The Greek Library Catalogue

Anonymous

In Hippocratis de articulis commentarius

Edition reference
In Hippocratis de articulis commentarius, ed. J. Kollesch and F. Kudlien, Apollonios von Kition. Kommentar zu Hippokrates über das Einrenken der Gelenke [Corpus medicorum Graecorum 11.1.1. Berlin: Akademie-Verlag, 1965]: 10–112.
CTS identifier
urn:cts:greekLit:tlg0660.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

{ΑΠΟΛΛΩΝΙΟΥ ΚΙΤΙΕΩΣ

ΤΗΣ ΠΕΡΙ ΑΡΘΡΩΝ ΠΡΑΓΜΑΤΕΙΑΣ 〈ΤΟ ΠΡΩΤΟΝ〉}

Θεωρῶ φιλιάτρως διακείμενόν σε, βασιλεῦ <Πτολεμαῖε>, καὶ ἡμᾶς

δὲ σὺ ὁρῶν προθύμως τὰ ὑπό σου προσταχθέντα διαπρασσομένους, τῶν

ὑπὸ <Ἱπποκράτους> τοῦ θειοτάτου συγγράψαντος περὶ ὀργάνων εἰς

ἀνθρώπων βοήθειαν ἐπινενοημένων μεταλαμβάνειν καλῶς ἔχειν ἐνόμιζον

τὰ περὶ ἐξαρθρήσεων αὐτῷ συγγραφέντα, δεόντως ἐπιλαβὼν καὶ τὰ περὶ

ὤμου καταρτισμοῦ, ὃ κατὰ τὸ παρὸν ἐπέταξας μεταδοῦναί σοι. ἐπεὶ

γὰρ ἔνιοι δι' ἀπειρίαν τινῶν ἠχρειώθησαν, οἱ δὲ καὶ πρὸς πολλῶν χρείας

εὔθετοι καθεστῶτες ἐνεποδίσθησαν τῷ ὄκνῳ ἑαυτῶν διερμηνεῦσαί σοι,

τινῶν δὲ οὐδὲ παραχρῆμα κατανοησάντων ἢ συλλογισαμένων τὴν περὶ

τῶν ἄρθρων ἔκπτωσίν τε καὶ παράρθρησιν καὶ παρέλιπον τὴν διὰ τῆς

ὀργανικῆς ὕλης ἔντεχνον ἁρμονίαν, τῆς τε κατὰ παλαίστραν γιγνομένης

ἀρθρεμβολήσεως δημωδῶς πρασσομένης, μηδὲ ἕν σε τῶν τοιούτων δια-

λανθανέτω. ἵνα δὲ πάνυ εὐπαρακολούθητά σοι τὰ [παρα τανερος] κατὰ

μέρος γένηται, πρότερον τὰς τοῦ <Ἱπποκράτους> λέξεις ἐκθήσομαι ἑτοι-

μοτέρους τοὺς τρόπους τῶν ἐμβολέων ὑποταξάμεν〈ος〉 οἷόν τινα ἔραν〈ον〉

ἀπ' αὐτῶν τῶν ἔργων, 〈αἳ〉 διὰ τῆς τῶν συμπαραλαμβανομένων ἀνδρῶν

ὑπηρεσίας γίνονται· ὧν τινὰς μὲν καὶ αὐτὸς κατήρτικα, τινὰς δὲ καὶ

<Ζωπύρῳ> παρηδρευκὼς ἐν <Ἀλεξανδρείᾳ> τεθεώρηκα. ὅτι δὲ ὁ ῥηθεὶς

ἀνὴρ ἐπί τε τῶν καταγμάτων καὶ ἐπὶ τῆς τῶν ἐξαρθρήσεων χειρουργίας

κατὰ τὸ πλεῖστον <Ἱπποκράτει> κατακολουθῶν ἐθεράπευεν, μαρτυρή-

σειεν ἂν ἡμῖν <Ποσειδώνιος> τῷ αὐτῷ συνδιατετριφὼς ἰατρῷ.

Ἐνῆρκται τοίνυν ὁ <Ἱπποκράτης> τοῦ Περὶ ἄρθρων βιβλίου τὸν

τρόπον τοῦτον· <ὤμου δὲ ἄρθρον

ἕνα τρό〈πον〉 οἶδα ὀλισθάνον[τα] τὸν εἰς τὴν μασχάλην· ἄνω

δὲ οὔπω εἶδον οὐδὲ εἰς τὸ ἔξω.> ἑξῆς δὲ ἐπὶ ποσὸν περί τινων διελθὼν

2

οὕτως διασαφεῖ |· <εὐπαίδευτον

δέ ἐστιν τὸ εἰδέναι πάντας τοὺς τρόπους τῶν ἐμβολέων, οἷς

ἰητροὶ ἐμβάλλουσιν καὶ ὡς αὐτοῖς τοῖς τρόποις τούτοις κάλ-

λιστα ἄν τις χρέοιτο. χρῆσθαι δὲ χρὴ τῷ κρατίστῳ τῶν τρό-

πων, ἢν τὴν ἰσχυροτάτην ἀνάγκην ὁρᾷς· κράτιστος δὲ ὁ[ς]

ὕστατος γεγραψόμενος.> πάντας δὲ τοὺς ἐφεξῆς καταρτισμοὺς τῆς εἰς

τὸ κάτω τοῦ ὤμου γινομένης ἐξαρθρήσεως διασεσάφηκεν, ὧν πρῶτον

τὸν δι' αὐτῶν τῶν ἰδιωτῶν ἐπιτελούμενον οὕτως κατακεχώρικεν·

<εἰ μὲν οὖν πυκνὰ ἐκπίπτοι,

ἱκανοὶ ὡς ἐπὶ πολὺ αὐτοὶ ἑαυτοῖς εἰσιν ἐμβάλλειν.> τισὶν γὰρ

φύσει τὸ τοῦ ὤμου ἄρθρον, καθάπερ ἐκτέθειται, συνεχῶς ἐκπίπτει[ν]

χωρὶς τῶν ἔξωθεν αἰτιῶν, οἵτινες ῥᾳδίως τὴν ἀποκατάστασιν τοῦ

ἄρθρου συνήθως δι' ἑαυτῶν ἐπιτελοῦσιν. ὃν τρόπον δὲ ἐπὶ 〈πολὺ〉 τὸν

καταρτισμὸν ποιοῦνται, καὶ διὰ τούτων τῶν ἑξῆς δηλοῖ·

<ἐνθέντες γὰρ τῆς ἑτέρης χειρὸς τοὺς κονδύλους

εἰς τὴν μασχάλην ἀναγκάζουσιν ἄνω τὸ ἄρθρον· τὸν δὲ

ἀγκῶνα παράγουσιν ἀεὶ παρὰ τὸ στῆθος.> ταύτην μὲν οὖν τὴν

ἐμβολὴν οὐκ ἀναγκαῖον ἐνόμιζον εἶναι διὰ ζωγραφίας ὑποδεικνύναι, ὃν

τρόπον γίνοιτο ὑπὸ αὐτῶν τῶν πεπονθότων, ὑπογράφειν σοι μᾶλλον

δὲ τὰς ἐχομένως διασαφουμένας, ὧν οὕτως ἐνῆρκται·

<τὸν αὐτὸν δὲ τρόπον τοῦτον καὶ ὁ ἰατρὸς ἂν ἐμ-

βάλλοι, εἰ αὐτὸς μὲν ὑπὸ τὴν μασχάλην ἐσωτέρω τοῦ ἄρθρου τοῦ

ἐκπεπτωκότος ὑποβάλλοι τοὺς δακτύλους, ἀπαναγκάζοι δὲ

ἀπὸ τῶν πλευρέων ἐπιβάλλων τὴν ἑαυτοῦ χεῖρα ἐπὶ τὸ ἀκρώ-

μιον ἀντερείσιος [δὲ] ἕνεκα, τοῖς δὲ †τω ανω† παρὰ τὸν ἀγκῶνα

τὸν βραχίονα ἐμβάλλων ἀντωθέοι πρὸς τὰς πλευράς—συμ-

φέρει δὲ κρατερὰς τὰς χεῖρας ἔχειν τὸν ἐμβάλλοντα—, 〈ἢ〉 εἰ

αὐτὸς μὲν ταῖς χερσὶν καὶ τῇ κεφαλῇ οὕτω ποιοίη, ἄλλος δέ

τις τὸν ἀγκῶνα παράγοι[το] παρὰ τὸ στῆθος.> ὁ δὲ κατὰ μέρος

χειρισμός, ὃν τρόπον ὑποτετάχαμεν, οὕτως ἂν ἐπιτελοῖτο· τοὺς δὲ ἑξῆς

τρόπους τῶν ἐμβολέων δι' ὑπομνημάτων, ζωγραφικῆς δὲ σκιαγραφίας

τῶν κατὰ μέρος ἐξαρθρήσεων παραγωγῆς τε τῶν ἄρθρων ὀφθαλμο-

φανῶς τὴν θέαν αὐτῶν παρασχησόμεθά σοι.

