εἴδεα σημαίνοιεν. ἄφαρ δʼ ὀνομαστὰ γένοντο

382ἄστρα, καὶ οὐκέτι νῦν ὑπὸ θαύματι τέλλεται ἀστήρ.

383ἀλλʼ οἱ μὲν καθαροῖς ἐναρηρότες εἰδώλοισιν

384φαίνονται· τὰ δʼ ἔνερθε διωκομένοιο Λαγωοῦ

385πάντα μάλʼ ἠερόεντα καὶ οὐκ ὀνομαστὰ φέρονται.

386νειόθι δʼ Αἰγοκερῆος, ὑπὸ πνοιῇσι νότοιο,

387ἰχθὺς ἐς Κῆτος τετραμμένος αἰωρεῖται

388οἶος ἀπὸ προτέρων, νοτιον δέ ἑ κικλήσκουσιν.

389ἄλλοι δέ, σποράδην ὑποκείμενοι Ὑδροχοῆϊ,

390κήτεος αἰθερίοιο καὶ Ἰχθύος ἠερέθονται

391μέσσοι νωχελέες καὶ ἀνώνυμοι· ἐγγύθι δέ σφεων,

392δεξιτερῆς ἀπὸ χειρὸς ἀγαυοῦ Ὑδροχόοιο,

393οἵη τίς τʼ ὀλίγη χύσις ὕδατος ἔνθα καὶ ἔνθα

394σκιδναμένου, χαροποὶ καὶ ἀναλδέες εἱλίσσονται.

395ἐν δέ σφιν δύο μᾶλλον ἐειδόμενοι φορέονται

396ἀστέρες, οὔτε τι πολλὸν ἀπήοροι, οὔτε μάλʼ ἐγγύς·

397εἷς μὲν ὑπʼ ἀμφοτέροισι ποσὶν καλός τε μέγας τε

398Ὑδροχόου, ὁ δὲ κυανέου ὑπὸ Κήτεος οὐρῇ.

399τοὺς πάντας καλέουσιν ὕδωρ. ὀλίγοι γε μὲν ἄλλοι

400νειόθι Τοξευτῆρος ὑπὸ προτέροισι πόδεσσιν

401δινωτοὶ κύκλῳ περιηγέες εἱλίσσονται.

402αὐτὰρ ὑπʼ αἰθομένῳ κέντρῳ τέραος μεγάλοιο

403σκορπίου, ἄγχι νότοιο, Θυτήριον αἰωρεῖται.

404τοῦ δʼ ἤτοι ὀλίγον περ ἐπὶ χρόνον ὑψόθʼ ἐόντος

405πεύσεαι· ἀντιπέρην γὰρ ἀείρεται Ἀρκτούροιο.

406καὶ τῷ μὲν μάλα πάγχυ μετήοροί εἰσι κέλευθοι

407ἀρκτούρῳ, τὸ δὲ θᾶσσον ὑφʼ ἑσπερίην ἅλα νεῖται.

408ἀλλʼ ἄρα καὶ περὶ κεῖνο Θυτήριον ἀρχαίη Νύξ,

409ἀνθρώπων κλαίουσα πόνον, χειμῶνος ἔθηκεν

410εἰναλίου μέγα σῆμα. κεδαιόμεναι γὰρ ἐκείνῃ

411νῆες ἄπο φρενός εἰσι, τὰ δʼ ἄλλοθεν ἄλλα πιφαύσκει

412δήματʼ, ἐποικτείρουσα πολυρροθίους ἀνθρώπους.

413τῶ μή μοι πελάγει νεφέων εἰλυμένον ἄλλων

414εὔχεο μεσσόθι κεῖνο φανήμεναι οὐρανῷ ἄστρον,

415αὐτὸ μὲν ἀνέφελόν τε καὶ ἀγλαόν, ὕψι δὲ μᾶλλον

416κυμαίνοντι νέφει πεπιεσμένον, οἷά τε πολλὰ

417θλίβετʼ ἀναστέλλοντος ὀπωρινοῦ ἀνέμοιο.

418πολλάκι γὰρ καὶ τοῦτο νότῳ ἔπι σῆμα τιτύσκει

419νὺξ αὐτή, μογεροῖσι χαριζομένη ναύτῃσιν.

420οἱ δʼ εἰ μέν κε πίθωνται ἐναίσιμα σημαινούσῃ,

421αἶψά τε κοῦφά τε πάντα καὶ ἄρτια ποιήσωνται,

422αὐτίκʼ ἐλαφρότερος πέλεται πόνος· εἰ δέ κε νηῒ

423ὑψόθεν ἐμπλήξῃ δεινὴ ἀνέμοιο θύελλα

424αὕτως ἀπρόφατος, τὰ δὲ λαίφεα πάντα ταράξῃ,

425ἄλλοτε μὲν καὶ πάμπαν ὑπόβρυχα ναυτίλλονται,

426ἄλλοτε δʼ, αἴ κε Διὸς παρανισσομένοιο τύχωσιν

427εὐχόμενοι, βορέω δὲ παραστράψῃ ἀνέμου ἴς,

428πολλὰ μάλʼ ὀτλήσαντες ὅμως πάλιν ἐσκέψαντο

429ἀλλήλους ἐπὶ νηΐ. νότον δʼ ἐπὶ σήματι τούτῳ

430δείδιθι, μέχρι βορῆος ἀπαστράψαντος ἴδηαι.

