The Greek Library Author

Dioscorides Pedianus

Περὶ ἀπλῶν φαρμάκων

Edition reference
Pedanii Dioscuridis De materia medica libri quinque · Berlin · Weidmann · 1914
CTS identifier
urn:cts:greekLit:tlg0656.tlg002.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 1

Chapter pr

Ἡ τῶν ἁπλῶν φαρμάκων παράδοσις, τιμιώτατε Ἀνδρόμαχε, τῆς τῶν ποικίλων ἀποδεκτοτέρα πέφυκεν, οὐ μόνον διὰ τὸ εὐπαρακολούθητον ἀλλὰ καὶ διὰ τὸ εὐπόριστον, καὶ διὰ τὸ αὐτῶν τῶν προσφερομένων ἑκάστου τὴν δύναμιν φανερὰν ὑπάρχειν τοῖς προσφερομένοις καὶ χρωμένοις, ἀπολελυμένην καὶ ἀνεπίμεικτον ἑτέρου γένους ὑπάρχουσαν, λαμβάνεσθαί τε ῥᾳδίως ἐξ αὐτῆς τὸ ὡς πρὸς τὰ πάθη κατάλληλον, ὅπερ ἐπὶ τῶν ποικιλωτέρων οὐχ ὁρᾶται γινόμενον φαρμάκων· ἀναφέρεται γὰρ ἐπ’ ἐκείνων οὐκ ἐπὶ τὰς κατὰ μέρος τῶν μειγνυμένων ἐνεργείας ἡ δύναμις, ἐπὶ δὲ τὴν ἐκ τῆς μείξεως ἀνεκλάλητον ἀλληλουχίαν. ἀνατίθεμεν δὲ σοὶ τὰ βιβλία τῷ δυναμένῳ ἐπικρῖναι δι’ ἧς ἔχεις ἐμπειρίας τῶν ἡμετέρων πόνων, καὶ διότι ὀφείλεται ἀνδρὶ ἀποδεχομένῳ ἡμᾶς ἡ τοιαύτη χάρις. ποιησόμεθα δὲ τὴν ἀρχὴν ἀπὸ τῶν περὶ κεφαλὴν συνισταμένων παθῶν, προδιαστειλάμενοι ὅτι ὅσα ἐν ποτήματος μέρει παραλαμβάνομεν ἐπὶ τῶν ἐντοσθιδίων, ταῦτα ὡς ἐπὶ τὸ πολὺ ἐπὶ τῶν κεχρονισμένων ἤδη καὶ τύλον ἐχουσῶν ἐγκρίνομεν διαθέσεων, οὐκ ἀγνοοῦντες ὅτι πρόσφατον πάθος διὰ τῆς κοινῆς καὶ ἀπεριέργου θεραπεύεται ἀγωγῆς.

Chapter 1

πρὸς κεφαλαλγίας προσφάτους δίχα πυρετοῦ γινομένας ὠφελεῖν πέφυκεν ἔλαιον ἐμβρεχόμενον τὸ ἐκ τῆς ἀγριάδος ἐλαίας, ῥόδινον, μυρσίνινον, ἀμυγδάλινον, μήλινον, οἰνάνθινον· ποιεῖ δὲ ταῦτα καὶ μετὰ ὄξους καὶ μετὰ χυλῶν ἐνίοτε παραμειγνυμένων ἀνδράχνης. ἀειζώου, ἑλξίνης, στρύχνου, τριβόλου χλωροῦ, μυοσώτου. ποιεῖ δὲ καὶ τὸ ψύλλιον σὺν ὄξει βραχὲν καὶ ῥοδίνῳ, καὶ τῆλις ἀποβραχεῖσα ἐν ὕδατι καὶ ἑψηθεῖσα ἐπ’ ὀλίγον ἕως γλισχράσματος, αὐτῆς μετὰ ῥοδίνου καὶ ὄξους ἐμβρεχομένης.

Chapter 2

πρὸς δὲ τὰς χρονίας κεφαλαλγίας ὀνίνησιν ἐμβρεχόμενα σὺν ὄξει καὶ ῥοδίνῳ ταῦτα· σφονδύλιον, πευκέδανον, ἄγνου σπέρμα σὺν ὄξει καὶ ῥοδίνῳ γλοιοποιηθέν, ὤκιμον, ἄμωμον, δαφνίδες, ἕρπυλλον, καλαμίνθη, κόνυζα ἡ λεπτόφυλλος, πήγανον, ἀμύγδαλα πικρά, καὶ τὰ ἀποζέματα δὲ τούτων, μειγνύμενα δὲ τῳ ὄξει καὶ ῥοδίνῳ ποιεῖ· πρὸς δὲ τούτοις σκαμμωνίας τε καὶ συκαμίνου ὀπός, ⟨καὶ⟩ καταπλασσομένου δὲ τοῦ μετώπου καὶ κροτάφων, ἐνίοτε δὲ εἰ ἐπείγοι καὶ ὅλης τῆς κεφαλῆς.

ἁρμόζει δὲ μετὰ ἀλφίτου ἢ ἄρτου ταῦτα· ἡδύοσμον ὑγρὸν καὶ ξηρόν, ἀνδράχνη, ὑοσκυάμου φύλλα, στρύχνου, κορίου, σέριδος, πολυγόνου, ἀειζώου, σισυμβρίου τῆς καλουμένης καρδαμίνης. μετὰ ὄξους δὲ καὶ ῥοδίνου μειχθέντα καταπλάσσεται· ἄγνου φύλλα, ἀλόη, ἀμύγδαλα πικρὰ, μελίλωτον, μύρτα, ὀξυμυρσίνης καρπός, οἰνάνθη, ῥόδα, ῥίζα ἴριδος ξηρὰ, ἀγριελαίας ἄνθη, μελάνθιον, σταφὶς ἀγρία μετὰ δαφνίδων, μάλιστα 〈δὲ〉 ἐπὶ τῶν χρονίων, σήσαμον ὁμοίως, αἴρινον ἄλευρον μετὰ στέατος χηνείου καὶ (καθ’ ἑ⟩αυτὸ ἐπὶ τῶν κεχρονισμένων ἤδη·

ἢ κάρδαμον φώξας λεῖον ἀναλάμβανε ὄξει καὶ ῥοδίνῳ καὶ ἐμπλάσας ἐπιτίθει ἐπὶ τοῦ μετώπου, ἢ κάρυα Ποντικὰ καὶ πήγανον ὀλίγον λεῖα σὺν ῥοδίνῳ ὁμοίως, ἢ σμύρναν καὶ νάρδου στάχυν καὶ καρδάμωμον ἴσα σὺν ῥοδίνῳ, ἢ ὀρίγανον λεῖον ἐν ὄξει καὶ ῥοδίνῳ φυράσας, ἢ σικύου ἀγρίου ῥίζαν ξηρὰν λείαν σὺν οἴνῳ Ἀμινναίῳ. ἢ ἴρεως λείας ὀξύβαφον, 〈ἢ〉 πεπέρεως κόκκους ζ′ σὺν ὄξει καὶ ῥοδίνῳ.

Chapter 3

ἐγχεόμενα δὲ ταῖς ῥισὶ σὺν μέλιτι καθαίρει καὶ διὰ στόματος ὠφελίμως — χρώμεθα δὲ αὐτοῖς ἐπὶ τῶν κεχρονισμένων κεφαλαλγιῶν καὶ πρὸς μηδὲν τῶν ἄλλων βοηθημάτων ὑπακουουσῶν — ἀναγαλλίδος χυλός, πρασίου, κυκλαμίνου ῥίζης, ἀνεμώνης ῥίζης, σικύου ἀγρίου ῥίζης, χελιδονίου τοῦ μικροῦ τῶν ῥιζῶν, κισσοῦ φύλλων, κράμβης φύλλων, τευτλίου λευκοῦ τῆς ῥίζης. ἴρινον μύρον. ξηρὰ δὲ λεῖα ἐγχεῖται σὺν μέλιτι στρούθιον, δαφνοειδοῦς σπέρμα, ἶρις ξηρά, ἐλλέβορος λευκός, καστόριον, νίτρον, σάμψουχον, πέπερι, σταφὶς ἀγρία, μελάνθιον σύν ἰρίνῳ 〈ἐλαίῳ〉, ἐλατήριον σὺν ὕδατι.

Chapter 4

ὑποθυμιώμενον δὲ ταῖς ῥισὶν διὰ τῆς τῶν ἀτμῶν ἀναδόσεως ὠφελεῖ ἄνησσον. ὠφελεῖ δὲ κατὰ τοὺς ἰδίους καιροὺς παραλαμβανόμενα καὶ τὰ πταρμικά· ἔστι δὲ ἐλλέβορος 〈λευκός〉, [καὶ] καστόριον, πέπερι, στρούθιον, σίνηπυ, ἰὸς ξυστός, τριχομανὲς λεῖον ἐντιθέμενον ταῖς ῥισὶν καὶ ἡ λεγομένη πταρμικὴ πόα.

Chapter 5

καὶ οἱ ἀποφλεγματισμοὶ δὲ οὐκ ἀνωφελῶς ἐπὶ τῶν χρονίως κεφαλαλγούντων παραλαμβάνονται. ἐπιτηδεύονται δὲ διαμασωμένων τούτων· δαφνοειδοῦς σπέρματος, καππάρεως τοῦ ἐκ τῶν ἀπίων καρποῦ, κρήθμου, καρδάμου καρποῦ, μαστίχης, νάπυος, πεπέρεως στρογγύλου καὶ μακροῦ, πυρέθρου καὶ σταφίδος ἀγρίας μετὰ νίτρου καὶ πεπέρεως — καίει δὲ 〈τὴν〉 ἀρτηρίαν —, ἀνεμώνης ῥίζα, σταφὶς ἐκγεγιγαρτισμένη μετὰ πεπέρεως, θύμον, ὕσσωπον, στρούθιον.

