De materia medica
- Authority group
- Dioscorides Pedanius (catalogue association; authorship remains anonymous)
- Edition reference
- De materia medica (recensiones e codd. Vindob. med. gr. 1 + suppl. gr. 28; Laur. 73, 41 + 73, 16 + Vind. 93), ed. Wellmann, op. cit., vols. 1–2 (1:1907; 2:1906; repr. 1958) 311–314, 316–318, 320–322, 324, 326–329, 331–335, 337–339.
- CTS identifier
urn:cts:greekLit:tlg0656.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
26
καὶ εὔθλαστοι, διὸ καὶ τοὺς πολλοὺς πλανῶσιν. εἰς δὲ τὴν
ἰατρικὴν χρῆσιν ἄριστος ὁ πρόσφατος, εὔχρους, ὀλίγον ἔχων
λευκόν, ὑπομήκης, ὁλόκληρος, πλήρης, ἀλιπής, εὔπνους, ἔν τε
τῇ διέσει τὰς χεῖρας βάπτων, οὐκ εὐρωτιῶν, ὑπόδριμυς· ὁ γὰρ
μὴ τοιοῦτος ἢ ἄωρος ἢ παλαιός ἐστιν ἢ ἀποβεβρεγμένος. δο-
λοῦται δὲ μειγνυμένου κροκομάγματος ἢ δι' ἑψήματος ὑπαλειφό-
μενος συντετριμμένης εἰς τὸ βαρυσταθμῆσαι λιθαργύρου ἢ μο-
λυβδαίνης· ἐλέγχεται δὲ τῷ κονιορτῶδες ὑπάρχειν ἢ ἑψήματος
ὀδωδὴν ἢ καὶ δυσώδη 〈τετυχη〉κέναι καὶ μὴ εἰλικρινῆ προσ-
βάλλειν τὴν εὐωδίαν. <Θεσσαλὸς> μὲν οὖν φησιν μόνον εὐώδη
αὐτόν· οἱ δὲ καὶ θανάσιμον, εἴ τις πιεῖν διδῷ αὐτοῦ τρεῖς
δραχμὰς μεθ' ὕδατος. κατὰ δὲ τὸ ἀληθὲς διουρητικός ἐστιν
καὶ ἠρέμα παραστύφων, διὸ καὶ πρὸς ἐρυσιπέλατα ποιεῖ περι-
χριόμενος μεθ' ὕδατος καὶ πρὸς ῥευματισμὸν ὀφθαλμῶν καὶ
ὤτων καὶ τῶν ὁμοίων μετὰ γάλακτος. συμπλέκεται δὲ κολλυ-
ρίοις ὠτικοῖς, στοματικοῖς. ἔστι δὲ καὶ ἀκραίπαλος. ἡ δὲ ῥίζα
τῆς φερούσης αὐτὸν πόας μετὰ γλυκέος πινομένη οὖρα κινεῖ.
28
C: Ἑλένιον· οἱ δὲ σύμφυτον ἄγριον, οἱ δὲ Περσικήν, οἱ
δὲ Μηδικήν, οἱ δὲ Ὀρέστιον, οἱ δὲ νεκταρέαν, οἱ δὲ κλεωναίαν,
οἱ δὲ βάτον Ἰδαίαν, οἱ δὲ φλόμον Ἰδαῖον, Ῥωμαῖοι τερμινάλιουμ,
οἱ δὲ ἴνουλα Καμπάνα, Αἰγύπτιοι ληνίς.
N: Ἑλένιον· οἱ δὲ ξυλοφόρον, οἱ δὲ σύμφυτον, Ῥωμαῖοι
ἴνουλα Καμπάνα. καυλὸν ἀνίησιν δασύν, διπηχυαῖον καὶ μεί-
ζονα, γωνιοειδῆ, περὶ ὃν οὐκ ἐκ μεγάλων διαστημάτων τὰ φύλλα
δασέα, ὑπομήκη, πρὸς τὰ τοῦ βουγλώσσου. ἔχει δὲ καὶ παρὰ
τὰς γωνίας ὁ καυλὸς ἐξοχάς τινας παρατεταμένας φύλλων προσ-
τύπων ἀφ' ἑκάστης πασχάλης, ἄνθη μήλινα καὶ καρπὸν ἐν αὐ-
τοῖς ὡς φλόμου κατὰ τὴν προσαφὴν κνησμὸν ἐμποιοῦντα. ῥίζαι
δ' ὕπεισιν εὐώδεις, ὑποδριμεῖαι, κιρραί, εὐαφεῖς εἰς τὴν φύ-
τευσιν, τὴν μὲν ἐπιφάνειαν μέλαιναι, ἔνδοθεν 〈δὲ〉 λευκαί,
γλίσχραι, ὧν καὶ ἡ χρῆσις. γεννᾶται δὲ ἐν ὀρεινοῖς κτλ.
75
RV: ἄρκευθος· οἱ δὲ ἀρκευθίδα, οἱ δὲ Μνησίθεος, οἱ
δὲ ἀκακαλλίδα, Ἄφροι ζουορρινσοιπέτ, Αἰγύπτιοι λιβιούμ, Ῥω-
μαῖοι ζουνιπέρουμ, Γάλλοι ἰουπικέλλους. ἔστιν ἀρκευθὶς ἡ μὲν
μικρὰ ἡ δὲ μεγάλη· δριμεῖαι δὲ ἀμφότεραι, διουρητικαί, πυρω-
τικαί, θυμιώμεναι θηρία διώκουσιν. ὁ δὲ καρπὸς αὐτῶν εὐ-
ώδης, γλυκύς, θερμαντικός, διουρητικός. παραλαμβάνεται δὲ
πρὸς παλαιὰς βῆχας, πνευματώσεις· ὀνομάζεται δὲ ἀρκευθίς.
φύλλα δ' ἔχει δριμέα, διὸ [καὶ] καταπλασσόμενα καὶ πινόμενα
καὶ αὐτὰ καὶ ὁ χυλὸς αὐτῶν μετ' οἴνου ποιεῖ πρὸς ἐχιοδήκτους.
ὁ δὲ φλοιὸς καυθεὶς καὶ μετὰ ὕδατος καταχρισθεὶς λέπρας
ἀφίστησι. τὸ δὲ ῥίνημα τοῦ ξύλου ποθὲν ἀναιρεῖ.
[ἀρκευθὶς μεγάλη· οἱ δὲ κυπάρισσος ἀγρία, οἱ δὲ Μνησί-
θεος, οἱ δὲ ἀκακαλλίδα, Ῥωμαῖοι ζουνιπέρουμ. ἔστι καὶ αὕτη
γνώριμος τοῖς πλείστοις, ἐμφερὴς κυπαρίσσῳ, γεννωμένη ἐν
τραχέσι καὶ παραθαλασσίοις τόποις ὡς ἐπὶ τὸ πλεῖστον. δύνα-
μιν δὲ ἔχει τὴν αὐτὴν τῷ προειρημένῳ.]
76
RV: βράθυ· οἱ δὲ βόρατον, Ῥωμαῖοι ἕρβα Σαβίνα. δισ-
σόν· τὸ μὲν κόμην ἔχει ὡς μυρίκη, τὸ δὲ ὡς κυπαρίσσου, βο-
στρυχωδέστερον δέ ἐστι τοῖς φύλλοις καὶ ἀκανθωδέστερον, δριμύ,
πυρωτικόν· διόπερ ῥήσσει τὰ νεμόμενα. σὺν οἴνῳ 〈δὲ〉 ποθὲν
ἢ προστεθὲν ἢ ὑποθυμιαθὲν ἔμβρυα κατασπᾷ καὶ δι' οὔρων
αἷμα ἄγει.
90
RV: ῥάμνος· οἱ δὲ Περσεφόνιον, οἱ δὲ λευκάκανθα, Ῥω-
μαῖοι σπίνα ἄλβα, οἱ δὲ σπίνα κερβάλις, Ἄφροι ἀταδίμ. θά-
μνος ἐστὶν ὀρθός, ἔχων ῥάβδους καὶ ἀκάνθας ὥσπερ ὀξυάκανθα,
φύλλα μακρά, ὑπομήκη, ὑπολίπαρα, μαλακά. ἔστι δὲ καὶ ἑτέρα
λευκοτέρα καὶ τὰς ῥάβδους 〈ἔχουσα〉 μακροτέρας μὲν καὶ ἀκαν-
θώδεις, ἧττον δὲ στερεάς, τὸν δὲ καρπὸν λευκόν, κοινῶς λεπτόν,
θυλακώδη. φύονται δὲ περὶ φραγμοῖς. τὰ δὲ φύλλα αὐτῶν
λέγεται ποιεῖν καταπλασσόμενα πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας.
91
RV: ἅλιμος· οἱ δὲ δαμασώνιον, οἱ δὲ ἐρυμ〈άτι〉ον, οἱ
δὲ Βρεττανική, οἱ δὲ ῥαβδίον, οἱ δὲ βασίλειον, προφῆται Ἑρμοῦ
βάσις, ὁμοίως ἁψίς, οἱ δὲ Ὀσίριδος διάδημα, οἱ δὲ ἡλίου στέ-
φανος, οἱ δὲ ἱερὸς καλός, Πυθαγόρας ἀνθηρός, Αἰγύπτιοι
ἀσφοιί, οἱ δὲ ἀσοντηρί, οἱ δὲ ἀσελλοηρί, οἱ δὲ ἀσαραφί, Ῥω-
μαῖοι ἀλβούκιουμ, οἱ δὲ ἀμπουλλάκιαμ. θάμνος ἐστὶ φραγμίτης,
ῥάμνῳ παραπλήσιος, οὐ μὴν ἀκανθώδης, ὑπόλευκος, ὅ τε σύμ-
πας καὶ τὰ φύλλα καθάπερ ἐλαίας, πλατύτερα μέντοι καὶ ἁπα-
λώτερα. γεννᾶται δὲ κατὰ τὸ πλεῖστον ἐν παραθαλαττίοις τό-
ποις καὶ φραγμοῖς. καὶ τὰ φύλλα μὲν ἐσθίεται, τῆς δὲ ῥίζης
δραχμὴ μία μετὰ μελικράτου ποιεῖ πρὸς σπάσματα καὶ ῥήγματα
καὶ στρόφους.
97
RV: ὑποκισθίς· οἱ δὲ ὑποκυσθίν, οἱ δὲ ὀρόβηθρον, οἱ
δὲ θορύβηθρον, οἱ δὲ κύτινος, οἱ δὲ λεοντιάς, οἱ δὲ Διονυσιάς,
οἱ δὲ θύρσιον.
ὑποκισθίς ἑτέρα· οἱ δὲ αἰείβιον, οἱ δὲ κύτινον ἄφυλλον, οἱ
δὲ θύρσιον, οἱ δὲ θορύβηθρον, οἱ δὲ καὶ ὀρόβηθρον, Ἄφροι
βιλλεσαδέ.