Πρῶτον μὲν οὖν ἐμβολῆς τρόπον τοιοῦτόν τινα γινόμενον ὑπογέ-

γραφεν, ἐάν τε καὶ ἐπὶ τῶν συνήθως ἐξαρθρούντων ἐάν τε καὶ ἐπὶ τῶν

πρώτως τοῦτο παθόντων ἰατροῦ χρεία τις ᾖ· δεύτερον δὲ τοῦτον κατα-

κεχώρικεν· <ἔστιν δὲ ἐμβολὴ[ς]

ὤμου καὶ ἐς τὸ ὀπίσω ὑπερβάλλοντα τὸν πῆχυν ἐπὶ τὴν ῥάχιν,

ἔπειτα τῇ μὲν ἑτέρῃ χειρὶ ἀνακλᾶν ἐς τὸ ἄνω τοῦ ἀγκῶνος

ἐχόμενον, τῇ δ' ἑτέρῃ παρὰ τὸ ἄρθρον ὄπισθεν ἐρείδειν.> ἐφ' ἑκα-

τέρων δὲ τῶν προκειμένων καταρτισμῶν ἐφέστακεν, ὅτι κατάτασιν

οὐδ' ἥντιν' οὖν ἔχοντές τινων ἐξαρθρήσεων κρατοῦσιν, ἐπεί γε ἐν τοῖς

Περὶ ἀγμῶν τοῦ κατὰ φύσιν ἔχεσθαι διείληφεν τὴν ἐπὶ τῶν τοιούτων

γινομένην εἰς τὸ ἰθὺ τάσιν. ἐναρχόμενος δὲ τοῦ βιβλίου οὕτως διασε-

σάφηκεν· „τῶν ἐκπτωσίων τε καὶ κατηγμάτων ὡς ἰθύτατα τὰς κατα-

τάσιας ποιεῖσθαι· αὕτη γὰρ ἡ δικαιοτάτη φύσις.“ οὐ μὴν ἀλλά ποτε |

3

τεθεωρηκὼς ἐπὶ τῶν ῥηϊδίως δυναμένων ὦμον ἀποκαθίστασθαι τὴν

ἔνθεσιν χωρὶς κατατάσεως ὃν τρόπον προδιηρίθμηται γεγενημένην οὕτως

ταῖς προκειμέναις ἐμβολαῖς ἐν τῷ Περὶ ἄρθρων ἐπήνεγκεν·

<αὕτη ἡ ἐμβολὴ καὶ ἡ πρόσθεν εἰρημένη οὐ

κατὰ φύσιν ἐοῦσαι ὅμως ἀμφισφάλλουσαι τὸ ἄρθρον ἀναγκά-

ζουσιν ἐμπίπτειν.>

Σπουδὴ μὲν οὔπω κωλύσει τήν τινων περὶ τὰ ὄργανα ἀπειρίαν,

μάλιστα τὴν τῶν <Ἡροφιλείων> ἀχειρίαν, ἐνδείξασθαι, οἵτινες τὴν ἐπὶ

τῶν πραγμάτων γυμνασίαν ἀπολελυμένοι, ψιλῶς δ' αὐτῷ τῷ λόγῳ

προσέχοντες διεσφάλησαν. <Βακχεῖος> τοίνυν ἐπιβαλλόμενος τὰς <Ἱππο-

κρατείους> λέξεις ἐξηγήσασθαι καὶ μὴ δυνηθεὶς νοῆσαι, τί ποτέ ἐστιν

τὸ <ἀμφισφάλλουσαι τὸ ἄρθρον>, ”περιβάλλουσαι” 〈ἐπεῖπε〉, ἐπείπερ

εὔγνωστον ὑπῆρχεν αὐτῷ διὰ πλειόνων, ὅτι παρὰ τῷ ἰατρῷ τὸ ἀμφί

περί σημαίνει. πῶς δ' οὐκ ἄν τις εἴπειεν αὐτὸν ὑπ' ἀπειρίας συνεσχημένον

καὶ τὴν τῶν ἰατρῶν καὶ τὴν τῶν φιλομαθούντων διεστροφέναι διάνοιαν;

ἀπὸ γὰρ τοῦ σφάλλειν, καθάπερ καὶ ἐν παλαιστρικῇ τὸ περισφάλλειν,

〈τὸ ἀμφισφάλλειν〉 ἐν τοῖς προκειμένοις ἐντέτακται τῷ τὸ ἄρθρον διά τινος

αἰφνιδίου περὶ τὸν τόπον †οικισμου† παρορισθὲν εἰς τὸ κατὰ φύσιν

ἀποχωρεῖν ἀναγκάζεσθαι. οὐ κατὰ φύσιν δ' οἴεται εἶναι τὰς προκειμένας

ἐμβολὰς διὰ τὸ μὴ μετὰ κατατάσεως αὐτὰς γίνεσθαι. ὅτι δὲ οὐ περι-

βάλλειν τὸ ἄρθρον, ἀλλὰ περισφάλλειν λεκτέον κατὰ τὸν ἰατρόν, καὶ

διὰ τί τὸν τοιοῦτον τρόπον οἴεται παραίτιόν ποτε καταρτισμοῦ γίνεσθαι,

φανερὸν ἐξ ὧν ἐν τοῖς αὐτοῖς οὕτως διασαφεῖ·

<τῶν δὲ ἐμβολέων αἱ μὲν ἐξ ὑπερ-

αιωρήσεως ἐμβάλλονται, αἱ δὲ ἐκ κατατάσιος, αἱ δὲ ἐκ περι-

σφάλσιος.> κέχρηται δὲ τῷ παραπλησίῳ τῆς ἑρμηνείας τρόπῳ διασαφῶν

†ἐνίοις† οὕτως· <περὶ γὰρ τὸ

ὑπεροειδὲς ὁ ὦμος ἦν, καὶ κατὰ μὲν τὴν κλίσιν περισφάλλεσθαι

τὸ σῶμα κίνδυνος εἴη.> ἔτι δὲ καὶ περὶ μηροῦ καταρτισμοῦ μνείαν

ποιούμενος οὕτως δι〈ασ〉εσάφηκεν·

<πολλοῖς γὰρ συγκάμψασιν τὸ σκέλος κατὰ τὸ ἄρθρον ἐνέπεσεν

ἤδη ἀμφίσφαλσιν ποιησάμενον.> τὰ μὲν οὖν πρὸς <Βακχεῖον> ἐπὶ

τοσοῦτον εἰρήσθω· τὴν δὲ δευτέραν ἐμβολήν, ὃν τρόπον ὑπογέγραπται,

μεθοδευτέον.

Τρίτον δὲ ἐμβολῆς τρόπον ἐγχειρῶν τῶν κατὰ τὸν ὦμον ἐκπτώσεων

εἰκότως ὑπογέγραφεν· <οἱ

δὲ τὰς ἐμβολὰς ἐρρωμένως ἐμβάλλειν εἰωθότες εὐθέως κατα-

ναγκάζουσιν. χρὴ γὰρ τόν τε ἄνθρωπον χαμαὶ κατατεῖναι

ὕπτιον τόν τε ἐμβάλλοντα χαμαὶ ἵζεσθαι, ἐφ' ὁκότερα ἂν

τὸ ἄρθρον ἐκπεπτώκῃ, ἔπειτα λαβόμενον ταῖς χερσὶ τῆς

χειρὸς τῆς σιναρῆς κατατείνειν, τῇ δὲ πτέρνῃ εἰς τὴν μασχά-

λην ἐμβάλλοντα ἀντωθεῖν, τῇ μὲν δεξιῇ εἰς τὴν δεξιήν, τῇ δὲ

ἀριστερῇ εἰς τὴν ἀριστερήν. δεῖ δὲ εἰς τὸ κοῖλον τῆς μασχάλης

4

ἐνθεῖναι στρογγύλον τι ἐναρ|μόσον· ἐπιτηδειόταται δὲ πάνυ

αἱ μικκαὶ σφαῖραι αἱ σκληραί, οἷον 〈αἳ〉 ἐκ τῶν πολλῶν σκυτέων

ῥάπτονται.> ἔπειτεν περὶ τοῦ κατὰ τὴν μασχάλην γινομένου διὰ τὴν

κατάτασιν κοιλώματος ὑποδείξας ἑξῆς φησιν·

<χρὴ δέ τινα ἐπὶ θάτερα τοῦ κατατεινομένου καθ-

ήμενον κατέχειν ἐπὶ τὸν ὑγιέα ὦμον, ὡς μὴ περιέλκηται

τὸ σῶμα τῆς χειρὸς τῆς σιναρῆς ἐπὶ θάτερα τεινομένης·

ἔπειτα ἱμάντος μαλθακοῦ πλάτος ἔχοντος ἱκανόν, ὅταν

ἡ σφαῖρα ἐντεθῇ εἰς τὴν μασχάλην, περὶ τὴν σφαῖραν περι-

βεβλημένου τοῦ ἱμάντος καὶ κατέχοντος, λαβόμενον ἀμφο-

τέρων τῶν ἀρχῶν τοῦ ἱμάντος ἀντικατατείνειν τινὰ ὑπὲρ

κεφαλῆς τοῦ κατατεινομένου καθήμενον τῷ ποδὶ προσβάντα

τοῦ ἀκρωμίου πρὸς τὸ ὀστέον. ἡ δὲ σφαῖρα ὡς ἐσωτάτω καὶ ὡς

μάλιστα πρὸς τῶν πλευρῶν κείσθω καὶ μὴ ἐπὶ τῇ κεφαλῇ τοῦ

βραχίονος.> οὐδεμία δὲ ἐπὶ τούτων ἐστὶ χρεία περιεργαζόμενον ἐξηγεῖσθαι

τὰ κατὰ μέρος ἐν τῷ χειρισμῷ πρασσόμενα· σαφέστερον γὰρ αὐτὸς ὁ ἰατρὸς

ἐν τούτοις ἕκαστα 〈ἐφέστα〉κε, ὃν τρόπον χρὴ γινώσκειν. διὸ καὶ μηθεὶς

ἡμᾶς ἀργότερον ἱσταμένους περικάμπτειν ὑπολάβοι τὴν μετὰ τὰς λέξεις

διήγησιν, ἀλλὰ τὸ διλογεῖν ἐργῶδες εἶναι νομίζομεν. ὃν τρόπον μὲν οὖν

δεῖ τὸν καταρτισμὸν τοῦ ἄρθρου πτέρνῃ ποιεῖσθαι, προσυποτετάχαμεν.

Ἀξίως δὲ ταύτην τὴν ἐμβολὴν ὑπογέγραφεν·

<ἔστιν δὲ καὶ ἄλλη ἐμβολή, ὥσπερ κατω-

μίζουσιν ἐς ὀρθόν. μείζω μέντοι χρὴ εἶναι τὸν κατωμίζοντα,

διαλαβόντα δὲ τὴν χεῖρα ὑποθεῖναι τὸν ὦμον τὸν ἑωυτοῦ

ὑπὸ τὴν μασχάλην ὀξὺν κἄπειτα ὑποστρέψαι, ὡς περ〈ι〉ίζηται

ἕδρῃ, οὕτως στοχασάμενον. ὅπως δὲ 〈ἀμφὶ〉 τὸν ὦμον τὸν

ἑωυτοῦ κρεμᾷ τὸν ἄνθρωπον κατὰ τὴν μασχάλην, αὐτός τε

ἑωυτὸν ὑψηλότερον ἐπὶ τοῦτον τὸν ὦμον ποιείτω ἢ ἐπὶ τὸν

ἕτερον, τοῦ 〈τε〉 κρεμαμένου τὸν βραχίονα πρὸς τὸ ἑωυτοῦ

στῆθος προσαναγκαζέτω ὡς μάλιστα. ἐν τούτῳ δὲ τῷ σχή-

ματι ἀνασειέτω, ὅταν μετεωρίσῃ τὸν ἄνθρωπον, ὡς ἀντιρρέπῃ

τὸ ἄλλο σῶμα αὐτῷ ἀντίον τοῦ βραχίονος τοῦ κατεχομένου.