Chapter 6

ὑπατμιζόμενα δὲ πρὸς ὠφελείας καθίσταται θάλασσα θερμὴ σὺν ὄξει ἑψομένη. εἰ δέ ποτε ἀναγκαζοίμεθα δι’ ὑτερβολὴν ἀλγημάτων καὶ ἐπὶ ποικιλωτέρας ἔρχεσθαι βοηθείας, χρησόμεθα μετὰ τῶν προειρημένων καὶ καταντλήμασιν ἐψιλωμένης τῆς κεφαλῆς, ἀποζέματι κυπαρίσσου, δάφνης, μήκωνος κωδυῶν ξηρῶν, ἄγνου φύλλων καὶ καρποῦ μήκωνος τῆς ῥοιάδος τῶν κεφαλῶν. χρώμεθα δὲ τούτοις καὶ ἐπὶ τῶν φρενιτικῶν· ὑπνωτικὰ γὰρ ἄγαν καθεστήκασιν.

Chapter 7

κατάρρους δὲ τοὺς ἐν μυκτῆρσιν ἐφίστησιν ἄσφαλτος ὑποθυμιωμένη, σμύρνα διαψωμένων τῶν μυκτήρων, κυάμινον ἄλευρον σὺν σκορόδῳ ῥοφούμενον, μελάνθιον ὀσφραινόμενον· ὠφελεῖ 〈δὲ〉 μεγάλως κυπαρίσσου σφαιρίων σπέρμα τριβὲν μετ’ οἴνου καὶ ἀναρροφηθὲν τῷ μυξωτῆρι.

Chapter 8

πταρμοὺς δὲ κωλύουσιν παρακρατηθεῖσαι τοῖς δακτύλοις αἱ ἐγκάνθιαι φλέβες καὶ ῥῖνες. παύει δὲ πταρμοὺς συνεχεῖς ὠκίμου σπέρμα λεῖον, καὶ ἡ πόα 〈δὲ〉 ἀποσφραινομένη.

Chapter 9

〈τοῖς δὲ σεισοκεφάλοις στοιχάδα βοτάνην διὰ ὕδατος ἢ ὑδρομέλιτος δίδου πίνειν, καὶ ἀπαλλάσσονται〉. τοῖς δὲ σειριῶσι παιδίοις ὠφελίμως κατὰ τοῦ βρέγματος ἐπιτίθεται ἡλιοτροπίου τοῦ σκορπιούρου καλουμένου φύλλα, κολοκύνθης ξύσματα, σικύου [τοῦ] πέπονος τὸ ἐπικείμενον τῇ σαρκὶ δέρμα, στρύχνου κηπαίου τῶν φύλλων χυλὸς μετὰ ῥοδίνου.

Chapter 10

ἐπὶ δὲ τῶν μετὰ πυρετοῦ τὴν κεφαλὴν πεπονθότων, ὡς ἐπὶ φρενιτικῶν καὶ ληθαργικῶν, ἁρμόζει ἰδίως· ἄγνου σπέρμα μετ’ ἐλαίου ἑψηθὲν ἐπιβρεχόμενον, ἀμύγδαλα πικρὰ σὺν ὄξει καὶ ῥοδίνῳ, πήγανον σὺν ὄξει καὶ ῥοδίνῳ καὶ ἕρπυλλον ὁμοίως· κισσοῦ τῶν φύλλων χυλός, καστόριον ἢ πευκέδανον ἤ σφονδύλιον μετὰ ῥοδίνου καὶ ὄξους, πήγανον καὶ λινόσπερμον πεφωγμένον ἡσυχῇ ἀναλημφθέντα κηρωτῇ καὶ ἐπιτεθέντα ἐπὶ τὴν κεφαλὴν καὶ τὸ μέτωπον.

Chapter 11

ὑπνοποιὰ δὲ καθέστηκεν καταπλασσόμενα κατὰ τοῦ μετώπου καὶ μυκτῆρσιν προσαγόμενα· καρπὸς ὠκίμου, ἀτρακτυλίδος, μήκωνος ὀπός, ὑοσκυάμου καρπὸς καὶ φύλλα, ἁλικακκάβου ὁμοίως καὶ τὰ μωρίου φύλλα — εἶδος δέ ἐστι μανδραγόρου —, στρύχνου ῥίζης τοῦ ὑπνωτικοῦ φλοιός, βακχάριδος φύλλα — ἔστι δὲ εὐώδη —, μαλαβάθρου φύλλα ἑψηθέντα ἐν οἴνῳ τῶν μυξωτήρων διαψωμένων, κρόκινον, μετώπιον, κύπρου ἄνθη, μανδραγόρου ὀπὸς καὶ ῥίζα καὶ καρπός, καὶ μήκωνος ὁμοίως, καστόριον, σμύρνα.

Chapter 12

πινόμενα δὲ ὕπνον ποιεῖ· μηκωνίου 〈· α′ μετὰ στύρακος καὶ σμύρνης ἴσων — δίδου 〈δὲ〉 ὀρόβια γ′ —, ἢ μανδραγόρου ὀβολοὶ β′ μετὰ τῶν προγεγραμμένων ἴσων, ἢ τῶν ῥιζῶν τὸ ἀπόβρεγμα κυάθων β′ λαμβανομένων, ἢ ὀποῦ μήκωνος ὅσον ὄροβος καταπινόμενος, ἢ τὰ φύλλα τῆς μήκωνος ἀντιλαμβάνων ἐσθιόμενα, θρίδακος ἀγρίας ὀπὸς καὶ ἡμέρου πινόμενος, καὶ αὐταὶ δ’ ἐσθιόμεναι. χρώμεθα δὲ τοῖς ὑπνωτικοῖς καὶ ἐφ’ ὧν ἐστι τὰ χρόνια πάθη, εἰ ἀποτεμνόμενός τις ἢ καιόμενος ἀναντίλημπτος ἐθελήσειε τῶν ἀλγηδόνων γίνεσθαι.

Chapter 13

δακτυλίῳ δὲ προσαγόμενα ὕπνον ποιεῖ μανδραγόρου ἢ μήκωνος ὀπὸς ἀνεθεὶς καὶ σὺν ἐρίῳ προστεθείς.

Chapter 14

ἐγερτικὴν ἔχει δύναμιν ἐπὶ ληθαργικῶν ταῖς ῥισὶ προσαγόμενα· ὄξος, ἐλλέβορος λευκός, σίνηπυ, πέπερι, καστόριον, στρούθιον, σφονδύλιον, πευκέδανον, φώκης πυτία, κεδρία, πίσσα ὑγρά, πήγανον, ἁβρότονον, ἐλλύχνιον κεκαυμένον, κάρδαμον, πίττα ὠμή, σιλφίου ὀπός, κρόμυον, σκόροδον, χαλβάνη, ἄσφαλτος, κνίδη προσαγομένη σκέλεσι καὶ μετώπῳ, ὕδατος πολλοῦ καὶ ψυχροῦ 〈ἢ〉 ὄξους κατάντλησις, σίνηπυ λεῖον σὺν ὄξει καταχριόμενον κατὰ τῶν σκελῶν καὶ χειρῶν ἄκρων.

Chapter 15

[ὑποθυμιώμενα δὲ ἐγείρει λίθος κάτωθεν τῇ Σαμίᾳ γῇ εὑρισκόμενος, λωτοῦ τοῦ δένδρου πρισμάτων τὸ ἀπόβρεγμα, καστόριον, βαλσάμου καρπὸς μεθ’ ὕδατος. καὶ τοὺς σκοτωματικοὺς ὠφελεῖ ἐμβρέγματα] ὑποθυμιώμενα δὲ ἐγείρει λίθος γαγάτης, καστόριον, πευκέδανον, ἄσφαλτος, θεῖον, χαλβάνη, σφονδύλιον, σαγαπηνόν, λειχὴν ἵππου 〈ἢ〉 ἡμιόνου, ἐλέφαντος ὄνυξ καὶ ξύσμα τοῦ ὀδόντος, κέρας ἐλάφου, φώκης πυτία καὶ ἐρίφου, τράγου ῥύπος, κροκοδίλου στέαρ, ἁβρότονον, σίλφιον.

Chapter 16

πινόμενα δὲ ἐγείρει λίθος ὁ ἐν τῇ Σαμίᾳ γῇ εὑρισκόμενος, λωτοῦ τοῦ δένδρου πρισμάτων τὸ ἀπόβρεγμα, καστόριον, βαλσάμου καρπὸς μεθ’ ὕδατος.

Chapter 17

(16 Sp.) καὶ τοὺς σκοτωματικοὺς δὲ ὠφελεῖ ἐμβρέγματα τὰ προγεγραμμένα ἐπὶ τῶν κεφαλαλγούντων· διεγείρει δὲ αὐτοὺς ὅσα καὶ τοὺς ληθαργικούς.

(17. Sp.) χρῆσθαι δὲ καὶ ἐπὶ τῶν μαινομένων ἐπιβρέγμασι τοῖς εἰρημένοις ἐπὶ κεφαλαλγίας.

Chapter 18

ποτήματα δὲ ὠφελεῖ τοὺς μαινομένους ἱππομαράθου ῥίζα καὶ τὸ σπέρμα σὺν ὕδατι, βρυωνίας ῥίζης 〈· α′ μεθ’ ὕδατος καθ’ ἡμέραν ἢ σὺν μελικράτῳ, λίθος ὁ ἐν τῇ Σαμίᾳ γῇ εὑρισκόμενος, ῥητίνης Λιβυκῆς 〈· α′ μεθ’ ὕδατος πινομένη. θυμιᾶται δὲ ἐπ’ αὐτῶν ὠφελίμως, ὅσα ἐπὶ ληθαργικῶν ἱστόρηται.

