The Greek Library Catalogue

Anonymous

De natura deorum

Edition reference
De natura deorum, ed. C. Lang, Cornuti theologiae Graecae compendium, Leipzig: Teubner, 1881: 1–76.
CTS identifier
urn:cts:greekLit:tlg0654.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

{ΚΟΡΝΟΥΤΟΥ}

{ΕΠΙΔΡΟΜΗ ΤΩΝ ΚΑΤΑ ΤΗΝ ΕΛΛΗΝΙΚΗΝ ΘΕΟΛΟΓΙΑΝ

ΠΑΡΑΔΕΔΟΜΕΝΩΝ.}

Ὁ <οὐρανός,> ὦ παιδίον, περιέχει κύκλῳ τὴν

γῆν καὶ τὴν θάλατταν καὶ τὰ ἐπὶ γῆς καὶ τὰ ἐν θα-

λάττῃ πάντα καὶ διὰ τοῦτο ταύτης ἔτυχε τῆς προσ-

ηγορίας, οὖρος ὢν ἄνω πάντων καὶ ὁρίζων τὴν φύσιν·

2

ἔνιοι δέ φασιν ἀπὸ τοῦ ὠρεῖν ἢ ὠρεύειν τὰ ὄντα, ὅ

ἐστι φυλάττειν, οὐρανὸν κεκλῆσθαι, ἀφ' οὗ καὶ ὁ θυρ-

ωρὸς ὠνομάσθη καὶ τὸ πολυωρεῖν· ἄλλοι δὲ αὐτὸν

ἀπὸ τοῦ ὁρᾶσθαι ἄνω ἐτυμολογοῦσι. καλεῖται δὲ σὺν

πᾶσιν οἷς περιέχει κόσμος ἀπὸ τοῦ κάλλιστα διακεκο-

σμῆσθαι. τινὲς δὲ τῶν ποιητῶν Ἄκμονος ἔφασαν αὐ-

τὸν υἱὸν εἶναι, τὸ ἄκμητον τῆς περιφορᾶς αὐτοῦ

αἰνιττόμενοι, ἢ προλαβόντες ὅτι ἄφθαρτός ἐστι τοῦτο

παριστᾶσι διὰ τῆς ἐτυμολογίας· κεκμηκέναι γὰρ λέγο-

μεν τοὺς τετελευτηκότας. ἡ δὲ οὐσία αὐτοῦ πυρώδης

ἐστίν, ὡς δῆλον ἐκ τοῦ ἡλίου καὶ ἐκ τῶν ἄλλων ἄστρων.

ὅθεν καὶ αἰθὴρ ἐκλήθη τὸ ἐξωτάτω μέρος τοῦ κόσμου

ἀπὸ τοῦ αἴθεσθαι· τινὲς δέ φασιν ἀπὸ τοῦ ἀεὶ θεῖν

οὕτως αὐτὸν ὠνομάσθαι, ὅ ἐστι ῥοίζῳ φέρεσθαι. καὶ

τὰ ἄστρα γὰρ οἱονεὶ ἄστατά ἐστιν ὡς οὐδέποτε ἱστά-

μενα, ἀλλ' ἀεὶ κινούμενα. εὔλογον δὲ καὶ τοὺς θεοὺς

ἀπὸ τῆς θεύσεως ἐσχηκέναι τὴν προσηγορίαν· πρῶτον

γὰρ οἱ ἀρχαῖοι θεοὺς ὑπελάμβανον εἶναι οὓς ἑώρων

ἀδιαλείπτως φερομένους, αἰτίους αὐτοὺς νομίσαντες

εἶναι τῶν τοῦ ἀέρος μεταβολῶν καὶ τῆς σωτηρίας τῶν

3

ὅλων. τάχα δ' ἂν εἶεν θεοὶ θετῆρες καὶ ποιηταὶ τῶν

γινομένων.

Ὥσπερ δὲ ἡμεῖς ὑπὸ ψυχῆς διοικούμεθα, οὕτω

καὶ ὁ κόσμος ψυχὴν ἔχει τὴν συνέχουσαν αὐτὸν, καὶ

αὕτη καλεῖται <Ζεύς,> πρώτως καὶ διὰ παντὸς ζῶσα καὶ

αἰτία οὖσα τοῖς ζῶσι τοῦ ζῆν· διὰ τοῦτο δὲ καὶ βασι-

λεύειν ὁ Ζεὺς λέγεται τῶν ὅλων, ὡς ἂν καὶ ἐν ἡμῖν ἡ

ψυχὴ καὶ ἡ φύσις ἡμῶν βασιλεύειν ῥηθείη. Δία δὲ αὐ-

τὸν καλοῦμεν ὅτι δι' αὐτὸν γίνεται καὶ σώζεται πάντα.

παρὰ δέ τισι καὶ Δεὺς λέγεται, τάχα ἀπὸ τοῦ δεύειν τὴν

γῆν ἢ μεταδιδόναι τοῖς ζῶσι ζωτικῆς ἰκμάδος[· καὶ ἡ γε-

νικὴ πτῶσις ἀπ' αὐτῆς ἐστι Δεός, παρακειμένη πως τῇ

Διός]. οἰκεῖν δὲ ἐν τῷ οὐρανῷ λέγεται, ἐπεὶ ἐκεῖ ἐστι

τὸ κυριώτατον μέρος τῆς τοῦ κόσμου ψυχῆς· καὶ γὰρ αἱ

ἡμέτεραι ψυχαὶ πῦρ εἰσιν. Γυνὴ δὲ καὶ ἀδελφὴ

αὐτοῦ παραδέδοται ἡ <Ἥρα,> ἥτις ἐστὶν ὁ ἀήρ. συνῆπται

γὰρ εὐθὺς αὐτῷ καὶ κεκόλληται αἰρομένη ἀπὸ τῆς γῆς

ἐκείνου αὐτῇ ἐπιβεβηκότος· καὶ γεγόνασιν ἐκ τῆς εἰς

τὰ αὐτὰ ῥύσεως, ῥυεῖσα γὰρ εἰς λεπτότητα ἡ οὐσία τό τε

πῦρ καὶ τὸν ἀέρα ὑφίστησιν. ἐφ' ᾧ καὶ Ῥέαν τὴν

4

μητέρα αὐτῶν ἐμύθευσαν εἶναι, πατέρα δὲ τὸν Κρό-

νον ἤτοι διὰ τὸ ἐν τεταγμένοις χρόνου μέτροις γενέ-

σθαι ταῦτα ἢ διὰ τὸ κατὰ σύγκρισιν καὶ βρασμὸν τῆς

ὕλης τὴν εἰς τὰ στοιχεῖα διάκρισιν ἀποτελεῖσθαι ἤ,

ὅπερ πιθανώτατον, διὰ τὸ τηνικαῦτα ὑφίστασθαι τὸν

αἰθέρα καὶ τὸν ἀέρα, ἡνίκ' ἂν ἐκ πυρὸς κινῆται ἡ

φύσις ἐπὶ τὸ κραίνειν καὶ ἀποτελεῖν τὰ ὄντα. Διὰ

δὲ ταύτην τὴν αἰτίαν καὶ τὸν <Ποσειδῶνα> ἔφασαν

οἱ ἀρχαῖοι Κρόνου καὶ Ῥέας υἱὸν εἶναι· καὶ γὰρ τὸ

ὕδωρ ἐκ τῆς εἰρημένης μεταβολῆς γίνεται. Ποσειδῶν

δέ ἐστιν ἡ ἀπεργαστικὴ τοῦ ἐν τῇ γῇ καὶ περὶ τὴν

γῆν ὑγροῦ δύναμις, εἴτουν ἀπὸ τῆς πόσεως οὕτω

κληθεῖσα καὶ τοῦ διδόναι ταύτην, εἴτε λόγος καθ'

ὃν ἰδίει ἡ φύσις [φυσιιδίων] ἐστίν, εἴθ' οἱονεὶ πεδο-

σείων ὠνόμασται κατὰ τὴν παραδειχθησομένην αὐτοῦ

ἰδιότητα. Ἀδελφὸς δὲ αὐτῶν καὶ ὁ <Ἅιδης> εἶναι

λέγεται. οὗτος δέ ἐστιν ὁ παχυμερέστατος καὶ προσ-

γειότατος ἀήρ· ὁμοῦ γὰρ αὐτοῖς γίνεται καὶ αὐτὸς ἀρ-

5

ξαμένης ῥεῖν καὶ κραίνειν τὰ ὄντα κατὰ τοὺς ἐν αὑτῇ

λόγους τῆς φύσεως. καλεῖται δὲ Ἅιδης ἢ ὅτι καθ'

ἑαυτὸν ἀόρατός ἐστιν, ὅθεν καὶ διαιροῦντες Ἀΐδην

αὐτὸν ὀνομάζουσιν, ἢ κατ' ἀντίφρασιν ὡσὰν ὁ ἁν-

δάνων ἡμῖν· εἰς τοῦτον γὰρ χωρεῖν ἡμῖν κατὰ τὸν

θάνατον αἱ ψυχαὶ δοκοῦσιν ἥκιστα ἁνδάνοντος ἡμῖν

τοῦ θανάτου. καὶ Πλούτων δὲ ἐκλήθη διὰ τὸ πάν-

των φθαρτῶν ὄντων μηδὲν εἶναι ὃ μὴ τελευταῖον εἰς

αὐτὸν κατατάττεται καὶ αὐτοῦ κτῆμα γίνεται. Τῆς

δὲ <Ῥέας> κατὰ τὴν παραδεδειγμένην ῥύσιν εἰδοποιου-

μένης εἰκότως ἤδη καὶ τὴν τῶν ὄμβρων αἰτίαν ἀνα-

τιθέντες αὐτῇ, ὅτι ὡς ἐπὶ τὸ πολὺ μετὰ βροντῶν

καὶ ἀστραπῶν συμβαίνει γίνεσθαι, καὶ ταύτην παρ-

εισήγαγον τυμπάνοις καὶ κυμβάλοις καὶ κεραυλίαις καὶ

λαμπαδηφορίαις χαίρουσαν. ἐπεὶ δ' ἄνωθεν οἱ ὄμβροι

καταράττουσι, πολλαχοῦ δὲ καὶ ἀπὸ τῶν ὀρῶν ἐπερχό-

μενοι φαίνονται, [πρῶτον μὲν τὴν Ἴδην ἐπωνόμασαν

αὐτῇ, μετέωρον ὄρος καὶ ὃ μακρόθεν ἔστιν ἰδεῖν,]

ὀρείαν αὐτὴν προσηγόρευσαν καὶ τὰ γενναιότατα τῶν

6

ἐν τοῖς ὄρεσι γινομένων ζῴων, τοὺς λέοντας, ἡνι-

οχουμένους ὑπ' αὐτῆς παρεισήγαγον[· τάχα δὲ καὶ ἐπεὶ

οἱ χειμῶνες ἀγριωπόν τι ἔχουσι]. πυργωτὸν δὲ περί-

κειται στέφανον ἤτοι διὰ τὸ καταρχὰς ἐπὶ τῶν ὀρῶν

τίθεσθαι τὰς πόλεις ὀχυρότητος ἕνεκεν ἢ ἐπεὶ ἀρχη-

γός ἐστι τῆς πρώτης καὶ ἀρχετύπου πόλεως, τοῦ κόσμου.