99
RV: ῥόδον ἢ ῥόδα, Ῥωμαῖοι ῥόσα.
103
RV: ἄγνος· οἱ δὲ ἄγονον, οἱ δὲ λύγον, οἱ δὲ ἀμικτο-
μίαινον, οἱ δὲ τριδάκτυλον, προφῆται σεμνόν, οἱ δὲ αἷμα ἴβεως,
Αἰγύπτιοι σούμ, Ῥωμαῖοι σάλιξ μαρίνα, οἱ δὲ πίπερ ἀγρέστε, οἱ
δὲ λουκρίφικουμ. ὠνόμασται μέντοι ἄγνος διὰ τὸ ὑποστρών-
νυσθαι αὐτὴν τὰς ἐν τοῖς Θεσμοφορίοις ἁγνευούσας ἢ διὰ τὸ πι-
νόμενον, ὡς λέγουσιν, τὸ σπέρμα ἐπὶ συνουσίαν ὁρμὰς ὑπεκλύειν·
καλεῖται δὲ οὕτως διὰ τὸ εὐλόγιστον. θάμνος δέ ἐστιν δεν-
δρώδης, φυόμενος παρὰ ποταμοῖς καὶ πεδίοις ἐφύδροις, ῥάβ-
δους ἔχων μακράς, δυσθραύστους, φύλλα μείζονα τῶν ἐλαίας
καὶ ἁπαλώτερα. τὸ δὲ ἄνθος 〈ἡ〉 μὲν πορφυροῦν, ἡ δὲ λευκὸν
ἐν τῷ πορφυρίζοντι, σπέρμα δὲ ὡς πέπερι καὶ τῇ δυνάμει θερ-
μαντικόν· διὸ καὶ θηριοδήκτοις μεμαρτύρηται βοηθεῖν καὶ ὑδρω-
πικοῖς καὶ χρονίως ἐπεχομένοις τὰ ἔμμηνα· κατασπᾷ δὲ καὶ
γάλα δραχμὴ ποθεῖσα σὺν οἴνῳ. τὸ δὲ ἀφέψημα πρὸς τὰ περὶ
ὑστέραν 〈εἰς〉 ἐγκαθίσματα, πρὸς δὲ τὰς ἐν δακτυλίῳ ῥαγάδας
καὶ σκληρίας διδύμων δι' ὕδατος ἐπιπλάσσεται. 〈καὶ〉 τὰ φύλλα
δὲ ὑποθυμιώμενα θηρία διώκει, καὶ [τοῖς] πρὸς κεφαλαλγίαν αὐ-
τὴν ποιεῖν λέγουσιν· οὐ προσεκτέον· καρώδης γάρ ἐστιν. δοκεῖ
δὲ κωλυτήριον ἐν ὁδοιπορίᾳ παρατριμμάτων εἶναι ἐν χειρὶ
ῥαβδίον κατεχόμενον.
2
96
RV: χόνδρος· οἱ δὲ δίκοκκον, οἱ δὲ ζέαν καλοῦσιν, Ῥω-
μαῖοι φάρρεμ.
97
RV: κέγχρος· Ῥωμαῖοι μίλεουμ.
98
RV: ἔλυμος· οἱ δὲ μελίβιον, οἱ δὲ μελίνην, Ῥωμαῖοι
πάνικουμ.
100
RV: αἶρα· οἱ δὲ θύαρος, Ῥωμαῖοι λόλλιουμ.
102
RV: τῆλις· οἱ δὲ [τῆλις] κάρφος, οἱ δὲ βούκερας, οἱ
δὲ αἰγόκερας, οἱ δὲ κεραῖτις, οἱ δὲ λωτόν, Ῥωμαῖοι φαίνου〈μ〉
γραίκου〈μ〉, Αἰγύπτιοι ἴτασιν, Ἄφροι τιτλώ.
103
RV: λίνον· οἱ δὲ λινοκάλαμις, οἱ δὲ αἴλινον, οἱ δὲ
λίνον ἄγριον, Ῥωμαῖοι λίνουμ ῥούστικουμ, οἱ δὲ λίνουμ ἀγρέ-
στεμ, Ἄφροι ζεραφοίστ.
104
RV: ἐρέβινθος· Ῥωμαῖοι κίκερ.
105
RV: κύαμος· Ῥωμαῖοι φάβα.
107
RV: φακός· Ῥωμαῖοι λέντεμ, οἱ δὲ λεντίκλαμ.
108
RV: ὄροβος· Ῥωμαῖοι ἔρβου〈μ〉.
109
RV: θέρμος ἥμερος· Ῥωμαῖοι λουππίνουμ, Αἰγύπτιοι
βρεχού.
RV: θέρμος ἄγριος· Ῥωμαῖοι λουππίνουμ ἀγρέστεμ.
110
RV: γογγύλη· οἱ δὲ γογγυλίδα, οἱ δὲ γορσόσιον, Ῥω-
μαῖοι ῥάπαμ.
112
RV: ῥάφανος κηπαία· οἱ δὲ πολύειδος ἠρυγγίου, Ῥω-
μαῖοι ῥάδιξ νόστρα, Ἄφροι θορφάθ.
114
RV: λάπαθον, Ῥωμαῖοι ῥούμηξ, προφῆται αἷμα Τυ-
φῶνος, Αἰγύπτιοι ἐπτίς· γνώριμον, κοιλίας μαλακτικὸν ἑψηθέν.
ὠμὸν δὲ καταπλασσόμενον μελικηρίδας σὺν χρόνῳ διαφορεῖ.
ὀξυλάπαθον τὸ μέγα· οἱ δὲ σύμφυτον, οἱ δὲ φλόμος Ἰου-
δαία, οἱ δὲ σατύριον, Ῥωμαῖοι ῥουμίκουλα, οἱ δὲ ῥούμηξ ἄκι-
δους, οἱ δὲ ῥούμηξ κανθηρίνους, Αἰγύπτιοι σεμίθ, Ἄφροι
ἀμουτίμ.
ὀξυλάπαθον τὸ μικρόν· οἱ δὲ ὀξαλίδα, Ῥωμαῖοι ῥουμιγά-
στρουμ, Ἄφροι ἀμουζεγαράφ. τὸ δὲ ὀξυλάπαθον, φυόμενον ἐν
ἕλεσι, σκληρόν, ἄποξυ κτλ.
115
RV: ἱππολάπαθον· οἱ δὲ λάπαθον ἄγριον, Ῥωμαῖοι
ῥούμηξ ῥούστικα· λάπαθόν ἐστι μέγα ἐν ἕλεσι γεννώμενον καὶ
κατὰ πάντα ὅμοιον καὶ τῇ δυνάμει τῷ μικρῷ λαπάθῳ. ἑψηθὲν
δὲ καὶ βρωθὲν κοιλίαν μαλάσσει, ὠμὸν δὲ καταπλασσόμενον
μελικηρίδας σὺν χρόνῳ διαφορεῖ. αἱ δὲ ῥίζαι αὐτῶν ἑφθαὶ σὺν
ὄξει καὶ ὠμαὶ καταπλασθεῖσαι θεραπεύουσι λέπρας, λειχῆνας,
ὄνυχας λεπρούς· δεῖ δὲ προανατρίβειν τὸν τόπον ὄξει. πραύνει
δὲ καὶ κνησμοὺς τὸ ἀφέψημα αὐτῶν περιαντλούμενον. παρηγο-
ροῦσι δὲ καὶ ὀδονταλγίας ἐν οἴνῳ ἑψηθεῖσαι καὶ διακλυζόμεναι.
διαφοροῦσι δὲ καὶ χοιράδας καὶ παρωτίδας ἑφθαὶ σὺν οἴνῳ
καταπλασθεῖσαι, σπλῆνας δὲ σὺν ὄξει. καὶ ἐνδέσματι δέ τινες
χρῶνται τῇ ῥίζῃ πρὸς χοιράδας καὶ περιάπτουσι τῷ τραχήλῳ.
ἱστᾶσι δὲ καὶ ῥοῦν γυναικεῖον λεῖαι προστεθεῖσαι, ἀφεψηθεῖσαι
δὲ ἐν οἴνῳ καὶ πινόμεναι ἰκτέρους ἀποκαθαίρουσιν καὶ λίθους
τοὺς ἐν κύστει θρύπτουσιν ἔμμηνά τε ἄγουσι καὶ σκορπιο-
πλήκτοις βοηθοῦσιν.
116
RV: λαμψάνη· Ῥωμαῖοι ναπίκιουμ, Αἰγύπτιοι εὐθμοί.
117
RV: βλίτον· Αἰγύπτιοι ἐχλωτοριπλάμ, οἱ δὲ ῥιπλάν,
Ῥωμαῖοι βλίτουμ, Δάκοι βλίς.
118
RV: μαλάχη κηπαία· Ῥωμαῖοι μάλβα ὁρτένσε, Πυθα-
γόρας ἀνάθεμα, Ζωροάστρης διάδεσμα, Αἰγύπτιοι χωκόρτην,
προφῆται αἰγὸς σπλήν, οἱ δὲ οὐρὰ μυός.
μαλάχη ἀγρία χερσαία· οἱ δὲ στρεμφύλλιον, Ῥωμαῖοι μάλβα
ῥούστικα, Ἄφροι βοιββά.
119
RV: ἀνδράφαξις· οἱ δὲ ἀνδραφάξ, οἱ δὲ χρυσολάχανον
Ῥωμαῖοι ἀτρίπλικεμ, Αἰγύπτιοι ὠχεί.
120
RV: κράμβη ἥμερος· οἱ δὲ κράμβη κηπαία, Ῥωμαῖοι
βράσσικα.
121
RV: κράμβη ἀγρία· Ῥωμαῖοι βράσσικα ῥούστικα.
122
RV: κράμβη θαλασσία· οἱ δὲ θαλασσοκράμβην καλοῦ-
σιν, Ῥωμαῖοι κολίκλουμ μαρίνουμ.
123
RV: σεῦτλον μέλαν ἄγριον· Ῥωμαῖοι βῆτα σιλβάτικα.
124
RV: ἀνδράχνη ἀγρία· οἱ δὲ ἀείζων ἄγριον, οἱ δὲ τηλέ-
φιον, Ῥωμαῖοι ἐλέκεβραμ, οἱ δὲ πορτούλακαμ, Ἄφροι μοιμμοίμ,
Δάκοι λάξ, Αἰγύπτιοι μοχμουτίμ. ἔχει δὲ αὕτη πλατύτερα
〈τὰ〉 φυλλάρια πρὸς τὰ τῆς ἀνδράχνης καὶ δασέα· φύεται ἐν πε-
τρώδεσι τόποις. δύναμιν δὲ ἔχει θερμαντικήν, δριμεῖαν, ἑλκω-
τικήν, χοιράδων διαφορητικὴν σὺν ὀξυγγίῳ καταπλαττομένη.