ἢν δὲ ἄγαν κοῦφος ᾖ ὁ ἄνθρωπος, καὶ προσεκκρεμασθήτω τις

ὄπισθεν κοῦφος παῖς.> δεῖ δὲ τὸν καταρτισμὸν οὕτως ποιεῖσθαι πα-

λαιστρικώτερον ὄντα, καθάπερ ὑπογεγράφαμεν.

Πᾶσιν δὲ τοῖς προειρημένοις ὁ <Ἱπποκράτης> οὕτως ἐπεφώνησεν·

<αὗται αἱ ἐμβολαὶ πᾶσαι κατὰ

παλαίστρην εὔχρηστοί εἰσιν, ὅτι οὐδὲν ἀλλοίων ὀργά[με]νων

δέονται ἐπεισενεχθῆναι· χρήσαιτο δὲ ἄν τις καὶ ἄλλοθι.> οὐ

γὰρ μόνον ἐάν τι τοιοῦτο ἐν ταῖς κατὰ παλαίστραν γυμνασίαις συμβῇ,

χρηστέον τοῖς προδιῃρημένοις ἐκ τοῦ καιροῦ καταρτισμοῖς, ἀλλὰ καὶ

5

ἐὰν ἐν ἄλλοις τόποις ἀπολειφθεῖσ〈ιν〉 ἐπακολουθήσῃ μηδε|μιᾶς ὀργα-

νικῆς ἀνάγκης παρούσης. ἤδη δὲ καὶ τὰς ἐπὶ ποσὸν τῇ διὰ τῶν ἀνδρῶν

γινομένῃ βίᾳ προσδεομένας ἐξαρθρήσεως μοχλείας οὕτως διασαφεῖ·

<ἀτὰρ καὶ οἱ περὶ τὰ ὕπερα

ἀναγκάζοντες κατὰ φύσιν ἐμβάλλουσιν. χρὴ δὲ τὸ μὲν ὕπερον

κατειλίχθαι τινί· ἧσσον γὰρ ἂν ὀλισθάνοι· ὑπηναγκάσθαι δὲ

μεσηγὺ τῶν πλευρέων καὶ τῆς κεφαλῆς τοῦ βραχίονος. καὶ

ἢ〈ν〉 μὲν βραχὺ ἔῃ τὸ ὕπερον, καθῆσθαι χρὴ τὸν ἄνθρωπον

ἐπί τινος, ὡς μόλις τὸν βραχίονα περιβάλλειν δύνηται περὶ

τὸ ὕπερον. μάλιστα δὲ ἔστω μακρότερον τὸ ὑπεροειδές, ὡς

ἂν ἑστεὼς ἄνθρωπος κρέμηται μικροῦ δεῖν ἀμφὶ τῷ ξύλῳ· καὶ

ἔπειτα ὁ μὲν βραχίων καὶ ὁ πῆχυς παρατεταμένος παρὰ τὸ

ὕπερον ἔστω, τὸ δὲ ἐπὶ θάτερα τοῦ σώματος καταναγκαζέτω

τις περιβάλλων περὶ τὸν αὐχένα παρὰ τὴν κλεῖδα τὰς χεῖρας.

αὕτη ἡ ἐμβολὴ κατὰ φύσιν ἐπιεικέως ἐστίν, καὶ ἐμβάλλειν

δύνανται, ἢν χρηστῶς σκευάσωνται.> δεῖ γὰρ ἡμᾶς τὸ ξύλον

ἀσφαλῶς ἑδράζειν, ὅπως ἂν μή τι κατὰ τὸν χειρισμὸν ἐμπόδιον ἐπενέγκῃ

σαλευόμενον. †θειη γε† βιαιοτέραν ἔχει τὴν μοχλείαν οὗτος ὁ τρόπος·

ὡς δ' ἄν τις χρῷτο τῷ καταρτισμῷ περὶ τὸ ὑπεροειδὲς ξύλον, ὑπόκειται.

Ἀσφαλέστερον δὲ τὸ διὰ τοῦ κλιμακίου γινόμενον διὰ τούτων ὑπο-

τέταχεν· <ἀτὰρ καὶ ἡ κατὰ

τοῦ κλιμακίου ἑτέρη τις τοιαύτη καὶ ἔτι βελτίων, ὅτι ἀσφα-

λέστερον πᾶν τὸ σῶμα τὸ μὲν τείνεται, τὸ δὲ ἀντισηκώσει

μετεωρισθέν. περὶ γὰρ τὸ ὑπεροειδὲς ὁ ὦμος ἢν καὶ κατα-

πεπήγῃ, περισφάλλεσθαι τὸ σῶμα κίνδυνος ἢ τῇ ἢ τῇ. χρὴ

μέντοι καὶ ἐπὶ τῷ κλιμακτῆρι ἐπιδεδέσθαι τι στρογγύλον

ἄνωθεν ἐναρμόσον εἰς τὸ κοῖλον τῆς μασχάλης, ὅπως διαναγ-

κάσῃς τὴν κεφαλὴν τοῦ βραχίονος εἰς τὴν φύσιν ἀπιέναι.>

πυκνότερον εἴωθεν ἐπὶ τῶν ἀναγκαίαν χρείαν ἐχόντων διαστέλλεσθαι

πρὸς τὸ μὴ διαλαθεῖν τι τῶν χρησίμων· ὃ δὴ καὶ νῦν πεποίηκεν πάλιν

ὑπομνήσας, ὅτι δέον ἐστὶν καὶ ἐπὶ τοῦ κλιμακτῆρος προσεπιδεδέσθαι τι

στρογγύλον πρὸς ἐκπλήρωσιν τοῦ ἐν τῇ μασχάλῃ κοίλου τῷ διὰ τοῦ

τοιούτου τρόπου μάλιστά πως εἰς τὸ ἄνω μοχλεύεσθαι τὴν τοῦ ὤμου

κεφαλήν. τὸ δὲ κλιμάκιον οἱ μὲν οἴονται εἶναι πῆγμα τετράγωνον παρα-

πλήσιον †κλιμακοειδη αντιας† καὶ ὀνίσκον ἔχον ἐν τῷ κάτω μέρει, οἱ

δὲ κλίμακα τὸ κλιμάκιον εἰρῆσθαί φασιν καὶ λαμβάνοντες οἰκοδομικὴν

κλίμακα περὶ ἕνα τῶν ἀναβαθμῶν ἀφ' ὕψους ὑπερρίπτουσιν τὴν χεῖρα

προϋποτιθέντες σφαίρωμα πρὸς ἐκπλήρωσιν τῆς μασχάλης, εἶτ' ἀφιᾶσιν

ἐκ μὲν τοῦ ἑτέρου μέρους τῆς κλίμακος αἰωρεῖσθαι τὸν ἄνθρωπον, τοῦ

ἐδάφους ἤτοι μὴ ἁπτόμενον ἢ βραχέως γε θιγγάνοντα, ἐκ δὲ τοῦ ἑτέρου

6

μέρους τὴν ἐξηρθρηκυῖαν | χεῖρα διακατέχοντες ἐπὶ ποσὸν ἐπισπῶνται.

καὶ δοκεῖ γέ μοι τοιοῦτος ὁ τῆς ἐμβολῆς ὑπάρχειν τρόπος καὶ οὐ διά

τινος ὀργανικῆς ἀνάγκης εἰρῆσθαι γινόμενος. ἐμέμνητο γὰρ ἂν ὁ ἰατρὸς

τῆς κατασκευῆς αὐτοῦ, καὶ οὐκ ἄν ποτε τὴν ἑξῆς ἐμβολὴν κρατίστην

πασῶν εἶναι διέλαβεν, εἴπερ ἐξεπεφεύγει τὴν τῶν ἐκ τοῦ καιροῦ πρὸς

βοήθειαν ἐπινοουμένων μηχανημάτων εὐπορίαν. καὶ τὰ ἑπόμενα δὲ σὺν

τοῖς προδιηριθμημένοις τῆς αὐτῆς ἐπινοίας ἔχεται· οὐ μὴν ἀλλ' ἐν τοῖς

ἐπὶ πᾶσιν τοῦ βιβλίου ἀνακεφαλαιούμενος πάσας τὰς ἐμβολὰς καὶ ἐπὶ

τοῦ ὤμου φησίν, ὅτι καὶ περὶ κλίμακος 〈... ὡς〉 δὲ χρηστέον ἐστὶ τῇ

ὑποπιπτούσῃ μεθόδῳ, προσυπόκειται.

Κράτιστον δὲ ὤμου καταρτισμὸν διὰ τῶν ἐχομένων οὕτως φησίν·

<κρατίστη μέντοι πα-

σέων τῶν ἐμβολέων ἡ τοιήδε· ξύλον χρὴ εἶναι πλάτος μὲν ὡς

πενταδάκτυλον τὸ ἐπίπαν ἢ τετραδάκτυλον ἢ καὶ λεπτότερον,

μῆκος δὲ δίπηχυ ἢ καὶ ὀλίγῳ ἔλασσον. ἔστω δ' ἐπὶ θάτερα

ἄκρον περιφερὲς καὶ στενότατον ταύτῃ καὶ λεπτότατον. ἄμβην

δὲ ἐχέτω μικρὸν ὑπερέχουσα〈ν〉 ἐπὶ τῷ ἐσχάτῳ τοῦ περιφερέος

ἐν τῷ μέρει μὴ τῷ πρὸς τὰς πλευράς, ἀλλὰ τῷ πρὸς τὴν κεφαλὴν

τοῦ βραχίονος ἔχοντι, ὡς ὑφαρμόσειεν τῇ μασχάλῃ παρὰ τὰς

πλευρὰς ὑπὸ τὴν κεφαλὴν τοῦ βραχίονος ὑποτιθέμενον. ὀθο-

νίῳ δὲ ἢ ταινίῃ μαλακῇ ἁπλῇ κατακεκολλήσθω ἄκροθεν τὸ

ξύλον, ὅπως προσηνέστερον ἔῃ. ἔπειτα χρὴ ὑπώσαντα τὴν

κεφαλὴν τοῦ ξύλου ὡς ἐσωτάτω μεσηγὺ τῶν πλευρέων καὶ

τῆς κεφαλῆς τοῦ βραχίονος, τὴν ὅλην χεῖρα πρὸς τὸ ξύλον

κατατείνοντα προσκαταδῆσαι κατά τε τὸν βραχίονα κατά

τε τὸν πῆχυν κατά τε τὸν καρπὸν τῆς χειρός, ὡς ἀτρεμέῃ.