κωδίαν δ' ἀνατιθέασιν αὐτῇ παριστάντες ὅτι αἰτία τῆς

ζωογονίας αὕτη ἐγένετο. κατὰ τοῦτο δὲ καὶ ἄλλους

τινὰς τύπους περὶ τὸ στῆθος αὐτῆς περιτιθέασιν, ὡς

τῆς τῶν ὄντων ποικιλίας καὶ παντὸς χρήματος δι' αὐ-

τῆς γεγονότος. ἔοικε δ' αὕτη καὶ ἡ παρὰ Σύροις Ἀταρ-

γάτις εἶναι, ἣν καὶ διὰ τοῦ περιστερᾶς καὶ ἰχθύος

ἀπέχεσθαι τιμῶσι, σημαίνοντες ὅτι τὰ μάλιστα δη-

λοῦντα τὴν τῆς οὐσίας αἵρεσιν ἀὴρ καὶ ὕδωρ. Φρυγία

δ' ἰδίως εἴρηται διὰ τὸ θρησκεύεσθαι παρὰ τοῖς Φρυ-

ξὶν ἐξόχως, παρ' οἷς καὶ ἡ τῶν γάλλων ἐπεπόλασε

παρεδρία τάχα τι τοιοῦτον ἐμφαίνουσα, ὁποῖον καὶ

παρὰ τοῖς Ἕλλησι περὶ τῆς τοῦ Οὐρανοῦ ἐκτομῆς με-

μύθευται.

Πρῶτον μὲν γὰρ ὁ Κρόνος λέγεται καταπίνειν τὰ

7

ἐκ τῆς Ῥέας αὐτῷ γινόμενα τέκνα[· εἴληπται μὲν οὖν

οὕτω πάνυ εἰκότως], ἐπειδὴ ὅσα ἂν γίνηται κατὰ τὸν

εἰρημένον τῆς κινήσεως λόγον πάλιν κατὰ τὸν αὐτὸν

ἐν περιόδῳ ἀφανίζεται· καὶ ὁ χρόνος δὲ τοιοῦτόν τί

ἐστι· δαπανᾶται γὰρ ὑπ' αὐτοῦ τὰ γινόμενα ἐν αὐτῷ.

εἶτα τὴν Ῥέαν φασὶν γεννωμένου αὐτῇ τοῦ Διὸς λίθον

ἀντ' αὐτοῦ προσενεγκεῖν ἐσπαργανωμένον τῷ Κρόνῳ,

τοῦτον εἰποῦσαν τετοκέναι· κἀκεῖνον μὲν καταποθῆναι

ὑπ' αὐτοῦ, τὸν δὲ Δία λάθρα τραφέντα βασιλεῦσαι

τοῦ κόσμου. ἐνταῦθ' οὖν ἄλλως εἴληπται ἡ κατά-

ποσις· συντέτακται γὰρ ὁ μῦθος περὶ τῆς τοῦ κόσμου

γενέσεως, ἐν ᾧ τότε ἀνετράφη ἡ διοικοῦσα αὐτὸν φύ-

σις καὶ ἐπεκράτησεν, ὅτε εἰς τὸ μεσαίτατον αὐτοῦ ὁ λί-

θος οὗτος, ὃν καλοῦμεν γῆν, οἱονεὶ καταποθεὶς ἐγκατ-

εστηρίχθη. οὐ γὰρ ἂν ἄλλως συνέστη τὰ ὄντα, εἰ μὴ

ὡς ἐπὶ θεμελίου ταύτης ἠρείσθη, γινομένων καὶ τρε-

φομένων ἐντεῦθεν πάντων. Τελευταῖον δὲ ὁ μὲν

Κρόνος ἱστορεῖται συνεχῶς κατιόντα ἐπὶ τῷ μίγνυσθαι

τῇ Γῇ τὸν Οὐρανὸν ἐκτεμεῖν καὶ παῦσαι τῆς ὕβρεως,

ὁ δὲ Ζεὺς ἐκβαλὼν αὐτὸν τῆς βασιλείας καταταρτα-

ρῶσαι. διὰ γοῦν τούτων αἰνίττονται ὅτι ἡ τῆς τῶν

ὅλων γενέσεως τάξις, ἣν ἔφαμεν ἀπὸ τοῦ κραίνειν

8

Κρόνον εἰρῆσθαι, τὴν γινομένην τέως πολλὴν ῥύσιν

τοῦ περιέχοντος ἐπὶ τὴν γῆν ἔστειλε λεπτοτέρας ποιή-

σασα τὰς ἀναθυμιάσεις. ἡ δὲ τοῦ κόσμου φύσις ἐπι-

σχύσασα, ἣν δὴ Δία ἐλέγομεν καλεῖσθαι, τὸ λίαν

φερόμενον τῆς μεταβολῆς ἐπέσχε καὶ ἐπέδησε μακρο-

τέραν διεξαγωγὴν δοὺς αὐτῷ τῷ κόσμῳ. [πάνυ δ' εἰ-

κότως καὶ ἀγκυλομήτην καλοῦσι τὸν Κρόνον, ἀγκύλων

ὄντων καὶ δυσπαρακολουθήτων ἃ μητιάσεται τοσούτους

ἀριθμοὺς ἐξελίττων.]

Κατ' ἄλλον δὲ λόγον τὸν Ὠκεανὸν ἔφασαν

ἀρχέγονον εἶναι πάντων—οὐ γὰρ μία μυθολογία περὶ

τοῦτον ἐγένετο τὸν τόπον—, τούτου δ' εἶναι γυναῖκα

Τηθύν. ἔστι δ' Ὠκεανὸς μὲν ὁ ὠκέως νεόμενος λό-

γος καὶ ἐφεξῆς μεταβάλλων, Τηθὺς δὲ ἡ [ἐπὶ] τῶν ποιο-

τήτων ἐπιμονή. ἐκ γὰρ τῆς τούτων συγκράσεως ἢ μί-

ξεως ὑφίσταται τὰ ὄντα· οὐδὲν δ' ἂν ἦν, εἰ θάτερον

ἄμικτον ἐπεκράτει.

9

Μετὰ δὲ ταῦτα ἄλλως ὁ ΖΕῪΣ πατὴρ λέγεται

θεῶν καὶ ἀνθρώπων εἶναι διὰ τὸ τὴν τοῦ κόσμου φύ-

σιν αἰτίαν γεγονέναι τῆς τούτων ὑποστάσεως, ὡς οἱ πα-

τέρες γεννῶσι τὰ τέκνα. νεφεληγερέτην δ' αὐτὸν καὶ

ἐρίγδουπον καλοῦσι καὶ τὸν κεραυνὸν αὐτῷ καὶ τὴν

αἰγίδα ἀνατιθέασι τῷ ἄνω ὑπὲρ ἡμᾶς τὰ νέφη καὶ

τὰς βροντὰς συνίστασθαι καὶ τοὺς κεραυνοὺς ἐκεῖθεν

καὶ τὰς καταιγίδας κατασκήπτειν, [ἄλλως] τῷ τὸν οὐ-

ρανὸν λελογχότι θεῷ παντὸς τοῦ ὑπὲρ τὴν γῆν τόπου

ἀπονεμομένου. καὶ διὰ μὲν τὰς αἰγίδας[, αἳ δὴ ἀπὸ

τοῦ ἀΐσσειν τὸ ὄνομα ἔσχον,] αἰγίοχος ἐκλήθη, δι' ἄλλας

δὲ ὁμοειδεῖς καὶ εὐεπιγνώστους αἰτίας ὑέτιος καὶ ἐπι-

κάρπιος καὶ καταιβάτης καὶ ἀστραπαῖος καὶ ἄλλως πολ-

λαχῶς κατὰ διαφόρους ἐπινοίας. καὶ σωτῆρα καὶ ἕρ-

κειον καὶ πολιέα καὶ πατρῷον καὶ ὁμόγνιον καὶ ξένιον

καὶ κτήσιον καὶ βουλαῖον καὶ τροπαιοῦχον καὶ ἐλευ-

θέριον αὐτὸν προσαγορεύουσιν, ἀπεριλήπτων ὅσων

ὀνομασιῶν αὐτοῦ τοιούτων οὐσῶν, ἐπειδὴ διατέτακεν

εἰς πᾶσαν δύναμιν καὶ σχέσιν καὶ πάντων αἴτιος καὶ

ἐπόπτης ἐστίν. οὕτω δ' ἐῤῥήθη καὶ τῆς Δίκης πατὴρ

εἶναι—ὁ γὰρ παραγαγὼν εἰς τὰ πράγματα τὴν κοι-

10

νωνίαν τῶν ἀνθρώπων καὶ παραγγείλας αὐτοῖς μὴ

ἀδικεῖν ἀλλήλους οὗτός ἐστι—καὶ τῶν Χαρίτων—

ἐντεῦθέν τε γάρ εἰσιν αἱ τοῦ χαρίζεσθαι καὶ εὐεργε-

τεῖν ἀρχαὶ—καὶ τῶν Ὡρῶν, τῶν κατὰ τὰς τοῦ περι-

έχοντος μεταβολὰς σωτηρίους τῶν ἐπὶ γῆς γινομέ-

νων καὶ τῶν ἄλλων ὠνομασμένων ἀπὸ τῆς φυλακῆς.