125
RV: μύαγρον ἢ ἀσπάραγον ἄγριον, οἱ δὲ πετραῖον,
οἱ δὲ μελάμπυρον, οἱ δὲ μυόθηρον, οἱ δὲ μυάγραν, Ῥωμαῖοι
σπάραγουμ.
126
RV: ἀρνόγλωσσον· οἱ δὲ ἄρνειον, οἱ δὲ προβάτειον,
οἱ δὲ κυνόγλωσσον, οἱ δὲ ἑπτάπλευρον, οἱ δὲ πολύνευρον, προ-
φῆται οὐρὰ ἰχνεύμονας, Αἰγύπτιοι ἀσοήθ, Ῥωμαῖοι πλαντάγω
μίνορ, Γάλλοι ταρβηλοθάδιον, Σπάνοι θισάρικαμ, Ἄφροι
ἀστιρκόκ.
127
RV: σίον τὸ ἐν ὕδασιν· οἱ δὲ ἀναγαλλὶς ἔνυδρος, οἱ
δὲ σχοῖνος ἀρωματική, οἱ δὲ δωρώνιον, Ῥωμαῖοι λάουερεμ.
128
RV: σισύμβριον ἕτερον· οἱ δὲ καρδαμίνην, οἱ δὲ καὶ
τοῦτο σίον καλοῦσιν.
130
RV: κορωνόπους· οἱ δὲ Ἄμμωνος 〈κέρας〉, οἱ δὲ
ἀστ〈έ〉ριον, Ἄφροι ἀτιρσιττή, Ῥωμαῖοι, κα〈λ〉κιάτρικεμ, οἱ δὲ
στιλλάγω, οἱ δὲ σαγγουινάριαμ.
131
RV: σόγκος τραχύς· οἱ δὲ κικώριον 〈ἄρρεν〉, Ῥωμαῖοι
κικίρβιτα ἄσπρα, Ἄφροι γαθουονίμ.
σόγκος τρυφερός· οἱ δὲ κικώριον θῆλυ, Ῥωμαῖοι κικίρ-
βιτα〈μ〉 μόλλε〈μ〉, Ἄφροι γαθουονίμ.
132
RV: σέρις ἥμερος· οἱ δὲ πικρίδιον, Αἰγύπτιοι ἄγον,
Ῥωμαῖοι ἴντουβου〈μ〉 ἀγρέστε, οἱ δὲ κικίρβιτα ἄλβα, οἱ δὲ
ἀμαριτούδω.
σέρις ἀγρία· οἱ δὲ κικώριον, οἱ δὲ πικρίδα ἀγρίαν, Αἰγύπτιοι
ἀγονουχί, Ῥωμαῖοι κικίρβιτα〈μ〉 ἀγρέστε〈μ〉.
133
RV: χονδρίλη· οἱ δὲ καὶ τοῦτο κικώριον ἢ σερίδα κα-
λοῦσιν.
136
RV: θρίδαξ ἥμερος· Ῥωμαῖοι λακτοῦκα, Αἰγύπτιοι
ἐμβρωσί.
θρίδαξ ἀγρία· οἱ δὲ καὶ τοῦτο ἱεράκιον, προφῆται αἷμα
Τιτάνου, Ζωροάστρης φέρομβρος, Αἰγύπτιοι ἐμβρωσί, Ῥωμαῖοι
λακτοῦκαμ ἀγρέστε〈μ〉.
137
RV: γιγγίδιον· οἱ δὲ λεπίδιον, Ῥωμαῖοι βὶς ἀκούτουμ,
Αἰγύπτιοι δωρισάστρου, Σύροι ἀδοριού, Ἄφροι τιρινταί.
138
RV: σκάνδυξ· Ῥωμαῖοι ἕρβα κανάρια, οἱ δὲ ἀκίκουλαμ.
139
RV: καυκαλίς· οἱ δὲ καῦκον ἢ δαῦκον ἄγριον, οἱ δὲ
μυῖτις, Δημόκριτος βρύον, Ῥωμαῖοι πέδε〈μ〉 γαλλινάκιουμ, οἱ
δὲ πέδε〈μ〉 πούλλι, Αἰγύπτιοι σεσελίς.
140
RV: εὔζωμον· Ῥωμαῖοι ἠρούκαμ, Αἰγύπτιοι ἐθρεκιγ-
κίν, Ἄφροι ἀσουρήκ.
141
RV: ὤκιμον.
143
RV: τραγοπώγων ἢ τετραπώγων, οἱ δὲ κόμην καλοῦσιν.
147
RV: Μήδιον· οἱ δὲ Μηδική, οἱ δὲ τρίφυλλον, οἱ δὲ
κλημάτιον, οἱ δὲ ὀσμ〈ηρ〉ός, οἱ δὲ τρίγωνος, οἱ δὲ Κυβέλιον, οἱ
δὲ πολύφυλλον, Ῥωμαῖοι τριφόλλιουμ ὀδοράτουμ, Αἰγύπτιοι
ἐπαθού.
148
RV: ἀφάκη.
149
RV: πράσον κηπαῖον· οἱ δὲ κεφαλωτόν, Ῥωμαῖοι
πόρρουμ.
150
RV: λυκόσκορδον· οἱ δὲ ἀμπελόπρασον, οἱ δὲ ἀρητιάς,
οἱ δὲ ἀμακρῶτις, Ῥωμαῖοι ἀριητίλλουμ, οἱ δὲ πόρρουμ ῥούστι-
κουμ, Ἄφροι σουμαγδεβάλ.
151
RV: κρόμυον· οἱ δὲ πολύειδος, προφῆται καλαβῶτις,
Ῥωμαῖοι κήπαμ.
152
RV: σκόρδον ὁμοίως· οἱ δὲ ὑοβόσκον, οἱ δὲ ἐλαφο-
βόσκον, Ῥωμαῖοι ἄλιουμ.
RV: ὀφιόσκορδον· Ῥωμαῖοι ἄλιουμ κολοβρίνουμ, οἱ δὲ
ἄλιουμ βιπερίνουμ. τὸ δὲ ὀφιοσκόρδον καλούμενον δύναμιν
ἔχει δριμεῖαν, θερμαντικήν κτλ.
RV: ἐλαφόσκορδον· οἱ δὲ ἀγριόσκορδον, οἱ δὲ καὶ τοῦτο
ὀφιόσκορδον καλοῦσιν, Ῥωμαῖοι ἄλιουμ κερβίνουμ. φύεται ἐν
ὀρεινοῖς καὶ τραχέσιν χωρίοις, ἐμφερὲς τῷ ὀφιοσκόρδῳ. δύνα-
μιν δὲ ἔχει δριμεῖαν, θερμαντικήν, δηκτικήν, φυσώδη, κοιλίας
ταρακτικήν, ξηραντικὴν στομάχου καὶ ποιητικὴν δίψους, ἑλκω-
τικὴν τῶν ἐν τῇ ἐπιφανείᾳ σωμάτων. βιβρωσκόμενον δὲ ἕλμιν
πλατεῖαν ἐξάγει καὶ οὖρα ἄγει, ἐχεοδήκτοις τε καὶ αἱμορροοῦσιν
ὡς οὐδὲν ἕτερον ἁρμόζει, λαμβανομένου οἴνου συνεχῶς ἢ σὺν
τῷ οἴνῳ λεανθὲν καὶ ποθέν· καταπλάσσεται καὶ πρός τε ταὐτὰ
καὶ ἐπὶ τῶν λυσσοδήκτων ὠφελίμως.
153
RV: σκορδόπρασον.
154
RV: σίνηπι κηπαῖον· οἱ δὲ νᾶπυ, Ῥωμαῖοι σινᾶπε〈μ〉.
RV: σίνηπι ἄγριον ἢ καὶ σκόρδιον μέγα, οἱ δὲ ἀνδρεῖον,
Ῥωμαῖοι σινᾶπε〈μ〉 ῥούστικα〈μ〉,
155
RV: κάρδαμον· οἱ δὲ κυνοκάρδαμον, οἱ δὲ ἰβηρίς, οἱ
δὲ καρδαμίνη, Αἰγύπτιοι σεμέθ, Ῥωμαῖοι ναστούρκιουμ.
156
RV: θλάσπι· οἱ δὲ θλασπίδιον, οἱ δὲ σίνηπι Περσι-
κόν, οἱ δὲ σίνηπι ἄγριον, οἱ δὲ μυῖτιν, οἱ δὲ μυιόπτερον, οἱ
δὲ Δημοφῶν, οἱ δὲ βότρυον, Αἰγύπτιοι σουιτέμψου, Ῥωμαῖοι
σκανδουλάκιουμ, οἱ δὲ καμψέλλα, οἱ δὲ πέδε〈μ〉 γαλλινάκιουμ.
158
RV: ἐρύσιμον· οἱ δὲ χαμαίπλιον, προφῆται Ἡρακλέους
ἄλφιτα, Αἰγύπτιοι ἐρεθμού, Ῥωμαῖοι ἰριώνεμ.
163
RV: στρούθιον· οἱ δὲ κέδρον, οἱ δὲ κάθαρσις, οἱ δὲ
στρουθοκάμηλος, οἱ δὲ χαμαίρρυτον, προφῆται χαλίρρυτον, Ῥω-
μαῖοι ῥάδιξ σανάρια, οἱ δὲ ἕρβα λανάρια, Αἰγύπτιοι οἰνώ,
Ἄφροι σοιρίς.
164
RV: κυκλάμινος· οἱ δὲ κισσάνθεμον, οἱ δὲ κισσόφυλλον,
οἱ δὲ χελ〈ιδ〉όνιον, οἱ δὲ ἰχθυοθήρα, οἱ δὲ Κυλλήνη, Ζωρο-
άστρης Στυμφαλῖτις, Ὀσθάνης ἀσφώ, προφῆται μυασφώ, Αἰ-
γύπτιοι θέσκε, Ῥωμαῖοι ῥάπουμ τέρραι, οἱ δὲ οὐμβιλίκουμ
τέρραι, οἱ δὲ ῥάπουμ πορκίνουμ, οἱ δὲ οὐρσίνουμ, οἱ δὲ ἀρχαρά.
165
RV: κυκλάμινος ἑτέρα, ἣν ἔνιοι κισσάνθεμον ἢ κισσό-
φυλλον καλοῦσι.