Chapter 19

(18 Sp.) ἐπιλημπτικοὶ δὲ ὠφελοῦνται, ἐάν τις τὰς χοιράδας αὐτῶν μέχρι τοῦ τραχήλου γαλῆς αἵματι καταχρίσῃ. ὠφελεῖ δὲ καὶ ἑφθὴ ἐσθιομένη γαλῆ χωρὶς τῶν ποδῶν αὐτῆς καὶ 〈τῆς〉 κεφαλῆς, καὶ τὸ ἧπαρ δὲ αὐτῆς σὺν ὕδατι πινόμενον· ὠφελεῖ καὶ ἧπαρ ὄνειον 〈ὀπτὸν〉 ἐσθιόμενον· νήστεις δὲ λαμβανέτωσαν. ἢ λέοντος χολὴν μείξας μέλιτι ἀπόθου καὶ δίδου ἐντεῦθεν κοχλιάριον ἓν μεθ’ ὕδατος ἐπὶ ἡμέρας ζ′, προκαθαίρων τούτῳ·

κρόκου %, νάρδου %, ἐλλεβόρου μέλανος ÷, σκαμμωνίας 〈· δ′, νίτρου 〈· β′, μέλιτι ἀναλάμβανε καὶ δίδου 〈·β′ μετὰ μελικράτου. ποιεῖ καὶ πελαργοῦ κόπρος μεθ’ ὕδατος, μετ’ ὀξυμέλιτος δὲ ἀγαρικοῦ %, πευκεδάνου τὸ αὐτό, [τὸ αὐτὸ δὲ καὶ] φώκης πυτίας ÷ α′, συλλημφθέντα λεῖα· ἢ ὀνωνίδος ῥίζα ἐν ὀξυμέλιτι εἰς τὸ ἥμισυ ἑψηθεῖσα.

Chapter 20

πίνεται 〈δὲ〉 ὠφελίμως σὺν ὀξυκράτῳ· αἰγείρου καρπός, Ἀμμωνιακοῦ θυμιάματος 〈· α′ — αἷμα δὲ ἄγει— , πηγάνου ἀγρίου σπέρμα, ἀκόνης Ναξίας τὸ ἀπότριμμα τοῦ πρὸς αὐτὴν ἀκονηθέντος σὺν ἐλαίῳ σιδήρου, πυτία λαγωοῦ ἢ νεβροῦ, σφονδύλιον σὺν ὕδατι· βρυωνίας ῥίζης 〈· α′ καθ’ ἡμέραν εἰς ἐνιαυτὸν λαμβανομένη, στρύχνου τοῦ τὸν καρπὸν ἔχοντος πυρρὸν ῥίζα ξηρά, βαλσάμου καρποῦ 〈· ϙ′·

ἢ φώκης πυτία μετὰ ἵππου λειχήνων, καὶ αὐτοὶ δὲ καθ’ ἑαυτοὺς οἱ λειχῆνες, ἴου ἀγρίου ἄνθος, 〈ἄνθος〉 λίθου Ἀσσίου καὶ μάλιστα ἐπὶ παιδίων· καρδαμώμου 〈· α′, λωτοῦ τοῦ δένδρου τῶν πρισμάτων ἀπόβρεγμα, πενταφύλλου φύλλα λ′ καθ’ ἑκάστην ἡμέραν ἐπὶ ἡμέρας λ′ πινόμενα καθ’ ἑαυτά. πίνεται δὲ καὶ χελώνης χερσαίας καὶ θαλαττίας αἷμα· ποιεῖ δὲ καὶ 〈αὐτὴ〉 ἑψηθεῖσα καὶ ἐκλειχομένη, ἀρνόγλωσσον ἐσθιόμενον, ὄξος σκιλλιτικὸν καταρροφούμενον, ὀπόφυλλον ἢ ὀπὸς 〈σιλφίου〉 σὺν τροφῇ λαμβανόμενος·

ἐπιρροφεῖν δὲ 〈δεῖ〉 ὑδρόμελι. ποιεῖ καὶ τοῦτο· γαλῆς κοιλίαν κορίου πληρώσας ξήρανον καὶ δίδου ἐξ αὐτῆς μεθ’ ὕδατος ἢ ὄξους, ἢ λίθον σεληνίτην ἀποξύων δίδου, ἢ μήκωνος ἀφρώδους καρποῦ ὀξυβάφου πλῆθος· ὄνυχος ὀνείου κεκαυμένου κοχλιαρίων β′ πλῆθος. ὠφελεῖ δὲ καὶ ἡ ὑπὸ τὴν γλῶσσαν φλὲψ ἐντμηθεῖσα κατὰ τὸ δεξιὸν μέρος ὡς ἐπὶ δάκτυλον, κνίδη λεία καταπλασθεῖσα, καὶ ταῖς ῥισὶ δὲ ἐντίθεται ὠφελίμως χολὴ χελώνης θαλαττίας.

Chapter 21

(19)περιαπτόμενον δὲ ἱκανῶς ὠφελεῖ τοῦτο τοὺς ἐπιλημπτικούς χελιδόνων νεοσσὸν ἀνασχίσας ἐκ τῆς πρώτης νεοσσιᾶς εὑρήσεις λίθους ἐν τῇ γαστρὶ δύο, ποικίλον ἕνα καὶ τὸν ἕνα καθαρόν. τοὺς δύο δὴ πρὶν ἢ χαμαὶ τεθῆναι ἔνδησον εἰς δέρμα γαλῆς ἢ πλατυκέρωτος ἐλάφου καὶ περίαψον τραχήλῳ ἢ βραχίονι. διηνεκῶς δὲ ἐχέτω τοῦτο, χαμαὶ δὲ μηδέποτε τίθει· λάμβανε δὲ μεταξὺ αὐξομένης τῆς σελήνης τοὺς λίθους. τοῦτο ἐὰν προσάξῃς ἐπιλημφθέντι, διεγερθήσεται.

Chapter 22

ἀνακαλεῖται δὲ τοὺς ἐπιλήμπτους σίνηπυ μετ’ ὄξους ὀσφραινόμενον, χαλβάνη ὑποθυμιαθεῖσα. κἄν διέλῃς δὲ ἐξ οὑδηποτοῦν μέρους τὸ σῶμα αὐτῶν καὶ τῷ ἀπορρέοντι αἵματι διαχρίσῃς τὸ στόμα, εὐθέως διεγείρονται.

Chapter 23

ἐλέγχει δὲ ἐπιλημπτικοὺς θυμιώμενα· ἄσφαλτος, γαγάτης λίθος, κέρας αἴγειον. ἐσθιόμενον δὲ ἧπαρ τράγειον, καὶ ἡ ὀσμὴ δὲ ἡ ἀπ’ αὐτοῦ ὀπτωμένου ἀναφερομένη.

Chapter 24

ἀμέθυστα δέ ἐστιν ἀμυγδάλων πικρῶν ἀποβρέγματος κύαθος εἷς προπινόμενος, ἐλάφειον 〈ἧπαρ〉 ταριχηρὸν ὀπτὸν προεσθιόμενον· ἢ οἶνος ἀψινθίτης προπινόμενος, ἢ μυρτίτης ὁμοίως λαμβανόμενος, καὶ 〈αὐτὰ〉 τὰ μύρτα προεσθιόμενα, καὶ πηγάνου ἀπόζεμα πινόμενον.

Chapter 25

(24 Sp.) ἐπιπινόμενα δὲ μέθην σβεννύει Κενταυρείου τοῦ λεπτοῦ ἀπόζεμα, ἱερᾶς βοτάνης τὸ σπέρμα μεθ’ ὕδατος ποθέν, καὶ κράμβη ἐπεσθιομένη καὶ ῥάφανος.

Chapter 26

(25) δεῖ δὲ παραφυλάττεσθαι ἐπὶ τῶν περὶ τὴν κεφαλὴν παθῶν τὰ ἁπτόμενα ταύτης καὶ πολλάκις εἰς ὑπομνήσεις καὶ παροξυσμοὺς ἄγοντα τὰς διαθέσεις. ἔστιν δὲ πινόμενα 〈ταῦτα〉· ἄγνου σπέρμα, ἀψινθίου χύλισμα, γάλα γλυκύ, βάλανοι δρύιναι ἐσθιόμεναι, ἐλαῖαι μέλαιναι, μεμαίκυλα βρωθέντα, ὄροβος — οὗτος δὲ καὶ τὰ ἄρθρα παραλύει πολλάκις —·

ἐπὶ πλεῖον δὲ ἅπτεται ὥστε καὶ ὑποκαροῦν σμύρνα πινομένη· λίβανος καὶ μανίαν ποιεῖ· κισσοῦ κόρυμβοι καὶ ταράσσουσι τὴν διάνοιαν· ὁλοσχοίνου καρπὸς Εὐριπικῆς 〈καροῖ〉, ὥστε καὶ πιέζειν πολλάκις τὴν διάνοιαν· κρόκος, πευκέδανον, κυκλάμινος ξηρὰ σὺν οἴνῳ ποθεῖσα· στύραξ δὲ ὀλίγος μὲν ποθεὶς λύει σκυθρωπότητα, πολὺς δὲ κατασκευάζει 〈ταραχώδεις ὕπνους〉.

Chapter 27

(26) ταραχώδεις δὲ τοὺς ὕπνους ποιεῖ ποθέντα σὺν οἴνῳ· πυκνοκόμου καρπός, λεοντοποδίου ὁμοίως, ἐρεγμὸς πολὺς βρωθείς.

Chapter 28

(22) πρὸς δὲ τοὺς ὑπὸ τῶν ἐφιαλτῶν συνεχῶς πνιγομένους ἰῶνται γλυκυσίδης οἱ μέλανες κόκκοι ιε′ ποθέντες μεθ’ ὕδατος πολλάκις.

Chapter 29

(27) ὀφθαλμῶν δὲ μελλόντων ῥευματίζεσθαι ἐφίστησιν πολλοῦ ψυχροῦ κατάντλησις, ἐνίοτε καὶ ὄξους μιγέντος, καὶ μάλιστα θέρους.

(35) περιαπτομένη δὲ τῷ τραχήλῳ διηνεκῶς κωλύει ὀφθαλμίαν τριβόλου ῥίζα, πολυγόνου ὁμοίως. δοκοῦσι δὲ τηρεῖν ἐπ’ ἐνιαυτὸν ἀνοφθαλμιάτους κύτινοι ῥοᾶς μικροὶ καὶ μεμυκότες ματαπινόμενοι.