παρεισάγουσι δ' αὐτὸν τελείου ἀνδρὸς ἡλικίαν ἔχοντα,

ἐπεὶ οὔτε τὸ παρηκμακὸς οὔτε τὸ ἐλλιπὲς ἐμφαίνει,

κατηρτυκότι δὲ οἰκεῖον, διὰ τοῦτο καὶ τελείων αὐτῷ

θυομένων. τὸ δὲ σκῆπτρον τῆς δυναστείας αὐτοῦ σύμ-

βολόν ἐστι, βασιλικὸν φόρημα ὑπάρχον, ἢ τοῦ ἀπτώ-

τως αὐτὸν ἔχειν καὶ ἀσφαλῶς ὡς τοὺς ἐπὶ βάκτροις

ἐρηρεισμένους· τὸ δὲ βέλος, ὃ ἐν τῇ δεξιᾷ χειρὶ κατ-

έχει, σαφεστέρας ἢ κατ' ἐπεξήγησιν ὀνομασίας ἐστί.

πολλαχοῦ δὲ καὶ Νίκην κρατῶν πλάττεται· περίεστι

γὰρ πάντων καὶ ἡττᾶν αὐτὸν οὐδὲν δύναται. ἱερὸς

δ' ὄρνις αὐτοῦ ἀετὸς λέγεται εἶναι διὰ τὸ ὀξύτατον

τοῦτο τῶν πτηνῶν εἶναι. στέφεται δ' ἐλαίᾳ διὰ τὸ

ἀειθαλὲς καὶ λιπαρὸν καὶ πολύχρηστον ἢ διὰ τὴν ἐμ-

φέρειαν τῆς πρὸς τὸν οὐρανὸν γλαυκότητος. λέγεται

δ' ὑπό τινων καὶ ἀλάστωρ καὶ παλαμναῖος τῷ τοὺς

ἀλάστορας καὶ παλαμναίους κολάζειν, τῶν μὲν ὠνο-

11

μασμένων ἀπὸ τοῦ τοιαῦτα ἁμαρτάνειν, ἐφ' οἷς ἔστιν

ἀλαστῆσαι καὶ στενάξαι, τῶν δὲ ἀπὸ τοῦ ταῖς παλά-

μαις μιάσματα ἀνέκθυτα ἀποτελεῖν. Κατὰ τοῦ-

τον τὸν λόγον καὶ αἱ λεγόμεναι <Ἐριννύες> γεγόνα-

σιν, ἐρευνήτριαι τῶν ἁμαρτανόντων οὖσαι, Μέγαιρα

καὶ Τισιφόνη καὶ Ἀληκτώ, ὡσπερεὶ μεγαίροντος τοῖς

τοιούτοις τοῦ θεοῦ καὶ τιννυμένου τοὺς γινομένους

ὑπ' αὐτῶν φόνους καὶ ἀλήκτως καὶ ἀπαύστως τοῦτο

ποιοῦντος. Σεμναὶ δ' ὄντως αὗται αἱ θεαὶ καὶ Εὐμε-

νίδες εἰσί· κατὰ γὰρ τὴν εἰς τοὺς ἀνθρώπους εὐμέ-

νειαν τῆς φύσεως διατέτακται καὶ τὸ τὴν πονηρίαν

κολάζεσθαι. φρικώδεις δὲ τὰς ὄψεις ἔχουσι, πυρὶ καὶ

μάστιξι τοὺς ἀσεβεῖς διώκουσαι καὶ ὀφιοπλόκαμοι λε-

γόμεναι, τῷ τοιαύτην τοῖς κακοῖς φαντασίαν ποιεῖν,

ἃς ἂν ἀποτίνωσι ποινὰς ἀντὶ τῶν πλημμελημάτων. ἐν

Ἅιδου δὲ οἰκεῖν λέγονται διὰ τὸ ἐν ἀσαφεῖ κεῖσθαι

τὰς τούτων αἰκίας καὶ ἀπροόρατον ἐφίστασθαι τὴν τί-

σιν τοῖς ἀξίοις. Ἀκολούθως δὲ τούτοις λέγεται

καὶ ὅτι

πάντ' ἐφορᾷ <Διὸς> ὀφθαλμὸς καὶ πάντ' ἐπακούει.

πῶς γὰρ οἷόν τέ ἐστι τὴν διὰ πάντων διήκουσαν δύ-

12

ναμιν λανθάνειν τι τῶν ἐν τῷ κόσμῳ γινομένων;

προσαγορεύουσι δὲ καὶ μείλιχον τὸν Δία, εὐμείλικτον

ὄντα τοῖς ἐξ ἀδικίας μετατιθεμένοις, οὐ δέοντος ἀδιαλ-

λάκτως ἔχειν πρὸς αὐτούς· διὰ τοῦτο γὰρ καὶ ἱκεσίου

Διός εἰσι βωμοὶ καὶ τὰς <Λιτὰς> ὁ ποιητὴς

ἔφη τοῦ Διὸς εἶναι θυγατέρας, χωλὰς μὲν οὔσας διὰ

τὸ πίπτειν τοὺς γονυπετοῦντας, ῥυσὰς δὲ ἐπὶ παρα-

στάσει τῆς ἀσθενείας τῶν ἱκετευόντων, παραβλῶπας

δὲ τῷ παριδόντας τινάς τινα ὕστερον ἀνάγκην ἴσχειν

λιτανείας.

Ὁ Ζεὺς δέ ἐστι καὶ ἡ <Μοῖρα> διὰ τὸ μὴ

ὁρωμένη διανέμησις εἶναι τῶν ἐπιβαλλόντων ἑκάστῳ,

ἐντεῦθεν ἤδη τῶν ἄλλων μερίδων μοιρῶν ὠνομασμέ-

νων. Αἶσα δέ ἐστιν ἡ ἄιστος καὶ ἄγνωστος αἰτία

τῶν γινομένων—ἐμφαίνεται δὲ νῦν ἡ τῶν κατὰ

μέρος ἀδηλότης—ἤ, ὡς οἱ πρεσβύτεροι, ἡ ἀεὶ οὖσα.

Εἱμαρμένη δέ ἐστι καθ' ἣν μέμαρπται καὶ συνείλη-

πται πάντα ἐν τάξει καὶ στοίχῳ μὴ ἔχοντι πέρας τὰ

γινόμενα [σύλληψιν ἡ ε̅ι̅ συλλαβὴ περιέχει καθάπερ

13

καὶ ἐν τῷ εἱρμῷ]. Ἀνάγκη δέ ἐστιν ἣν ἆξαι καὶ ἧς

περιγενέσθαι οὐκ ἔστιν ἢ ἐφ' ἣν πᾶν ὃ ἂν γένηται τὴν

ἀναγωγὴν λαμβάνει. κατ' ἄλλον δὲ τρόπον τρεῖς Μοῖ-

ραι παρεισάγονται κατὰ τὸ τρισσὸν τῶν χρόνων· καὶ

Κλωθὼ μὲν ὠνόμασται μία αὐτῶν ἀπὸ τοῦ κλώσει

ἐρίων ἐοικέναι τὰ γινόμενα ἄλλων ἄλλοις ἐπιπιπτόν-

των, καθὸ καὶ νήθουσαν αὐτὴν πρεσβυτάτην διατυποῦ-

σι, Λάχεσις δ' ἄλλη ἀπὸ τοῦ τῇ κατὰ τοὺς κλήρους λήξει

τὰ ἀποδιδόμενα ἑκάστῳ προσεοικέναι, Ἄτροπος δὲ ἡ

τρίτη διὰ τὸ ἀτρέπτως ἔχειν τὰ κατ' αὐτὴν διατεταγμένα

ἡ δ' αὐτὴ δύναμις οἰκείως ἂν δόξαι τῶν τριῶν προσ-

ηγοριῶν τυγχάνειν. αὕτη δέ ἐστι καὶ Ἀδράστεια, ἤτοι

παρὰ τὸ ἀνέκφευκτος καὶ ἀναπόδραστος εἶναι ὠνομα-

σμένη ἢ παρὰ τὸ ἀεὶ δρᾶν τὰ καθ' αὑτήν, ὡσὰν ἀει-

δράστεια οὖσα, ἢ τοῦ στερητικοῦ μορίου πλῆθος νῦν

ἀποδηλοῦντος ὡς ἐν τῇ ‘ἀξύλῳ ὕλῃ’· πολυδράστεια γάρ

ἐστι. Νέμεσις δὲ ἀπὸ τῆς νεμήσεως προσηγόρευται—

διαιρεῖ γὰρ τὸ ἐπιβάλλον ἑκάστῳ—, Τύχη δὲ ἀπὸ τοῦ

τεύχειν ἡμῖν τὰς περιστάσεις καὶ τῶν συμπιπτόντων

τοῖς ἀνθρώποις δημιουργὸς εἶναι, Ὄπις δὲ ἀπὸ τοῦ

λανθάνουσα καὶ ὥσπερ παρακολουθοῦσα ὄπισθεν καὶ

14

παρατηροῦσα τὰ πραττόμενα ὑφ' ἡμῶν κολάζειν τὰ

κολάσεως ἄξια.

Λέγεται δ' ἐκ Μνημοσύνης γεννῆσαι τὰς

<Μούσας> ὁ Ζεύς, ἐπειδὴ καὶ τῶν κατὰ παιδείαν μαθη-

μάτων αὐτὸς εἰσηγητὴς ἐγένετο, ἃ διὰ μελέτης καὶ

κατοχῆς ἀναλαμβάνεσθαι πέφυκε ὡς ἀναγκαιότατα

πρὸς τὸ εὖ ζῆν ὄντα. καλοῦνται δὲ Μοῦσαι ἀπὸ τῆς

μώσεως, τουτέστι ζητήσεως, καθὸ εἴρηται

ὦ πονηρέ, μὴ τὰ μαλακὰ μῶσο, μὴ τὰ σκλήρ' ἔχῃς.

ἐννέα δ' εἰσὶ διὰ τὸ τετραγώνους, ὥς φησί τις, καὶ

περιττοὺς τοὺς προσέχοντας αὐταῖς ἀποτελεῖν· τοιοῦ-

τος γάρ ἐστιν ὁ τῶν ἐννέα ἀριθμός, συνιστάμενος

κατὰ τὸ ἐφ' ἑαυτὸν γενέσθαι τὸν πρῶτον ἀπὸ τῆς μο-

νάδος τελειότητός τινος μετέχειν δοκοῦντα ἀριθμόν.