166
RV: δρακοντία μεγάλη· οἱ δὲ ἄρον, οἱ δὲ ἴσαρον, οἱ
δὲ ἴαρον, οἱ δὲ ἱεράκιος, οἱ δὲ ἄμι ἄγριον, οἱ δὲ κύπερις, Ῥω-
μαῖοι κόλουβρουμ, οἱ δὲ μουράριαμ, οἱ δὲ σεγιτάλις, οἱ δὲ
στρουμάριαμ. φύεται ἐν συσκίοις καὶ φραγμοῖς. καυλὸν δὲ ἔχει
λεῖον ὀρθόν, ὡς διπηχυαῖον, παχὺν ὡς βακτηρίαν, ποικίλον
κατὰ τὴν χρόαν, ὡς ἐοικέναι δράκοντι, καὶ πλεονάζει μὲν ἐν
τοῖς διαπορφύροις σπίλοις· φύλλα δὲ ὡς λαπάθου, ἀντεμπλε-
κόμενα, καρπὸν δὲ ποιεῖ ἐπ' ἄκρου τοῦ καυλοῦ βοτρυοειδῆ,
σποδώδη τῷ χρώματι τὸ πρῶτον, ἐν δὲ τῷ πεπανθῆναι κροκί-
ζοντα καὶ φοινικοῦν, ῥίζαν εὐμεγέθη, στρογγύλην, λευκήν, φλοιὸν
ἔχουσαν λεπτόν. συλλέγεται δὲ καὶ χυλίζεται, ὅταν περκάζῃ,
καὶ ξηραίνεται ἐν σκιᾷ. ἡ δὲ ῥίζα ὀρύσσεται ἐν πυραμητῷ καὶ
πλυθεῖσα κατατέμνεται καὶ ἐνείρεται μὲν ἱμάντι, ξηραίνεται δὲ
ἐν σκιᾷ. θερμαντικὴ δέ ἐστι μετὰ συγκράματος. ποιεῖ δὲ ὀπτή
τε καὶ ἑφθὴ μετὰ μέλιτος ἐκλειχομένη πρὸς ὀρθοπνοικούς, ῥήγ-
ματα, σπάσματα, βῆχας, κατάρρουν. ποθεῖσα δὲ μετ' οἴνου
τὰς ἐπὶ συνουσίαν ὁρμὰς κινεῖ. καθαίρει δὲ σὺν μέλιτι λειαν-
θεῖσα καὶ ἐπιπλασθεῖσα τὰ κακοήθη τῶν ἑλκῶν καὶ φαγεδαι-
νικὰ καὶ μάλιστα μετὰ λευκῆς ἀμπέλου, καὶ κολλύρια δὲ ἐξ
αὐτῆς σὺν μέλιτι πρὸς σύριγγας ἀναπλάττεται καὶ πρὸς ἐμ-
βρύων κομιδήν· ποιεῖ δὲ καὶ πρὸς ἀλφοὺς σὺν μέλιτι κατα-
χρισθεῖσα, πολύποδας δὲ καὶ καρκινώματα δαπανᾷ. ποιεῖ δὲ
ὁ χυλὸς αὐτῆς καὶ εἰς ὀφθαλμικά, πρὸς νεφέλια, λευκώματα,
ἀχλῦς. ἡ δὲ ὀσμὴ τῆς ῥίζης καὶ τῆς πόας τῶν ἄρτι συνειλημ-
μένων φθόριόν ἐστι, καὶ τοῦ καρποῦ τριάκοντα κόκκοι ποθέντες
μετ' ὀξυκράτου. ἔνιοι δὲ τῷ χυλῷ τούτου καὶ τοὺς ὠταλγοῦν-
τας ἐνεχυμάτισαν μετὰ ἐλαίου. τὰ δὲ φύλλα ὡς στύφοντα τοῖς
νεοτρώτοις ὑπέθεσαν, ἡψημένα δὲ ἐν οἴνῳ καὶ τοῖς χίμετλα
ἔχουσι. φασὶ δὲ καὶ τοὺς διατρίψαντας αὐτὰ ταῖς χερσὶν ἢ
τὴν ῥίζαν ἀναιροῦντας ὑπὸ ἔχεως μὴ δάκνεσθαι.
167
RV: δρακοντία μικρά· οἱ δὲ ἄρον, οἱ δὲ ἀρίς, οἱ δὲ
ἔπαρσις, οἱ δὲ παρνοπόγονον, οἱ δὲ κυνό〈ζ〉ολον, οἱ δὲ φοι-
νίκεον, οἱ δὲ ὀνοκεφάλιον, οἱ δὲ ἐφιάλτιον, Αἰγύπτιοι ἐβρών,
οἱ δὲ ἐρυθμόν, Ῥωμαῖοι βῆτα λεπορίνα, Θοῦσκοι γιγάρουμ,
Ἰστριανοὶ λάγμα, Δάκοι κουριοννηκούμ, Ἄφροι ἀτειρνοιχλάμ,
Σύροι λοῦφαν.
169
RV: ἀσφόδελος· οἱ δὲ ναρθήκιον, Ῥωμαῖοι ἀλβούκιουμ,
Ἄφροι κύρα.
170
RV: βολβός.
171
RV: σκίλλα.
172
RV: Ἡράκλειον ἢ παγκράτιον· οἱ δὲ καὶ τοῦτο σκίλ-
λαν καλοῦσιν· ἑτέρα δὲ ἡ σκίλλα.
173
RV: κάππαρις· οἱ δὲ κυνόσβατον, οἱ δὲ καπρίαν, οἱ
δὲ κόρακος μῆλον, οἱ δὲ ὀφιόσκορδον, οἱ δὲ ὀφιοστάφυλον, οἱ
δὲ πετραίαν, οἱ δὲ ὁλόφυτον, οἱ δὲ ὀλιγόχλωρον, οἱ δὲ ἀκόνι-
τον, οἱ δὲ ἱππομανές, οἱ δὲ τριχομανές, προφῆται ποτέρα, οἱ
δὲ πευθήραν, οἱ δὲ καρδία λύκου, οἱ δὲ πολύειδος, οἱ δὲ ἁλό-
σκορδον, οἱ δὲ κρίνον, οἱ δὲ θλάσπι, οἱ δὲ κυνὸς ἄνθος, Ῥω-
μαῖοι σινᾶπε πέρσικουμ, οἱ δὲ ἰντοῦρις, Ἄφροι ἑρβιαραούθ.
175
RV: σέλινον ἄγριον· οἱ δὲ βατράκιον, οἱ δὲ γελωτο-
ποιός, οἱ δὲ μεθύουσα, οἱ δὲ Σαρδόνιον, οἱ δὲ ἀμέθυστον, οἱ
δὲ ὑοσέλινον, οἱ δὲ ἱπποσέλινον, Αἰγύπτιοι μεθυού, Ῥωμαῖοι
ἄπιουμ, οἱ δὲ ἄπιου〈μ〉 ἱρσού〈τουμ〉, οἱ δὲ αὐριμετέλλουμ,
Θοῦσκοι ἄπιου〈μ〉 ῥανίνου〈μ〉.
σέλινον ἄγριον ἕτερον· οἱ δὲ φρύνιον, οἱ δὲ ἀκιδωτόν, οἱ
δὲ βατράκιον, Ῥωμαῖοι ἄπιου〈μ〉 φλάου〈ουμ〉.
176
RV: ἀνεμώνη ἡ φοινικῆ· οἱ δὲ ἠνέμιον, οἱ δὲ μηκώ-
νιον ἢ μηκωνίδα, οἱ δὲ τραγόκερως, οἱ δὲ γῆς παρειάν, οἱ δὲ
βραβύλη, Ὀσθάνης βηρύλλιος, ὁμοίως ὄρνιθος κεφάλιον, Πυθα-
γόρας ἀδρακτυλίς, προφῆται κνῆκος ἀγρίᾳ, Ῥωμαῖοι Ὄρκι τού-
νικαμ, Ἄφροι χουφφοίστ.
ἀνεμώνη ἡ ἀγρία μέλαινα.
177
RV: ἀργεμώνη· οἱ δὲ οἰνώνη, οἱ δὲ ἀνθεμίς, οἱ δὲ
ὁμόνοια, οἱ δὲ ἄνθος πεδινόν, Ῥωμαῖοι λιβούρνια, οἱ δὲ κογ-
κορδιάλις, οἱ δὲ φερράρια, Γάλλοι κόρνα. ἡ ἀργεμώνη παρ-
έοικε μὲν ἀγρίᾳ μήκωνι καὶ ἀνεμώνῃ, διακρίνεται δὲ τῷ τὴν
κεφαλὴν ἔχειν ἄνωθεν ὑπόπλατυν, ἄνθη μὴ οὕτως εἶναι φοινικᾶ
καὶ ῥίζαν ἔχειν στρογγύλην, ἐξ ἧς ἀνίεται κροκίζοντα τὸν ὀπὸν
δριμύν. ποιεῖ πρὸς ἀποκάθαρσιν ἀργέμου καὶ νεφελίου, καὶ
φλεγμονὰς παρηγορεῖ τὰ φύλλα καταπλασσόμενα.
178
RV: ἀναγαλλὶς ἡ φοινικῆ· οἱ δὲ ἀερῖτις, οἱ δὲ αὐγῖτις,
οἱ δὲ σαυρῖτις, προφῆται αἷμα ὀφθαλμοῦ, οἱ δὲ χελιδόνιον,
Ῥωμαῖοι μάκια, οἱ δὲ ἀντούρα, οἱ δὲ τούρα, οἱ δὲ τουραδου-
πάγω, Θοῦσκοι μασύτιπος, Γάλλοι σαπάνα, Δάκοι κερκέρ, Ἄφροι
ἀτιρσισοεί.
ἀναγαλλὶς ἡ κυανῆ· οἱ δὲ κόρχορον, οἱ δὲ ἁλικάκκαβον, οἱ
δὲ αἴλουρον, οἱ δὲ αἰλούρου ὀφθαλμόν, οἱ δὲ ζειλίαυρος, προ-
φῆται νυκτερῖτις, οἱ δὲ πελαργῖτις, Ὀσθάνης χελιδόνιον, Αἰ-
γύπτιοι μικιεί, Ῥωμαῖοι μεκιατούρα, οἱ δὲ ἀντούρα, Θοῦσκοι
τάντουμ, Ἄφροι ἀσιρρισοεί.
179
RV: κισσός· οἱ δὲ κιθάραν, οἱ δὲ κίσσαρον, οἱ δὲ
χρυσόκαρπος, οἱ δὲ ποιητική, οἱ δὲ κορυμβήθρα, οἱ δὲ Νύσιον,
οἱ δὲ Διονύσιον, οἱ δὲ ἰθυντήριον, οἱ δὲ Περσίς, οἱ δὲ κῆμος,
οἱ δὲ ἄσπληνος, Ῥωμαῖοι σίλβαι μάτερ, οἱ δὲ ἕδεραμ, Γάλλοι
σουιβῖτις.