431εἰ δέ κεν ἑσπερίης μὲν ἁλὸς Κενταύρου ἀπείη

432ὦμος ὅσον προτέρης, ὀλίγη δέ μιν εἰλύοι ἀχλὺς

433αὐτόν, ἀτὰρ μετόπισθεν ἐοικότα σήματα τεύχοι

434νὺξ ἐπὶ παμφανόωντι Θυτηρίῳ, οὔ σε μάλα χρὴ

435ἐς νότον ἀλλʼ εὔροιο περισκοπέειν ἀνέμοιο.

436δήεις δʼ ἄστρον ἐκεῖνο δύω ὑποκείμενον ἄλλοις·

437τοῦ γάρ τοι τὰ μὲν ἀνδρὶ ἐοικότα νειόθι κεῖται

438σκορπίου, ἱππούραια δʼ ὑπὸ σφίσι Χηλαὶ ἔχουσιν.

439αὐτὰρ ὁ δεξιτερὴν αἰεὶ τανύοντι ἔοικεν

440ἀντία δινωτοῖο Θυτηρίου, ἐν δέ οἱ ἀπρὶξ

441ἄλλο μάλʼ ἐσφήκωται ἐληλάμενον διὰ χειρὸς

442θηρίον· ὣς γάρ μιν πρότεροι ἐπεφημίξαντο.

443ἀλλʼ ἔτι γάρ τε καὶ ἄλλο περαιόθεν ἕλκεται ἄστρον·

444ὕδρην μιν καλέουσι, τὸ δὲ ζώοντι ἐοικὸς

445ἠνεκὲς εἰλεῖται· καί οἱ κεφαλὴ ὑπὸ μέσσον

446καρκίνον ἱκνεῖται, σπείρη δʼ ὑπὸ σῶμα Λέοντος,

447οὐρὴ δὲ κρέμαται ὑπὲρ αὐτοῦ Κενταύροιο.

448μέσσῃ δὲ σπείρῃ κρητὴρ, πυμάτῃ δʼ ἐπίκειται

449εἴδωλον κόρακος σπείρην κόπτοντι ἐοικός.

450καὶ μὴν καὶ προκύων Διδύμοις ὕπο καλὰ φαείνει.

451ταῦτά κε θηήσαιο παρερχομένων ἐνιαυτῶν

452ἑξείης παλίνωρα· τὰ γὰρ καὶ πάντα μάλʼ αὕτως

453οὐρανῷ εὖ ἐνάρηρεν ἀγάλματα νυκτὸς ἰούσης.

454οἱ δʼ ἐπιμὶξ ἄλλοι πέντʼ ἀστέρες, οὐδὲν ὁμοῖοι,

455παντόθεν εἰδώλων δυοκαίδεκα δινεύονται.

456οὐκ ἂν ἔτʼ εἰς ἄλλους ὁρόων ἐπιτεκμήραιο

457κείνους ἧχι κέονται· ἐπεὶ πάντες μετανάσται,

458μακροὶ δέ σφεων εἰσὶν ἑλισσομένων ἐνιαυτοί,

459μακρὰ δὲ σήματα κεῖται ἀπόπροθεν εἰς ἓν ἰόντων.

460οὐδʼ ἔτι θαρσαλέος κείνων ἐγώ· ἄρκιος εἴην

461ἀπλανέων τά τε κύκλα τά τʼ αἰθέρι σήματʼ ἐνισπεῖν.

462ἦτοι μὲν τά γε κεῖται ἀλίγκια δινωτοῖσιν

463τέσσαρα, τῶν κε μάλιστα πόθη ὄφελός τε γένοιτο

464μέτρα περισκοπέοντι κατανομένων ἐνιαυτῶν.

465σήματα δʼ εὖ μάλα πᾶσιν ἐπιρρήδην περίκειται

466πολλά τε καὶ σχεδόθεν πάντη συνεεργμένα πάντα.

467αὐτοὶ δʼ ἀπλανέες καὶ ἀρηρότες ἀλλήλοισιν

468πάντες· ἀτὰρ μέτρῳ γε δύω δυσὶν ἀντιφέρονται.

469εἴ ποτέ τοι νυκτὸς καθαρῆς, ὅτε πάντας ἀγαυοὺς

470ἀστέρας ἀνθρώποις ἐπιδείκνυται οὐρανίη Νύξ,

471οὐδέ τις ἀδρανέων φέρεται διχόμηνι σελήνῃ,

472ἀλλὰ τά γε κνέφαος διαφαίνεται ὀξέα πάντα—

473εἴ ποτέ τοι τημόσδε περὶ φρένας ἵκετο θαῦμα,

474σκεψαμένῳ πάντη κεκεασμένον εὐρέϊ κύκλῳ

475οὐρανόν, ἢ καί τίς τοι ἐπιστὰς ἄλλος ἔδειξεν

476κεῖνο περιγληνὲς τροχαλόν, γάλα μιν καλέουσιν·

477τῷ δʼ ἤτοι χροιὴν μὲν ἀλίγκιος οὐκέτι κύκλος

478δινεῖται, τὰ δὲ μέτρα τόσοι πισύρων περ ἐόντων

479οἱ δύο, τοὶ δέ σφεων μέγα μείονες εἱλίσσονται.

480τῶν ὁ μὲν ἐγγύθεν ἐστὶ κατερχομένου βορέαο.