15

λέγονται δὲ παρά τισι καὶ δύο μόναι εἶναι, παρ' οἷς

δὲ τρεῖς, παρ' οἷς δὲ τέτταρες, παρ' οἷς δὲ ἑπτά·

τρεῖς μὲν διὰ τὴν προειρημένην τῆς τριάδος τελειό-

τητα ἢ καὶ διὰ τὸ τρία γένη σκεμμάτων εἶναι, δι' ὧν

ὁ κατὰ φιλοσοφίαν λόγος συμπληροῦται· δύο δὲ ἀπὸ

τοῦ θεωρεῖν τε καὶ πράττειν τὰ δέοντα ἐπιβάλλειν

ἡμῖν καὶ ἐν δυσὶ τούτοις συνίστασθαι τὸ πεπαιδεῦ-

σθαι· τέτταρες δὲ καὶ ἑπτὰ τάχα διὰ τὸ τὰ παλαιὰ

τῶν μουσικῶν ὄργανα τοσούτους φθόγγους ἐσχηκέναι.

θήλειαι δὲ παρήχθησαν [τῷ καὶ τὰς ἀρετὰς καὶ τὴν

παιδείαν θηλυκὰ ὀνόματα ἐκ τύχης ἔχειν] πρὸς σύμ-

βολον τοῦ 〈ἐξ〉 ἐνδομενείας καὶ ἑδραιότητος τὴν πο-

λυμάθειαν περιγίνεσθαι. σύνεισι δὲ καὶ συγχορεύ-

ουσιν ἀλλήλαις πρὸς παράστασιν τοῦ τὰς ἀρετὰς ἀχω-

ρίστους αὑτῶν καὶ ἀδιαζεύκτους εἶναι. περὶ δὲ τοὺς

τῶν θεῶν ὕμνους καὶ τὴν θεραπείαν κατασχολοῦνται

μάλιστα, ἐπειδὴ στοιχεῖον παιδείας ἐστὶ τὸ ἀφορᾶν

πρὸς τὸ θεῖον καὶ τοῦθ' ὑπόδειγμα τοῦ βίου ποιησα-

μένους ἀνὰ στόμα ἔχειν δεῖ. ἄλλως δὲ Κλειὼ μὲν μία

τῶν Μουσῶν ἐστιν ἀπὸ τοῦ κλέους τυγχάνειν τοὺς

16

πεπαιδευμένους καὶ αὐτούς τε καὶ ἑτέρους κλεΐζειν,

Εὐτέρπη δὲ ἀπὸ τοῦ τὰς ὁμιλίας αὐτῶν ἐπιτερπεῖς

καὶ ἀγωγοὺς εἶναι, Θάλεια δὲ ἤτοι διὰ τὸ θάλλειν

αὐτῶν τὸν βίον ἢ διὰ τὸ ἔχειν αὐτοὺς καὶ τὴν συμ-

ποτικὴν ἀρετὴν ἐπιδεξίως καὶ εὐμούσως ἐν ταῖς θα-

λείαις ἀναστρεφομένους, Μελπομένη δὲ ἀπὸ τῆς μολ-

πῆς γλυκείας τινὸς φωνῆς μετὰ μέλους οὔσης—μέλ-

πονται γὰρ ὑπὸ πάντων οἱ ἀγαθοὶ καὶ μέλπουσι καὶ

αὐτοὶ τοὺς θεοὺς καὶ τοὺς πρὸ αὑτῶν γεγονότας—,

Τερψιχόρη δὲ διὰ τὸ τέρπεσθαι καὶ χαίρειν αὐτοὺς

τὸ πλεῖστον μέρος τοῦ βίου ἢ διὰ τὸ καὶ ἀπὸ τοῦ

ὁρᾶσθαι παρέχειν τέρψιν τοῖς προσπελάζουσιν αὐτοῖς,

ἑνὸς στοιχείου πλεονάζοντος ἐν τῷ ὀνόματι, τάχα δὲ

ἐπεὶ καὶ χόρους ἵστασαν οἱ παλαιοὶ τοῖς θεοῖς, συν-

τιθέντων αὐτοῖς τὰς ᾠδὰς τῶν σοφωτάτων· ἡ δὲ Ἐρατὼ

πότερον ἀπὸ τοῦ ἔρωτος λαβοῦσα τὴν ὀνομασίαν τὴν

περὶ πᾶν εἶδος φιλοσοφίας ἐπιστροφὴν παρίστησιν ἢ

τῆς περὶ τὸ ἔρεσθαι καὶ ἀποκρίνεσθαι δυνάμεως ἐπίσκο-

πός ἐστιν, ὡς δὴ διαλεκτικῶν ὄντων τῶν σπουδαίων·

Πολύμνια δέ ἐστιν ἡ πολυύμνητος ἀρετὴ ἢ μᾶλλον

17

ἴσως ἡ πολλοὺς ὑμνοῦσα καὶ ὅσα περὶ τῶν προγενε-

στέρων ὑμνεῖται παρειληφυῖα καὶ τῆς ἔκ τε ποιημάτων

καὶ τῶν ἄλλων συγγραμμάτων ἱστορίας ἐπιμελουμένη.

Οὐρανία δέ ἐστιν ἡ περὶ τὰ οὐράνια καὶ τὴν τῶν ὅλων

φύσιν ἐπιστήμη—τὸν γὰρ ὅλον κόσμον οὐρανὸν ἐκά-

λουν οἱ παλαιοί—, Καλλιόπη δὲ ἡ καλλίφωνος καὶ

καλλιεπὴς ῥητορική, δι' ἧς καὶ πολιτεύονται καὶ δήμοις

προσφωνοῦσιν, ἄγοντες αὐτοὺς πειθοῖ καὶ οὐ βίᾳ ἐφ' ὅτι

ἂν προαιρῶνται, δι' ἣν αἰτίαν ταύτην μάλιστά φησι

βασιλεῦσιν ἅμ' αἰδοίοισιν ὀπηδεῖν.

ἀποδίδονται δὲ αὐταῖς ποικίλα ὄργανα, ἐμφαίνοντος

ἑκάστου ὅτι ἥρμοσται καὶ σύμφωνος αὐτὸς ἑαυτῷ καὶ

ὁμολογούμενος ὁ τῶν ἀγαθῶν βίος ἐστί. συγχορεύει δ'

αὐταῖς ὁ Ἀπόλλων διὰ τὴν κοινωνίαν τῆς μουσικῆς·

παραδέδοται γὰρ καὶ οὗτος κιθαριστὴς δι' ἣν εἴσῃ

μετ' ὀλίγον αἰτίαν. ἐν δὲ τοῖς ὄρεσί φασι χορεύειν,

ἐπειδὴ χρείαν ἔχουσι τοῦ μονάζειν καὶ συνεχῶς εἰς τὴν

ἐρημίαν ἀναχωρεῖν οἱ φιλομαθοῦντες,

ἧς χωρὶς οὐδὲν σεμνὸν ἐξευρίσκεται

κατὰ τὸν κωμικόν. τούτου δ' ἕνεκεν καὶ ἐπὶ ἐννέα νύκτας

λέγεται συγγενόμενος τῇ Μνημοσύνῃ ὁ Ζεὺς γεννῆσαι

18

αὐτάς· καὶ γὰρ τῆς ἐν νυκτὶ ζητήσεως δεῖ πρὸς τὰ

κατὰ παιδείαν· εὐφρόνην γοῦν οὐ δι' ἄλλο τι οἱ ποι-

ηταὶ τὴν νύκτα ἐκάλεσαν, καὶ ὁ Ἐπίχαρμος αὐτίκα

αἴτε τι, φησί, ζατεῖ σοφόν τις, νυκτὸς ἐνθυμητέον,

καὶ

πάντα τὰ σπουδαῖα νυκτὸς μᾶλλον ἐξευρίσκεται.

[τινὲς δ' Οὐρανοῦ καὶ Γῆς ἔφασαν αὐτὰς φῦναι ὡς

ἀρχαιότατον ἡγεῖσθαι τὸν περὶ τούτων λόγον δέον-

τος]. στεφανοῦνται δὲ φοίνικι, ὡς μέν τινες νομί-

ζουσιν, διὰ τὴν ὁμωνυμίαν, ἀπὸ τοῦ Φοινίκων δοκεῖν

εὕρημα εἶναι τὰ γράμματα, ὡς δ' εὐλογώτερόν ἐστ'

ἔχειν, διὰ τὸ τρυφερὸν καὶ εὐερνὲς καὶ ἀείζωον καὶ

δυσανάβατον καὶ γλυκύκαρπον τοῦ φυτοῦ.