180
RV: χελιδόνιον μέγα· οἱ δὲ Παιονία, οἱ δὲ κραταιά,
οἱ δὲ βραχύβιος, οἱ δὲ γλαύκιος, οἱ δὲ Πανδίο〈νο〉ς ῥίζα, οἱ δὲ
Φιλομήλειον, οἱ δὲ ὀθόννιον, Ῥωμαῖοι φάβρου〈μ〉, οἱ δὲ πίου〈μ〉
φάβρου〈μ〉, Γάλλοι θώναν, Αἰγύπτιοι μοθόθ, Δάκοι κρουστάνη.
181
RV: χελιδόνιον τὸ μικρόν· οἱ δὲ πυρὸν ἄγριον ἐκάλεσαν.
184
RV: ἰσάτις· οἱ δὲ Ἄρειον, οἱ δὲ ὑσγίνη, προφῆται
ἀρούσιον, Ῥωμαῖοι ἀλούταμ.
185
RV: ἴσατις ἀγρία, οἱ δὲ ὑσγίνη μικρά, Ῥωμαῖοι ἀλού-
ταμ μινῶρεμ.
186
RV: τηλέφιον· οἱ δὲ τηλεφώνιον, οἱ δὲ ἀείζων ἄγριον,
οἱ δὲ καὶ ταύτην ἀνδράχνην ἀγρίαν καλοῦσιν, Ῥωμαῖοι ἠλεκέβραμ,
Αἰγύπτιοι ἀνώθ, Ἄφροι ἀτιρτοππουρίς.
3
2
RV: ῥᾶ· οἱ δὲ ῥῆον, οἱ δὲ ῥήαν καλοῦσιν, Ῥωμαῖοι ῥᾶ
Πόντικουμ.
3
RV: γεντιανή· οἱ δὲ κενταύρειος ῥίζα, οἱ δὲ ἀλόη Γαλ-
λική, οἱ δὲ νάρκη, οἱ δὲ Χειρώνιον, Δάρδανοι ἀλοῖτις, Ῥωμαῖοι
γεντιάνα, Θοῦσκοι κικένδα, οἱ δὲ κομιτιάλις.
4
RV: ἀριστολοχεία μακρά· οἱ δὲ μηλόκαρπον, οἱ δὲ
πύξινον, Ῥωμαῖοι ἀριστολόχιαμ.
ἀριστολοχεία στρογγύλη· οἱ δὲ ἁδρὰ ῥίζα, οἱ δὲ μηλόκαρπον,
οἱ δὲ φευξίκτερος, οἱ δὲ Ἐφεσία, οἱ δὲ ἐρεχθῖτις, οἱ δὲ πύξι-
νον, Δάρδανοι σωπῖτις, Αἰγύπτιοι σοβοέφ, Ῥωμαῖοι τέρραι μάλουμ.
5
RV: γλυκύρριζα· οἱ δὲ Ποντικὴ 〈ῥίζα〉, οἱ δὲ γλυ-
κήρατον, οἱ δὲ γλυκύφυτον, οἱ δὲ Σκύθιον, οἱ δὲ ἄδιψον, οἱ δὲ
σύμφυτον, οἱ δὲ λεοντίδα, οἱ δὲ κόλυθρα, οἱ δὲ † λιβυεστασο,
οἱ δὲ ὤμοιν, οἱ δὲ πέενθα, οἱ δὲ σεμεθεώρ, Ῥωμαῖοι δουλκιράδιξ.
6
RV: κενταύρειον τὸ μέγα· οἱ δὲ νάρκην καλοῦσιν, οἱ
δὲ λιμνήσιον, οἱ δὲ Μαρώνιον, οἱ δὲ Πελεθρονιάς, οἱ δὲ χει-
ρωνιάς, οἱ δὲ λίμνηστις, προφῆται αἷμα Ἡρακλέους, Ῥωμαῖοι
φέλ τέρραι, οἱ δὲ οὐ〈ερ〉νίφερα.
7
RV: κενταύρειον τὸ μικρόν· οἱ δὲ λιμνήσιον, οἱ δὲ
ἐλλεβορίτης, οἱ δὲ ἀμάραντον, προφῆται αἷμα Ἡρακλέους,
Ῥωμαῖοι φεβριφούγιαμ, οἱ δὲ ἕρβα μουλτιράδιξ, Δάκοι τούλ-
βηλα.
8
RV: χαμαιλέων λευκός· οἱ δὲ χρυσίσκηπτρον, οἱ δὲ
ἰξίαν, Ῥωμαῖοι κάρδους οὐαριάνους, οἱ δὲ σπίνεα κάρδους, οἱ
δὲ λάκτεα κάρδους, Αἰγύπτιοι ἐφθήρ, οἱ δὲ ἐφεοσεχίν.
9
RV: χαμαιλέων μέλας· οἱ δὲ πάγκαρπος, οἱ δὲ οὐλο-
φόνον, οἱ δὲ ἰξίαν, οἱ δὲ κυνόμαζον, οἱ δὲ ὠκιμοειδές, οἱ δὲ
Κνίδιος κόκκος, οἱ δὲ κυνόζολον, οἱ δὲ ὀζύα, Ῥωμαῖοι κάρδους
νίγρα, οἱ δὲ οὐερνιλάγω, οἱ δὲ οὐστιλάγω, Αἰγύπτιοι σοβέλ.
10
RV: κροκοδειλέα ἢ κροκοδείλεον.
11
RV: δίψακον· οἱ δὲ κροκοδείλιον, οἱ δὲ χαμαιλέων,
οἱ δὲ ὀνοκάρδιον, οἱ δὲ Ἀφροδίτης λουτρόν, Ῥωμαῖοι λάβρουμ
Βένερις, οἱ δὲ κάρδουμ Βένερις, οἱ δὲ κόνχα Βένερις, οἱ δὲ
κίκερ ῥούστικουμ, οἱ δὲ σεντίκλουμ, οἱ δὲ μούρρα Διάνε, οἱ
δὲ οἰτίσκα, Αἰγύπτιοι σεμεώρ, οἱ δὲ χήρ, οἱ δὲ εἰμέλητα, Δάκοι
σκιάρη, Ὀσθάνης χέρβαθε.
12
RV: ἄκανθα λευκή· οἱ δὲ ἀγριοκινάραν, οἱ δὲ δονα-
κῖτις, οἱ δὲ ἐρυσίσκηπτρον, Ῥωμαῖοι σπίνα ἄλβα, οἱ δὲ ῥήγια,
οἱ δὲ κάρδους ῥαμπτάρια.
13
RV: ἄκανθα Ἀραβική· οἱ δὲ ἀκανθίς, Ῥωμαῖοι σπίνα.
14
RV: σκόλυμος· οἱ δὲ φέρ〈β〉ουσα, οἱ δὲ πυράκανθα,
Ῥωμαῖοι τρίβουλου〈μ〉, Αἰγύπτιοι κνούς.
16
ἀκάνθιον· οἱ δὲ ἀκανθίς, Ῥωμαῖοι σπίνα.
17
RV: ἄκανθα· οἱ δὲ ἑρπάκανθα, οἱ δὲ μελάμφυλλον,
οἱ δὲ παιδέρωτα, Ῥωμαῖοι ἄκανθους τοπιάρια, οἱ δὲ μαρμορά-
ρια, οἱ δὲ κρεπ〈ίδ〉ουλα.
RV: ἄκανθος ἀγρία· Ῥωμαῖοι σπίνα ἀγρέστις.
19
RV: λευκάκανθα· οἱ δὲ πολυγόνατον, οἱ δὲ φύλλον,
οἱ δὲ ἰσχιάδα καλοῦσιν, Ῥωμαῖοι γενικουλάτα κάρδους, Θοῦσκοι
σπίνα ἄλβα.
21
RV: ἠρύγγιον· οἱ δὲ ἐρύγγιον, οἱ δὲ ἠρύγγην, οἱ δὲ
Γοργόνιον, οἱ δὲ ἐρυγηρίς, οἱ δὲ κάρυον, οἱ δὲ ὄργανον χλούνιον,
οἱ δὲ ἕρμ〈α〉ιον, οἱ δὲ μυράκανθον, οἱ δὲ μῶλυ, Αἰγύπτιοι κρό-
βισος, προφῆται ἱμερτός, οἱ δὲ τραυλίζων, Ῥωμαῖοι καπίτου-
λουμ κάρδους, οἱ δὲ κάρδους τέρραι, οἱ δὲ Μουσάρουμ κάρ-
δους, οἱ δὲ ἰρουνδινίνα κάρδους, οἱ δὲ κάρδους ἄλβους, Δάκοι
σικουπνούξ, Σπάνοι κεντουμκάπιτα, οἱ δὲ ἐσκάρια, οἱ δὲ † λεβεν-
νάτα, Ἄφροι χέρδαν, οἱ δὲ χίδα.
22
RV: ἀλόη· οἱ δὲ ἀμφίβιον, οἱ δὲ ἠρύγγιον, οἱ δὲ ἕρ-
μ〈α〉ιον, οἱ δὲ τραγόκερως, Ῥωμαῖοι ἀλόαμ [παρὰ βαρβάροις ἀλοέ].
23
RV: ἀψίνθιον βαθύπικρον· Αἰγύπτιοι σομί, Ῥωμαῖοι
ἀψίνθιουμ ῥούστικουμ.
RV: ἀψίνθιον θαλάσσιον· οἱ δὲ σαντονικὸν καλοῦσιν, οἱ
δὲ σέριφον, Ῥωμαῖοι σαντονίκουμ.
24
RV: ἁβρότονον· οἱ δὲ ἀβούτονον, οἱ δὲ ἀψίνθιον, οἱ δὲ
Ἡράκλειον, οἱ δὲ 〈γλυκὺν〉 ἀγκῶνα, οἱ δὲ ἀπόγαλον, οἱ δὲ μή-
ρυκον, οἱ δὲ χολοποιόν, οἱ δὲ θηλυφθόριον, οἱ δὲ ἀψινθιό-
μηνον, οἱ δὲ προκάμπυλον, προφῆται νεῦρα φοίνικος, οἱ δὲ
κυναγχῖτις, Ῥωμαῖοι ἀψίνθιουμ Πόντικουμ.
25
RV: ὕσσωπον· Ῥωμαῖοι ὑσσώπουμ, οἱ δὲ λάτερ, οἱ δὲ
κάσιαμ, Αἰγύπτιοι σαέμ.
26
RV: στοιχάς· οἱ δὲ συγκλίνωπα, οἱ δὲ Ἀλκιβιάδειον, οἱ
δὲ παγκράτιον, οἱ δὲ Τυφωνία, Αἰγύπτιοι σουφλώ, προφῆται
ὀφθαλμὸς Πύθωνος, Ῥωμαῖοι σκίλλα ῥούβιδα.