481ἐν δέ οἱ ἀμφότεραι κεφαλαὶ Διδύμων φορέονται,

482ἐν δέ τε γούνατα κεῖται ἀρηρότος Ἡνιόχοιο,

483λαιὴ δὲ κνήμη καὶ ἀριστερὸς ὦμος ἐπʼ αὐτῷ

484Περσέος, Ἀνδρομέδης δὲ μέσην ἀγκῶνος ὕπερθεν

485δεξιτερὴν ἐπέχει· τὸ μέν οἱ θέναρ ὑψόθι κεῖται,

486ἀσσότερον βορέαο, νότῳ δʼ ἐπικέκλιται ἀγκών·

487ὁπλαὶ δʼ Ἵππειοι, καὶ ὑπαύχενον Ὀρνίθειον

488ἄκρῃ σὺν κεφαλῇ, καλοί τʼ Ὀφιούχεοι ὦμοι,

489αὐτὸν δινεύονται ἐληλάμενοι περὶ κύκλον·

490ἡ δʼ ὀλίγον φέρεται νοτιωτέρη, οὐδʼ ἐπιβάλλει,

491παρθένος· ἀλλὰ Λέων καὶ Καρκίνος· οἱ μέν ἄρʼ ἄμφω

492ἑξείης κέαται βεβλημένοι, αὐτὰρ ὁ κύκλος

493τὸν μὲν ὑπὸ στῆθος καὶ γαστέρα μέχρι παρʼ αἰδῶ

494τέμνει, τὸν δὲ διηνεκέως ὑπένερθε χελείου

495καρκίνον, ἧχι μάλιστα διχαιόμενόν κε νοήσαις

496ὀρθόν, ἵνʼ ὀφθαλμοὶ κύκλου ἑκάτερθεν ἴοιεν.

497τοῦ μέν, ὅσον τε μάλιστα, διʼ ὀκτὼ μετρηθέντος,

498πέντε μὲν ἔνδια στρέφεται καθʼ ὑκέρτερα γαίης,

499τὰ τρία δʼ ἐν περάτῃ· θέρεος δέ οἱ ἐν τροπαί εἰσιν.

500ἀλλʼ ὁ μὲν ἐν βορἐω περὶ Καρκίνον ἐστήρικται.

501ἄλλος δʼ ἀντιόωντι νότῳ μέσον Αἰγοκερῆα

502τέμνει καὶ πόδας Ὑδροχόου καὶ Κήτεος οὐρήν·

503ἐν δέ οἵ ἐστι Λαγωός· ἀτὰρ Κυνὸς οὐ μάλα πολλὴν

504αἴνυται, ἀλλʼ ὁπόσην ἐπέχει ποσίν· ἐν δέ οἰ Ἀργώ,

505καὶ μέγα Κενταύροιο μετάφρενον, ἐν δέ τε κέντρον

506σκορπίου, ἐν καὶ Τόξον ἀγαυοῦ Τοξευτῆρος.

507τὸν πύματον καθαροῖο παρερχόμενος βορέαο

508ἐς νότον ἠέλιος φέρεται· τρέπεταί γε μὲν αὐτοῦ

509χειμέριος. καί οἱ τρία μὲν περιτέλλεται ὑψοῦ

510τῶν ὀκτώ, τὰ δὲ πέντε κατώρυχα δινεύονται.

511μεσσόθι δʼ ἀμφοτέρων, ὅσσος πολιοῖο Γάλακτος,

512γαῖαν ὑποστρέφεται κύκλος διχόωντι ἐοικώς·

513ἐν δέ οἱ ἤματα νυξὶν ἰσαίεται ἀμφοτέρῃσιν,

514φθίνοντος θέρεος, τοτὲ δʼ εἴαρος ἱσταμένοιο.

515σῆμα δέ οἱ Κριὸς Ταύροιό τε γούνατα κεῖται,

516κριὸς μὲν κατὰ μῆκος ἐληλάμενος διὰ κύκλου,

517Ταύρου δὲ σκελέων ὅσση περιφαίνεται ὀκλάξ.

518ἐν δέ τέ οἱ ζώνη εὐφεγγέος Ὠρίωνος

519καμπή τʼ αἰθομένης Ὕδρης· ἐνί οἱ καὶ ἐλαφρὸς

520κρητήρ, ἐν δὲ Κόραξ, ἐνὶ δʼ ἀστέρες οὐ μάλα πολλοὶ

521Χηλάων· ἐν τῷ δʼ Ὀφιούχεα γοῦνα φορεῖται.

522οὐ μὴν Αἰητοῦ ἀπαμείρεται, ἀλλά οἱ ἐγγὺς

523Ζηνὸς ἀητεῖται μέγας ἄγγελος. ἡ δὲ κατʼ αὐτὸν

524ἱππείη κεφαλὴ καὶ ὑπαύχενον εἱλίσσονται.

525τοὺς μὲν παρβολάδην ὀρθοὺς περιβάλλεται ἄξων

526μεσσόθι πάντας ἔχων· ὁ δὲ τέτρατος ἐσφήκωται

527λοξὸς ἐν ἀμφοτέροις, οἵ μίν ῥʼ ἑκάτερθεν ἔχουσιν

528ἀντιπέρην τροπικοί, μέσσος δέ ἑ μεσσόθι τέμνει.

529οὔ κεν Ἀθηναίης χειρῶν δεδιδαγμένος ἀνὴρ

530ἄλλῃ κολλήσαιτο κυλινδόμενα τροχάλεια

531τοῖα τε καὶ τόσα πάντα περισφαιρηδὸν ἑλίσσων,

532ὡς τά γʼ ἐναιθέρια πλαγίῳ συναρηρότα κύκλῳ

533ἐξ ἠοῦς ἐπὶ νύκτα διώκεται ἤματα πάντα.