Ἐπιβάλλοντος δ' ἡμῖν, ὡς εἴρηται, καὶ εὐερ-

γετικοῖς εἶναι, παραδεδώκασιν οἱ πλεῖστοι Διὸς θυγα-

19

τέρας τὰς <Χάριτας> οἱ μὲν ἐξ Εὐρυδόμης αὐτῷ γεγο-

νυίας τῷ μάλιστα ἐξ εὐρέων καὶ διαβεβηκότων δόμων

τὰς δωρεὰς φιλεῖν δίδοσθαι, οἱ δ' ἐξ Εὐρυνόμης, καὶ

τούτου παριστάντος ὅτι χαριστικώτεροί πώς εἰσιν ἢ

ὀφείλουσιν εἶναι οἱ μεγάλους κλήρους νεμόμενοι, τινὲς

δ' ἐξ Εὐρυμεδούσης, εἰς ταὐτὸ συντείνοντος καὶ τούτου

τοῦ ἐτύμου, κυριεύουσι γὰρ τῶν ἰδίων οἱ ἄνθρωποι·

τὴν δ' Ἥραν ἄλλοι διδόασιν αὐταῖς μητέρα, ἵν' εὐγενέ-

σταται τῶν θεῶν ὦσιν, ὡς περὶ τῶν πράξεών εἰσι. πρὸς

ἄλλην δὲ ἔμφασιν γυμναὶ παρεισάγονται, ὡς καὶ τῶν

μηδὲν κτῆμα ἐχόντων ὑπουργεῖν τινα ὠφελίμως [χαρί-

ζεσθαι πολλὰ] δυναμένων καὶ οὐ περιουσιάζεσθαι πάν-

τως, ἵνα τις εὐεργετικὸς ᾖ, δέοντος, ὡς εἴρηται καὶ τὸ

ξενίων δέ τε θυμὸς ἄριστος·

τινὲς δὲ οἴονται διὰ τῆς γυμνητείας αὐτῶν παρίστα-

σθαι τὸ εὐλύτως καὶ ἀνεμποδίστως δεῖν ἔχειν πρὸς

τὸ χαρίζεσθαι. λέγονται δ' ὑφ' ὧν μὲν δύο εἶναι,

ὑφ' ὧν δὲ τρεῖς· δύο μέν, ἐπειδὴ τοὺς μὲν προκατ-

άρχειν δεῖ χάριτος, τοὺς δὲ ἀμείβεσθαι· τρεῖς δέ, ἐπειδὴ

καλῶς ἔχει τὸν τετευχότα ἀμοιβῆς ἑστάναι πάλιν χαρι-

στικῶς, ἵνα ἀκαταπαύστως τοῦτο γίνηται, τοιοῦτόν τι

καὶ τῆς χορείας αὐτῶν ἐμφαινούσης. ἕτεροι δ' ἔφα-

20

σαν μίαν μὲν εἶναι Χάριν τὴν περὶ τὸν ὑπουργοῦντά

τι ὠφελίμως, ἑτέραν δὲ τὴν περὶ τὸν δεχόμενον τὴν

ὑπουργίαν καὶ ἐπιτηροῦντα τὸν καιρὸν τῆς ἀμοιβῆς,

τρίτην δὲ τὴν περὶ τὸν ἀνθυπουργοῦντά τι καθ' αὑ-

τὸν ἐν καιρῷ. [ἱλαρῶς δὲ εὐεργετεῖν δέοντος καὶ ἱλα-

ροὺς ποιουσῶν τοὺς εὐεργετουμένους τῶν Χαρίτων,

πρῶτον μὲν κοινῶς ἀπὸ τῆς χαρᾶς πᾶσαι Χάριτες ὠνο-

μασμέναι εἰσί· καὶ εὔμορφοι δὲ λέγονται εἶναι καὶ

εὐήδειαν καὶ πιθανότητα χαρίζεσθαι· εἶτα κατ' ἰδίαν

ἡ μὲν Ἀγλαΐα προσηγόρευται, ἡ δὲ Θάλεια, ἡ δὲ Εὐ-

φροσύνη, διὰ τοῦτο ἐνίων καὶ Εὐάνθην φησάντων

μητέρα αὐτῶν εἶναι, τινῶν δ' Αἴγλην. συνοικεῖν δ'

Ὅμηρος ἔφη μίαν τῶν Χαρίτων τῷ Ἡφαίστῳ διὰ τὸ

ἐπιχάριτα εἶναι τὰ τεχνικὰ ἔργα.]

Ἡγεμόνα δὲ παραδιδόασιν αὐτῶν τὸν <Ἑρ-

μῆν,> ἐμφαίνοντες ὅτι εὐλογίστως χαρίζεσθαι δεῖ καὶ

μὴ εἰκῇ, ἀλλὰ τοῖς ἀξίοις· ὁ γὰρ ἀχαριστηθεὶς ὀκνηρό-

τερος γίνεται πρὸς τὸ εὐεργετεῖν. τυγχάνει δὲ ὁ Ἑρμῆς

ὁ λόγος ὤν, ὃν ἀπέστειλαν πρὸς ἡμᾶς ἐξ οὐρανοῦ οἱ

θεοί, μόνον τὸν ἀνθρώπων τῶν ἐπὶ γῆς ζῴων λογικὸν

ποιήσαντες, ὃ παρὰ τἆλλα ἐξοχώτατον εἶχον αὐτοί. ὠνό-

μασται δὲ ἀπὸ τοῦ ἐρεῖν μήσασθαι, ὅπερ ἐστὶ λέγειν,

ἢ ἀπὸ τοῦ ἔρυμα ἡμῶν εἶναι καὶ οἷον ὀχύρωμα. ἀλλ'

21

ἐνθένδε πρῶτον μὲν διάκτορος κέκληται ἤτοι ἀπὸ τοῦ

διάτορος εἶναι καὶ τρανὸς ἢ ἀπὸ τοῦ διάγειν τὰ νοή-

ματα ἡμῶν εἰς τὰς τῶν πλησίον ψυχάς· καθὸ καὶ

τὰς γλώττας αὐτῷ καθιεροῦσιν. εἶτα ἐριούνιος ἐπ-

ονομάζεται ἀπὸ τοῦ μεγαλωφελής τις εἶναι καὶ καθ'

ὑπερβολὴν ἰσχύειν τοὺς χρωμένους αὐτῷ καὶ σῶκος

ὡσὰν σωτὴρ τῶν οἴκων ὑπάρχων [ἤ, ὥς τινες, ἰσχυ-

ρός]. καὶ τὸ ἀκάκητα δὲ αὐτὸν λέγεσθαι τοιούτου τινὸς

σημεῖόν ἐστιν· οὐ γὰρ πρὸς τὸ κακοῦν καὶ βλάπτειν,

ἀλλὰ πρὸς τὸ σώζειν μᾶλλον γέγονεν ὁ λόγος, ὅθεν

καὶ τὴν Ὑγίειαν αὐτῷ συνῴκισαν. ἀργειφόντης δέ

ἐστιν οἷον ἀργεφάντης ἀπὸ τοῦ λευκῶς πάντα φαίνειν

καὶ σαφηνίζειν—τὸ γὰρ λευκὸν ἀργὸν ἐκάλουν οἱ πα-

λαιοί—ἢ ἀπὸ τῆς κατὰ τὴν φωνὴν ταχυτῆτος—καὶ

γὰρ τὸ ταχὺ ἀργὸν λέγεται—· χρυσόρραπις δέ, ὅτι

πολύτιμός ἐστι καὶ ὁ ἐξ αὐτοῦ ῥαπισμός, πολλοῦ γὰρ

ἄξιαί εἰσιν εὔκαιροι νουθεσίαι καὶ ἐπιστροφὴ τῶν προσ-

εχόντων αὐταῖς. παραδέδοται δὲ καὶ κῆρυξ θεῶν καὶ

διαγγέλλειν αὐτὸν ἔφασαν τὰ παρ' ἐκείνων τοῖς ἀν-

θρώποις, κῆρυξ μέν, ἐπειδὴ διὰ φωνῆς γεγωνοῦ παριστᾷ

22

τὰ κατὰ τὸν λόγον σημαινόμενα ταῖς ἀκοαῖς, ἄγγελος

δέ, ἐπεὶ τὸ βούλημα τῶν θεῶν γινώσκομεν ἐκ τῶν

ἐνδεδομένων ἡμῖν κατὰ τὸν λόγον ἐννοιῶν. πέδιλα δὲ

φέρει πτερωτὰ καὶ δι' ἀέρος φέρεται συμφώνως τῷ

καθὼς εἴρηται τὰ ἔπη πτερόεντα· καὶ γὰρ τὴν Ἶριν

ποδήνεμον διὰ τοῦτο καὶ ἀελλόποδα καλοῦσιν ἄγγε-

λον, καὶ ἀπὸ τοῦ ὀνόματος παρεισάγοντες, ψυχοπομ-

πὸν δὲ τὸν Ἑρμῆν ἐμύθευσαν εἶναι συμβάλλοντες,

ὅπερ ἴδιον αὐτοῦ ἐστι, τὸ ψυχαγωγεῖν· διὰ τοῦτο γοῦν

καὶ ῥάβδον αὐτῷ ἐγχειρίζουσι,

τῇ τ' ἀνδρῶν ὄμματα θέλγει,

τὰ τῆς διανοίας δηλονότι,

ὧν ἐθέλῃ, τοὺς δ' αὖτε καὶ ὑπνώοντας ἐγείρει·

καὶ παρορμᾶν γὰρ ῥαδίως τοὺς παρειμένους καὶ κατα-

στέλλειν τοὺς παρωρμημένους δυνατός ἐστιν. ἐντεῦ-

θεν ἤδη καὶ τοὺς ὀνείρους ἐπιπέμπειν ἔδοξε καὶ μάν-

τις εἶναι [διὰ τοῦ τρόπου], τρέπων ὡς βούλεται τὰς

φαντασίας· ‘θεῶν δ' ἄγγελοι καὶ οἱ ὄνειροι.’ οἱ δ'