Chapter 30

(29) πρὸς δὲ τὰς φλεγμονὰς τῶν ὀφθαλμῶν καταπλάσματα ἁρμόζει· ἄλφιτα μετὰ ἀρνογλώσσου καταπλασσόμενα, βάτου φύλλα ἢ ἀρνογλώσσου ἢ μυὸς ὠτίδος ἢ τριβόλου χλωροῦ, ἀνδράχνης, ἀειζώου, ἀμώμου, ἡμεροκαλλοῦς, ἴου, κρότωνος· φύλλα ἐλατίνης, φύλλα πολυγόνου, σέριδος, σελίνου, κορίου, κυπαρίσσου φύλλα λεῖα, κολοκύνθης ξύσματα, πέπονος σάρξ, σχοίνου φύλλα τὰ ἁπαλά, ὑοσκυάμου φύλλα, Κυδωνίων ἄνθος·

μήκωνος κωδυῶν ἀφέψημα προσαντλούμενον καὶ αὐταὶ αἱ κωδύαι λεῖαι καταπλασσόμεναι, βούτυρον νεαρὸν μετ’ ἐρίου ἐπιτιθέμενον, κράμβης φύλλα θερμὰ ἐπιτιθέμενα, κρόκος σὺν μελιλώτῳ καὶ γλυκεῖ, φλόμου φύλλα ἑφθὰ σὺν οἴνῳ μετὰ πάλης ἀλφίτου, ἁβρότονον σὺν μήλῳ Κυθωνίῳ ἑφθῷ, τυρὸς νεαρὸς λεῖος.

Chapter 31

(30) κατὰ δὲ τοῦ μετώπου καταπλασσόμενα ὠφελεῖ· τεῦτλον σὺν στυπτηρίᾳ ὀλίγῃ λεία, μαλαβάθρου φύλλα ἐν οἴνῳ ἀποζεσθέντα, κυάμινον ἄλευρον σὺν ὕδατι θερμῷ, σικύου πέπονος σάρξ, πηγάνου φύλλα ἐν οἴνῳ ἑφθά.

Chapter 32

(36) οἰδήματα δὲ πραύνει ἄμι σὺν λινοσπέρμῳ, ἀνήθου ῥίζα μεθ’ ὕδατος λεία, κυάμινον ἄλευρον σὺν λιβανωτῷ λείῳ καὶ ᾠοῦ τῷ λευκῷ.

Chapter 33

(37) πρὸς δὲ τὰς ἐκ πληγῆς συγχύσεις καὶ φλεγμονὰς ἰδίως ποιεῖ στοιβῆς καρπὸς ἐν οἴνῳ ἑψηθεὶς καὶ λεῖος ἐπιτεθείς.

Chapter 34

(28) ἵστησιν δὲ τὰ ῥεύματα ἐπὶ τοῦ μετώπου ἐπιτιθέμενα ἀνακολλήματα· ᾠοῦ τὸ λευκόν, γῦρις, λίβανος, μιγέντα καὶ ἐπίχρισθέντα ὀθονίῳ, ἢ 〈ἡ〉 ἀπὸ τῶν μαγειρείων αἰθάλη πυέλῳ μαλαχθεῖσα ἐπιχρίεται. (31) πρὸς δὲ τὰς φλεγμονὰς καὶ τὰ ῥεύματα τοῦτο· ἀσφοδέλου ῥίζης χυλοῦ 〈· α′, κρόκου 〈· α′, σμύρνης 〈· α′, γλυκέος παλαιοῦ ξε′ βς′ ἕψε, ἕως ἑνωθῇ καὶ σχῇ ἐπίχριστον πάχος· ποιεῖ καὶ τὸ γλαύκιον σὺν ὕδατι, κρόκος σὺν γάλακτι, κωνείου χύλισμα, λύκιον, ῥόδων χυλὸς ἡψημένος.

Chapter 35

(32) ἐγχυματιζόμενα δὲ ὠφελεῖ ἁπλᾶ καὶ ἀπερίεργα ὄντα καὶ στέλλοντα ταχέως τὰς ἐπιφορὰς καὶ τὰ ἕλκη πληροῦντα καὶ ἀποκαθαίροντα· σπόδιον καὶ ὀπὸς 〈σιλφίου〉 ἴσα μειγνύμενα αὑτοῖς εἰς ἀνάπλασιν, ἀειζώου χυλὸς καὶ ἀνδράχνης κατὰ τὸ πρόσφατον ἐγχυματιζόμενοι καὶ μετὰ κόμμεως καὶ σποδίου ἡμίσους ἀναπλασθέντες καὶ ἀναχριόμενοι, καὶ ἀρνογλώσσου χυλός, ἀκακίας χυλός, γλαυκίου χυλός, ὠκίμου 〈χυλὸς〉 σὺν οἴνῳ.

(33) καὶ τὰς περιωδυνίας 〈δὲ〉 παύει κρόκος σὺν γάλακτι, σπόδιον σὺν κωνείου χυλίσματι, ὄπιον ὁμοίως, χαλκὸς κεκαυμένος, λίθος 〈αἱματίτης〉 μετὰ γάλακτος γυναικείου καὶ μάλιστα ἐπὶ παιδίου ἐνσταζόμενος. ποιεῖ δὲ ἄκρως καὶ τοῦτο τὸ ἔγχρισμα· ἀγρώστεως χυλοῦ τῆς ἐν Παρνασσῷ καὶ μελιλώτου ἴσα, σμύρνης 〈τὸ〉 ἥμισυ, πεπέρεως καὶ λιβανωτοῦ τὸ τρίτον, οἴνου καὶ μέλιτος σύμμετρον, ἕψε ἐν χαλκοῖς καὶ χρῶ.

Chapter 36

(34) πρὸς δὲ τὰ κεχρονισμένα ἕλκη καὶ ῥεύματα ἁρμόζει λεῖα ἐγχριόμενα· λίθος γαλακτίτης, λίθος 〈ὁ〉 θυίτης καλούμενος, λίθος σάπφειρος σὺν γάλακτι, χαλκὸς κεκαυμένος σὺν γάλακτι, θρίδακος ἀγρίας ὀπὸς σὺν γυναικείῳ γάλακτι· τοῦτο καὶ τὰ ἐπικαύματα θεραπεύει· ἐλαίας τῶν φύλλων χύλισμα, λευκογραφὶς σὺν γάλακτι’ αὕτη δὲ ποιεῖ 〈καὶ〉 πρὸς ἕλκη καὶ πρὸς ἐπικαύματα. πινόμενον δὲ ἵστησιν ῥεύματα χρόνια κύμινον σὺν οἴνῳ καὶ ὕδατι λαμβανόμενον.

Chapter 37

(38) ὑποδρομὰς δὲ αἵματος θεραπεύει ἐγχριόμενον αἷμα περιστερᾶς πρόσφατον, τρυγόνος, πέρδικος, φάττης· γάλα γυναικεῖον σὺν λιβανωτῷ, κόκκος βαφικὴ σὺν γάλακτι ὁμοίως, αἱματίτης λίθος σὺν γάλακτι γυναικείῳ, ὕσσωπον λεῖον ἐνδεθὲν εἰς ὀθόνιον καὶ ἀποβαπτόμενον εἰς ὕδωρ θερμὸν πυριωμένου τοῦ ὀφθαλμοῦ, ἄσφαλτος καὶ λίβανος ἴσα ὑποθυμιαθέντα.

Chapter 38

(39) προπτώσεις δὲ ὀφθαλμῶν στέλλει καταπλασσόμενα, εἰ μὲν ἀλγήματα εἴη, λινόσπερμον καὶ τῆλις σὺν ὑδρομέλιτι ἑφθά· εἰ δὲ παρήκμασεν τὰ ἀλγήματα ἢ μηδὲ ἐγένετο, εὐθέως ἐπὶ τὰ στύφειν τε καὶ ψύχειν δυνάμενα παραγίνεσθαι δεῖ, ὁποῖά ἐστι βάτου φύλλα, μελίλωτον σὺν γλυκεῖ καὶ ᾠοῦ ἑφθοῦ λεκίθοις καὶ κρόκῳ, κυάμινον ἄλευρον σὺν ῥόδοις, λινόσπερμον σὺν ὕδατι καὶ λιβανωτῷ καὶ σμύρνῃ, μελάνθιον σὺν ἀλφίτῳ λεῖον, μηκώνιον σὺν λεκίθῳ ᾠοῦ ὀπτοῦ καὶ κηρωτῇ, πήγανον σὺν ἀλφίτῳ.

Chapter 39

(40) σταφυλώματα δὲ αἴρει κανθαρίδος προσφάτου θλασθείσης ἐγχριόμενον τὸ ὑγρὸν ἢ αὐτή.

Chapter 40

καθαίρει δὲ τὰ ἐπισκοτοῦντα ταῖς κόραις 〈καὶ〉 ἄργεμα καὶ νεφέλια καὶ ἀχλῦς· ποιεῖ δὲ καὶ ὀξυδερκίαν (41) ἐπὶ τῶν ἀμβλυωπούντων ἐγχριόμενα· ἀκόρου χύλισμα, λιβανωτίδος σπέρμα λεῖον μετὰ γάλακτος, μήκωνος κερατίτιδος τοῦ φύλλου ἢ καὶ τῶν ἀνθῶν ὁ χυλὸς ἐνσταζόμενος καὶ ἐπὶ κτηνῶν ἄργεμον ἀποκαθαίρει, ἁλικακκάβου ῥίζης τοῦ φλοιοῦ καὶ καρποῦ χυλὸς ὁμοίως, ἢ καὶ 〈ὁ〉 ὀπὸς αὐτοῦ σὺν μέλιτι·

πευκεδάνου ὀπὸς ὁμοίως, σαγαπηνὸν ὁμοίως, ἀνεμώνης χυλὸς ὁμοίως, ὁρμίνου ἀγρίου σπέρμα ὁμοίως, κεγχρίδων ἄφοδος ὁμοίως, ἐλαίας Αἰθιοπικῆς τὸ δάκρυον, ἐλλέβορος λευκός, ἔρια οἰσυπηρὰ κεκαυμένα, Εὐφορβίου χυλός, ἰὸς καείς, κισσός, κινάμωμον, ἰτέας χυλὸς καὶ ὀπός, Κενταυρείου τοῦ λεπτοῦ χυλός, κίσηρις ὀπτὴ λεία, κρομύου χυλός, κυκλαμίνου τῆς ῥίζης χυλός, μαράθου τῆς ῥίζης χυλός, μελανθίου καὶ μελισσοφύλλου χυλός·