μάλιστα δὲ περὶ παντὸς χρὴ ποιεῖσθαι, ὅπως τὸ ἄκρον τοῦ

ξύλου ὡς ἐσωτάτω τῆς μασχάλης ἔσται, ὑπερβεβηκὸς τὴν

κεφαλὴν τοῦ βραχίονος. ἔπειτα χρὴ μεσηγὺ δύο στύλων στρω-

τῆρα πλάγιον εὖ προσδῆσαι καὶ ἔπειτα ὑπερενεγκεῖν τὴν

χεῖρα σὺν τῷ ξύλῳ ὑπὲρ τοῦ στρωτῆρος, ὡς ἡ μὲν χεὶρ ἐπὶ

θάτερα ἔῃ, ἐπὶ θάτερα δὲ τὸ σῶμα, κατὰ τὴν μασχάλην δὲ ὁ

στρωτήρ· καὶ ἔπειτα ἐπὶ μὲν θάτερα τὴν χεῖρα καταναγκάζειν

σὺν τῷ ξύλῳ περὶ τὸν στρωτῆρα, ἐπὶ δὲ θάτερα τὸ ἄλλο σῶμα.

ὕψος δὲ ἔχων ὁ στρωτὴρ προσδεδέσθω, ὥστε μετέωρον τὸ

ἄλλο σῶμα εἶναι.> ταύτης δὲ τῆς ἐμβολῆς τὴν ἰσχυροτάτην ἀνάγκην

περιεχούσης ὁ <Βακχεῖος> τὴν ἐπὶ τοῦ μοχλοειδοῦς ξύλου λεγομένην

ἄμβην ἐν τοῖς Περὶ τῶν <Ἱπποκρατείων> λέξεων ἐξηγεῖται, ὅτι „ἐν ταῖς

λέξεσιν ἀναγέγραπται, ὡς <Ῥόδιοι> ἄμβωνας καλοῦσιν τοὺς τῶν ὀρῶν

λόφους καὶ καθόλου τὰς προσαναβάσεις“. καὶ διὰ τούτων φησὶν πάλιν·

”ἀναγέγραπται δὲ καὶ ὡς ὁ <Δημόκριτος> εἴη καλῶν τῆς ἴτυος τὴν

τῷ κοίλῳ περικειμένην ὀφρὺν ἄμβην”. ἔχει[ν] δὲ παρ' αὐτῷ καὶ οὕτως·

„ἀναγέγραπται δὲ ὁμοίως· ἄμβων τῆς λοπάδος τὸ περικείμενον χεῖλος.

7

<Ἀριστοφάνης>· ὁ πολλῶν | λοπάδων τοὺς ἄμβωνας περιλείξας“. ταῦτα

〈τὰ〉 κομιζόμενα μαρτύρια παντελῶς ἐστιν εὐήθη[ς] κεχωρισμένα τῆς ἀπὸ

τῶν συμβαινόντων χρείας. ἔδε〈ι〉 δὲ ἱστορηκότα τοῦτο κατακεχωρικέναι,

ὅτι <Κῷοι> τοὺς τῶν κλιμάκων ἀναβαθμοὺς ἄμβωνας καλοῦσιν, ὥστ' εἰρῆ-

σθαι τὴν ἐν τῷ ξύλῳ ὑπεροχὴν τοιαύτην εἶναι, ὁμοίαν ἀναβαθμῷ εἰς

τὸ βάθος ἐκκοπὴν ἔχουσαν· πᾶν γε τὸ μὴ κατ' εὐθὺ φέρον ἐν τῷ βάθει,

ἀλλὰ πρὸς τὸ κάτω [εἶναι] νενευκὸς τρῆμα καλοῦσι οἱ τούτων ἐργάται

ὑπαμβές. πλὴν ταῦτα μὲν παρήσω νῦν, σαφέστερον γὰρ <Ἱππο-

κράτη〈ς〉> διὰ τῶν προκειμένων περὶ τῆς τοῦ ξύλου κατασκευῆς καὶ

χρήσεως ὑπογέγραφεν. ἡ δ' ἐμβολὴ γένοιτ' ἂν οὕτως.

Ἔτι δὲ πρὸς τὸ προκείμενον τοιαῦτά τινα προσεπιλέγει[ν]·

<οὗτος ὁ τρόπος παρὰ πολὺ

κράτιστος ἐμβολῆς ὤμου· δικαιότατα μὲν γὰρ μοχλεύει[ν],

ἢν μόνον ἐσωτέρω ᾖ[ν] τὸ ξύλον τῆς κεφαλῆς τοῦ βραχίονος·

δικαιόταται δὲ αἱ ἀντιρροπαί, ἀσφαλὲς δὲ τὸ ὀστέον τοῦ

βραχίονος. τὰ μὲν οὖν νεαρὰ ἐμπίπτει θᾶσσον ἢ ὡς ἄν τις

οἴοιτο, πρὶν ἢ καὶ κατατετάσθαι δοκεῖν. ἀτὰρ καὶ τὰ παλαιὰ

μόνον αὕτη τῶν ἐμβολέων οἵη τ' ἐμβιβάσαι, ἢν μὴ ἤδη ὑπὸ

χρόνου σὰρξ μὲν ἐπεληλύθῃ ἐπὶ τὴν κοτύλην, ἡ δὲ κεφαλὴ

τοῦ βραχίονος ἤδη τρίβον ἑωυτῇ ᾖ πεποιημένη ἐν τῷ χωρίῳ,

ἵνα ἐξεκλίθη. οὐ μὴν ἀλλ' ἐμβάλλειν γάρ μοι δοκεῖ καὶ οὕτως

πεπαλαιωμένον βραχίονα. τί γὰρ ἂν δικαία μόχλευσις οὐ

κινήσειεν; μένειν μέντοι οὐκ ἄν μοι δοκέοι κατὰ χώρην,

ἀλλ' ὀλισθάνειν εἰς τὸ ἔσω.> οὐ μόνον δὲ τῇ ὑπὲρ τὸν στρωτῆρα

τῆς χειρὸς ὑπερθέσει συγχρῆσθαι διείληφεν, ἀλλὰ καὶ ἐφ' ἑ[κα]τέρων

τῶν παρατυχόντων, οἷον εὐθέως ὑποτέταχεν ἐπὶ τοῦ κλιμακίου λέγων

οὕτως· <τὸ αὐτὸ δὲ ποιεῖ καὶ περὶ

κλιμακτῆρα καταναγκάζειν τὸν τρόπον τοῦτον σκευάσαντα.>

τὴν δὲ τούτου καταγραφὴν παρήσομαι διὰ τὸ καὶ ἐν τοῖς προεκκειμένοις

διασαφεῖσθαι. τὰ δὲ ἑξῆς οὕτως ὑπογέγραφεν·

<πάνυ μὲν ἱκανῶς ἔχει καὶ περὶ μέγα ἕδος Θεσσα-

λικὸν ἀναγκάζειν νεαρὸν ὂν τὸ ὀλίσθημα. ἐσκευάσθαι μὲν

γὰρ χρὴ τὸ ξύλον οὕτως, ὥσπερ εἴρηται, ἀτὰρ τὸν ἄνθρωπον

καθίσαι πλάγιον ἐπὶ τῷ δίφρῳ καὶ ἔπειτα τὸν βραχίονα σὺν

τῷ ξύλῳ ὑπερβάλλειν ὑπὲρ τοῦ ἀνακλισμοῦ καὶ ἐπὶ μὲν θάτερα

8

τὸ σῶμα καταναγκάζειν, ἐπὶ δὲ θάτερα τὸν | βραχίονα σὺν

τῷ ξύλῳ.> ἡ δὲ ἐμβολὴ γένοιτ' ἂν οὕτως. [ἡ ἐπὶ θάτερα κατοχὴ παρα-

λέλειπται. ἔσται οὖν περιτροπή, καὶ ἡ χεὶρ ἀφέστηκεν ἀπὸ τοῦ ἀγκῶνος.]

Τὸν δ' αὐτὸν τρόπον καὶ οὕτως γενέσθαι σεσήμαγκεν·

<τὸ αὐτὸ δὲ ποιεῖ καὶ ὑπὲρ δικλίδος

θύρης ἀναγκάζειν. χρῆσθαι δὲ χρὴ ἀεὶ τούτοις, ἃ ἂν τύχῃ

παρεόντα.> ὁ μὲν αὐτὸς τρόπος ἐστὶν τῆς ἐμβολῆς ὁ διὰ τοῦ ξύλου

γινόμενος τοῦ τὴν ἄμβην ἔχοντος. ἡ δέ γε πεῖρα [τὰ] 〈ἐ〉πλεόνασε τοῖς

τοιούτοις ὑποδείγμασιν τοῖς πρὸς τὴν ὑπέρθεσιν τῆς χειρὸς εὐθέτοις

χάριν τοῦ τοῖς παραπίπτουσιν ἐκ τοῦ καιροῦ συγχρωμένους ῥᾳδίως

ἐπιτελεῖν τὸ προκείμενον. καθόλου δ' ἐπὶ τῆς τοῦ ὤμου ἐμβολῆς προ-

νοητέον, καθάπερ διέσταλται, καὶ ἐπὶ τῶν λοιπῶν μὲν τῶν ἐντιθεμένων

εἰς τὴν μασχάλην ἐκπληρώσεως χάριν καὶ ἐπὶ τοῦ ξύλου δέ, ὡς ἐσωτάτω

καὶ μεταξὺ τεθήσεται τῆς κεφαλῆς τοῦ ὤμου καὶ τῶν πλευρῶν καὶ ὅπως

ἂν ἡ αὐτοῦ ὑπεροχὴ μὴ πρὸς τὰς πλευράς, ἀλλὰ πρὸς τὸν ὦμον ἐντὸς

ἐπιστρέφηται· οὕτω γὰρ τοῦ ξύλου τεθέντος καὶ ἐπίβασιν ἐπὶ τὴν ἐξοχὴν

αὐτοῦ τῆς τοῦ ὤμου κεφαλῆς ποιησαμένης εὐχερὴς εἰς τὸ κατὰ φύσιν

ἀπο〈κατά〉στασις ἔσται. καταρτίζεται δὲ ὦμος ὑπὲρ τῆς δικλίδος θύρας

τὸν τρόπον τοῦτον.