ἀποπληροῦντες περὶ τὴν εἰρημένην ῥάβδον τὸ τοῦ κη-

ρυκείου σχῆμα δράκοντες σύμβολόν εἰσι τοῦ καὶ τοὺς

θηριώδεις ὑπ' αὐτοῦ κηλεῖσθαι καὶ καταθέλγεσθαι,

23

λύοντος τὰς ἐν αὐτοῖς διαφορὰς καὶ συνδέοντος αὐτοὺς

ἅμματι δυσλύτῳ· διὰ τοῦτο γὰρ καὶ εἰρηνοποιὸν δοκεῖ

τὸ κηρύκειον εἶναι. [φέρουσι δ' ἄλλως οἱ μετιόντες τὴν

εἰρήνην καὶ θαλλοὺς μετὰ χεῖρας πρὸς ὑπόμνησιν τοῦ

γεωργεῖσθαι θέλειν τὴν χώραν καὶ φειδώ τινα εἶναι

τῶν ἡμέρων καὶ καρποφόρων φυτῶν.] ἐκ δὲ Μαίας

ἔφασαν γεγεννῆσθαι Διῒ τὸν Ἑρμῆν ὑποδηλοῦντες

πάλιν διὰ τούτου θεωρίας καὶ ζητήσεως γέννημα εἶναι

τὸν λόγον· καὶ γὰρ αἱ μαιούμεναι τὰς γυναῖκας ἐν-

τεῦθεν εἴρηνται μαῖαι τῷ ὡσὰν ἐξ ἐρεύνης προάγειν

εἰς φῶς τὰ βρέφη. πλάττεται δὲ ἄχειρ καὶ ἄπους καὶ

τετράγωνος τῷ σχήματι ὁ Ἑρμῆς, τετράγωνος μὲν

τῷ [τὸ] ἑδραῖόν τι καὶ ἀσφαλὲς ἔχειν ὥστε καὶ τὰς

πτώσεις αὐτοῦ βάσεις εἶναι, ἄχειρ δὲ καὶ ἄπους, ἐπεὶ

οὔτε χειρῶν οὔτε ποδῶν δεῖται πρὸς τὸ ἀνύειν τὸ

προκείμενον αὐτῷ. οἱ δ' ἀρχαῖοι τοὺς μὲν πρεσβυτέρους

καὶ γενειῶντᾳς Ἑρμᾶς ὀρθὰ ἐποίουν τὰ αἰδοῖα ἔχοντας,

τοὺς δὲ νεωτέρους καὶ λείους παρειμένα, παριστάντες

ὅτι ἐν τοῖς προβεβηκόσι ταῖς ἡλικίαις γόνιμος ὁ λόγος

καὶ τέλειός ἐστιν, [ὃς δὴ καὶ τυχὸν τῷ ὄντι ἐστὶ τυγ-

χάνων ὧν ἂν πρόθηται,] ἐν δὲ τοῖς ἀώροις ἄγονος

καὶ ἀτελής. ἵδρυται δὲ ἐν ταῖς ὁδοῖς καὶ ἐνόδιος λέ-

24

γεται καὶ ἡγεμόνιος ὡς αὐτῷ δεόντος πρὸς πᾶσαν πρᾶ-

ξιν ἡγεμόνι χρῆσθαι καὶ αὐτοῦ ὄντος τοῦ ἐν ταῖς

βουλαῖς εἰς τὴν δέουσαν ἡμᾶς ὁδὸν ἀνάγοντος, τάχα

δὲ καὶ ἐπεὶ ἐρημίας πρὸς τὴν ἐπισκευὴν αὐτοῦ καὶ

τὴν θεραπείαν δεῖ. διὰ δὲ τὸ κοινὸν αὐτὸν εἶναι καὶ

τὸν αὐτὸν ἔν τε τοῖς ἀνθρώποις πᾶσι καὶ ἐν τοῖς

θεοῖς, ὁπόταν τις εὕρῃ τι προάγων ἐν ὁδῷ, συνήθως

ἐπιφθέγγονται τὸ κοινὸν εἶναι τὸν Ἑρμῆν[, ὃς δὴ συν-

ίστωρ ἐστὶ τῆς εὑρέσεως ἐνόδιος ὤν], ἐμφαίνοντες ὅτι

κοινὸν ἀξιοῦσιν εἶναι καὶ τὸ εὑρημένον, ἐντεῦθεν καὶ

τῶν εὑρημάτων ἑρμαίων λεγομένων. προσσωρεύουσι δὲ

τοὺς λίθους τοῖς Ἑρμαῖς ἑκάστου τῶν παριόντων ἕνα

τινὰ αὐτοῖς προστιθέντος ἤτοι ὡς χρήσιμόν τι τὸ

παρ' αὑτὸν ἑκάστου καὶ κοινωνικὸν ποιοῦντος διὰ τοῦ

καθαίρειν τὴν ὁδὸν εἴτε μαρτυροποιουμένου τὸν Ἑρ-

μῆν εἴτε ὡς ἐπισημαινομένου τὴν εἰς αὐτὸν τιμήν,

εἰ μηδὲν ἄλλο ἔχει προσενεγκεῖν αὐτῷ, εἴτε ἐκδηλό-

τερον τοῖς παριοῦσι τὸ ἀφίδρυμα ποιοῦντος εἴτε πρὸς

25

σύμβολον τοῦ ἐκ μικρῶν μερῶν συνεστάναι τὸν προ-

φορικὸν λόγον. λέγεται δὲ καὶ ἀγοραῖος [πρῶτος] εἰ-

κότως· ἐπίσκοπος γὰρ τῶν ἀγορευόντων ἐστίν· ἤδη δὲ

ἀπὸ τῆς ἀγορᾶς διατείνει καὶ εἰς τοὺς ἀγοράζοντάς τι

ἢ πιπράσκοντας, ὡς πάντα μετὰ λόγου ποιεῖν δέον-

τος· ἐντεῦθεν καὶ τῶν ἐμποριῶν ἐπιστάτης ἔδοξεν εἶ-

ναι καὶ ἐμπολαῖος καὶ κερδῷος ἐπωνομάσθη, ὡσὰν μό-

νος τῶν ἀληθινῶν κερδῶν αἴτιος ὢν τοῖς ἀνθρώποις.

τῆς δὲ λύρας εὑρετής ἐστιν οἷον τῆς συμφωνίας καὶ

ὁμολογίας καθ' ἣν οἱ ζῶντες εὐδαιμονοῦσιν, ἡρμοσμέ-

νην ἔχειν τὴν διάθεσιν ἐπιβάλλοντος. παραστῆσαι δὲ

αὐτοῦ τὴν δύναμιν καὶ διὰ τῶν ἀπεμφαινόντων θέλον-

τες κλέπτην αὐτὸν παρέδωκαν καὶ Δολίου Ἑρμοῦ βω-

μὸν ἔνιοι ἱδρύσαντο· λανθάνει γὰρ ὑφαιρούμενος τὰ

προδεδογμένα τοῖς ἀνθρώποις καὶ κλέπτων ἔσθ' ὅτε

τῇ πιθανότητι τὴν ἀλήθειαν, ὅθεν τινὰς καὶ ἐπικλό-

ποις λόγοις χρῆσθαι λέγουσι· καὶ γὰρ τὸ σοφίζεσθαι

τῶν εἰδότων λόγῳ χρῆσθαι ἴδιόν ἐστι. νόμιος δὲ λέ-

γεται τῷ ἐπ' ἐπανορθώσει λόγος εἶναι, προστακτικὸς

ὢν τῶν ὡς ἐν κοινωνίᾳ ποιητέων καὶ ἀπαγορευτικὸς

τῶν οὐ ποιητέων· διὰ γοῦν τὴν ὁμωνυμίαν μετήχθη

καὶ ἐπὶ τὴν τῶν νομῶν ἐπιμέλειαν. σέβονται δ' αὐ-

26

τὸν καὶ ἐν ταῖς παλαίστραις μετὰ τοῦ Ἡρακλέους ὡς

τῇ ἰσχύϊ μετὰ λογισμοῦ χρῆσθαι δέοντος· τῷ γὰρ μόνῃ

πεποιθότι τῇ τοῦ σώματος δυνάμει, τοῦ δὲ λόγου, ὃς

καὶ τέχνας ἐπήγαγεν εἰς τὸν βίον, ἀμελοῦντι πάνυ ἄν

τις οἰκείως ἐπείποι·

δαιμόνιε, φθίσει σε τὸ σὸν μένος.

Τοῦ δὲ <πολλὰς> καὶ <ποικίλας> περὶ θεῶν

γεγονέναι παρὰ τοῖς παλαιοῖς Ἕλλησι <μυθοποιΐας,>

ὡς ἄλλαι μὲν παρὰ Μάγοις γεγόνασιν, ἄλλαι δὲ παρὰ

Φρυξὶ καὶ ἤδη παρ' Αἰγυπτίοις τε καὶ Κελτοῖς καὶ

Λίβυσι καὶ τοῖς ἄλλοις ἔθνεσι, μαρτύριον ἂν λάβοι

τις καὶ τὸ παρ' Ὁμήρῳ λεγόμενον ὑπὸ τοῦ Διὸς πρὸς

τὴν Ἥραν τοῦτον τὸν τρόπον·

ἢ οὐ μέμνῃ ὅτε τ' ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν

ἄκμονας ἧκα δύω.

ἔοικε γὰρ ὁ ποιητὴς μυθοῦ [τε] παλαιοῦ παραφέρειν

τοῦτο ἀπόσπασμα, καθ' ὃν ὁ Ζεὺς ἐμυθεύετο κεκρε-

μακέναι τε ἐκ τοῦ αἰθέρος τὴν Ἥραν χρυσαῖς ἁλύσεσι

τῷ χρυσοφανές τι ἔχειν τὰ ἄστρα καὶ ἐκ τῶν ποδῶν

αὐτῆς δύο ἄκμονας ἐξηρτηκέναι, τὴν γῆν δηλονότι καὶ

27

τὴν θάλατταν, ὑφ' ὧν τείνεται κάτω ὁ ἀὴρ μηδετέ-

ρωθεν ἀποσπασθῆναι δυνάμενος. ἑτέρου δὲ μύθου

μέμνηται τοῦ κατὰ τὴν Θέτιν, ὡς ὑπ' αὐτῆς σεσωσμέ-

νου τοῦ Διὸς,

ὅπποτέ μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι,

Ἥρη τ' ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη.

φαίνεται δ' ὅτι κατ' ἰδίαν ἕκαστος τούτων τῶν θεῶν

ἐπεβούλευε τῷ Διῒ συνεχῶς μέλλων ἐμποδίζειν ταύτην

τὴν διακόσμησιν ὅπερ ἐγένετο, εἰ τὸ ὑγρὸν ἐπεκρά-

τησε καὶ ἐξυδατώθη πάντα ἢ τὸ πῦρ καὶ ἐξεπυρώθη

ἢ ὁ ἀήρ. ἡ δὲ κατὰ τρόπον διαθεῖσα πάντα Θέτις

τὸν ἑκατόγχειρα Βριάρεων ἀντέταξε τοῖς εἰρημένοις

θεοῖς, καθ' ὃν ἴσως διανέμονται πανταχόσε αἱ ἐκ τῆς

γῆς ἀναθυμιάσεις, ὡς διὰ πολλῶν χειρῶν τῆς εἰς πάν-

τας τοὺς ἀριθμοὺς διαιρέσεως γινομένης· σκέψαι δ' εἰ

παρὰ τὸ αἴρειν τὴν ὡσὰν βορὰν τῶν τοῦ κόσμου με-

ρῶν ὠνόμασται Βριάρεως. [Αἰγαίων μὲν γάρ ἐστιν ὁ

ἀεὶ τεθηλὼς καὶ γαίων.]