ἠριγέροντος χυλός, ὀμφάκιον, ὀπὸς σιλφίου, ὀποπάναξ, πηγάνου ἀγρίου χυλός, δρακοντίου ῥίζης χυλός, θρίδακος ἀγρίας χυλός, ἀψίνθιον λεῖον, λωτοῦ τῆς πόας χυλός, χαμαίδρυος χυλός, ὠκίμου χυλός, πρασίου χυλός· νίτρον, ζιγγίβερι, στρούθιον, στυπτηρία κεκαυμένη, αἱματίτης λίθος, κουράλιον, κοχλίας χερσαῖος κεκαυμένος, χελιδόνων νεοσσῶν κεκαυμένων ἡ τέφρα· τούτων ἕκαστον σὺν μέλιτι Ἀττικῷ λελειωμένον καλῶς·

ἐβένου ῥίνημα σὺν οἴνῳ, οὖρον ἀφθόρου παιδὸς ἐν χαλκώματι ἑψηθὲν μετὰ μέλιτος, οὔρου ἀνθρωπείου ὑποστάθμη σὺν κυπρίνῳ ἐλαίῳ· χαλκοῦ ἄνθος λεῖον προσαπτόμενον ἐλαίῳ, ἴσα μιγέντα· ἔλαιον παλαιόν· βαλσάμου ὀπός, κύπρινον ἔλαιον, ἴσα μιγέντα· πισσέλαιον, σάκχαρις, στέαρ ποταμίων ἰχθύων ἐν ἡλίῳ ἀποτακὲν καὶ μιγὲν μέλιτι, 〈καὶ〉 χολαὶ δὲ πέρδικος ἀγρίας, ἰχθύος τοῦ καλλιωνύμου, σκορπίου ἰχθύος, χελώνης θαλασσίας, ὑαίνης, αἰγὸς ἀγρίας, σὺν μέλιτι πᾶσαι.

Chapter 41

(42) οὐλὰς δὲ σμήχει ἐγχριόμενα ἰδίως· ἁλκυόνιον Μιλήσιον σὺν μέλιτι, Ἀμμωνιακὸν 〈θυμίαμα〉 λεανθὲν σὺν οἴνῳ καὶ μέλιτι, ἀνεμώνης ῥίζα τῆς στρογγύλης σὺν μέλιτι, ἀναγαλλίδος φοινικῆς χυλὸς ὁμοίως, πηγάνου ἀγρίου χυλὸς ἐγχριόμενος.

Chapter 42

(43) ἁρμόζει δὲ ἐσθιόμενα ἀμβλυωποῦσι ταῦτα· ἐχίδνης σὰρξ ἑφθή, θύμον, κράμβης καυλοὶ ὠμοί, ῥάφανος, μάραθον, κρόμυον, κάρδαμον, καὶ πάντα καθόλου τὰ δριμέα, ὄξος σκιλλιτικόν. φυλάσσεσθαι δὲ δεῖ καὶ τὰ ἐπιτείνοντα τὰς ἀμβλυώσεις ἐσθιόμενα· ἔστι δὲ ἄνηθον καὶ τὸ σπέρμα αὐτοῦ, φακός, ἐλαῖαι μέλαιναι, θρίδαξ, πράσον κεφαλωτόν, σέλινον, ὤκιμον.

Chapter 43

(44) νυκτάλωπας δὲ ἐγχριόμενα ὠφελεῖ· αἶμα τρυγόνος, φάσσης, περιστερᾶς, πέρδικος ἢ αἰγὸς ἀγρίας καὶ τράγου· ἥπατος αἰγέιου ὁ ἐν τῇ ὀπτήσει ἰχὼρ ἀπορρέων ἐγχριόμενος, καὶ αὐτὸ τὸ ἧπαρ ἐσθιόμενον, καὶ ἡ ἀτμὶς δὲ αὐτοῦ ἑψομένου ἑλκομένη ἀνεῳγόσι τοῖς ὀφθαλμοῖς· ὠφελεῖ δὲ καὶ ἐλατήριον λεῖον σὺν μέλιτι ἐγχριόμενον.

Chapter 44

(45) πτερύγια δὲ τὰ ἐν ὀφθαλμοῖς τήκει προσαγόμενα· κίσηρις ὀπτὴ λεία, σηπίας ὄστρακον λεῖον, ἢ ἅλες καὶ καδμεία λεία, ἅπάντα ἴσα. (46) τὰ δὲ τραχέα βλέφαρα λεπτύνει ἐγχριόμενα σὺν μέλιτι λεῖα — δεῖ δὲ πυριᾶν ὕδατι μετὰ τὴν ἔγχρισιν, μέχρι παύσωνται δακνόμενοι —· ἰὸς χαλκοῦ καὶ σιδήρου σκωρία κεκαυμένη, χάλκανθος κεκαυμένη, μίσυ κεκαυμένον, χαλκῖτις κεκαυμένη·

ὀμφάκιον, λεπὶς χαλκοῦ καὶ σιδήρου, καδμεία καεῖσα καὶ σβεσθεῖσα οἴνῳ, στυπτηρίαι πᾶσαι καεῖσαι καὶ μάλιστα 〈ἡ〉 σχιστή, οἴσυπος κεκαυμένος, οὔρου ἀνδρείου ὑποστάθμη σὺν κυπρίνῳ μύρῳ. (47) ξύειν δὲ δεῖ τὰ τετυλωμένα ἐκστρέφοντα τὰ βλέφαρα ἐρινεοῦ φύλλοις τραχέσιν, ἢ σμιλίῳ, ἢ σηπίας ὀστράκῳ σχηματισθέντι εἰς κολλούριον, καὶ ἰῷ ἀναλημφθέντι κόμμει εἰς κολλούριον.

Chapter 45

(48) μίλφους δὲ καὶ τὰ βεβρωμένα βλέφαρα ὠφελεῖ ἀμόργη ἑψηθεῖσα καὶ ἐγχριομένη· ἢ λύκιον 〈Ἰνδικόν〉, Ἀρμένιον, 〈δ’〉 σὺν ὕδατι ἐγχριόμενον καὶ τὰς τρίχας αὔξει· χυλὸς θαλλίας, ἰὸς σιδήρου ἐπὶ πολλὰς ἡμέρας ἐν ἡλίῳ τριβεὶς μετὰ οἴνου καὶ σμύρνης ⟨καὶ〉 εἰς κολλούριον ἀναπλασθείς, κρομύου χυλὸς σποδίῳ ἀναλημφθείς, λεπὶς χαλκοῦ· ἢ καδμεία λεπτὴ ἀναλημφθεῖσα μέλιτι καὶ καεῖσα ἐν χυτριδίῳ καινῷ πηλᾷ τε κεραμικῷ πεπωμασμένῳ, ἔπειτα ὀπτηθεῖσα ἐπ’ ἀνθρακώματος μιγέντων αὐτῇ χαλκοῦ κεκαυμένου ἴσου καὶ στίβεως ἐξ ἡμίσους μέρους.

Chapter 46

(49) ξηροφθαλμίαν δὲ καὶ κνησμοὺς ἰάσει ψωρικῷ λείῳ προσαπτόμενος, ἢ λεπίδι λείᾳ πεπλυμένη σὺν καδμείᾳ κεκαυμένῃ καὶ πεπέρει, ἢ ἀλόῃ σὺν πεπέρει, ἢ σιδήρου ἰῷ ξηρῷ, ἤ ὀμφακίῳ ξηρῷ λείῳ ὁμοίως.

Chapter 47

(50) τὰ δὲ λεπρώδη πάθη τῶν βλεφάρων ὑγιάζει συκῆς ὀπὸς καταχριόμενος.

Chapter 48

48 (51) φθειριάσεις δὲ τὰς ἐν τοῖς βλεφάροις καὶ ὀφρύσι θεραπεύει σὺν μέλιτι ἢ ὕδατι ἐπιχριόμενα σανδαράκη, σταφὶς ἀγρία.

Chapter 49

(52) τὰς δὲ νυττούσας δίχα ῥευματισμοῦ χρονίου καὶ ἐκτιλείσας τρίχας ἐπὶ τῶν βλεφάρων ὡς τὸ πολὺ οὐκ ἐᾷ φυῆναι μετὰ τὸ ἐκτιλῆναι εὐθέως καταχριόμενα· αἷμα βατράχων τῶν χλωρῶν πρόσφατον καθ’ ἑαυτὸ ἢ μιγὲν χαμαιλέοντι κεκαυμένῳ λευκῷ ἄχρι ἀνθρακώσεως, ἢ αἷμα κόρεως καθ’ ἑαυτό, ἢ καπνοῦ τοῦ ἐν ταῖς κριθαῖς φυομένου ὁ χυλὸς σὺν κόμμει, ἢ τελλῖναι ταριχηραὶ κεκαυμέναι λεῖαι μετὰ κεδρίας, 〈ἢ〉 λωτοῦ κεκαυμένου ἡ τέφρα, ἢ στυπτηρία φορίμη.

Chapter 50

(53) ἀνακολλήματα 〈τριχῶν· ἀνακολλᾷ〉 δὲ τὰς εἰσκλωμένας ἢ παραφυομένας τρίχας ἐν τοῖς βλεφάροις μαστίχη μηλωτίδι θερμῇ προσαγομένη αὐτοῖς καὶ οὕτως ἀνακολλωμένων ἐπὶ τὴν ἰδίαν τάξιν τῶν τριχῶν· ἤ ἄσφαλτος ὁμοίως, ἢ λιθοκόλλα ὁμοίως, 〈ἢ〉 κοχλίου τὸ κολλῶδας βελόνῃ ἀναλαμβανόμενον, ἢ χονδρίλλης κόμμι ὁμοίως.