27
RV: ὀρίγανος Ἡρακλεωτική· οἱ δὲ κονίλην καλοῦσιν,
Ῥωμαῖοι κούνουλαμ.
28
RV: ὀρίγανος ὀνῖτις.
30
RV: τραγορίγανον.
31
RV: γλήχων· οἱ δὲ βλῆχρον, οἱ δὲ ἀρσενάκανθον, Ῥω-
μαῖοι πουλέϊουμ, Ἄφροι ἀπουλέϊουμ, Γάλλοι ἄλβολον, οἱ δὲ
γαλίοψις.
32
RV: δίκταμνον ἢ τίκταμνον· οἱ δὲ βελουλκός, οἱ δὲ
Ἀρτεμιδήιον, οἱ δὲ Κρητική, οἱ δὲ ἐφήμερον, οἱ δὲ Ἰδαία, οἱ
δὲ ὠκυτόκος, οἱ δὲ δορκάδιον, οἱ δὲ ἐκβόλιον, Ῥωμαῖοι
οὐστιλάγω ῥούστικα, τινὲς δὲ καλοῦσιν αὐτὴν γλήχωνα ἀγρίαν,
οἱ δὲ βαίτιον.
RV: ψευδοδίκταμνον· οἱ δὲ ἐλελίσφακον, οἱ δὲ βήκιον,
προφῆται κυνοκεφαλοειδής, Ῥωμαῖοι σάλβιαμ.
RV: δίκταμνον ἄλλο· οἱ δὲ ἐφήμερον, οἱ δὲ Ἰδαία, Ῥω-
μαῖοι οὐστιλάγω.
33
RV: ἐλελίσφακον· οἱ δὲ λελίσφακον, οἱ δὲ σφάκον, οἱ
δὲ κισσίον, οἱ δὲ σφάγνος, οἱ δὲ βήκιον, Αἰγύπτιοι ἀπουσί,
Ῥωμαῖοι σάλβια, οἱ δὲ κόρσαλον.
34
RV: ἡδύοσμον ἥμερον· οἱ δὲ μίνθα, οἱ δὲ καλαμίνθη,
Ῥωμαῖοι μέντα, οἱ δὲ νεπέταμ, Αἰγύπτιοι τίς, οἱ δὲ φερθρου-
μόνθου, οἱ δὲ περξώ, οἱ δὲ μακιθώ.
ἡδύοσμον ἄγριον· Ῥωμαῖοι μεντάστρουμ.
35
RV: καλαμίνθη· οἱ δὲ ὀσμῖτις, οἱ δὲ γλήχων ἀγρία,
Αἰγύπτιοι βελλού, οἱ δὲ θεσμουζοεί, Ὀσθάνης .... 〈προφῆται〉
αἴλουρον ἢ πρόγονος Ἀπόλλωνος ἢ γόνος Ὥρου, Ῥωμαῖοι μεν-
τάστρουμ, Σπάνοι κρόβουλα, Γάλλοι μεντασῶνε, Δάκοι τεύδιλα.
καλαμίνθη ὀρεινή· οἱ δὲ ὀριγανίς, οἱ δὲ μίνθην, Ῥωμαῖοι
νεπέταμ, οἱ δὲ μέντα μοντάνα.
36
RV: θύμος· οἱ δὲ θύμον, οἱ δὲ θύμος λευκός, οἱ δὲ
κεφαλωτός, οἱ δὲ ἐπιθυμίς, οἱ δὲ θύρσιον, Ῥωμαῖοι θούμουμ,
Αἰγύπτιοι στέφανοι, Δάκοι μίζηλα, Θοῦσκοι μούτουκα.
37
RV: θύμβρα· οἱ δὲ ὀρσίνη, οἱ δὲ προβάτιος, οἱ δὲ
ὀσμῖτις, οἱ δὲ ὀρίγανον ἄγριον, οἱ δὲ ἀγήρατον, Ῥωμαῖοι σα-
τουρέϊαμ, οἱ δὲ θούμουμ, οἱ δὲ κούνουλα ῥούστικα, Αἰγύπτιοι
σεκεμμένη.
38
RV: ἕρπυλλος· οἱ δὲ ζυγὶς ἀγρία, οἱ δὲ πόλιον, Αἰγύπτιοι
μερουόπυος, Ῥωμαῖοι σερπούλλουμ, οἱ δὲ κίκερ ἠρράτικουμ.
39
RV: σάμψουχον· οἱ δὲ τρίφυλλον, οἱ δὲ ἀμάρακον, οἱ
δὲ ἀγαθίδες, οἱ δὲ κνήκιον, οἱ δὲ ἄκαπνον, Πυθαγόρας θριαμ-
βίς, Αἰγύπτιοι σοφώ, Ἀρμένιοι μύουρον, προφῆται γόνος
〈Ὀσ〉ίρεως, οἱ δὲ ὁμόγονος Ἴσεως, Ῥωμαῖοι μεζουράνα.
40
RV: μελίλωτον· οἱ δὲ ζωοδότιον, οἱ δὲ ὀρθάδιον, οἱ δὲ
μελίλλωτον, προφῆται θερμοῦτις, Αἰγύπτιοι αἰμείθ, Ῥωμαῖοι
σέρκακλαμ, οἱ δὲ τριπαρτίτουμ.
41
RV: σισύμβριον· οἱ δὲ ἕρπυλλον μέγαν καλοῦσιν, οἱ δὲ
Ἀφροδίτης στέφανος, Ῥωμαῖοι αὐστεράλις, οἱ δὲ ἕρβα βενέρια.
42
RV: μᾶρον· οἱ δὲ ὀριγανίδα καλοῦσιν.
43
RV: ἄκινος· Ῥωμαῖοι ὠκιμάστρουμ.
44
RV: ἄσαρον.
45
RV: πήγανον κηπαῖον· Ῥωμαῖοι ῥοῦτα ὁρτήνσις, Αἰγύ-
πτιοι ἐπνουβού, Σύροι ἁρμαλά, οἱ δὲ βησσασά, Ἄφροι χουρμά.
πήγανον ὀρεινόν· οἱ δὲ ῥυτὴν ὀρεινήν, Ῥωμαῖοι ῥοῦτα μοντάνα.
47
RV: μῶλυ· οἱ δὲ λευκόϊον ἄγριον καλοῦσιν.
48
RV: πάναξ Ἡράκλειος ἢ πάναξ Ἀσκληπιάδειος· οἱ δὲ
κορώνιον, Ῥωμαῖοι λιγούστικι ῥάδιξ, οἱ δὲ ὀλισάθρουμ μάϊους,
Αἰγύπτιοι ναπώ.
51
RV: λιγουστικόν· οἱ δὲ πανάκειαν καλοῦσι, Ῥωμαῖοι
πάνακες.
52
RV: σταφυλῖνος ἄγριος, οἱ δὲ κέρας, [οἱ δὲ κέρας κόμην
καλοῦσιν] Ῥωμαῖοι καρώταμ, οἱ δὲ παστινάκα ῥούστικα, Αἰ-
γύπτιοι βαβιβυρού, Ἄφροι σιχχάμ.
σταφυλῖνος κηπαῖος, Ῥωμαῖοι παστινάκαμ, Ἄφροι σιχχάμ,
οἱ δὲ σιχκιριάμ.
53
RV: σέσελι Μασσαλιωτικόν· οἱ δὲ σφάγνον.
σέσελι Αἰθιοπικόν· Αἰγύπτιοι κυονονφρικί.
σέσελι Πελοποννησιακόν.
56
RV: ἄνησσον· οἱ δὲ σίον, Ῥωμαῖοι ἀνήσουμ.
57
RV: καρώ.
58
RV: ἄνηθον τὸ ἐσθιόμενον· οἱ δὲ πολύειδος, οἱ δὲ ἀνί-
κητον, προφῆται γόνος κυνοκεφάλου, ὁμοίως τρίχες κυνοκεφάλου,
οἱ δὲ γόνος Ἑρμοῦ, Αἰγύπτιοι ἀραχού, Ῥωμαῖοι ἀνήθουμ,
Ἄφροι σικκιριά, Δάκοι πόλπουμ.
59
RV: κύμινον ἥμερον· Ῥωμαῖοι κύμινουμ, Ἄφροι χαμάν.
60
RV: κύμινον ἄγριον, Ῥωμαῖοι κύμινουμ ἀγρέστεμ, οἱ δὲ
κύμινουμ σιλβάτικουμ.
62
RV: ἄμι· [οἱ δὲ ἄμι] Ῥωμαῖοι ἄμιουμ Ἀλεξανδρίνουμ,
ἔνιοι καὶ τοῦτο Αἰθιοπικόν, οἱ δὲ βασιλικὸν κύμινον ἔλεξαν.
63
RV: κορίαννον ἢ κόριον, Αἰγύπτιοι ὄχιον, Ἄφροι γοίδ.
64a
RV: [<ἱεράκιον τὸ μέγα>· οἱ δὲ σογχίτην, Ῥωμαῖοι
λαπτούκα ἠρράτικα, Ἄφροι σιθιλεσαδέ. καυλὸν ἀνίησιν ὑπέρυ-
θρον, τραχύν, ἀκανθώδη, ὑπόκενον, φύλλα δὲ ἔχει ἐκ διαστη-
μάτων ἐπεσχισμένα ἀραιῶς, σόγχῳ ἐμφερῆ τὴν περιφέρειαν,
ἄνθη μήλινα ἐν κεφαλίοις ὑπομήκεσιν.
δύναμιν δὲ ἔχει ψυκτικήν, μετρίως ὑποστύφουσαν, ὅθεν
στομάχῳ καυσουμένῳ καὶ φλεγμοναῖς καταπλασσόμενον ἁρμό-
ζει. ὁ δὲ χυλὸς καταρροφούμενος δηγμὸν στομάχου πραΰνει, ἡ
δὲ πόα σὺν τῇ ῥίζῃ καταπλασθεῖσα σκορπιοπλήκτοις ἀρήγει.
<ἱεράκιον τὸ μικρόν>· οἱ δὲ καὶ τοῦτο σογχίτην καλοῦσιν,
οἱ δὲ ἔντυβον ἄγριον, Ῥωμαῖοι ἴντουβουμ ἀγρέστεμ, Ἄφροι σι-
θιλεσαδέ. φύλλα ἔχει καὶ αὐτὸ ἐκ διαστημάτων ἐπεσχισμένα
τὴν περιφέρειαν, καυλία δὲ ἀνίησι τρυφερὰ καὶ χλωρά, ἐν οἷς
ἄνθη μήλινα, κύκλον περιγράφοντα.
δύναμιν δὲ ἔχει καὶ αὐτὸ τὴν αὐτὴν τῷ προειρημένῳ.]
64
RV: σέλινον κηπαῖον· οἱ δὲ μελισσόφυλλον, προφῆται
αἷμα Ὥρου, Ῥωμαῖοι ἄπιουμ, Αἰγύπτιοι μίθ, Ἄφροι σίληνα.