Δεῖ δὲ μὴ συγχεῖν τοὺς μύθους μηδ' ἐξ ἑτέρου τὰ

ὀνόματα ἐφ' ἕτερον μεταφέρειν μηδ' εἴ τι προσεπλά-

σθη ταῖς παραδεδομέναις κατ' αὐτοὺς γενεαλογίαις

28

ὑπὸ τῶν μὴ συνιέντων ἃ αἰνίττονται, κεχρημένων δ'

αὐτοῖς ὡς καὶ τοῖς πλάσμασιν, ἀλόγως τίθεσθαι. πάλιν

τοίνυν πρῶτον μὲν ἐμύθευσαν τὸ Χάος γενέσθαι, καθ-

άπερ ὁ Ἡσίοδος ἱστορεῖ, μετὰ δὲ αὐτὸ τὴν Γῆν καὶ

τὸν Τάρταρον καὶ τὸν Ἔρωτα, ἐκ δὲ τοῦ Χάους τὸ

Ἔρεβος καὶ τὴν Νύκτα φῦναι, ἐκ δὲ τῆς Νυκτὸς τὸν

Αἰθέρα καὶ τὴν Ἡμέραν. ἔστι δὲ Χάος μὲν τὸ πρὸ

τῆς διακοσμήσεως γενόμενον ὑγρόν, ἀπὸ τῆς χύσεως

οὕτως ὠνομασμένον, ἢ τὸ πῦρ, ὅ ἐστιν οἱονεὶ κάος

[· καὶ αὐτὸ δὲ κέχυται διὰ τὴν λεπτομέρειαν]. ἦν δέ

ποτε, ὦ παῖ, πῦρ τὸ πᾶν καὶ γενήσεται πάλιν ἐν

περιόδῳ. σβεσθέντος δὲ εἰς ἀέρα αὐτοῦ μεταβολὴ

ἀθρόα γίνεται εἰς ὕδωρ, ὃ δὴ λαμβάνει τοῦ μὲν ὑφ-

ισταμένου μέρους τῆς οὐσίας κατὰ πύκνωσιν, τοῦ δὲ

λεπτυνομένου κατ' ἀραίωσιν. εἰκότως οὖν ἔφασαν μετὰ

τὸ Χάος τήν τε Γῆν γενέσθαι καὶ τὰ ἠερόεντα Τάρ-

ταρα[, ἃ δὴ μυχὸν Γῆς ὠνόμασεν ὁ προειρημένος ποιη-

τὴς τῷ περιειληφέναι αὐτὴν καὶ κρύπτειν]. ὁ δὲ Ἔρως

σὺν αὐτοῖς ἐρρήθη γεγονέναι, ἡ ὁρμὴ ἡ ἐπὶ τὸ γέν-

29

ναν· ἅμα γάρ τι ἔκ τινος γίνεται καὶ παρεῖναι τῇ

γενέσει νομιστέον ταύτην τὴν δύναμιν καλλίστην καὶ

ἀξιοθέατον οὖσαν. τὸ δὲ Ἔρεβος ἐκ τοῦ Χάους ἐγέ-

νετο, ὁ ποιῶν ἐρέφεσθαι καὶ περιλαμβάνεσθαί τι ὑφ'

ἑτέρου λόγος, καθὸ καὶ τούτου τυχοῦσα ἡ Γῆ παρα-

χρῆμα ὁμοιόσχημον αὐτῇ τὸν Οὐρανὸν ἐγέννησεν,

ἵνα μιν περὶ πάντα καλύπτοι,

ὄφρ' εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί,

τοῖς ἐπ' αὐτῷ θέουσιν ἄστροις μακραίωσιν οὖσιν ἀσφα-

λὲς οἰκητήριον. ἐγέννησε δὲ ἡ Γῆ τὸν Οὐρανὸν ἀπὸ τῶν

ἀναθυμιάσεων, οὐρανοῦ νῦν κοινότερον λεγομένου παν-

τὸς τοῦ περὶ αὐτὴν λεπτομεροῦς. τοῦ Χάους δὲ θυγά-

τηρ ἐστὶ καὶ ἡ Νύξ· ὁ γὰρ πρῶτος ἀρθεὶς ἀπὸ τοῦ

ἀρχεγόνου ὑγροῦ ἀὴρ ζοφώδης καὶ σκοτεινὸς ἦν, εἶτα

λεπτυνόμενος εἰς αἰθέρα καὶ φῶς μετέβαλεν, εὐλόγως

τούτων ἐκ τῆς νυκτὸς γεγονέναι ῥηθέντων. ἡ δὲ Γῆ

τὰ ὄρη καὶ τὸ πέλαγος ἑξῆς λέγεται γεννῆσαι ‘ἄτερ

φιλότητος ἐφιμέρου’· ἥ τε γὰρ θάλαττα ὑπέμεινεν ἐν

τοῖς κοιλοῖς αὐτῆς μέρεσι κατὰ μεταβολὴν ὑποστᾶσα,

τά τε ὄρη περὶ τὸ ἀνώμαλον τῆς συνιζήσεως τὰς ἐξ-

30

οχὰς ἔλαβε. μετὰ δὲ ταῦτα ἡ τῶν λεγομένων Τιτάνων

ἐστὶ γένεσις. οὗτοι δ' ἂν εἶεν διαφοραὶ τῶν ὄντων.

ὡς γὰρ Ἐμπεδοκλῆς Φυσικοῖς ἐξαριθμεῖται

Φυσώ τε Φθιμένη τε καὶ Εὐναίη καὶ Ἔγερσις

Κινώ τ' Ἀστέμφης τε πολυστέφανος τε Μεγιστὼ

καὶ Φορυὴν καὶ Σιωπήν τε καὶ Ὀμφαίην καὶ πολ-

λὰς ἄλλας, τὴν εἰρημένην ποικιλίαν τῶν ὄντων αἰνιτ-

τόμενος, οὕτως ὑπὸ τῶν παλαιῶν Ἰαπετὸς μὲν ὠνο-

μάσθη ὁ λόγος καθ' ὃν φωνητικὰ ζῷα ἐγένετο καὶ

τὸ ὅλον ψόφος ἀπετελέσθη, ἰαφετός τις ὤν (ἰὰ γάρ

ἐστιν ἡ φωνή)· Κοῖος δέ, καθ' ὃν ποιά τινα τὰ

ὄντα ἐστί (τῷ γὰρ κ πολλαχοῦ οἱ Ἴωνες ἀντὶ τοῦ π

ἐχρῶντο) ἢ ὁ τοῦ κοεῖν αἴτιος, τουτέστι νοεῖν ἢ φρο-

νεῖν· Κρῖος δέ, καθ' ὃν τὰ μὲν ἄρχει καὶ δυναστεύει

τῶν πραγμάτων, τὰ δὲ ὑποτέτακται καὶ δυναστεύεται,

ἐντεῦθεν τάχα καὶ τοῦ ἐν τοῖς ποιμνίοις κριοῦ προσ-

αγορευομένου· Ὑπερίων δέ, καθ' ὃν ὑπεράνω τινὰ

ἑτέρων περιπορεύεται· Ὠκεανὸς δέ, καθ' ὃν ἀνύεται

ἐν τάχει[, ὃς δὴ καὶ ἀκαλαρρείτης κέκληται τῷ ἡσύχιόν

τι καὶ σχολαῖον τὴν ῥύσιν αὐτοῦ ὡς τὴν τοῦ ἡλίου

31

κίνησιν ἐμφαίνειν καὶ βαθυδίνης τῷ βαθέως δινεῖ-

σθαι]· Τηθὺς δέ, καθ' ἣν ἐπὶ μιᾶς καταστάσεως χρο-

νίζει. Θεία δέ ἐστιν ἡ τῆς ὄψεως αἰτία, Ῥέα δὲ ἡ

τῆς ῥύσεως, Φοίβη δὲ ἡ τοῦ καθαρά τινα καὶ λαμπρὰ

εἶναι, συνεκδέχεσθαι τούτοις καὶ τὰς τῶν ἐναντίων

σχέσεων αἰτίας δέοντος· Μνημοσύνη δὲ ἡ τοῦ συνανα-

φέρειν τὰ γεγονότα· Θέμις δὲ ἡ τοῦ συντίθεσθαί τι

μεταξὺ ἡμῶν καὶ φυλάττεσθαι· Κρόνος δέ ἐστιν ὁ προ-

ειρημένος πάντων τῶν ἀποτελεσμάτων λόγος, δεινό-

τατος ὢν τῶν παίδων· ὁπλότατον δ' αὐτὸν γενέσθαι

ἔφη διὰ τὸ καὶ μετὰ τὴν τῶν εἰρημένων γένεσιν ἐπι-

μένειν αὐτὸν ὡσὰν ἐν γενέσει ὄντα. ἀλλὰ τῆς μὲν

Ἡσιόδου 〈γενεαλογίας〉 τελειοτέρα ποτ' ἂν ἐξήγησίς

σοι γένοιτο, τὰ μέν τινα, ὡς οἶμαι, παρὰ τῶν ἀρχαιο-

τέρων αὐτοῦ παρειληφότος, τὰ δὲ μυθικώτερον ἀφ'

αὑτοῦ προσθέντος, ᾧ τρόπῳ καὶ πλεῖστα τῆς παλαιᾶς

θεολογίας διεφθάρη· νῦν δὲ τὰ βεβοημένα παρὰ τοῖς

πλείστοις ἐπισκεπτέον.

Παραδεδομένου τοίνυν ἄνωθεν ὅτι ὁ <Προ-

μηθεὺς> ἔπλασεν ἐκ τῆς γῆς τὸ τῶν ἀνθρώπων γένος,

32

ὑπονοητέον Προμηθέα εἰρῆσθαι τὴν προμήθειαν τῆς

ἐν τοῖς ὅλοις ψυχῆς, ἣν ἐκάλεσαν οἱ νεώτεροι πρό-

νοιαν· κατὰ γὰρ ταύτην τά τε ἄλλα ἐγένετο καὶ ἐκ τῆς

γῆς ἔφυσαν οἱ ἄνθρωποι, ἐπιτηδείως πρὸς τοῦτο ἐχού-

σης καταρχὰς τῆς τοῦ κόσμου συστάσεως. [λέγεται δὲ

καὶ συνεῖναί ποτε τῷ Διῒ ὁ Προμηθεύς· πολλῆς γὰρ

προμηθείας πᾶσα μὲν ἀρχὴ καὶ προστασία πλειόνων,

μάλιστα δὲ ἡ τοῦ Διὸς δεῖται.] καὶ κλέψαι δέ φασιν

αὐτὸν τὸ πῦρ τοῖς ἀνθρώποις, ὡς τῆς ἡμετέρας ἤδη

συνέσεως καὶ προνοίας ἐπινοησάσης τὴν χρῆσιν τοῦ

πυρός. κατενηνέχθαι δὲ αὐτὸ ἐμύθευσαν ἐκ τοῦ οὐ-

ρανοῦ διὰ τὸ πλεονάζειν ἐκεῖ ἢ ἐπεὶ οἱ κεραυνοὶ ἐκεῖ-

θεν κατασκήπτουσι διὰ πληγῆς τἀνθάδε ἐξάπτοντες,

τάχα τι τοιοῦτον καὶ διὰ τοῦ νάρθηκος αἰνιττόμενοι.