Chapter 51

(54) αἰγίλωπας δὲ θεραπεύει, ἐφ’ ὧν μύ διὰ βάθους ἔφ θαρται τὸ ὀστέον· ἀνθέμιδος φύλλα μασηθέντα καὶ ἐπιτεθέντα, αἰγίλωπος τοῦ ἐν τοῖς σίτοις χυλὸς σὺν ἀλεύρῳ σητανίῳ καταμολόχης πλασσόμενος, ἀρνογλώσσου φύλλα μασηθέντα καὶ ἐπιτεθέντα· ἤ φύλλα λεῖα σὺν χολῇ ταυρείᾳ, ὡς μεῖγμα ὑγρὸν εἶναι, βρέχων σπληνάρια 〈ἢ〉 ὀθόνια ἐπιτίθει καὶ ὕγραινε τῷ φαρμάκῳ·

ξηραινόμενα δὲ ἄλλασσε δὶς ἤ τρὶς τῆς ἡμέρας· ἢ αὐτὰ μασησάμενος τὰ φύλλα τῆς μολόχης μετὰ ἁλός· μετὰ δὲ τὸ ἀναστομωθῆναι αὐτούς, 〈αὐτῇ〉 τῇ μολόχῃ λείᾳ χρῶ μέχρι κατουλώσεως· ἢ καρύων βασιλικῶν τὸ ἐντὸς μασώμενος ἐπιτίθει, ἢ μύρτα ὡσαύτως, ἢ οἰνάνθην ὁμοίως, μυοσώτου τοῖς φύλλοις ὁμοίως μετὰ ἁλῶν 〈χρῶ〉· ποιεῖ 〈καὶ〉 στρύχνον κηπαῖον, καὶ μάλιστα τὸ καλούμενον ἁλικάκκαβος, χαμαίζηλον, ἔχον ἐν φύσαις τὸν ἐρυθρὸν καρπόν·

ἢ λιβανωτὸς καὶ περιστερᾶς κόπρος λεῖα μιγέντα — λιθοῦται δὲ καὶ προσμένει μέχρι ἀπουλώσεως —, ἢ ἀείζωον καθ’ ἑαυτὸ καὶ μετὰ μέλιτος· στυπτηρία σχιστὴ ὡς ὅτι πλείστῃ τερμινθίνῃ ἀναλημφθεῖσα· πρόπολις καὶ τερμινθίνη καὶ χόνδρος, ἴσα ἐν σπληνίῳ, ἢ ἅλες 〈ἢ〉 μαστίχη μετὰ στακτῆς ἀναμαλαχθεῖσα, ἢ μάννα σόγχου χυλῷ γαλακτίζοντι ἀναλημφθεῖσα· ποιεῖ καὶ βάλανος δρυίνη καεῖσα σὺν ὄξει, καὶ σποδὸς ἀμπελίνη ὁμοίως, ἢ ὄροβος μετὰ μέλιτος, ἢ σῦκα ξηρὰ λιπαρὰ σὺν πίσσῃ Βρυττίᾳ ἀναμαλαχθέντα ἴσα.

Chapter 52

(55) χαλάζια δὲ διαφοροῦσιν ὄλυνθοι ἑφθοὶ ἐπιπλασθέντες, ἢ τὰ τῆς συκῆς φύλλα.

Chapter 53

(56) ὑπώπια δὲ αἴρει καὶ πελιώματα καταπλασσόμενα· ἄνησσον σὺν μέλιτι Ἀττικῷ, ὁμοίως ὀρίγανον, ῥαφάνου φλοιός, σάμψουχον, ταῦτα σὺν μέλιτι· σκόρδιον κεκαυμένον σὺν μέλιτι, βρυωνίας ῥίζα σὺν οἴνῳ ἐπιχριομένη, βολβὸς μετὰ λεκίθων ᾠοῦ καταπλασσόμενος, ἀψίνθιον ὁμοίως· ἄλευρον κυάμινον ἢ αἴρινον, κυμίνου σπέρμα μετὰ ἁλῶν καὶ ἐλαίου, θάλασσα πυριωμένη, θαψίας χυλὸς ἐπιχριόμενος πρὸς βραχύ, καὶ ἡ ῥίζα 〈δὲ〉 σὺν κηρωτῇ·

θέρμινον ἄλευρον σὺν ἀλφίτῳ, καλαμίνθη ἐν οἴνῳ ἑφθή, καρύου βασιλικοῦ τὸ ἐντὸς λεῖον, κύμινον ἄγριον μασηθὲν σὺν ὄξει καὶ μέλιτι ἢ σταφίδι, μαράθου σπέρμα σὺν κηρωτῇ, νᾶπυ σὺν κηρωτῇ ἢ μέλιτι, σιλφίου ῥίζα σὺν ἐλαίῳ· ἢ ὕσσωπον καταπλασθὲν καὶ ἐνδεθὲν εἰς ὀθόνιον ἀποβαπτομένου τοῦ ἐνδέσμου εἰς θερμὸν ὕδωρ καὶ πυριωμένου τοῦ ὑπωπίου·

ἐπὶ πάντων δὲ τῶν καταχρισμάτων πυριᾶν δεῖ μετὰ τὴν ἀφαίρεσιν αὐτῶν· ἅμα γὰρ τὰ οἰδήματα καὶ τὰ πελιώματα διαφορεῖ. ἔτι δὲ καὶ τυρὸς ἁλμυρὸς καταπλασσόμενος· αἴρει γὰρ παραχρῆμα· ἐὰν δὲ μένῃ, καὶ κρομύου δεῖ μιγῆναι χυλόν. αἴρει δὲ καὶ ἄρου ῥίζα ἐπιτιθεμένη, ἢ σηπίας ὄστρακον ξυσθὲν καὶ μετὰ ὄξους καταχρισθέν, ἢ νᾶπυ ἀναλημφθὲν σὺν κηρωτῇ.

Chapter 54

(57) τὰς δὲ περὶ τὰ ὦτα ἀλγηδόνας καὶ φλεγμονὰς παραμυθεῖται ταῦτα ἐνσταζόμενα χλιαρά· παρθενίου χυλός, μυὸς ὠτίδος ὁμοίως· Ἀχιλλείου, ἡδυόσμου χυλὸς σὺν μελικράτῳ· δρακοντίου χυλὸς ἐν ἐλαίῳ διεθείς, ἑλξίνης χυλὸς σὺν ῥοδίνῳ, καννάβεως σπέρματος χλωροῦ χυλός, κισσοῦ κορύμβων χυλὸς σὺν ῥοδίνῳ καὶ εἰς τὸ ἀντικείμενον οὖς ἐγχεόμενος, κολοκύνθης ξυσμάτων χυλὸς ὁμοίως, λεύκης φύλλων χυλὸς ὁμοίως σὺν ῥοδίνῳ, ναρκίσσου φύλλων χυλὸς ὁμοίως ἢ τῆς ῥίζης·

ὀριγάνου χλωροῦ χυλὸς σὺν γάλακτι γυναικείῳ, πηγάνου χυλὸς ἢ πολυγόνου ἐν σιδίῳ ῥοᾶς θερμανθείς, πράσου τῶν φύλλων χυλὸς σὺν ῥοδίνῳ, σεύτλου χυλός, σφονδυλίου χυλὸς τοῦ ἄνθους, πευκεδάνου ὀπὸς σὺν ῥοδίνῳ ἢ μηκωνίῳ, ἰτέας τῶν φύλλων χυλός· ἀλώπεκος στέαρ χλιαρὸν ἐνσταζόμενον, ἅλες ὀρυκτοὶ λεῖοι σὺν ὄξει· ἔλαιον ἀμυγδάλινον, ἴρινον, δάφνινον, κίκινον, κρόκινον, σησάμινον, ὑοσκυάμινον, τὸ δὲ ἀμυγδάλινον μετὰ ἀλόης ὀλίγης καὶ κρόκου, κάχρυ σὺν ἀμυγδαλίνῳ ὁμοίως·

κυάμου Αἰγυπτίου τὸ ἐντὸς πικρὸν σὺν ῥοδίνῳ, χαλκὸς κεκαυμένος λεῖος σὺν ὄξει καὶ ῥοδίνῳ, λιβανωτὸς σὺν οἴνῳ, μηκώνιον σὺν σμύρνῃ καὶ ῥοδίνῳ καὶ κρόκῳ καὶ γάλακτι γυναικείῳ· οὖρον ὄνου, ταύρου, συάγρου, αἰγὸς σὺν ῥοδίνῳ· πισσέλαιον, κεδρία σὺν ῥοδίνῳ μύρῳ, στυπτηρία πολυγόνου ἢ ῥοᾶς χυλῷ ἀνεθεῖσα·

νάρδος ἐν κοχλίᾳ Διβυκῷ ἀναλημφθεῖσα καὶ μετὰ τὸ ἑψηθῆναι ἐγχυθεῖσα· ὠφελεῖ καὶ τὸ ἐκ τοῦ ἐλειοῦ λίπος, ὃς 〈Ῥωμαιστὶ〉 καλεῖται γλῆρις, καὶ γάρος ὁ Σπάνος, ὅς σοκιώρου λέγεται, ἐγχεόμενα, καὶ σιλφῶν τῶν κατοικιδίων τὸ ἐντὸς λεῖον σὺν ῥοδίνῳ ἐνσταζόμενον, ἢ οἱ κατοικίδιοι ὄνοι μετὰ ῥοδίνου ἢ ἐλαίου λεῖοι χλιανθέντες, ἢ γῆρας ὄφεως ἐν ἐλαίῳ ἑψηθὲν ἢ μύρῳ μετὰ κωδύας μήκωνος·

ἀράχνη τὸ ζῷον λεῖον μετὰ ῥοδίνου καὶ ὄξους, κηκὶς λεία ἐνδεθεῖσα ὀθονίῳ καὶ ἑψηθεῖσα ἐν οἴνῳ ἀνωδύνους ποιεῖ. ὠφελεῖ καὶ ψυχρὸν ὕδωρ εἰς τὸ ἀντικείμενον οὖς ἐγχεόμενον, καὶ σαρκῶν βοείων ὀπτωμένων 〈ὁ〉 ἰχώρ ἐγχεόμενος τῷ ἀλγοῦντι, καὶ κεδρία μιγεῖσα ναρδίνῳ, ποτὲ μὲν πρὸς ἴσον, ποτὲ δὲ πρὸς διπλοῦν.