534καὶ τὰ μὲν ἀντέλλει καὶ αὐτίκα νειόθι δύνει

535πάντα παραβλήδην· μία δέ σφεων ἐστὶν ἑκάστου

536ἑξείης ἑκάτερθε κατηλυσίη τʼ ἄνοδός τε.

537αὐτὰρ ὅ γʼ ὠκεανοῦ τόσσον παραμείβεται ὕδωρ,

538ὅσσον ἀπʼ Αἰγοκερῆος ἀνερχομένοιο μάλιστα

539καρκίνον εἰς ἀνιόντα κυλίνδεται· ὅσσον ἁπάντη

540ἀντέλλων ἐπέχει, τόσσον γε μὲν ἀλλόθι δύνων.

541ὅσσον δʼ ὀφθαλμοῖο βολῆς ἀποτέμνεται αὐγή.

542ἑξάκις ἂν τόσση μιν ὑποδράμοι. αὐτὰρ ἑκάστη

543ἴση μετρηθεῖσα δύω περιτέμνεται ἄστρα.

544Ζωΐδιον δέ ἑ κύκλον ἐπίκλησιν καλέουσιν.

545τῷ ἔνι Καρκίνος ἐστί, Λέων δʼ ἐπὶ τῷ, καὶ ὑπʼ αὐτὸν

546παρθένος· αἱ δʼ ἐπί οἱ Χηλαὶ καὶ Σκορπίος αὐτός,

547Τοξευτής τε καὶ Αἰγόκερως, ἐπὶ δʼ Αἰγοκερῆϊ

548Ὑδροχόος· δύο δʼ αὐτὸν ὕπʼ Ἰχθύες ἀστερόωνται·

549τοὺς δὲ μέτα Κριός, Ταῦρός δʼ ἐπὶ τῷ Δίδυμοί τε.

550ἐν τοῖς ἠέλιος φέρεται δυοκαίδεκα πᾶσιν

551πάντʼ ἐνιαυτὸν ἄγων, καί οἱ περὶ τοῦτον ἰόντι

552κύκλον ἀέξονται πᾶσαι ἐπικάρπιοι ὧραι.

553τοῦ δʼ ὅσσον κοίλοιο κατʼ ὠκεανοῖο δύηται,

554τόσσον ὑπὲρ γαίης φέρεται· πάσῃ δʼ ἐπὶ νυκτὶ

555ἓξ αἰεὶ δύνουσι δυωδεκάδες κύκλοιο,

556τόσσαι δʼ ἀντέλλουσι. τόσον δʼ ἐτί μῆκος ἑκάστη

557νὺξ αἰεὶ τετάνυσται, ὅσον τέ περ ἥμισυ κύκλου

558ἀρχομένης ἀπὸ νυκτὸς ἀείρεται ὑψόθι γαίης.

559οὔ κεν ἀπόβλητον δεδοκημένῳ ἤματος εἴη

560μοιράων σκέπτεσθαι ὅτʼ ἀντέλλῃσιν ἑκάστη·

561αἰεὶ γὰρ τάων γε μιῇ συνανέρχεται αὐτὸς

562ἠέλιος. τὰς δʼ ἄν κε περισκέψαιο μάλιστα

563εἰς αὐτὰς ὁρόων· ἀτὰρ εἰ νεφέεσσι μέλαιναι

564γίνοιντʼ ἢ ὄρεος κεκρυμμέναι ἀντέλλοιεν,

565σήματʼ ἐπερχομένῃσιν ἀρηρότα ποιήσασθαι.

566αὐτὸς δʼ ἂν μάλα τοι κεράων ἑκάτερθε διδοίη

567Ὠκεανός, τά τε πολλὰ περιστρέφεται ἑοῖ αὐτῷ,

568νειόθεν ὁππῆμος κείνων φορέῃσιν ἑκάστην.

569οὔ οἱ ἀφαυρότατοι, ὅτε κάρκινος ἀντέλλῃσιν,

570ἀστέρες ἀμφοτέρωθεν ἑλισσόμενοι περίκεινται,

571τοὶ μὲν δύνοντες, τοὶ δʼ ἐξ ἑτέρης ἀνιόντες.

572σύνει μὲν Στέφανος, δύνει δὲ κατὰ ῥάχιν Ἰχθύς.

573ἥμισυ μέν κεν ἴδοιο μετήορον, ἥμισυ δʼ ἤδη

574ἐσχατιαὶ βάλλουσι κατερχομένου Στεφάνοιο.

575αὐτὰρ ὅ γʼ ἐξόπιθεν τετραμμένος ἄλλα μὲν οὔπω

576γαστέρι νειαίρῃ, τὰ δʼ ὑπέρτερα νυκτὶ φορεῖται.

577τὸν δὲ καὶ εἰς ὤμους κατάγει μογερὸν Ὀφιοῦχον

578Καρκίνος ἐκ γονάτων, κατάγει δʼ Ὄφιν αὐχένος ἐγγύς.

579οὐδʼ ἄν ἔτʼ Ἀρκτοφύλαξ εἴη πολὺς ἀμφοτέρωθεν,

580μείων ἠμάτιος, τὸ δʼ ἐπὶ πλέον ἔννυχος ἤδη.

581τέτρασι γὰρ μοίραις ἄμυδις κατιόντα Βοώτην

582Ὠκεανὸς δέχεται· ὁ δʼ ἐπὴν φάεος κορέσηται,

583βουλυτῷ ἐπέχει πλεῖον δίχα νυκτὸς ἰούσης,

584ἦμος ὅτʼ ἠελίοιο κατερχομένοιο δύηται.