Ἐπὶ πᾶσι δὲ τοῖς προδιηριθμημένοις τὰ τοιαῦτα ἐπέζευξεν·

<εἰδέναι μὲν οὖν χρὴ ὅτι φύσιες

φυσίων μέγα διαφέρουσιν εἰς τὸ ῥηϊδίως ἐμπίπτειν τὰ ἐκ-

πίπτοντα.> ἀναγκαῖον γάρ ἐστιν τῷ μέλλοντι κατὰ τρόπον τῶν ἄρ-

θρων καταρτισμὸν ποιεῖσθαι τὴν περὶ ἑκάστου ὑπάρχουσαν διαφορὰν

φύσει ἕξει ἡλικίῃ προσλαμβάνεσθαι, ἵνα μὴ ἐπὶ πάντων μιᾷ καὶ τῇ αὐτῇ

ἀνάγκῃ χρώμενος, καὶ ἐφ' ὧν μὴ 〈δεῖ〉, διαβι[β]άζηται, οἷον ἐπὶ νηπίων

τε καὶ ἀσθενῶν καὶ τῶν φύσει καὶ ἕξει ῥᾳδίως δυναμένων καταρτισθῆναι,

ἢ πάλιν ἐπί τινων διὰ νεύρων ἢ ἕξεως σκληρότητα μὴ εὐχερῶς κατα-

κρατουμένων ἀφιστῆται τοῦ προκειμένου, προσάγῃ δὲ τὰς βιαστικω-

τέρας ἀνάγκας. ἑξῆς δὲ τὴν ἐν τῇ φύσει καὶ ἕξει διαφορὰν οὕτως ὑπο-

γέγραφεν· <διενέγκαι μὲν

γὰρ ἄν τι καὶ κοτύλη κοτύλης, ἡ μὲν εὐυπέρβατος ἐοῦσα, ἡ

δὲ καὶ ἧσσον. πλεῖστον δὲ διαφέρει τῶν νεύρων ὁ ἔνδεσμος,

τοῖς μὲν ἐπιδόσεις ἔχων, τοῖς δὲ συνδεδεμένος. καὶ γὰρ ἡ

ὑγρότης τοῖς ἀνθρώποις γίγνεται ἡ ἐκ τῶν ἄρθρων διὰ τὴν

τῶν νεύρων ἀπάρτησιν, ἢν χαλαρά τε ᾖ φύσει καὶ ἐπιτάσεις

εὐφόρως φέρῃ. συχνοὺς γὰρ ἄν τις ἴδοι, οἳ οὕτως ὑγροί εἰσιν,

ὥστε, ὁπόταν 〈ἐθέλωσιν〉, ἐξίσταται ἀνωδύνως καὶ καθίστα-

ται ἀνωδύνως. διαφέρει μέντοι τι καὶ ἕξις σώματος. τοῖς μὲν

γὰρ εὖ ἔχουσιν τὸ γυῖον καὶ σεσαρκωμένοις ἐκπίπτει ἧσσον

ἐμπίπτει τε χαλεπώτερον. ὅταν αὐτοὶ σφῶν ἑαυτῶν λεπτοὶ

καὶ ἄσαρκοι ἔωσιν, τότε ἐκπίπτει μᾶλλον ἐμπίπτει τε ῥᾷ[δι]ον.>

9

| περὶ μὲν οὖν ὤμου καταρτισμοῦ ταῦθ' ὑπογέγραφεν· περὶ δὲ τῆς

σημειώσεως οὕτως διασαφεῖ· <γι-

γνώσκειν δὲ εἰ ἐκπέπτωκεν ὁ βραχίων τοῖσδε χρὴ τοῖς ση-

μείοις· τοῦτο[ις] μέν, ἐπειδὴ δίκαιον ἔχουσι τὸ σῶμα οἱ ἄνθρω-

ποι καὶ τὰς χεῖρας καὶ τὰ σκέλη, παραδείγματι χρῆσθαι χρὴ

τῷ ὑγιεῖ 〈πρὸς τὸ μὴ ὑγιὲς καὶ τῷ μὴ ὑγιεῖ〉 πρὸς τὸ ὑγιές,

μὴ τὰ ἀλλότρια ἄρθρα καθορῶντα—ἄλλοι γὰρ ἄλλων 〈μᾶλ-

λον〉 ἔξαρθροι πεφύκασιν—, ἀλλὰ αὐτοῦ τοῦ κάμνοντος, ἢν

ἀνόμοιον ᾖ τὸ ὑγιὲς τῷ μὴ ὑγιεῖ.> εἶτεν μετά τινας ἀριθμοὺς τὰ

παρακολουθοῦντα σημεῖα διὰ τούτων ἐκτέθειται·

<ἀτὰρ τοῦτο μὲν ἐν τῇ μασχάλῃ ἡ κεφαλὴ

τοῦ βραχίονος φαίνεται ἐγκειμένη πολλῷ μᾶλλον τοῦ ἐκπε-

πτωκότος ἢ τοῦ ὑγιέος, τοῦτο δὲ ἄνωθεν κατὰ τὴν ἐπωμίδα

κοῖλον φαίνεται τὸ χωρίον καὶ τοῦ ἀκρωμίου τὸ ὀστέον ἔξοχον

φαίνεται, ἅτε ὑποδεδωκότος τοῦ κάτω χωρίου. παρασύνεσιν

μὲν καὶ ἐν τούτῳ ἔχει[ν] τινά, ἀλλὰ ὕστερον περὶ αὐτοῦ γέ-

γραπται· ἄξιον γὰρ γραφῆς ἐστιν. τοῦ δὲ ἐκπεπτωκότος ὁ

ἀγκὼν φαίνεται ἀφεστεὼς μᾶλλον ἀπὸ τῶν πλευρέων ἢ τοῦ

ἑτέρου. ἢν μέντοι τις προσαναγκάζοι, προσάγεται, ἐπιπόνως

δὲ τοῦτο. ἄνω τὴν χεῖρα ἀεῖραι εὐθεῖαν παρὰ τὸ οὖς ἐκτε-

ταμένου τοῦ ἀγκῶνος οὐ μᾶλλον δύνανται, ὥσπερ τὴν ὑγιέα,

οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁμοίως. τά τε οὖν σημεῖα ταῦτ'

ἐστὶν ὤμου ἐκπεπτωκότος αἵ τε ἐμβολαὶ αἱ ἐγγεγραμμέναι.>

ταῦτ' ἐστὶν ὅσα ποτὲ περὶ ὤμου καταρτισμοῦ παρ' <Ἱπποκράτει> δια-

σαφεῖ〈ται〉 δυνάμενα ῥᾳδίως καὶ ὑπὸ τῶν κατὰ τὸ πλεῖστον ἐν παλαίστρᾳ

διατριβόντων κρατηθῆναι. ἀναγκαῖον οὖν καὶ σοὶ πρὸς τὰ συμβαίνοντα

γιγνώσκεσθαι. ἐὰν δὲ καὶ τὸν τῶν λοιπῶν ἄρθρων καταρτισμόν, ὃν

τρόπον δεῖ ποιεῖσθαι κατὰ τὸν ἰατρόν, προαιρῇ μεταλαμβάνειν καὶ τὸ

ὑπ' αὐτοῦ πρώτως ἐπινοηθὲν πρὸς ταῦτα ὄργανον εἰδῆσαι σπεύδῃς,

μετὰ τῆς ἐνδεχομένης ἀκριβείας ἀναγραφὲν δοθήσεταί σοι.

{ΑΠΟΛΛΩΝΙΟΥ ΚΙΤΙΕΩΣ

ΤΗΣ ΠΕΡΙ ΑΡΘΡΩΝ ΠΡΑΓΜΑΤΕΙΑΣ 〈ΤΟ ΔΕΥΤΕΡΟΝ〉}

Ἐν μὲν τῷ πρὸ τούτου βιβλίῳ, βασιλεῦ <Πτολεμαῖε>, περὶ ὤμου

καθ' <Ἱπποκράτην> ἐμβολῆς δεδηλώκαμεν, ἐν δὲ τούτῳ περί τε ἀγκῶνος

10

καὶ καρποῦ καὶ σφονδύλων, ὃν | τρόπον ὁ προειρημένος ἰατρὸς τάς τε

σημειώσεις αὐτῶν καὶ τοὺς καταρτισμοὺς ποιεῖσθαι παρακελεύεται, διασα-

φήσω. πρότερον δὲ τὰς λέξεις αὐτοῦ καταχωριῶ, εἶτ' εἰρομένως τὸν τῶν

ἐμβολῶν τρόπον δι' αὐτῶν τῶν ὑποδειγμάτων ὑποτάξω πρὸς τό, καθ-

άπερ καὶ ἐν τοῖς πρότερον, καὶ ἐν τούτοις εὐπαρακολούθητά σοι γενέσθαι

τήν τε περὶ ἄρθρων θεωρίαν, οὐκ ἀνωφελῆ καθεστῶσαν μὴ ἀτελείωτον

φιλιατροῦντί σοι παραδοθῆναι. οὐκ ἀγνοῶ δέ, διότι τὰ διὰ χειρουργίας

ἐνεργούμενα δυσκόλως διὰ λόγου καταλαμβάνεσθαι δύναται· ὅθεν, ἐάν

τινα μὴ σαφῆ σοι γίνηται, μὴ ἡμᾶς, ἀλλὰ τὴν τοῦ πράγματος αἰτιῶ φύσιν.

τὸ[υ] μὲν γὰρ ὑποδείγματος ἔχει τρόπον ἐπὶ τὴν χρείαν μεταγόμενον,

τὸ δ' ἀπ' αὐτῶν τῶν συμβαινόντων ἐναργῆ τὴν κατάληψιν ἐγχειρί〈ζει〉. οὐ

μὴν ἀλλὰ καὶ καθ' ὅσον ἂν ᾖ δυνατόν, διὰ τούτων σαφῆ σοι κατασταθήσε-

ται.