Chapter 55

(58)πρὸς δὲ τὰς γινομένας ῥήξεις τῶν ὤτων ἁρμόζει ἐγχυματιστὰ ταῦτα· ἄνησσον σὺν ῥοδίνῳ, ἀπαρίνης χυλός, ἀρνογλώσσου χυλός, στρύχνου χυλὸς ὁμοίως, κεδρία σὺν ῥητίνῃ τερμινθίνῃ συντακεῖσα, σόγχου χυλὸς καὶ ἡ ῥίζα σὺν ἐλαίῳ καὶ σιδίῳ ἑψηθεῖσα, χολὴ βοεία μετὰ γάλακτος ἢ πράσου χυλοῦ, ὠκίμου χυλὸς σὺν χηνείῳ στέατι.

Chapter 56

(59)ὑπατμίζεται δὲ διὰ καλάμου πρὸς ὠταλγίας καὶ ἤχους ἀψινθίου ἀπόζεμα 〈ἢ〉 ὑσσώπου ἢ δαφνίδων ἢ ἀβροτόνου μετ’ ὄξους ἢ διὰ κοχλάκων πεπυρωμένων ἑψηθέν· ἢ θάλασσα θερμή, 〈ἢ〉 θεῖον ἄπυρον ὑποθυμιώμενον· δεῖ δὲ πωμάσαντα τὴν χύτραν καὶ περιπλάσαντα πηλῷ τιτράναι κατὰ μέσον τὸ πῶμα καὶ οὕτως δέχεσθαι εἰς τὴν εὐρυχωρίαν τοῦ ὠτὸς τὸν ἀτμόν· καὶ πυρία δὲ ἁρμόζει πρὸς τὰ ἀλγήματα τοιαύτη· ἐγχέας εἰς ὄξος ἔλαιον κεχλιασμένον ἐν ὠτεγχύτῃ καὶ περιθεὶς ἔριον μηλωτίδι 〈ἐν〉απόβαπτε θερμῷ τῷ ὄξει καὶ θερμὸν κάθες 〈εἰς τὸ οὖς〉 τὸ ἔριον, μέχρι ἀνέχεται.

Chapter 57

(60) πρὸς δὲ τὰς πυορροίας καὶ ἑλκώσεις ἁρμόζει ἐνσταζόμενα ἢ σὺν ἐρίῳ ἁπαλῷ ἐντιθέμενα ταῦτα· ἀγριελαίας χυλός, ἀπαρίνης χυλὸς ὁμοίως, ἀμόργη ἐν ἐλαίῳ ἡψημένη, λύκιον 〈καὶ〉 μάλιστα τὸ Ἰνδικόν, ἀσφοδέλου χυλὸς καθ’ ἑαυτὸν καὶ σὺν λιβανωτῷ καὶ μέλιτι καὶ σμύρνῃ καὶ οἴνῳ χλιανθείς· ἀψίνθιον λεῖον σὺν μέλιτι, γῆς ἔντερα ἑψηθέντα σὺν στέατι χοιρείῳ ἢ ἐλαίῳ·

ἢ βάτου φύλλων χυλὸς ἐν ἐλαίῳ, γῆρας ὄφεως ἑψηθὲν ἐν οἴνῳ, διφρυγὲς σὺν μέλιτι, ἐλαίας χυλός, σμύρνα σὺν καστορίῳ καὶ μηκωνίῳ καὶ γλαυκίῳ, κισσοῦ λευκοῦ χυλὸς σὺν ἐλαίῳ, κρομύων ὁμοίως· μίσυ σὺν ῥοδίνῳ, ἀπαρίνης χυλὸς καὶ ἀφέψημα, ὀμφάκιον σὺν μέλιτι, οὖρον ἀφθόρου παιδὸς ἐν ῥοᾶς σιδίῳ ἑψηθέν·

κονία συκίνη συγκλυζομένη, πίσσα ὑγρὰ ὁμοίως, καὶ αὐτὴ 〈δὲ〉 σὺν ῥοδίνῳ ὀλίγῳ ἐν κελύφει ῥοᾶς ἑψηθεῖσα· πολυγόνου χυλὸς ἑψηθείς, στοιβῆς καρπὸς ἑψηθεὶς ἐν οἴνῳ, στυπτηρία πᾶσα σὺν πολυγόνου χυλῷ, χάλκανθον ἑψηθὲν σὺν μέλιτι, χολὴ βοεία μετὰ μέλιτος.

Chapter 58

(61) τοὺς δὲ γεννωμένους σκώληκας ἐν ταῖς χρονίαις περὶ τὰ ὧτα ἑλκώσεσιν ἀποκτείνει· ἀμυγδάλινον ἔλαιον ἐγχεόμενον, καλαμίνθης χυλός, καππάρεως φύλλων χυλὸς ἢ τοῦ καρποῦ χλωροῦ, κεδρία, οὖρον ἀνθρώπινον παλαιόν, ἐλλέβορος λευκὸς λεῖος μετὰ μέλιτος, καὶ τοῖς πρὸς τὰς ἑλκώσεις ἀναγεγραμμένοις χρηστέον.

Chapter 59

(62) τὰς δὲ ὑπερσαρκώσεις τὰς ἐν τοῖς ὠσὶ γινομένας καθαιρεῖ μέλας ἐλλέβορος ξηρὸς λεῖος ἐπιπασσόμενος. ἀφαιρεῖ δὲ αὐτὰς ταχέως τρὺξ 〈μετὰ ἀσβέστου καὶ κονίας〉 στακτῆς λεία, γλοιώδης δι’ ἐρίου καὶ μηλωτίδος προστεθεῖσα.

Chapter 60

(63) ἤχους δὲ τοὺς περὶ τὰ ὧτα ὠφελεῖ σῦκον λεῖον ἀναλημφθὲν σὺν σινήπει καὶ νίτρῳ καὶ ἐντεθὲν καὶ ἐαθὲν ἐπὶ ἡμέρας 〈ε′〉, ἐλλέβορος μέλας ξυόμενος καὶ ἐντιθέμενος ἑκάστης ἡμέρας νεαρός· ἢ δάφνινον καὶ ἀμυγδάλινον, ἑκάστου ἴσον, καστορίου ὀλίγον, ὄξους σταλαγμοὺς τρεῖς τρίψας ἐν τῷ αὐτῷ 〈ἀγγείῳ〉 καὶ χλιάνας ἔνσταζε·

ἢ φλοιοῦ ῥαφανίδος χυλὸν ἐπὶ τρεῖς ἡμέρας ἔγχει, τῇ δὲ τετάρτῃ ἐκχέας τὸν χυλὸν καλαμίδα διαμπὰξ τετρημένην κάθες εἰς τὸ οὖς, κατὰ δὲ τὸ ὑπερκείμενον μέρος ἡ καλαμὶς ἐχέτω ἐλλύχνιον καιόμενον· οὕτω γὰρ πυριώμενον ὠφελεῖ λίαν· κλύζεται δὲ παραχρῆμα διὰ νίτρου καὶ ὕδατος.

ποιεῖ καὶ γάρος, μέλι, ῥόδινον ἴσα· ἢ ἀμυγδάλινον σὺν μέλιτι, ἢ ἔλαιον βαλάνινον μετὰ στέατος χηνείου· δαφνίδων πίεσμα σὺν οἴνῳ καὶ ῥοδίνῳ ἐνσταζόμενον, κεδρία σὺν ὑσσώπῳ, κρομύου χυλός, κύμινον ἄγριον σὺν μυελῷ μοσχείῳ καὶ πηγάνου χυλῷ· κύπρινον, ἴρινον, σούσινον σὺν ὄξει καὶ πηγάνῳ καὶ ἀμυγδάλοις πικροῖς· νίτρον, ἀφρόνιτρον σὺν ὄξει καὶ λιβανωτῷ, πράσου χυλός, μέλι Ἀττικὸν σὺν ὄξει, περσέας τὸ ἐντὸς μετὰ ῥοδίνου χλιαρὸν ἐνσταζόμενον.

Chapter 61

(64) δυσκωφίας δὲ θεραπεύει χρονίας χαλκοῦ ἄνθος λεῖον ἐμφυσώμενον εἰς τὸν πόρον διὰ σωληνίου· ἀσφοδέλου ῥίζα ἐν ἐλαίῳ ἡψημένη τοῦ ἐλαίου ἐνσταζομένου, κρομύων χυλός, σικύου ἀγρίου τῶν φύλλων χυλὸς ἐν ὄξει, οὖρον αἰγὸς ἐγκλυζόμενον συνεχῶς θερμόν, καὶ τὸ διὰ σινήπεως καὶ νίτρου καὶ σύκου ἐντιθέμενον.

Chapter 62

(65) πρὸς δὲ τὰς τῶν ὑδάτων ἐναπολήμψεις κρομύου χυλὸς ἐνσταζόμενος διακόπτει τὴν τοῦ πνεύματος ἔνστασιν· ἔκμυζε δὲ τὸ ὕδωρ καλαμίδα διαμπὰξ τετρημένην ἐνθεὶς τῷ ὠτίῳ.

Chapter 63

(66) τὰ δὲ τεθλασμένα τῶν ὠτίων ἰῶνται μὴ ἐῶντες διαπυίσκειν καὶ εἰ διαπυήσειεν, διαφοροῦντες βολβοὶ σὺν ἀλφίτῳ καταπλασσόμενοι· σμύρνα σὺν κοχλίου σαρκί, θεῖον ἄπυρον σὺν σμύρνῃ καὶ οἴνῳ καὶ λιβάνῳ καὶ πίσσῃ καταχριόμενον· ἐὰν δὲ ἐρυθήματα ᾖ καὶ φλεγμοναὶ μεγάλαι, σησάμῳ λείῳ κατάπλασσε ἢ χόνδρῳ ἐν ὄξει ἑφθῷ.