δεθεὶς δὲ ἐπὶ τούτῳ ὁ Προμηθεὺς ἐκολάσθη τοῦ ἥπα-

τος αὐτῷ ὑπ' ἀετοῦ καταβιβρωσκομένου· ἡ γὰρ ἡμε-

τέρα ἐντρέχεια, τὸ προειρημένον πλεονέκτημα σὺν τοῖς

ἄλλοις ἔχουσα, πειρᾶταί τινος παρ' ἑαυτὴν δυσχρηστίας

προσδεδεμένη ταῖς κατὰ τὸν βίον φροντίσιν ὀδυνηραῖς

οὔσαις καὶ ὥσπερ εἰς τὰ σπλάγχνα ὑπὸ τῆς λεπτομεριμνίας

ἐκβιβρωσκομένη. ἀδελφὸν δ' ἔφασαν εἶναι νεώτερον

τοῦ Προμηθέως τὸν Ἐπιμηθέα, εὐηθέστερόν πως ὄντα

τὸν τρόπον διὰ τὸ προτερεῖν τῇ τάξει τὴν προόρασιν

33

τῆς ἐκ τῶν ἀποβαινόντων παιδείας καὶ ἐπιμηθείας·

τῷ γὰρ ὄντι ‘ῥεχθὲν δέ τε νήπιος ἔγνω.’ [διὰ τοῦτο

γὰρ τῇ πρώτῃ γενομένῃ γυναικὶ συνοικῆσαι τοῦτον

ἔφασαν· ἀφρονέστερον γάρ πως δὴ καὶ τὸ θῆλυ εἶναι

καὶ ἐπιμηθεῖσθαι μᾶλλον ἢ προμηθεῖσθαι πεφυκός.]

λέγεται δὲ ὑπό τινων καὶ τῶν τεχνῶν εὑρετὴς γενέ-

σθαι ὁ Προμηθεὺς δι' οὐδὲν ἄλλο ἢ ὅτι συνέσεως καὶ

προμηθείας δεῖ πρὸς τὴν εὕρεσιν αὐτῶν. Οἱ

πλείους μέντοι τῇ Ἀθηνᾷ καὶ τῷ Ἡφαίστῳ αὐτὰς ἀνατι-

θέασι, τῇ μὲν Ἀθηνᾷ, ἐπειδὴ φρόνησις καὶ ἀγχίνοια

εἶναι δοκεῖ, τῷ δὲ Ἡφαίστῳ διὰ τὸ τὰς πλείστας τῶν

τεχνῶν διὰ πυρὸς τὰ ἑαυτῶν ἔργα ἀποδιδόναι. ὁ μὲν

γὰρ αἰθὴρ καὶ τὸ διαυγὲς καὶ καθαρὸν πῦρ Ζεύς ἐστι,

τὸ δ' ἐν χρήσει καὶ ἀερομιγὲς <Ἥφαιστος,> ἀπὸ τοῦ

ἧφθαι ὠνομασμένος, ὅθεν καὶ ἐκ Διὸς καὶ Ἥρας ἔφα-

σαν αὐτὸν γενέσθαι, τινὲς δὲ μόνης τῆς Ἥρας· αἱ γὰρ

φλόγες παχυμερέστεραί πως οὖσαι ὡσὰν ἐκ μόνου τοῦ

ἀέρος διακαιομένου τὴν ὑπόστασιν λαμβάνουσι. χωλὸς

δὲ παραδέδοται τάχα μὲν διὰ τὸ παχεῖαν τὴν διὰ τῆς

ὕλης πορείαν ποιεῖσθαι τοῖς ἐπισκάζουσιν ὅμοιαν,

τάχα δὲ ἀπὸ τοῦ μὴ δύνασθαι προβαίνειν δίχα ξυλώ-

δους τινὸς ὡσὰν βάκτρου· τινὲς δέ, ἐπεὶ τὴν ἄνω

34

κίνησιν τῇ κάτω [πρὸς στροφὴν] ἄνισον καὶ ἀνώμαλον

ποιεῖται, βραδυτέρας ταύτης οὔσης, χωλαίνειν αὐτὸν

ἔφασαν. ῥιφῆναι δ' ὑπὸ τοῦ Διὸς εἰς γῆν ἐξ οὐρανοῦ

λέγεται διὰ τὸ τοὺς πρώτους ἴσως ἀρξαμένους χρῆσθαι

πυρὶ ἐκ κεραυνοβολίου καιομένῳ αὐτῷ περιτυχεῖν, μη-

δέπω ἐπινοίᾳ τῶν πυρίων ἐπιπεσεῖν δυναμένους. γυ-

ναῖκα δ' αὐτοῦ τὴν Ἀφροδίτην ἔφασαν εἶναι καθ' οἷον

λόγον καὶ τῶν Χαρίτων μίαν· ὡς γὰρ χάριν φαμὲν ἔχειν

τὰ τεχνικὰ ἔργα, οὕτω καὶ ἀφροδίτην τινὰ αὐτοῖς ἐπι-

τρέχειν λέγομεν, εἰ μὴ πρὸς παράστασιν τοῦ πολὺ τὸ

πυρῶδες εἶναι ἐν ταῖς πρὸς τὰς μίξεις ὁρμαῖς πέπλα-

σται τοῦτο. δεδεκέναι δὲ μυθεύεται τὸν Ἄρην μοιχεύ-

οντα τὴν γυναῖκα[· καὶ γὰρ ὁ μῦθος παρὰ τῷ ποιητῇ

ἐστι, παλαιότατος ὤν], ἐπειδὴ τῇ τοῦ πυρὸς δυνάμει

ὁ σιδηρὸς καὶ ὁ χαλκὸς δαμάζεται· τὸ δὲ τῆς μοιχείας

πλάσμα παρίστησιν ὅτι οὐ πάνυ μὲν πέφυκε κατάλλη-

λον τὸ μάχιμον καὶ βίαιον τῷ ἱλαρῷ καὶ μειλιχίῳ οὐδὲ

κατὰ τὸν φυσικὸν αὐτῷ νόμον ἐπιπλέκεται, ἀντιποιού-

μενον δέ πως τῆς μίξεως αὐτοῦ καλὸν καὶ γενναῖον

γέννημα, τὴν ἐξ ἀμφοῖν ἁρμονίαν, ἀποτελεῖ. λέγεται

δὲ ὁ Ἥφαιστος μαιώσασθαι τὸν Δία, ὅτε ὤδινεν τὴν

35

Ἀθηνᾶν, καὶ διελὼν αὐτοῦ τὴν κεφαλὴν ἐκθορεῖν

ἐκείνην ποιῆσαι· τὸ γὰρ πῦρ, ᾧ χρῶνται αἱ τέχναι,

συνεργὸν πρὸς τὴν ἀπόδειξιν τῆς φυσικῆς τῶν ἀνθρώ-

πων ἀγχινοίας γενόμενον ὥσπερ κεκρυμμένην αὐτὴν

εἰς φῶς προήγαγε· τοὺς δὲ ζητοῦντάς τι ὡς προσευ-

ρέσθαι κύειν αὐτὸ καὶ ὠδίνειν φαμέν. Ἡ δὲ

<Ἀθηνᾶ> ἐστιν ἡ τοῦ Διὸς σύνεσις, ἡ αὐτὴ οὖσα τῇ ἐν

αὐτῷ προνοίᾳ, καθὸ καὶ Προνοίας Ἀθηνᾶς ἱδρύονται

ναοί. γενέσθαι δ' ἐκ τῆς τοῦ Διὸς κεφαλῆς λέγεται,

τάχα μὲν τῶν ἀρχαίων ὑπολαβόντων τὸ ἡγεμονικὸν τῆς

ψυχῆς ἡμῶν ἐνταῦθ' εἶναι, καθάπερ καὶ ἕτεροι τῶν

μετὰ ταῦτα ἐδόξασαν, τάχα δ' ἐπεὶ τοῦ μὲν ἀνθρώπου

τὸ ἀνωτάτω μέρος τοῦ σώματος ἡ κεφαλή ἐστι, τοῦ

δὲ κόσμου ὁ αἰθήρ, ὅπου τὸ ἡγεμονικὸν αὐτοῦ ἐστι

καὶ ἡ τῆς φρονήσεως οὐσία· ‘κορυφὴ δὲ θεῶν’ κατὰ

τὸν Εὐριπίδην ‘ὁ περὶ χθόν' ἔχων φαεννὸς αἰθήρ’.

[Ἀμήτωρ δέ ἐστιν ἡ Ἀθηνᾶ διὰ τὸ ἀλλοίαν εἶναι τὴν

τῆς ἀρετῆς γένεσιν καὶ οὐχ οἵα ἡ τῶν ἐκ συνδυασμοῦ

γενομένων ἐστί.] τὴν Μῆτιν οὖν καταπιὼν ὁ Ζεὺς

ἐγέννησεν αὐτήν, ἐπειδὴ μητιέτης καὶ συνετὸς ὢν οὐ-

δαμόθεν ἄλλοθεν ἢ ἐκ τῆς καθ' αὑτὸν βουλῆς τὴν

36

ἀρχὴν τοῦ φρονεῖν ἔσχεν. τὸ δὲ ὄνομα τῆς Ἀθηνᾶς

δυσετυμολόγητον διὰ ἀρχαιότητά ἐστι, τῶν μὲν ἀπὸ

τοῦ ἀθρεῖν πάντα οἷον Ἀθρηνᾶν αὐτὴν εἰπόντων εἶναι,

τῶν δὲ διὰ τὸ καίπερ θήλειαν οὖσαν ἥκιστα θηλύτη-

τος καὶ ἐκλύσεως μετέχειν τὴν Ἀθηνᾶν· [ἄλλοι δὲ ἀπὸ

τοῦ μὴ πεφυκέναι θένεσθαι καὶ ὑποτάττεσθαι τὴν ἀρε-

τήν·] τάχα δ' εἰ Ἀθηναία, ὡς οἱ παλαιοὶ τὴν Ἀθηνᾶν

ἔλεγον, αἰθεροναία ἐστίν. ἡ δὲ παρθενία αὐτῆς τοῦ καθ-

αροῦ καὶ ἀμιάντου σύμβολόν ἐστι[· τοιοῦτον γάρ τι ἡ

ἀρετή]. καθωπλισμένη δὲ πλάττεται καὶ οὕτως ἱστοροῦ-

σιν αὐτὴν γεγονέναι παριστάντες ὅτι αὐτάρκως πρὸς τὰς

μεγίστας καὶ δυσφορωτάτους πράξεις παρασκευάζεται ἡ

φρόνησις· μέγισται γὰρ δοκοῦσιν αἱ πολεμικαὶ εἶναι. διὰ

ταύτην δὲ τὴν αἰτίαν καὶ τὸ ἔπανδρον καὶ γοργωπὸν

αὐτῇ ἀνατιθέασι πολὺ ἔχειν, τοιοῦτόν τι ἐμφαινούσης

καὶ τῆς γλαυκότητος αὐτῆς· καὶ γὰρ τῶν θηρίων τὰ ἀλκι-

μώτατα, οἷον αἱ…

δ…

The complete text is available when the reading interface loads.