585κεῖναί οἱ καὶ νύκτες ἐπʼ ὀψὲ δύοντι λέγονται.

586ὣς οἱ μὲν δύνουσιν, ὁ δʼ ἀντίος, οὐδὲν ἀεικής,

587ἀλλʼ εὖ μὲν ζώνῃ, εὖ δʼ ἀμφοτέροισι φαεινὸς

588ὤμοις Ὠρίων, ξίφεός γε μὲν ἶφι πεποιθώς,

589πάντα φέρων Ποταμόν, κέραος παρατείνεται ἄλλου.

590ἐρχομένῳ δὲ Λέοντι τὰ μὲν κατὰ πάντα φέρονται

591καρκίνῳ ὅσσʼ ἐδύοντο, καὶ Αἰετός. αὐτὰρ ὅ γε Γνὺξ

592ἥμενος ἄλλα μὲν ἤδη, ἀτὰρ γόνυ καὶ πόσα λαιὸν

593οὔπω κυμαίνοντος ὑποστρέφει ὠκεανοῖο.

594ἀντέλλει δʼ Ὕδρης κεφαλὴ χαροπός τε Λαγωὸς

595καὶ Προκύων πρότεροί τε πόδες Κυνὸς αἰθομένοιο.

596οὐ μέν θην ὀλίγους γαίης ὑπὸ νείατα βάλλει

597παρθένος ἀντέλλουσα. Λύρη τότε Κυλληναίη

598καὶ Δελφὶς δύνουσι καὶ εὐποίητος Ὀϊστός·

599σὺν τοῖς Ὄρνιθος πρώτα πτερὰ μέσφα παρʼ αὐτὴν

600οὐρὴν καὶ Ποταμοῖο παρηορίαι σκιόωνται·

601δύνει δʼ Ἱππείη κεφαλή, δύνει δὲ καὶ αὐχήν.

602ἀντέλλει δʼ Ὕδρη μὲν ἐπὶ πλέον ἄχρι παρʼ αὐτὸν

603κρητῆρα, φθάμενος δὲ Κύων πόδας αἴνυται ἄλλους,

604ἕλκων ἐξόπιθεν πρύμνην πολυτειρέος Ἀργοῦς.

605ἡ δὲ θέει γαίης ἱστὸν διχόωσα κατʼ αὐτόν,

606παρθένος ἦμος ἅπασα περαιόθεν ἄρτι γένηται.

607Οὐδʼ ἄν ἐπερχόμεναι χηλαὶ, καὶ λεπτὰ φάουσαι,

608ἄφραστοι παρίοιεν, ἐπεὶ μέγα σῆμα Βοώτης

609ἀθρόος ἀντέλλει βεβολημένος Ἀρκτούροιο.

610Ἀργὼ δʼ εὖ εὖ Hipparch. cod. L ii. 2. 42. Cf. Cic. Arat. 396 Totaque iam supera fulgens prolabitur Argo; German. 617 Celsaque puppis habet; Avien. 1133 iam celso Thessala puppis Aethere subvehitur; οὐ ACM and schol. μάλα πᾶσα μετήορος ἔσσεται ἤδη·

611ἀλλʼ Ὕδρη, κέχυται γὰρ ἐν οὐρανῷ ἤλιθα πολλή,

612οὐρῆς ἂν δεύοιτο. μόνην δʼ ἐπὶ Χηλαὶ ἄγουσιν

613δεινὸν ἐφεστηῶτʼ Ὀφιουχέα· τοῦ ἔπειτα 613: A; om. CM.

614δεξιτερὴν κνήμην αὐτῆς ἐπιγουνίδος ἄχρις

615αἰεὶ Γνύξ, αἰεὶ δὲ Λύρῃ παραπεπτηῶτος,

616ὅντινα τοῦτον ἄϊστον ὑπουρανίων εἰδώλων

617ἀμφότερον δύνοντα καὶ ἐξ ἑτέρης ἀνιόντα

618πολλάκις αὐτονυχεὶ θηεύμεθα. τοῦ μὲν ἄρʼ οἴη

619κνήμη σὺν Χηλῇσι φαείνεται ἀμφοτέρῃσιν·

620αὐτὸς δʼ ἐς κεφαλὴν ἔτι που τετραμμένος ἄλλῃ

621σκορπίον ἀντέλλοντα μένει καὶ ῥύτορα Τόξου·

622οἱ γάρ μιν φορέουσιν, ὁ μὲν μέσον ἄλλα τε πάντα,

623χεῖρα δέ οἱ σκαιἠν κεφαλήν θʼ ἅμα Τόξον ἀγινεῖ.

624ἀλλʼ ὁ μὲν ὣς τρίχα πάντα καταμελεϊστὶ φορεῖται

625ἥμισυ δὲ Στεφάνοιο καὶ αὐτὴν ἔσχατον οὐρὴν

626Κενταύρου φορέουσιν ἀνερχόμεναι ἔτι Χηλαί.

627τῆμος ἀποιχομένην κεφαλὴν μέτα δύεται Ἵππος,

628καὶ προτέρου Ὄρνιθος ἐφέλκεται ἔσχατος οὐρὴ.

629δύνει δʼ Ἀνδρομέδης κεφαλή· τὸ δέ οἱ μέγα δεῖμα

630κήτεος ἠερόεις ἐπάγει νότος· ἀντία δʼ αὐτὸς

631Κηφεὺς ἐκ βορέω μεγάλῃ ἀνὰ χειρὶ κελεύει.

