Fragmenta inedita
- Edition reference
- Fragmenta inedita, ed. G. L. Calabrò, "Frammenti inediti di Archigene," Bollettino del comitato per la preparazione dell'edizione nazionale dei classici greci e latini 9 (1961) 68–72.
- CTS identifier
urn:cts:greekLit:tlg0661.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
70
σχοίνου ἄνθους 𐅻 β̅, σμύρνης 𐅻 δ̅, τερεβινθίνης 𐅻 δ̅, ἀσπαλάθου ῥινήματος 𐅻 β̅,
ναρδοστάχυος 𐅻 γ̅, μέλιτος 𐅻 ι̅ς̅, οἴνου τὸ ἀρκοῦν, γλυκέος τὸ αὔταρκες. στύφει
μετρίως καὶ ἀναξηραίνει μετρίως καὶ διαφορεῖ τοὺς μοχθηροὺς ἰχῶρας, φησὶν ὁ
Γαληνός, καὶ ἐπανορθοῦται τὴν κακοχυμίαν καὶ ἐναντιοῦται ταῖς σηπεδόσιν. ἰᾶται
τὰς δυσκρασίας, ῥίπτει τε καὶ ἀναστομοῖ καὶ καθαρὰς ἐργάζεται τὰς διεξόδους καὶ
ἐπ' οὖρα προτρέπει, καὶ τούτων χάριν θεραπεύειν ὠφελεῖ τὰς ἐντὸς ἑλκώσεις καὶ
τοὺς ἡπατικοὺς καλουμένους. ἡπατικοὶ δὲ κυρίως ὀνομάζονται οἱ δι' ἀτονίαν τοῦ
ἥπατος ἐκκρίνοντες δι' ἕδρας αἱματώδη ὑγρότερα, ὡς ἀποπλύματα κρεῶν νεοσφαγῶν,
οὕστινας οἱ ἰδιῶται δυσεντερικοὺς εἶναι νομίζουσιν.
Ἄλλη κυφοειδὴς Ἀνδρομάχου ποιεῖ καὶ πρὸς βῆχας καὶ ἀναγωγὰς ὑγρῶν
κρόκου, κινναμώμου, σμύρνης ἀνὰ 𐅻 α̅, βδελλίου 𐅻 δ̅, ἀσπαλάθου τετρώβολον,
σχοίνου ἄνθους 𐅻 γ̅, καλάμου Ἰνδικοῦ 𐅻 β̅, κασίας 𐅻 α̅, ναρδοστάχυος 𐅻 α̅, τερε-
βινθίνης 𐅻 ι̅ς̅, μέλιτος κατὰ κοτύλης C, σταφίδων λιπαρῶν 𐅻 ρ̅ξ̅ τὰς σάρκας κεκα-
θαρμένας, οἴνου παλαιοῦ στύφοντος τὸ ἀρκοῦν εἰς τὸ βρέξαι τὴν σταφίδα καὶ τὸ
βδέλλιον καὶ τὴν σμύρνην. καὶ λεάνας, τὸ δὲ μέλι προαπαφρίσας καὶ τήξας αὐτῷ
τὴν ῥητίνην καὶ ἐνώσας τοῖς λοιποῖς, χρῶ ποτὲ μὲν ὡς ἕλιγμα διδοὺς ὅσον καρύου
Ποντικοῦ μέγεθος, ἢ καὶ πλέον, ποτὲ δὲ λύων μελικράτῳ καὶ πίνειν διδούς. εὑρή-
σεις δ' ἔν τε τοῖς ἀρτηριακοῖς βοηθήμασι καὶ τοῖς βηχικοῖς καὶ φθισικοῖς βοηθή-
ματα πλεῖστα τούτοις παραπλήσια, οἷς καὶ αὐτοῖς δεῖ κἀπὶ τῶν ἡλκωμένων τὸ
ἧπαρ κεχρῆσθαι, καὶ τοῖς πρὸς τὰ ἐν νεφροῖς καὶ κύστει ἕλκη γραφεῖσιν.