Ἐχομένως τοίνυν ὁ <Ἱπποκράτης> ἐν τῷ Περὶ ἄρθρων βιβλίῳ

περί τε ἐξαρθρήσεων καὶ παραρθρήσεων ἀγκῶνος καὶ τούτων κατ-

αρτισμοῦ μνημονεύων οὐδαμῶς, κατὰ πόσους τρόπους συμβαίνουσιν,

εὐσήμως τέταχεν. ἀλλά τοί γε διὰ τῶν κατὰ μέρος λόγων ποιήσω τοῦτο

φανερόν, διότι παραρθρεῖ μὲν ἀγκὼν διχῶς, ἐξαρθρεῖ δὲ κατὰ τέσσαρας

τρόπους. τοῦ γὰρ λεγομένου πήχεος ἐξ ὀστῶν δύο συνεστῶτος τὸ μὲν

ἐντὸς αὐτῶν προσήρτηται τῷ βραχίονι νενευκὸς εἰς τὸν ἐκτὸς μᾶλλον

τόπον, ὃ δὴ κερκὶς καλεῖται· τὸ δὲ ἔξω ἐπιβέβηκεν τῷ κοίλῳ τοῦ βραχί-

ονος, λεγόμενον δὲ κορωνόν. καὶ 〈κατ'〉 ὀξὺ τοῦ ἀγκῶνος ὑφ' ἑκατέρων

τῶν ὑπεροχῶν συνέχεται, τῆς τε ἔσω τοῦ ἀγκῶνος, ἀφ' ἧς τὸν πῆχυν

μετρεῖν εἰώθαμεν, καὶ τῆς ἔξω καταληγούσης ἀπὸ τοῦ βραχίονος. τούτων

οὖν τῶν ὀστῶν, ὃ δὴ κερκὶς καλεῖται, πεφυκὸς ἐντὸς παραρθρεῖ μόνον

νεῦον ἢ πρὸς πλευρὰς ἢ εἰς τὸ ἐκτὸς μέρος. δηλοῖ δὲ περὶ αὐτοῦ τὸν

τρόπον τοῦτον· <ἀγκῶνος ἄρ-

θρον παραλλάξαν μὲν ἢ πρὸς πλευρὴν ἢ ἔξω, μένοντος τοῦ

ὀξέος τοῦ ἐν τῷ κοίλῳ τοῦ βραχίονος.> τοὺς μὲν οὖν τούτων σχημα-

τισμοὺς ὑπογράφειν παρήσω· οὐ γὰρ ἂν δύναιντο ἁπλῆς τῆς τάσεως

αὐτῶν γινομένης καταλημφθῆναι. αἱ δὲ παραρθρήσεις ἔκδηλοι γίνονται

τὰ μὲν εἰς τὸ ἐντός, τὰ δὲ εἰς τὸ ἐκτός, πολύτροπον 〈ῥοπὴν〉 ἔχοντος

τοῦ ἄρθρου, διαστρεφομένου τε καὶ νεύοντος τοῦ μορίου ὁτὲ μὲν εἰς τὸ

ἔξω, ὁτὲ δὲ εἰς τὸ ἔσω μέρος, ἃ δὴ οὕτως διὰ τῶν ἑξῆς καταρτίζειν παρα-

κελεύεται· <ἐς εὐθὺ κατατεί-

νοντα[ι] τὰ ἐξέχοντα ἀπωθεῖν ὀπίσω καὶ εἰς τὸ πλάγιον.>

ἡ γὰρ εἰς εὐθὺ τάσις ἀπο〈κατά〉στασιν τῶν ἄρθρων ποιεῖ, ὥστε ῥᾳδίως

εἰς τὴν κατὰ φύσιν χώραν τὸ ἄρθρον παραγενέσθαι. ἐάν τε οὖν εἰς τὸ

πρὸς τὰς πλευρὰς μέρος ἐάν τε ἔξω παραρθρήσῃ, χρηστέον τῇ κατ' εὐθὺ

τάσει καὶ τὸ μὲν ἔσω νενευκὸς βιάζεσθαι μετὰ συμμέτρου κάμψεως καὶ

τῆς εἰς τὸ ὕπτιον τῆς χειρὸς ἀναστροφῆς, ἐπὶ τὸ τοῦ ἀγκῶνος πλάγιόν

τε καὶ βάθος ἐπερείδοντα ἢ χειρὶ ἢ δακτύλοις, τὸ δὲ εἰς τὸν ἔξω τόπον

ἐκκεκλικὸς εἴσω βιάζεσθαι τὸ τῆς χειρὸς θέναρ προσβάλλοντα ἐκ πλα-

γίου τῷ ὀξέϊ τοῦ[τ] ἀγκῶνος, ἅμα καὶ τὴν τῆς χειρὸς ἐπιστροφὴν ἐπὶ

11

τὸ πρηνὲς ποιουμένους. | περὶ μὲν οὖν τῆς τοῦ ἀγκῶνος παραρθρήσεως

οὕτως διασαφεῖ· περὶ δὲ τῆς ὁλοσχερεστέρας ἐξαρθρήσεως τὸν τρόπον

τοῦτον μέμνηται· <τὰ δὲ

τελέως ἐκβάντα ἔνθα ἢ ἔνθα, ἡ κατάτασις μέν, ἐν ᾗ ὁ βραχίων

ἐπιδεῖται.> αὗταί εἰσιν ὁλοσχερεῖς δύο [εἰσὶν] ἐξαρθρήσεις ἀγκῶνος, ἡ

μὲν ἔσω νεύουσα, ἡ δὲ εἰς τὸ ἔξω μέρος. μνημονεύει δὲ διὰ τῶν ἑξῆς ἔτι

καὶ ἄλλων δύο ἐξαρθρήσεων, τῆς μὲν ἔμπροσθεν, τῆς δὲ εἰς τοὐπίσω

γινομένης. οὔτε δὲ περὶ αὐτῶν οὔτε περὶ τοῦ καταρτισμοῦ κατὰ τὸν

εἰρημένον μέμνηται λόγον· ὅθεν περὶ τῶν προκειμένων πρότερον ἐκθή-

σομαι, ὃν τρόπον τὰς ἐμβολὰς ποιεῖσθαι παρακελεύεται. μετὰ πλείονας δὲ

ἀριθμοὺς οὕτως φησίν· <ἀγκὼν δὲ

ἢν μὲν ἔσω ἢ ἔξω, κατάτασις μὲν ἐν σχήματι ἐγγωνίῳ τῷ πήχει

πρὸς βραχίονα· μασχάλην ἀναλαβόντα ταινίῃ ἀνακρεμάσαι·

ἀγκῶνα 〈αἴ〉ρειν δὲ μικρῷ ὑποθείς, παρὰ δὲ τὸ ἄρθρον

βάρος ἐκκρεμάσαι ἢ χερσὶν καταναγκάζειν. ὑπεραιωρηθέντος

δὲ τοῦ ἄρθρου αἱ παραγωγαὶ τοῖς θέναρσιν, ὡς τὰ[ς] ἐν χερ-

σίν. ἐπιδέσεις ἐν τούτῳ τῷ σχήματι καὶ ἀναλήψεις καὶ θέσεις.>

ἐπὶ τούτῳ οὐκέτι τὴν ἐπ' εὐθείας προκρίνει τάσιν, ἀλλὰ τὴν ἐγγώνιον

πρὸς βραχίονα τοῦ ἀγκῶνος εἰς τὸ κάτω κατάτασιν, ὃν τρόπον καὶ

κατεαγὼς ὁ βραχίων τείνεταί τε καὶ ἐπιδεῖται. ἡ δὲ μετὰ τὴν κατάτασιν

διόρθωσις καὶ ὁ καταρτισμὸς [ἐ]γίνοιντ' ἂν ταῖς χερσὶν εἰς τὸ ἐναντίον,

ὃν τρόπον διὰ τῶν ἔμπροσθεν δεδήλωκα. πλὴν καὶ ὁ <Ἱπποκράτης>

οὕτως περὶ αὐτῶν διασαφεῖ· <τὰς

δὲ καταρ〈τί〉σιας ἀπάγοντα ἐπὶ πλεῖον, ὡς μὴ ψαύῃ τῆς κο-

ρώνης ἡ κεφαλή, μετέωρον περιάγει〈ν〉 καὶ περικάμψαι καὶ

†εσωηθην† βιάζεσθαι, ἅμα δὲ ὠθεῖν τἀναντία ἑκατέραν καὶ

παρωθεῖν εἰς χώρην. συνωφελοίη δ' ἂν ἐπίστρεψις ἀγκῶνος

ἐν τούτοις, ἐν τῷ μὲν εἰς τὸ ὕπτιον, ἐν τῷ δὲ εἰς τὸ πρηνές.>

ὁ δὲ τῆς ἐμβολῆς τρόπος οὕτως ἂν δι' ὑποδείγματος γένοιτο.

Περὶ δὲ τῶν ἄλλων τῶν τῆς ἐξαρθρήσεως τρόπων οὕτως μέμνηται·

<ἐμβολαὶ

δέ, τοῦ μὲν ὀπίσω, ἐκτείναντας κατατεῖναι· σημεῖον δέ· οὐ

γὰρ δύνανται 〈ἐκτείνειν· τοῦ δὲ ἔμπροσθεν, οὐ δύνανται〉

συγκάμπτειν· τούτῳ δὲ ἐνθέντα τι συνειλιγμένον σκληρὸν

περὶ τοῦτο συγκάμψαι ἐξ ἐκτάσεως ἐξαίφνης. διαστάσεως δὲ

ὀστέων σημεῖον κατὰ τὴν φλέβα τὴν κατὰ βραχίονα σχιζο-

μένην διαψαύοντι. ταῦτα δὲ ταχέως διαπωροῦται. τὰ δὲ

ὄπισθεν ἐξαίφνης ἐκτείναντα διορθοῦν τοῖς θέναρσιν.> τὴν μὲν

οὖν εἰς τοὐπίσω τοῦ ἀγκῶνος ἐξάρθρησιν οὐκ ἀναγκαῖον διὰ τῶν ὑπο-

δειγμάτων ὑπογράφειν—ἐκ γὰρ τῆς παρὰ φύσιν γεγενημένης κάμψεως

μεταστάσεως ἔκτασιν περιέχει μόνον καὶ τῶν ὄπισθεν ταῖς χερσὶ κατ-

12

αρτισμόν—, τὴν | δὲ εἰς τὸ ἔμπροσθεν συμβαίνουσαν καταγράψω χάριν

τοῦ δυναμένην συνθεωρη〈θῆ〉ναι παραιτίαν ὠφελείας γενέσθαι. διὸ κατ-

αρτίζοιτ' ἂν οὕτως.