632καὶ τὸ μὲν ἐς λοφιὴν τετραμμένον ἄχρι παρʼ αὐτὴν

633δύνει, ἀτὰρ Κηφεὺς κεφαλῇ καὶ χειρὶ καὶ ὤμῳ.

634Καμπαὶ δʼ ἄν Ποταμοῖο καὶ αὐτίκʼ ἐπερχομένοιο

635σκορπίου ἐμπίπτοιεν ἐϋρρόου ὠκεανοῖο·

636ὃς καὶ ἐπερχόμενος φοβέει μέγαν Ὠρίωνα.

637Ἄρτεμις ἱλήκοι· προτέρων λόγος, οἵ μιν ἔφαντο

638ἑλκῆσαι πέπλοιο, Χίῳ ὅτε θηρία πάντα

639καρτερὸς Ὠρίων στιβαρῇ ἐπέκοπτε κορύνῃ,

640θήρης ἀρνύμενος κείνῳ χάριν Οἰνοπίωνι.

641ἡ δέ οἱ ἐξαυτῆς ἐπετείλατο θηρίον ἄλλο,

642νήσου ἀναρρήξασα μέσας ἑκάτερθε κολώνας,

643σκορπίον, ὅς ῥά μιν οὖτα καὶ ἔκτανε πολλὸν ἐόντα

644πλειότερος προφανείς, ἐπεὶ Ἄρτεμιν ἤκαχεν αὐτήν.

645τούνεκα δὴ καί φασι περαιόθεν ἐρχομένοιο

646σκορπίου Ὠρίωνα περὶ χθονὸς ἔσχατα φεύγειν.

647οὐδὲ μέν, Ἀνδρομέδης καὶ Κήτεος ὅσσʼ ἐλέλειπτο,

648κείνου ἔτʼ ἀντέλλοντος ἀπευθέες, ἀλλʼ ἄρα καὶ τοὶ

649πανσυδίῃ φεύγουσιν. ὁ δὲ ζώνῃ τότε Κηφεὺς

650γαῖαν ἐπιξύει, τὰ μὲν ἐς κεφαλὴν μάλα πάντα

651βάπτων ὠκεανοῖο, τὰ δʼ οὐ θέμις, ἀλλὰ τά γʼ αὐταὶ

652ἄρκτοι κωλύουσι, πόδας καὶ γοῦνα καὶ ἰξύν.

653ἡ δὲ καὶ αὐτὴ παιδὸς ἐπείγεται εἰδώλοιο

654δειλὴ Κασσιέπεια. τὰ δʼ οὐκέτι οἱ κατὰ κόσμον

655φαίνεται ἐκ δίφροιο, πόδες καὶ γούναθʼ ὕπερθεν,

656ἀλλʼ ἥ γʼ ἐς κεφαλὴν ἴση δύετʼ ἀρνευτῆρι

657μειρομένη γονάτων, ἐπεὶ οὐκ ἄρʼ ἔμελλεν ἐκείνη

658Δωρίδι καὶ Πανόπῃ μεγάλων ἄτερ ἰσώσασθαι.

659ἡ μὲν ἄρʼ εἰς ἑτέρην φέρεται· τὰ δὲ νειόθεν ἄλλα

660οὐρανὸς ἀντιφέρει, Στεφάνοιό τε δεύτερα κύκλα

661ὕδρης τʼ ἐσχατιήν, φορέει τʼ ἔπι Κενταύροιο

662δῶμά τε καὶ κεφαλὴν καὶ Θηρίον ὅ ῥʼ ἐνὶ χειρὶ

663δεξιτερῇ Κένταυρος ἔχει. τοὶ δʼ αὖθι μένουσιν

664τόξον ἐπερχόμενον πρότεροι πόδες ἱππότα Φηρός.

665τόξῳ καὶ σπείρη Ὄφιος καὶ σῶμʼ Ὀφιούχου

666ἀντέλλει ἐπιόντι· καρήατα δʼ αὐτὸς ἀγινεῖ

667σκορπίος ἀντέλλων, ἀνάγει δʼ αὐτὰς Ὀφιούχου

668χεῖρας καὶ προτέρην Ὄφιος πολυτειρέος ἀγήν. ἀγήν (with u erased) M; αὐγήν AC.

669τοῦ γε μὲν Ἐγγόνασιν, περὶ γὰρ τετραμμένος αἰεὶ

670ἀντέλλει, τότε μὲν περάτης ἐξέρχεται ἄλλα,

671γυῖά τε καὶ ζώνη καὶ στήθεα πάντα καὶ ὦμος

672δεξιτερῇ σὺν χειρί· κάρη δʼ ἑτέρης μετὰ χειρὸς

673τόξῳ ἀνέρχονται καὶ Τοξότηι ἀντέλλοντι.

674δὐν τοῖς Ἑρμαίη τε Λύρη καὶ στήθεος ἄχρις

675Κηφεὺς ἠῴου παρελαύνεται ὠκεανοῖο,

676ἦμος καὶ μεγάλοιο Κυνὸς πᾶσαι ἀμαρυγαὶ

677δύνουσιν, καὶ πάντα κατέρχεται Ὠρίωνος,

678πάντα γε μὴν ἀτέλεστα διωκομένοιο Λαγωοῦ.

679ἀλλʼ οὐχ Ἡνιόχῳ Ἔριφοι οὐδʼ Ὠλενίη Αἲξ

680εὐθὺς ἀπέρχονται· τὰ δέ οἱ μεγάλην ἀνὰ χεῖρα

681λάμπονται, καί οἱ μελέων διακέκριται ἄλλων

682κινῆσαι χειμῶνας ὅτʼ ἠελίῳ συνίωσιν.