Chapter 64

(67) ζῴου δὲ ἐμπεσόντος εἰς τὸ οὖς ἐνσταζόμενα ἀναβιβάζει ταῦτα· μολόχης χυλός, Κενταυρείου ἀφέψημα μετὰ ὄξους, πευκεδάνου ὀπός, ἀψινθίου χυλός, ὀπὸς σκαμμωνίας μετὰ νίτρου καὶ ὕδατος, ἐλατήριον, 〈ῥαφάνου〉 χυλῷ νίτρον ἀναλημφθέν, θεῖον ἄπυρον σὺν ὄξει, χολὴ μυὸς καὶ βατράχου διειμέναι ὄξει, πράσου χυλὸς σὺν μέλιτι, θεῖον διεθὲν ἀφθόρου παιδίου οὔρῳ.

Chapter 65

(68) λιθαρίου δὲ ἢ κυάμου ἢ ἄλλου τινὸς ἐμπεσόντος εἰλήσας ἔριον περὶ μηλωτίδα καὶ βρέξας ῥητίνῃ ἢ ταυροκόλλῃ καθεὶς πραέως ἅπτου. πρὸς ὀδονταλγίας.

Chapter 66

(69) πρὸς δὲ τὰς ὀδονταλγίας ἁρμόζει ἑψόμενα σὺν ὄξει καὶ ἀνακογχυλιζόμενα — δεῖ δὲ θερμοῖς αὐτοῖς χρῆσθαι καὶ ἐφ’ ὅσον δύναταί τις χρόνον διακρατεῖν ἐν τῷ στόματι κατὰ τὸν ἀλγούμενον ὀδόντα —· ὑοσκυάμου ῥίζα, πενταφύλλου ῥίζα, ἀλθαίας ῥίζα, πύρεθρον, ὀνωνίδος ῥίζα, ἀρνογλώσσου ὁμοίως· δᾳδία καὶ μελάνθιον, σταφὶς ἀγρία, ἐλλέβορος μέλας, καππάρεως ῥίζα καὶ ὁ ἐκ τῶν ἀπίων αὐτῆς καρπός, ἐλάφου κέρας ὠμὸν καὶ κεκαυμένον, θεῖον ἄπυρον ὀλίγον σὺν ὀριγάνῳ καὶ δᾳδίῳ, μελισσόφυλλον, γλήχων, μόρων φύλλα καὶ ἡ ῥίζα·

σίλφιον, ὀπόφυλλον μετὰ ὑσσώπου καὶ σύκου, πίτυος καὶ λεύκης φύλλα, σικύου ἀγρίου ῥίζα, σκορόδου ῥᾶγες σὺν λιβανωτῷ, τιθυμάλλου 〈ῥίζα〉, μήλων Περσικῶν ὀστᾶ, κηκὶς μετὰ ἁλὸς καὶ κεδρία, ἕκαστον τούτων σὺν ὄξει. ἢ κολοκυνθίδα κενώσας καὶ ἐναποζέσας αὐτῇ ὄξος δίδου διακλύζεσθαι· ἀποβάλλει δὲ τοῦτο καὶ τοὺς σαθροὺς αὐτῶν.

ὠφελεῖ δὲ καὶ ἀγρώστεως τῆς ἐν Παρνασσᾷ γεννωμένης ὁ χυλὸς σὺν ὀξάλμῃ, ἀρνογλώσσου τῶν φύλλων ὁ χυλός. σὺν οἴνῳ δὲ ἀφεψηθέντα 〈δίδοται〉 πρὸς τὴν αὐτὴν χρῆσιν φλόμου ῥίζα, ἁλικακκάβου ἀγρίου ῥίζα, ἀσπαράγου ῥίζα, νίτρον σὺν πεπέρει, πήγανον, πλατάνου σφαιρία, ὀξυμυρσίνης ῥίζα, ὀπὸς σιλφίου, ῥόδα ξηρὰ ἐν οἴνῳ ἑψηθέντα ἄχρι τρίτου· ἐπὶ δὲ τῆς χρείας δίδου ἀνακλύζεσθαι.

Chapter 67

(70) διαμασώμενα δὲ καὶ δηχθέντα τῷ πεπονθότι ὀδόντι ὠφελεῖν πέφυκεν λευκακάνθης ῥίζα, κηκῖδος τὸ ἐντός, πυρέθρου ῥίζα. ὠφελήσεις δὲ ὀδονταλγίας ἐνεργῶς τρυγόνος θαλασσίας κέντρου τῷ ἄκρῳ παρατρίβων τὸν ἀλγοῦντα ὀδόντα· σήπεται δὲ τὸ πεπονθὸς μέρος τοῦ ὀδόντος. ἔνιοι δὲ ἐπὶ καλαμίδι ἐγκρύπτοντες αὐτὸ οὕτως χρῶνται, ὑπολαμβάνοντες συμβάλλεσθαι καὶ τοῦτο πρὸς ἀπονίαν.

Chapter 68

(71) εἰς δὲ τὸ βρῶμα ἐντιθέμενα ἢ περιπλασσόμενα τῷ ὀδόντι ὠφελεῖ τοὺς ὀδονταλγοῦντας — ἔνια δὲ θρύπτει ἢ σήπει —· ἀμόργη ἡψημένη 〈μετ’〉 ἐλαίου ὀμφακίνου, ἄχρι ἂν γένηται μελιτώδης· αὕτη καὶ περιχριομένου τοῦ ὀδόντος ἐκτινάσσει· βατραχίου ῥίζα ὁμοίως σκευασθεῖσα θρύπτει· ἀμπέλου δάκρυον ἐντιθέμενον μετ’ ὀποπάνακος καὶ σιλφίου, ἄσφαλτος ὑγρὰ σὺν νίτρῳ περιπλασθεῖσα·

πύρεθρον ταριχευθὲν σὺν ὄξει ἐπὶ ἡμέρας μ′, ἐλαίας Αἰθιοπικῆς δάκρυον, ῥοῦ [τοῦ] βυρσοδεψικοῦ δάκρυον, ὀπὸς συκῆς ἀγρίας καὶ ἡμέρου, τιθυμάλλου ὀπός· ἄνωθεν δὲ κηρὸν ἐπιτίθει πρὸς τὸ φράσόεσθαι τὸ βρῶμα. χαλβάνη καὶ περιπλάσσεται, κεδρία καὶ θραύει τὸν ὀδόντα, κηκῖδος τὸ μέσον, μόρων τῆς ῥίζης ὀπός· ὀπὸς σιλφίου σὺν σαρκὶ σταφίδος καὶ περιπλάσσεται ἢ σὺν ῥητίνῃ ἢ σὺν κηρῷ, σὺν δὲ θείῳ καὶ λιβανωτῷ ἐν ὀθονίῳ ἔγχριστος περιτίθεται·

ὀποπάναξ ὁμοίως ἐπιτηδευθεὶς σὺν σανδαράκῃ, σῶρι Αἰγύπτιον ῥητίνῃ ἀναλημφθέν, σαύρας ἧπαρ ἐντεθέν, πευκεδάνου ὀπὸς ἢ θεῖον 〈ἄπυρον〉 ἢ κηκὶς λεία μετὰ λυκίου περιπλαττόμενα μετὰ τὴν κάθαρσιν, ἢ πέπερι καὶ κρόκος ῥητίνῃ τερμινθίνῃ ἀναλημφθέντα· ἢ ὄφεως γῆρας καύσας καὶ τρίψας μετ’ ἐλαίου περίχριε γλοιώδη 〈ποιῶν〉, περιχαράξας πρότερον·

ἢ κάρδαμον καὶ νᾶπυ ἔμπλασσε, ἢ στυπτηρίαν μετὰ μέλιτος φορίμην ἑψήσας διάτριβε τὸν ὀδόντα, ἢ ὄφεως γῆρας ἐπιτίθει, ἢ κηκῖδα λείαν καὶ σμύρναν ἑψήσας μετὰ μέλιτος ἐντίθει, ἢ ἄσφαλτον, πίσσαν, στυπτηρίαν, 〈μαστίχην〉 Χίαν, κεδρίαν ὁμοίως, χαλβάνην, πέπερι, κόκκον Κνίδιον· ἢ βατράχου ἧπαρ καὶ ῥοῦν βυρσοδεψικὴν ἑψήσας ἐν ὕδατι μέχρι τοῦ πάχος ἔχειν 〈μέλιτος〉, εἶτ’ [ἐν]ἀπορρίψας τὰ σκύβαλα τὸ ἀπόθλιμμα ἕψε, ἕως ἐμπλαστρῶδες γένηται, καὶ ἐντίθει· ἢ πρόπολιν μαλάξας περίπλασσε.

Chapter 69

(72) εἰς δὲ τὸ ἀντικείμενον οὖς τοῦ ἀλγοῦντος ὀδόντος ἐνστάζεται ἀσφοδέλου χυλός, καρδάμου χλωροῦ χυλός, κισσοῦ τοῦ χρυσοκορύμβου σφαιρία ε′ θλασθέντα καὶ σὺν ῥοδίνῳ ἐν σιδίῳ ῥοᾶς θερμανθέντα, σεύτλου χυλὸς μετὰ κυμίνου κόκκων γ′, ὄφεως γῆρας θλασθὲν καὶ μετὰ ῥοδίνου ἑψηθέν. εἰς δὲ τὸν ἀντικείμενον μυξωτῆρα ἐνστάζεται ὠφελίμως ἀναγαλλίδος χύλισμα. περιαπτομένη δὲ ὀδόντος πόνον ἱστορεῖται παύειν λεπιδίου ῥίζα.

Chapter 70

(73) ἀρεῖς δὲ ἀπόνως, ἂν περιχαράξας περιπλάσῃς θείῳ, ἢ μολύβδαιναν λείαν κηρῷ ἀναλημφθεῖσαν παρεμπλάσῃς, ἢ πύρεθρον ὄξει ταριχεύσας ἐπὶ ἡμέρας μ′ περιπλάσῃς, κηρῷ τοὺς…

Chapter 71

(74)…

The complete text is available when the reading interface loads.