RV: ἑλεοσέλινον· οἱ δὲ πεδινόν, οἱ δὲ ὑδροσέλινον, οἱ
δὲ σέλινον ἄγριον καλοῦσιν, Ῥωμαῖοι ἄπιουμ ῥούστικουμ.
65
RV: ὀρεοσέλινον· οἱ δὲ πετροσέλινον ἄγριον, Ῥωμαῖοι
ἄπιουμ, Αἰγύπτιοι ἀνωνίμ, Ὀσθάνης συνωβέα.
67
RV: σμύρνιον· οἱ δὲ ἱπποσέλινον, οἱ δὲ ἀγρίολον, οἱ
δὲ σέλινον ἄγριον, οἱ δὲ πολυπίθιον, Ῥωμαῖοι ὀλυσάθρουμ.
69
RV: ἐλαφοβόσκον· οἱ δὲ ἐλαφικόν, οἱ δὲ νέβρειον, οἱ δὲ
ὀφιογένιον, οἱ δὲ ὀφιοκτόνον, οἱ δὲ ἑρπυξή, οἱ δὲ λύμη, Ῥω-
μαῖοι κέρβι ὀκέλλουμ, οἱ δὲ κερβίνα, Αἰγύπτιοι χημίς, Ἄφροι
ἀσκαουκαού.
70
RV: μάραθον· οἱ δὲ ἱππομάραθον, Ῥωμαῖοι φενούκλουμ,
Ἄφροι βουγνούμ.
71
RV: ἱππομάραθον· οἱ δὲ μαραθίς, οἱ δὲ μάραθον ἄγριον,
Αἰγύπτιοι σαμψώθ, προφῆται θύμαρνον, Ῥωμαῖοι φενού-
κλουμ ἠρράτικουμ, οἱ δὲ φενούκλους ἐκουίνους, οἱ δὲ μίουμ,
Γάλλοι σιστραμεόρ.
72
RV: δαῦκος· οἱ δὲ δίρκαιον καλοῦσιν.
73a
RV: [<δελφίνιον>· οἱ δὲ διάχυτος, οἱ δὲ διάχυσις,
οἱ δὲ παράλυσις, οἱ δὲ κάμμαρος, οἱ δὲ ὑάκινθος, οἱ δὲ ὕφαι-
μον, οἱ δὲ ἄρας, οἱ δὲ δελφινιάς, οἱ δὲ Νήρειον, οἱ δὲ Νηρειά-
διον, οἱ δὲ σώσανδρον, οἱ δὲ Κρόνιον, Ῥωμαῖοι βουκίνους μίνορ.
κλῶνας ἀνίησι δισπιθαμιαίους ἢ καὶ μείζονας ἀπὸ μιᾶς ῥίζης,
περὶ οὓς φυλλάρια ἐπεσχισμένα, λεπτά, ἐπιμήκη, δελφινοειδῆ,
ὅθεν καὶ ὠνόμασται· ἄνθος δὲ ὅμοιον λευκοΐῳ, ἐμπόρφυρον,
σπέρμα ἐν λοβοῖς κέγχρῳ ἐμφερές.
τούτου τὸ σπέρμα βοηθεῖ ποθὲν σὺν οἴνῳ σκορπιοπλή-
κτοις ὡς οὐδὲν ἕτερον· φασὶ δὲ καὶ τοὺς σκορπίους παρατεθεί-
σης τῆς πόας παραλύεσθαι ἀπράκτους τε καὶ ναρκώδεις γίνε-
σθαι, ὑφαιρουμένης δὲ εἰς τὸ αὐτὸ καθεστάναι. φύεται ἐν
τραχέσιν καὶ εὐηλίοις χωρίοις.
<δελφίνιον ἕτερον>· οἱ δὲ ὑάκινθον, Ῥωμαῖοι βουκίνους·
καὶ αὐτὸ ἐμφερὲς τῷ πρὸ αὐτοῦ, τοῖς δὲ φύλλοις καὶ τοῖς κλω-
νίοις ἰσχνότερον πολλῷ, δύναμιν ἔχον καὶ αὐτὸ τὴν αὐτὴν τῷ
προειρημένῳ, οὐχ οὕτως δὲ ἐνεργές.]
73
RV: πύρεθρον· οἱ δὲ δορύκνιον, οἱ δὲ πύρινον, οἱ δὲ
πυρωτόν, οἱ δὲ πύρωθρον, οἱ δὲ ἀρνὸς συριγγίς, οἱ δὲ πυρῖτις,
Ῥωμαῖοι σαλιβάρις, οἱ δὲ παστινάκα Ἄφρα.
74
RV: κάχρυ· οἱ δὲ λιβανωτίς, οἱ δὲ καμψάνεμα, οἱ δὲ
ψευδοκάρπασος, Ῥωμαῖοι μουράριαμ, οἱ δὲ ἀλι〈κά〉στρουμ ῥού-
στικουμ, Αἰγύπτιοι αἴ.
75
RV: λιβανωτίς· οἱ δὲ ἰκτερῖτις, Ῥωμαῖοι ῥωσμαρίνουμ.
76
RV: σφονδύλιον· οἱ δὲ ἀράχνη, οἱ δὲ φαλάγγιον, οἱ δὲ ἀστέ-
ριον, οἱ δὲ νήσυρις, οἱ δὲ σφονδυλίς, οἱ δὲ χοιρόδανον, οἱ δὲ οἰνάνθη,
Ῥωμαῖοι ἕρβα ῥουτινάλις, Αἰγύπτιοι ἀψαφέρ, προφῆται Ὄσιρις.
77
RV: νάρθηξ· Ῥωμαῖοι φέρουλαμ.
78
RV: πευκέδανον· οἱ δὲ 〈σίνωνα〉 ἄγριον, οἱ δὲ ἀγριό-
φυλλον, προφῆται ἀγαθὸς δαίμων, Ῥωμαῖοι πιναστέλλουμ, οἱ
δὲ σα〈να〉τάριαμ.
79
RV: μελάνθιον· οἱ δὲ καὶ τοῦτο μήκωνα ἄγριον μέλανα
καλοῦσιν, Ῥωμαῖοι παπάβερ νίγρουμ.
84
RV: ἀμμωνιακή· οἱ δὲ ἀγάσυλλον· [πόα ἐστίν, ὅθεν τὸ
ἀμμωνιακόν·] οἱ δὲ ἀμμωνιακὸν θυμίαμα· οἱ δὲ κριόθεος, οἱ δὲ
Ἡλίου τρόφις, Ῥωμαῖοι γούττα ἀμμωνίακα.
86
RV: γλαύκιον.
90
RV: ἀπαρίνη· οἱ δὲ ὀμφαλόκαρπον, οἱ δὲ φιλάνθρωπον
καλοῦσιν, οἱ δὲ ἰξόν.
91
RV: ἄλυσσον· οἱ δὲ ἀσπίδιον, οἱ δὲ ἀπόφυλλον τραχύ,
οἱ δὲ ἀκκύσιτον, οἱ δὲ ἀλύσσιον καλοῦσιν.
92
RV: ἀσκληπιάς· οἱ δὲ κισσίον, οἱ δὲ κισσόφυλλον καλοῦσιν.
93
RV: ἀτρακτυλίς· οἱ δὲ ἄμυρον, οἱ δὲ κνῆκος ἀγρία, οἱ
δὲ ἀσπίδιον, προφῆται ἄφεδρος, Αἰγύπτιοι χινώ, Ῥωμαῖοι
πρεσήπιουμ, οἱ δὲ φούσους ἀγρέστις, οἱ δὲ κουνούκλα ῥούστικα.
94
RV: πολύκνημον· οἱ δὲ κλινοπόδιον, οἱ δὲ πολυγόνατον,
οἱ δὲ Διὸς ἠλακάτη, οἱ δὲ ἐχεώνυμον, Ῥωμαῖοι πουτιαλογονθρια.
96
RV: λεοντοπέταλον· οἱ δὲ λεοντοπόδιον, οἱ δὲ λεύκη-
θρον, οἱ δὲ λεόντιον, οἱ δὲ δωρίς, οἱ δὲ δωριπτερίς, οἱ δὲ
λυχνὶς ἀγρία, οἱ δὲ θορύβηθρον, οἱ δὲ ῥαπιδήϊον, οἱ δὲ μήκων
κερατῖτις, οἱ δὲ ἀνεμώνη, Ῥωμαῖοι κουβίλια μαρίνα, οἱ δὲ
σῆμεν λεωνίνουμ, οἱ δὲ παπαβέρκλουμ, Ἄφροι σισσιμανσεσσαδέ.
97
RV: Τεύκριον· οἱ δὲ καὶ τοῦτο χαμαίδρυν καλοῦσιν, οἱ
δὲ Τευκρίδα.
98
RV: χαμαίδρυς μικρὸς ἢ χαμαίρωψ· οἱ δὲ δρυὸς κέγχρος, οἱ
δὲ Τεύκριον, Ῥωμαῖοι τριξάγω μίνορ, οἱ δὲ κυερκίαμ, Γάλλοι ἔρινον.
100
RV: λυχνὶς στεφανωματική· οἱ δὲ ἀθάνατος, οἱ δὲ ἀκυλ-
λώνιον, οἱ δὲ βάλλαρις, οἱ δὲ γερανοπόδιον, οἱ δὲ κορύμβιον, οἱ δὲ
ταύρειον, οἱ δὲ σκῆπτρον, οἱ δὲ μαλλόϊον, Αἰγύπτιοι σεμεώρ, προ-
φῆται αἷμα ἀποκαθημένης, Ῥωμαῖοι γενικουλάρις, οἱ δὲ βαλλάρια.
101
RV: λυχνὶς ἀγρία ὁμοία τῇ ἡμέρῳ· οἱ δὲ λαμπάς, οἱ
δὲ τραγόνωτον, οἱ δὲ ἀτόκιον, οἱ δὲ ἱερακοπόδιον, Αἰγύπτιοι
σεμουέρ, προφῆται ἀποκαθημένης ταῦρος, Ῥωμαῖοι ἴντουβουμ
ἀγρέστεμ, οἱ δὲ λαπτούκα φατουίνα, οἱ δὲ στέριλις.
102
RV: κρίνον βασιλικόν· οἱ δὲ κρινάνθεμον, οἱ δὲ καλ-
λείριον, οἱ δὲ λείριον, οἱ δὲ σούσινον, προφῆται αἷμα Ἄρεως,
Ὀσθάνης αὔρα κροκοδείλου, Αἰγύπτιοι σομφαιφού, οἱ δὲ ὀμ-
βρισεδώ, οἱ δὲ τίαλος, οἱ δὲ λαρσάορα, Ῥωμαῖοι λίλιουμ, οἱ δὲ
ῥόσα Ἰουνώνις, οἱ δὲ λίλιουμ ἄλβουμ, Σύροι σασά, Ἄφροι ἀβοί-
βλαβον.