683Ἀλλὰ τὰ μὲν, κεφαλήν τε καὶ ἄλλην χεῖρα καὶ ἰξύν,

684αἰγόκερως ἀνιὼν κατάγει· τὰ δὲ νείατα πάντα

685αὐτῷ Τοξευτῆρι κατέρχεται. οὐδέ τι Περσεὺς

686οὐδέ τι ἄκρα κόρυμβα μένει πολυτείρεος Ἀργοῦς·

687ἀλλʼ ἤτοι Περσεὺς μὲν ἄτερ γουνός τε ποδός τε

688δεξιτεροῦ δύεται, πρύμνης δʼ ὅσον ἐς περιαγήν·

689αὐτὴ δʼ Αἰγοκερῆϊ κατέρχεται ἀντέλλοντι,

690ἦμος καὶ Προκύων δύεται, τὰ δʼ ἀνέρχεται· ἄλλα,

691ὄρνις τʼ Αἰητός τε τά τε πτερόεντος Ὀϊστοῦ

692τείρεα καὶ νοτίοιο Θυτηρίου ἱερὸς ἕδρη.

693ἵππος δʼ Ὑδροχόοιο νέον περιτελλομένοιο

694ποσσί τε καὶ κεφαλῇ ἀνελίσσεται· ἀντία δʼ Ἵππου

695ἐξ οὐρῆς Κένταυρον ἐφέλκεται ἀστερίη Νύξ.

696ἀλλʼ οὔ οἱ δύναται κεφαλὴν οὐδʼ εὐρέας ὤμους

697αὐτῷ σὺν θώρηκι χαδεῖν. ἀλλʼ αἴθοπος Ὕδρης

698αὐχενίην κατάγει σπείρην καὶ πάντα μέτωπα.

699ἡ δὲ καὶ ἐξόπιθεν πολλὴ μένει· ἀλλʼ ἄρα καὶ τὴν

700αὐτῷ Κενταύρῳ, ὁπότʼ ἰχθύες ἀντέλλωσιν,

701ἀθρόον ἐμφέρεται. ὁ δʼ ἐπʼ Ἰχθύσιν ἔρχεται Ἰχθὺς

702αὐτῷ κυανέῳ ὑποκείμενος Αἰγοκερῆϊ,

703οὐ μὲν ἄδην, ὀλίγον δὲ δυωδεκάδʼ ἀμμένει ἄλλην.

704οὕτω καὶ μογεραὶ χεῖρες καὶ γοῦνα καὶ ὦμοι

705Ἀνδρομέδης δίχα πάντα, τὰ μὲν πάρος, ἄλλα δʼ ὀπίσσω,

706τείνεται, ὠκεανοῖο νέον ὁπότε προγένωνται

707Ἰχθύες ἀμφότεροι. τά μέν οἱ κατὰ δεξιὰ χειρὸς

708αὐτοὶ ἐφέλκονται, τὰ δʼ ἀριστερὰ νεόθεν ἕλκει

709κριός ἀνερχόμενος. τοῦ καὶ περιτελλομένοιο

710ἐσπερόθεν κεν ἴδοιο Θυτήριον· αὐτὰρ ἐν ἄλλῃ

711Περσέος ἀντέλλοντος ὅσον κεφαλήν τε καὶ ὤμους.

712αὐτὴ δὲ ζώνη καί κʼ ἀμφήριστα πέλοιτο

713ἢ Κριῷ λήγοντι φαείνεται ἢ ἐπὶ ταύρωι,

714σὺν τῷ πανσυδίῃ ἀνελίσσεται. οὐδʼ ὅ γε Ταύρου

715λείπεται ἀντέλλοντος, ἐπεὶ μάλα οἱ συναρηρὼς

716Ἡνίοχος φέρεται· μοίρῃ γε μὲν οὐκ ἐπὶ ταύτῃ

717ἀθρόος ἀντέλλει, Δίδυμοι δέ μιν οὖλον ἄγουσιν.

718ἀλλʼ Ἔριφοι λαιοῦ τε θέναρ ποδὸς Αἰγὶ σὺν αὐτῇ

719Ταύρῳ συμφορέονται, ὅτε λοφίη τε καὶ οὐρὴ

720κήτεος αἰθερίοιο περαιόθεν ἀντέλλωσιν.

721δύνει δʼ Ἀρκτοφύλαξ ἤδη πρώτῃ τότε μοίρῃ

722τάων, αἳ πίσυρές μιν ἄτερ χειρὸς κατάγουσιν

723λαιῆς· ἡ δʼ αὐτῷ μεγάλῃ ὑποτέλλεται Ἄρκτῳ.

724Ἀμφότεροι δὲ πόδες καταδυομένου Ὀφιούχου,

725μέσφʼ αὐτῶν γονάτων, διδύμοις ἔπι σῆμα τετύχθω

726ἐξ ἑτέρης ἀνιοῦσι. τότʼ οὐκέτι Κήτεος οὐδὲν

727ἕλκεται ἀμφοτέρωθεν, ὅλον δέ μιν ὄψεαι ἤδη.

728ἤδη καὶ Ποταμοῦ πρώτην ἁλὸς ἐξανιοῦσαν

729ἀγὴν ἐν καθαρῷ πελάγει σκέψαιτό κε ναύτης,

730αὐτὸν ἐπʼ Ὠρίωνα μένων, εἴ οἵ ποθι σῆμα

731ἢ νυκτὸς μέτρων ἠὲ πλόου ἀγγείλειεν.

732πάντη γὰρ τά γε πολλὰ θεοὶ ἄνδρεσσι λέγουσιν.