Μετὰ τάδε ἑπομένως περὶ χειρὸς ἐξαρθρήσεως οὕτως διασαφεῖ·

<χειρὸς δὲ ἄρ-

θρον ὀλισθάνει ἢ[ν] εἴσω ἢ ἔξω, εἴσω δὲ τὰ πλεῖστα. σημεῖα

δὲ εὔσημα. ἐμβολή· ὑπὲρ τραπέζης τοὺς δακτύλους ἔχων τοὺς

μὲν τείνειν, τοὺς δὲ ἀντιτείνειν, τὸ δὲ ἐξέχον ἢ θέναρι ἢ πτέρνῃ

ἅμα ἀπωθεῖν καὶ ὠθεῖν πρόσω, κάτωθεν κατὰ τὸ ἕτερον

ὀστέον ὄγκον μαλακὸν ὑπόθες, ἢν μὲν ἄνω, καταστρέψας

τὴν χεῖρα, ἢν δὲ κάτω, ὑπτίην. ἴησις ὀθονίῳ.> ἐπὶ τούτων τὸ

ἐναντίον σεσήμαγκεν, διότι, ὁπότερον 〈ἂν〉 τῶν ὀστέων ἐξαρθρῇ, μόνον

εἰς τὸ εἴσω καὶ εἰς τὸ 〈ἔξω〉 παρολισθάνει μέρος, εἰς δὲ τὸ ἄνω 〈ἢ〉 εἰς

τὸ κάτω τὸ τοιοῦτον οὐδαμῶς συμβαίνειν δύνα[ν]ται χωρὶς τῆς ἑκατέρων

ἐκκλίσεως. ἐχομένως γε οὖν οὕτως ὑπογέγραφεν·

<ὅλη δὲ χεὶρ ὀλισθάνει ἢ εἴσω ἢ ἔξω ἢ ἔνθα ἢ ἔνθα,

μάλιστα δὲ εἴσω. ἔστι δ' ὅτε ἡ ἐπίφυσις ἐκινήθη, ἔστι δ' ὅτε

τὸ ἕτερον τῶν ὀστέων διέστη. τούτοις ἡ κατάτασις ἰσχυρὴ

ποιεῖται, καὶ τὸ μὲν ἐξέχον ἀπώθει, τὸ δὲ ἕτερον ἀντώθει·

δύο δὲ εἴδη ἅμα εἰς τοὐπίσω καὶ εἰς τὸ πλάγιον χερσὶν ἐπὶ

τραπέζης ἢ πτέρνῃ· παλίγκοτα τάδε καὶ ἀσχήμονα. τῷ χρόνῳ

κρατύνεται, ἢν χρήσιμον.> ὡς ἐπὶ πᾶν γὰρ καὶ μάλισθ' ἡ ὁλοσχερὴς

τῆς χειρὸς ἐξάρθρησις οὐ δύναται καταρτισθῆναι κατὰ τρόπον, ἀλλὰ

διεστραμμένη φαίνεται. αἱ μὲν οὖν εἰς τὰ πλάγια παραρθρήσεις διὰ τῆς

κατατάσεως καὶ τῆς εἰς τὰ ἐναντία τῶν ὑπερεχόντων ἐνθλίψεως κατ-

αρτίζοι〈ν〉τ' ἄν· αἱ δὲ ἔσω ἢ ἔξω γινόμεναι, καθάπερ προϋποδέδειχεν·

τῆς 〈χειρὸς〉 ἐπὶ τραπέζης κατὰ τὸ ἐναντίον τιθεμένης ἢ τῇ χειρὶ ἢ τῇ

πτέρνῃ τὰ ἐξέχοντα καταβι[β]ασθήσεται. χρηστέον δὲ τῷ τοιούτῳ

τρόπῳ πρότερον.

Ἐὰν δὲ τὸ θέναρ ἐπερειδόντων ἡμῶν μὴ ὑπακούῃ, βιαστέον διὰ

τῆς πτέρνης, καθάπερ προείρηται, χρωμένους τούτῳ τῷ τρόπῳ.

{Περὶ δακτύλων}

Περὶ δὲ δακτύλων οὕτως ἀπεφήνατο·

<δακτύλου δὲ ἄρθρον 〈ὀλισθὸν〉 μὲν εὔσημον.

ἐμβολὴ δέ· κατατείναντα ἐς ἰθὺ τὸ μὲν ἐξέχον ἀπωθεῖν, τὸ δὲ

ἐναντίον ἀντωθεῖν. ἴησις δὲ ἢ σταιτὶ ἢ ὀθονίοισι. μὴ ἐμπεσὸν

13

δὲ ἐπιπωροῦται | ἔξω.> βραχυλόγω〈ς〉 σφόδρα ἐν τούτοις ἀνέστραπται

διὰ τὸ τοῦ πράγματος εὐκαταμάθητον. οὐ μὴν ἀλλὰ καὶ <Διοκλῆς> τὸν

τρόπον τοῦτον μέμνηται· ”δακτύλου μὲν ἄρθρον ἄν τε ποδὸς ἄν τε

χειρὸς ἐκπέσῃ, τετραχῶς ἐκπίπτει, ἢ ἐντὸς ἢ ἐκτὸς ἢ εἰς τὰ πλάγια.

ὅπως δ' ἂν ἐκπέσῃ, ῥᾴδιον γνῶναι πρὸς τὸ ὁμώνυμον καὶ τὸ ὑγιὲς

θεωροῦντα. ἐμβάλλειν δὲ κατατείνοντα εὐθὺ ἀπὸ χειρῶν, περιελίξαι τε

ὅπως μὴ ἐξολισθάνῃ. ἀστε〈ῖ〉ον δὲ καὶ τὰς σειράς, ἃς οἱ παῖδες πλέκουσιν,

περιθέντα περὶ ἄκρον τὸν δάκτυλον κατατείνειν, ἐκ δὲ τοῦ ἐπὶ θάτερα

ταῖς χερσίν.”

{Περὶ γνάθου}

Ἑπομένως δὲ ὁ <Ἱπποκράτης> περὶ ἐξαρθρήσεως γνάθου, τῆς δὴ

σιαγόνος ὑπό τινων λεγομένης, διὰ τούτων κατακεχώρικεν·

<γνάθος δὲ ὀλίγοις ἤδη τελέως ἐξήρθρη-

σεν. ὀστέον γὰρ τὸ ἀπὸ τῆς ἄνω γνάθου πεφυκὸς ὑπεζύγωται

πρὸς τῷ ὑπὸ τὸ οὖς ὀστέῳ πεφυκότι.> καὶ προβὰς ἐπιλέγει·

<ἐκπέσοι δ' ἂν ἀπ' οὐδενὸς ἄλλου

σχήματος ἢ ἀπὸ τοῦ μέγα χανόντα μετάγειν τὴν γένυν ἐπὶ

θάτερα.> εἶτεν μετ' ὀλίγους ἀριθμοὺς τά τε σημεῖα τὰ παρακολουθοῦντα

καὶ τὸν καταρτισμὸν οὕτω παρέστακεν·

<περὶ οὗ οὖν ὁ λόγος, ἐκπίπτει μὲν γνάθος

ὀλιγάκις ἐν χασμήσει. δῆλος μὲν οὖν τοῖσδε μάλιστά ἐστιν,

ὅταν ἐκπεπτώκῃ. προίσχεται γὰρ ἡ κάτω γνάθος εἰς τὸ ἔμ-

προσθεν καὶ παρῆκται ἐναντία τοῦ ὀλισθήματος, καὶ τοῦ

ὀστέου τὸ κορωνὸν ὀγκηρὸν γίνεται παρὰ τὴν ἄνω γνάθον,

καὶ χαλεπῶς συμβάλλουσιν τὰς γνάθους. τούτοις ἐμβολὴ

πρόδηλος, οἵη τις. χρὴ γὰρ τὸν μὲν κατέχειν τὴν κεφαλήν,

τὸν δὲ περιλαβόντα τὴν κάτω γνάθον καὶ ἔσωθεν καὶ ἔξωθεν

τοῖς δακτύλοις κατὰ τὸ γένειον, χάσκοντος τοῦ ἀνθρώπου,

ὅσον μετρίως δύναται, πρῶτον μὲν διακινεῖν τὴν γνάθον

χρόνον τινὰ καί τι παράγοντα τῇ χειρί, καὶ αὐτὸν τὸν ἄνθρω-

πον κελεύειν χαλαρὴν τὴν γνάθον συμπαράγειν καὶ συνδι-

δόναι ὡς μάλιστα, ἔπειτα ἐξαπίνης σπάσαι εἰς τοὐπίσω καὶ

ἀναλήψει γενείου τρισὶν ὁμοῦ σχήμασιν προσέχοντα τὸν

νοῦν. δεῖ μὲν γὰρ παράγε[νε]σθαι ἐκ τῆς διαστροφῆς εἰς τὴν

φύσιν ἑπόμενον τούτοις καὶ συμβάλλειν τὰς γνάθους καὶ μὴ

χάσκειν. ἐμβολὴ μὲν οὖν αὕτη, καὶ οὐκ ἂν γένοιτο ἀπ' ἄλλων

σχημάτων.> καὶ οὕτως πάλιν·

14

<ἀσφα|λέστερον δὲ χειρουργεῖν ἐστιν ὕπτιον κατακλί-

νοντα τὸν ἄνθρωπον, ἐρείσαντα τὴν κεφαλὴν αὐτοῦ ἐπὶ

σκυτίνου ὑποκεφαλαίου ὡς πληρεστάτου, ἵνα ὡς ἥκιστα ὑπο-

κλίνῃ. προσκατέχειν χρὴ δέ τινα τὴν κεφαλὴν τοῦ ἰωμένου.

ἢν δὲ ἀμφότεραι αἱ γνάθοι ἐξαρθρήσωσιν, ἡ μὲν ἴησις ἡ αὐτή.

συμβάλλειν δὲ ἧσσον ἔτι οὗτοι τὸ στόμα δύνανται. καὶ προ-

πετέστεραι δὲ γένυες τούτοις, ἀστραβεῖς δέ.> ταῦτα ἀναγκαῖον

ἦν καταχωρίσαι χάριν τοῦ μηδέν σε τῶν περὶ ἄρθρων λεγομένων διαλα-

θεῖν.