103
RV: βαλλωτὴ ἢ μελαμπράσιον· οἱ δὲ μέλαν πράσιον
καλοῦσιν, οἱ δὲ πράσιον ἕτερον, οἱ δὲ νοθεία, οἱ δὲ νοτια-
νοσκέλλιν, οἱ δὲ νοθόπρασον, οἱ δὲ νωθράς, οἱ δὲ νωχε-
λίς, οἱ δὲ νωκελίς, οἱ δὲ νωφρύς, οἱ δὲ νωθουρίς, οἱ δὲ γνο-
τέρα, Ῥωμαῖοι ἀπιάστρουμ, οἱ δὲ μελλίταμ, οἱ δὲ οὐλκεράρια,
οἱ δὲ μαρρούβιουμ κανθηρίνουμ, Αἰγύπτιοι ἀσφός, οἱ δὲ ἐσκί,
προφῆται αἷμα Ἰασίωνος.
104
RV: μελισσόφυλλον· οἱ δὲ μελίτταιον, οἱ δὲ μελίτται-
ναν, οἱ δὲ μελίφυλλον, οἱ δὲ ἐρυθρά, οἱ δὲ ἡδὺ μέλι, Ῥωμαῖοι
ἀπιάστρουμ, οἱ δὲ κιτράγω, Γάλλοι μεριοιτοιμόριον.
105
RV: πράσιον· οἱ δὲ εὐπατόριον, οἱ δὲ φιλόπαις, οἱ δὲ
φιλοφαρές, οἱ δὲ προπέδιλον, οἱ δὲ καμηλοπόδιον, οἱ δὲ φυλλο-
φερές, Αἰγύπτιοι ἀστερίσπα, προφῆται αἷμα ταύρου, οἱ δὲ ἄφε-
δρος, οἱ δὲ γόνος Ὥρου, Ῥωμαῖοι μαρρούβιουμ, οἱ δὲ λαβεώνια,
Ἄφροι ἀτιερβέρζοια.
106
RV: στάχυς· οἱ δὲ σταχυῖτις, οἱ δὲ τριπόλιον, Ῥωμαῖοι
τριφάριουμ.
107
RV: φυλλῖτις· οἱ δὲ φυλλίς, οἱ δὲ ἄκαυλον, οἱ δὲ λά-
παθον ἄγριον καλοῦσιν.
108
RV: φαλάγγιον· οἱ δὲ φαλαγγῖτιν, οἱ δὲ καὶ ταύτην
λευκάκανθαν καλοῦσιν.
109
RV: τρίφυλλον ἢ ὀξύφυλλον· οἱ δὲ μινυανθές, οἱ δὲ
ἀσφάλτιον, οἱ δὲ κνήκιον, Ῥωμαῖοι τριφόλιουμ ἀκούτουμ, οἱ δὲ
τριφόλιουμ ὀδοράτουμ.
110
RV: πόλιον τὸ ὀρεινόν· οἱ δὲ τεύθριον, οἱ δὲ φευξα-
σπίδιον, οἱ δὲ ἀχαιμενίς, οἱ δὲ ἐβενῖτις, οἱ δὲ μελίοσμον, οἱ δὲ
βόλιον, οἱ δὲ λεοντοχάρων.
111
RV: σκόρδιον· οἱ δὲ σκόρβιον, οἱ δὲ πλευρῖτις, οἱ δὲ
δύσοσμον, οἱ δὲ καλαμίνθη ἀγρία, οἱ δὲ Μιθριδάτιος, οἱ δὲ
χαμαίδρυς, προφῆται αἷμα Ἀπόλλωνος, Αἰγύπτιοι ἀφόν, Ῥω-
μαῖοι τριξάγω παλούστρις.
112
RV: βήχιον ἢ βήκιον· οἱ δὲ πήχιον, οἱ δὲ πετρίνη, οἱ
δὲ πετρώνιον, οἱ δὲ πίθιον, οἱ δὲ παγγόνατον, οἱ δὲ χαμαιλεύ-
κην, οἱ δὲ πρόχετον, οἱ δὲ ἀκρόφυλλον, οἱ δὲ χαμαίγειρον, Αἰ-
γύπτιοι σααρθρά, Ῥωμαῖοι τουσσιλάγω, οἱ δὲ φαρφάριαμ, οἱ
δὲ πουστουλάγω, Βέσσοι ἀσᾶ.
113
RV: ἀρτεμισία μονόκλωνος· οἱ δὲ τοξιτησία, οἱ δὲ
Ἐφεσία, οἱ δὲ παρθενικόν, οἱ δὲ ὑπόλυσσον, οἱ δὲ ἀνακτόριος,
οἱ δὲ σῴζουσα, οἱ δὲ λοχεία, οἱ δὲ λεύκοφρυς, προφῆται αἷμα
ἀνθρώπου, Ῥωμαῖοι οὐαλέντια, οἱ δὲ σερπούλλουμ, οἱ δὲ ἕρβα
ῥήγια, Γάλλοι πονέμ, Δάκοι ζουούστηρ.
ἀρτεμισία ἑτέρα πολύκλωνος· οἱ δὲ χρυσάνθεμον, Ῥωμαῖοι
ῥάνιουμ, οἱ δὲ ἕρβα Διανάρια, οἱ δὲ ἀρτεμίσιαμ.
114
RV: ἀμβροσία· οἱ δὲ βότρυς, οἱ δὲ [βότρυς] ἀρτεμισία,
Ῥωμαῖοι κούπρουμ σιλβάτικουμ, οἱ δὲ ἄπιουμ ῥούστικουμ, Αἰ-
γύπτιοι μερσεώ.
116
RV: γεράνιον· οἱ δὲ ὀξύφυλλον, οἱ δὲ μέρτρυξ, οἱ δὲ
μυρρίς, οἱ δὲ καρδάμωμον, οἱ δὲ ὀρίγανον, προφῆται ἱεροβρύγκας,
Ῥωμαῖοι πουλμώνια, οἱ δὲ κικουτάρια, οἱ δὲ γρουίνα, Ἄφροι ἰέσκ.
γεράνιον ἕτερον· οἱ δὲ πελαργῖτις, οἱ δὲ τρίκα, οἱ δὲ γερα-
νογέρων, Ῥωμαῖοι ἐχινάστρουμ, Ἄφροι ἰέσκ.
117
RV: γναφάλλιον· οἱ δὲ εἶρος, οἱ δὲ ἀμπέχογκος, οἱ δὲ
ἀνάξυστον, οἱ δὲ γναφαλλίς, Αἰγύπτιοι σεμεών, Γάλλοι γελα-
σῶνεμ, Ῥωμαῖοι κεντούκλουμ, ὁμοίως κεντουκουλάρις, οἱ δὲ
ἀλβίνους.
118
RV: τύφη· οἱ δὲ τύφι καλοῦσιν.
120
RV: οἰνάνθη· οἱ δὲ κέρας, οἱ δὲ λευκά〈κα〉νθον κα-
λοῦσιν.
121
RV: κόνυζα λεπτόφυλλος· οἱ δὲ κόνυζα μικρά, οἱ δὲ
Πάνιος, οἱ δὲ λιβανωτίς, προφῆται Κρόνιος.
κόνυζα πλατύφυλλος· οἱ δὲ κόνυζα μεγάλη, οἱ δὲ κόνυζα
αἱματῖτις, οἱ δὲ Δαναΐς, οἱ δὲ πανάκειον, οἱ δὲ φῦκος, οἱ δὲ
ἰχθύς, οἱ δὲ δείνοσμος, προφῆται βρεφοκτόνος, οἱ δὲ ἀνουβιάς,
οἱ δὲ †ἡδεαμιας, Αἰγύπτιοι κέτι, Ῥωμαῖοι ἴντουβουμ, οἱ δὲ
μιλιτάρις μίνορ, οἱ δὲ πουλικάρια, οἱ δὲ φεβρεφούγια, οἱ
δὲ φραγμώσα, οἱ δὲ μουστάρια, οἱ δὲ † κοπικολέδιου, οἱ δὲ
πίκεμ.
122
RV: ἡμεροκαλλές· οἱ δὲ ἡμεροκατάλλακτον, οἱ δὲ κρί-
νον ἄγριον, οἱ δὲ κρινάνθεμον, οἱ δὲ πορφυρανθές, οἱ δὲ βολ-
βὸς ὁ ἐμετικός, οἱ δὲ ἀντικάνθαρον, Αἰγύπτιοι ἰοκρύ, Ῥωμαῖοι
βούλβουμ, οἱ δὲ λίλιουμ ἀγρέστε, οἱ δὲ λίλιουμ μαρίνουμ,
Ἄφροι ἀβοίβλαβον.
123
RV: λευκόϊον· οἱ δὲ βασίλειον, Ῥωμαῖοι ὄπουλα ἄλβα,
οἱ δὲ βίολα ἄλβα, οἱ δὲ αὐγουστέα, οἱ δὲ βίολα〈μ〉 ματρωνά-
λε〈μ〉, οἱ δὲ πασσαρίνα, οἱ δὲ πουλλικρούρα.
λευκόῒον θαλάσσιον, οἱ δὲ ἴον θαλάσσιον, Ῥωμαῖοι βίολα
ἄλβα μαρίνα. δύναμιν δὲ ἔχει καὶ αὐτὸ τὴν αὐτὴν τῷ πρὸ
αὐτῆς, οὐχ οὕτως δὲ ἐνεργές.
124
RV: κραταιόγονον ἢ κραταίγονον, οἱ δὲ κραταίωνον
καλοῦσιν.
125
RV: φύλλον· οἱ δὲ ἐλαιόφυλλον, οἱ δὲ καὶ βρυωνίαν
καλοῦσιν.
126
RV: σατύριον· οἱ δὲ ὄρχιν, οἱ δὲ κυνὸς ὄρχιν, οἱ δὲ
ἱερόν, οἱ δὲ πριαπήϊον ἢ πριαπίσκος, οἱ δὲ μόριον, Ῥωμαῖοι
νέρβιουμ Σατύρικουμ.
127
RV: σαραπιάς· οἱ δὲ ὄρχις, οἱ δὲ κυρίως ὄρχιν καλοῦ-
σιν ὡς καὶ Ἀνδρέας διὰ τὸ πολύχρηστον τῆς ῥίζης.
128
RV: σατύριον ἕτερον· οἱ δὲ τρίφυλλον καλοῦσιν.
σατύριον τὸ ἐρυθρόνιον· οἱ δὲ σατύριον ἐρυθραϊκόν, οἱ…
…
The complete text is available when the reading interface loads.