733οὐχ ὁράᾳς; ὀλίγη μὲν ὅταν κεράεσσι σελήνη

734ἑσπερόθεν φαίνηται, ἀεξομένοιο διδάσκει

735μηνός· ὅτε πρώτη ἀποκίδναται αὐτόθεν αὐγή,

736ὅσσον ἐπισκιάειν, ἐπὶ τέτρατον ἦμαρ ἰοῦσα·

737ὀκτὼ δʼ ἐν διχάσει· διχόμηνα δὲ παντὶ προσώπῳ.

738αἰεὶ δʼ ἄλλοθεν ἄλλα παρακλίνουσα μέτωπα

739εἴρει ὁποσταίη μηνὸς περιτέλλεται ἠώς.

740ἄκρα γε μὴν νυκτῶν κεῖναι δυοκαίδεκα μοῖραι

741ἄρκιαι ἐξειπεῖν. τὰ δέ που μέγαν εἰς ἐνιαυτόν,

742ὥρη μέν τʼ ἀρόσαι νειούς, ὥρη δὲ φυτεῦσαι,

743ἐκ Διὸς ἤδη πάντα πεφασμένα πάντοθι κεῖται.

744καὶ μέν τις καὶ νηῒ πολυκλύστου χειμῶνος

745ἐφράσατʼ ἢ δεινοῦ μεμνημένος Ἀρκτούροιο

746ἠέ τεων ἄλλων, οἵ τʼ ὠκεανοῦ ἀρύονται

747ἀστέρες ἀμφιλύκης, οἵ τε πρώτης ἔτι νυκτός.

748ἤτοι γὰρ τοὺς πάντας ἀμείβεται εἰς ἐνιαυτὸν

749ἠέλιος μέγαν ὄγμον ἐλαύνων, ἄλλοτε δʼ ἄλλῳ

750ἐμπλήσει, τοτὲ μέν τʼ ἀνιὼν τοτὲ δʼ αὐτίκα δύνων·

751ἄλλος δʼ ἀλλοίην ἀστὴρ ἐπιδέρκεται ἠῶ.

752γινώσκεις τάδε καὶ σύ, τὰ γὰρ συναείδεται ἤδη

753ἐννεακαίδεκα κύκλα φαεινοῦ ἠελίοιο,

754ὅσσα τʼ ἀπὸ ζώνης εἰς ἔσχατον Ὠρίωνα

755νὺξ ἐπιδινεῖται Κύνα τε θρασὺν Ὠρίωνος,

756οἵ τε Ποσειδάωνος ὁρώμενοι ἢ Διὸς αὐτοῦ

757ἀστέρες ἀνθρώποισι τετυγμένα σημαίνουσιν.

758τῶ κείνων πεπόνησο· μέλοι δέ τοι, εἴ ποτε νηῒ

759πιστεύεις, εὑρεῖν ὅσα που κεχρημένα κεῖται

760σήματα χειμερίοις ἀνέμοις ἢ λαίλαπι πόντου.

761μόχθος μέν τʼ ὀλίγος, τὸ δὲ μυρίον αὺτίκʼ ὄνειαρ

762γίνετʼ ἐπιφροσύνης αἰεὶ πεφυλαγμένῳ ἀνδρί.

763αὐτὸς μὲν τὰ πρῶτα σαώτερος, εὖ δὲ καὶ ἄλλον

764παρειπὼν ὤνησεν, ὅτʼ ἐγγύθεν ὤρορε χειμών.

765πολλάκι γὰρ καί τίς τε γαληναίῃ ὑπὸ νυκτὶ

766νῆα περιστέλλει πεφοβημένος ἦρι θαλάσσης·

767ἄλλοτε δὲ τρίτον ἦμαρ ἐπιτρέχει, ἄλλοτε τέμπτον,

768ἄλλοτε δʼ ἀπρόφατον κακὸν ἵκετο· πάντα γὰρ οὔπω

769ἐκ Διὸς ἄνθρωποι γινώσκομεν, ἀλλʼ ἔτι πολλὰ

770κέκπυπται, τῶν αἴ κε θέλῃ καὶ ἐσαυτίκα δώσει

771Ζεύς· ὁ γὰρ οὖν γενεὴν ἀνδρῶν ἀναφανδὸν ὀφέλλει,

772πάντοθεν εἰδόμενος, πάντη δʼ ὅ γε σήματα φαίνων.

773ἄλλα δέ τοι ἐρέει ἤπου διχόωσα σελήνη

774πληθύος ἀμφοτέρωθεν ἢ αὐτίκα πεπληθυῖα·

775ἄλλα δʼ ἀνερχόμενος, τοτὲ δʼ ἄκρῃ νυκτὶ κελεύων

776ἠέλιος· τὰ δέ τοι καὶ ἀπʼ ἄλλων ἔσσεται ἄλλα

777σήματα καὶ περὶ νυκτὶ καὶ ἤματι ποιήσασθαι.

778σκέπτεο δέ πρῶτον κεράων ἑκάτερθε σελήνην.

779ἄλλοτε γάρ τʼ ἄλλῃ μιν ἐπιγράφει ἕσπερος αἴγλῃ,

780ἄλλοτε δʼ ἀλλοῖαι μορφαὶ κερόωσι σελήνην

781εὐθὺς ἀεξομένην, αἱ μὲν τρίτῃ, αἱ δὲ τετάρτῃ·

782τάων καὶ πεπὶ μηνὸς…

783λεπτὴ…

784

The complete text is available when the reading interface loads.