{Περὶ σπονδύλων}

〈...〉δει δὲ τὴν τῶν ὑποδειγμάτων οὐκ ἐπιτήδειον εἶναι διέλαβον

ὑπογραφὴν ποιήσασθαι. ἃ δὲ ἐχομένως περὶ σπονδύλων τῶν ἐν τῇ

ῥάχει διασαφεῖ, διὰ τούτων ὑποτάξω·

<ὅσοις δὲ ἐκ καταπτώσεως ῥάχις κυφοῦται, ὀλίγα δὴ τού-

των ἐκρατήθη ὥστε ἐξιθυνθῆναι. τοῦτο μὲν γὰρ αἱ ἐν τῇ

κλίμακι κατατάσεις οὐδὲν ἀποεξίθυναν, ὧν ἐγὼ οἶδα. χρέον-

ται δὲ ἰητροὶ αὐτῇ μάλιστα οὗτοι, οἳ ἐπιθυμοῦνται ἐκχαυνοῦν

τὸν πολὺν λαόν. ἐν τοῖσι γὰρ τούτοισι ταῦτα θαυμαστά

ἐστιν, ἢν ἢ κρεμάμενον ἴδωσιν ἢ ῥιπτόμενον.> οὐ κατὰ πᾶν

ἀδόκιμον οἴεται εἶναι τὴν τοιαύτην τῆς χειρουργίας ἐπίνοιαν, ἀλλά που

καὶ δυνατὴν ἔσεσθαι δεόντως σκευασθεῖσαν πρὸς τὸν τῶν σπονδύλων

καταρτισμόν. ὅμως δὲ ἐξεπίτηδες ἐκκεκλικέναι τὰ τοιαῦτά φησι λέγων

οὕτως· <αὐτὸς μέντοι κατῃσ-

χύνθη〈ν〉 πάντα 〈τὰ〉 τοιουτότροπα ἰητρεύειν οὕτω διὰ

τοῦτο, ὅτι πρὸς ἀπατεών〈ων〉 μᾶλλον οἱ τρόποι οὗτοι. ὁπό-

σοις μὲν οὖν ἐγγὺς τοῦ αὐχένος ἡ κύφωσις γίνεται, εἰκὸς ἧσσον

ὠφελεῖν τὰς κατατάσεις ταύτας τὰς ἐπὶ κεφαλήν. μικρὸν γὰρ

τὸ βάρος καὶ τὰ ἀκρώμια καταρρέοντα. ἀλλὰ τούς γε τοιού-

τους εἰκὸς ἐπὶ πόδας κατασεισθέντας μᾶλλον ἐξιθυνθῆναι·

μέζω〈ν〉 γὰρ αὔτως ἡ καταρροπὴ εἴ〈η〉. ὅσοις [γὰρ] δὲ κατω-

τέρω τὸ ὕβωμα, τούτοις ἔοικε μᾶλλον ἐπὶ κεφαλὴν κατασεί-

εσθαι.> ὑφέσταται δὲ τὴν ἐπὶ κεφαλὴν κατάσεισιν οὕτως ἂν γίνεσθαι

δεόντως ὑπὸ τῶν αἱρουμένων αὐτῇ χρῆσθαι, καταχωρίζων τὸν τρόπον

τοῦτον· <εἰ οὖν τις

θέλοι κατασείειν, ὀρθῶς ἂν ὧδε σκευάζοι. τὴν μὲν γὰρ κλί-

μακα ἢ σκυτίνοις ὑποκεφαλαίοις ἢ εἰρινοῖς καταστρῶσαι εὖ

προσδεδεμένοις καὶ ὀλίγῳ πλεῖον ἐπὶ μῆκος καὶ ἔνθεν καὶ

ἔνθεν ἢ ὅσον 〈ἂν〉 τὸ σῶμα τοῦ ἀνθρώπου κατάσχῃ· ἔπειτεν

ἀντ〈ί〉α τὸν ἄνθρωπον ὕπτιον κατακλῖναι ἐπὶ τὴν κλίμακα

χρή, καὶ ἔπειτα προ〈σ〉δῆσαι μὲν χρὴ τοὺς πόδας παρὰ τὰ

15

σφυρὰ πρὸς | τὴν κλίμακα καὶ μὴ διαβαί〈ν〉οντα〈ς〉, ἀλλὰ συμ-

βεβηκότα〈ς〉, δεσμῷ εὐόχῳ μέν, μαλθακῷ δέ· προσδῆσαι δὲ

κατωτέρω τῶν γονάτων καὶ ἀνωτέρω· προσδῆσαι δὲ καὶ τὰ

ἰσχία· κατὰ δὲ τοὺς κενεῶνας καὶ εἰς τὸ στῆθος χαλαραῖς

ταινίαις προσπεριβάλλειν οὕτως, ὅπως μὴ κωλύσωσιν τὴν

πέρασιν. τὰς δὲ χεῖρας παρὰ τὰς πλευρὰς παρατείνοντα

προσκαταλαβεῖν πρὸς τὸ αὐτοῦ σῶμα καὶ μὴ πρὸς τὴν κλί-

μακα. ὅταν δὲ ταῦτα σκευάσῃ οὕτως, ἀνέλκειν τὴν κλίμακα

πρὸς τύρσιν τινὰ ὑψηλὴν ἢ πρὸς ἀέτωμα οἴκου. τὸ δὲ χωρίον,

ἵνα κατασείσῃ, ἀντίτυπον ἔστω. τοὺς δὲ ἀντιτείνοντας εὐπαι-

δεύτους χρὴ εἶναι, ὅπως ὁμαλῶς καὶ καλῶς καὶ ἰσορρόπως

καὶ ἐξαπιναίως ἀφήσωσι καὶ μήτε ἡ κλῖμαξ ἑτερορρεπῇ ἐπὶ

τὴν γῆν μήτε αὐτοὶ προπετεῖς ἔσονται. ἀπὸ μέντοι τύρσιος

ἀφιεὶς ἢ ἀπὸ ἱστοῦ καταπεπηγότος καρχήσιον ἔχοντος ἔτι

κάλλιον ἄν τις σκευάσοιτο, ὥστε ἀπὸ τροχιλίης τὰ χαλώμενα

ὅπλα εἶναι ἢ ἀπὸ ὄνου. ἀηδὲς μὲν καὶ μακρολογεῖν περὶ αὐτῶν

τούτων, ὅμως δὲ ἐκ τούτων τῶν παρασκευῶν κάλλιστα ἄν

τις κατασεισθείη.> ἡ διὰ τῆς ὑποδεδειγμένης [διὰ τῆς] κλίμακος ἐπὶ

κεφαλὴν κατάτασις ἐκ τούτου ἂν τοῦ τρόπου γίνοιτο.

Περὶ δὲ τῆς ἑτέρας κατασείσεως οὕτως ὑπογέγραφεν·

<εἰ μέντοι κάρτα ἄνω εἴη τὸ ὕβωμα, δέοι

δὲ πάντως κατασείειν, ἐπὶ πόδας κατασείειν λυσιτελεῖ, ὥσπερ

δὴ εἰρήκαμεν· γίνεται δὲ ἡ καταρροπὴ ἐπὶ ταῦτα. ἑρμάσαι δὲ

χρὴ κατὰ μὲν τὸ στῆθος πρὸς τὴν κλίμακα †αποδησαι†, δῆσαι

δὲ ὀχυρῶς, κατὰ δὲ[ιν] τὸν αὐχένα [ε]ὡς χαλαρωτάτῃ ταινίῃ,

ὅσον τοῦ κατορθοῦσθαι ἕνεκα· καὶ αὐτὴν τὴν κεφαλὴν κατὰ

τὸ μέτωπον προσδῆσαι πρὸς τὴν κλίμακα, τὰς δὲ χεῖρας

παρατανύσαντα πρὸς τὸ σῶμα προσδῆσαι καὶ μὴ πρὸς τὴν

κλίμακα. τὸ μέντοι ἄλλο σῶμα ἄδετον εἶναι, πλὴν ὅσον τοῦ

κατορθοῦσθαι ἕνεκα ἄλλῃ καὶ ἄλλῃ ταινίῃ χαλαρῇ περιβε-

βλῆσθαι. ὅπως δὲ μὴ κωλύσωσιν τὴν κατάτασιν οὗτοι οἱ

δεσμοί. τὰ δὲ σκέλη πρὸς μὲν τὴν κλίμακα μὴ προσδεδέσθαι,

πρὸς ἄλληλα δέ, ὡς κατὰ τὴν ῥάχιν εἰς εὐθὺ ῥέπει.> ταῦτα μὲν

οὖν ἐπὶ τοσοῦτον διηρίθμηται, τὴν δὲ ἐπὶ πόδας κατάσεισιν οὕτως χρὴ

ποιεῖσθαι.

Ὅτι δὲ οὐκ ὁλοσχερῶς εὐαριστεῖ ταῖς τοιαύταις κατατάσεσιν,

δῆλον ἔτι ἐξ ὧν οὕτως ἐπιφέρει·

<ταῦτα μέντοι 〈τοι〉ουτοτρόπως ποιητέον, [εχ]εἰ πάντως δέοι

ἐν κλίμακι κατασεισθῆναι. αἰσχρὸν μὲν ἐν πάσῃ τέχνῃ καὶ

16

οὐκ ἥκιστα ἐν ἰατρικῇ | πολὺν ὄχλον παρασχόντα καὶ πολλὴν

ὄψιν καὶ πολὺν λόγον [καὶ] ἔπειτα μηδὲν ὠφελῆσαι.> ὅθεν ἐν

τοῖς ἐφεξῆς, ὃν τρόπον δεῖ τοὺς εἰς τὸ ἐκτὸς ἐκκλίναντας σφονδύλους

καταρτίζειν, οὕτως ὑπογέγραφεν·

<χρὴ δὲ τὴν κατασκευὴν τοῦ διαναγκαζομένου

τοιήνδε κατασκευάσαι· ἔξεστι μὲν ξύλον ἰσχυρὸν καὶ πλατὺ

ἐντομὴ〈ν παραμήκεα ἔχον κατορύξαι. ἔξεστιν δὲ ἀντὶ τοῦ

ξύλου ἐν τοίχῳ ἐντομὴν〉 παραμήκεα ἐντέμνειν ἀνωτέρω τοῦ

ἐδάφεος, ὅπως ἂν μετρίως ἔχῃ· ἔπειτα οἷον στύλον δρύι〈ν〉ον,

τετράγωνον, πλάγιον παραβάλλειν ἀπολιπόντα ἀπὸ τοῦ

τοίχου ὅσον παρελθεῖν τινα, ἢν δέῃ· καὶ ἐπὶ μὲν τὸν στύλον

ἐπιστρῶσαι χλαίνας ἢ ἄλλο τι, 〈ὃ〉 μαλθακὸν μὲν ἔσται, ὑπεί-

ξει δὲ μὴ μέγα· τὸν δὲ…

ἢ…

τεί…

The complete text is available when the reading interface loads.