71
{ι̅ζ̅. περὶ καχεξίας. Ἀρχιγένους.}
Ἀνάχυσις τῆς ἕξεως ἐπὶ τὸ ὑδερῶδες ἐστὶν ἡ καχεξία, καθ' ἣν σομφοῦται τὸ
ὅλον σύγκριμα καὶ γίνεται κατάδηλον μάλιστα ἐκ τῶν ὕπνων ἀνωμάλων γινομένων,
λευκόχλωρόν τε ἀποτελεῖται τὸ σύμπαν σῶμα καὶ ἄτονον, παραφερομένων ἐν ταῖς
βαδίσεσιν τῶν σκελῶν. καὶ κατ' ἀρχὰς μὲν αἱ πέψεις ἐμποδίζονται, τῆς ὀρέξεως
παραμενούσης, ὕστερον δὲ καὶ ἀνόρεκτοι γίνονται, ἀναπνοή τε αὐτοῖς ἀραιὰ καὶ
ἄτονος πυκνουμένη ἐν ταῖς κινήσεσιν καὶ ταῖς ἐνεργείαις, ἐκδίδωσιν δὲ ἡ κοιλία
ἀνώμαλα. συνίσταται δὲ τὸ πάθος ἐκ μακρονοσίας, τὰ πλεῖστα ἤδη δὲ καὶ σκιρώσει
σπλάγχνου τινὸς ἐπιγίνεται, καὶ μάλιστα σπληνὸς καὶ ἥπατος, οὐκ ἔλαττον δὲ ἐπὶ
δυσεντερίᾳ γίνεται χρονίᾳ καὶ κοιλιακαῖς διαθέσεσιν καὶ ἐπὶ συνήθους τινὸς ἐκκρί-
σεως ἐποχῇ. ἁλίσκονται δὲ τῷ πάθει μάλιστα μὲν οἱ γέροντες, οἳ καὶ μόλις ἀπαλ-
λάττονται, ἤδη δὲ καὶ παιδία, ἃ καὶ ῥαδίως ἀπόλλυνται διὰ τὴν ἀσθένειαν τοῦ ζω-
τικοῦ τόνου, καὶ ὅτι εὐδιαφόρητα. οἱ μέντοι ἀκμάζοντες καὶ ἀραιῶς ἐμπίπτουσιν
καὶ εὐχερῶς ἐκπηδῶσιν. χρονίσαν δὲ τὸ πάθος εἰς τὸν ἀνὰ σάρκα ὕδερον μεταπίπτει.
θεραπεύοντας δέ, εἰ μὲν δι' ἐποχὴν συνήθους ἐκκρίσεως γένοιτο τὸ πάθος, ἀναμιμνή-
σκειν δεῖ τὴν ἔκκρισιν ἢ φλέβα τέμνειν τὴν ἐν ἀγκῶνι, εἰ μηδὲν κωλύοι, κενοῦν δὲ
κατὰ βραχὺ μεμερισμένως μέχρι ἡμερῶν τριῶν ποιοῦντας ἀφαιρέσεις. κωλυομένης
δὲ τῆς φλεβοτομίας, καθαρτέον αὐτοὺς καταλλήλῳ καθαρτηρίῳ, καὶ μάλιστα τῇ διὰ
τῆς κολοκυνθίδος ἱερᾷ Ἀρχιγένους. εἰ δὲ ἧπαρ εἴη τὸ πεπονθὸς ἢ ἕτερόν τι τῶν
ἐντοσθιδίων, δεήσει τοῦτο ἐξιάσασθαι διὰ τῶν ἐφ' ἑκάστου προρηθέντων βοηθημά-
των. μετὰ δὲ τὴν τοπικὴν ἐπιμέλειαν ἐπὶ τὴν ἀναληπτικὴν ἄγειν ἀγωγήν, δι' ἧς
ἐλπὶς εἰς ἀποκατάστασιν ἀχθήσεσθαι τοὺς περιπεσόντας τῷ πάθει. κείσθω δὲ ἡ
ἀναληπτικὴ ἀγωγὴ ἐν περιπάτοις συμμέτροις, αἰώραις, ἀναφωνήσεσιν, ξηροτριβίαις
δι' ὠμολίνων, ἔπειτα καταλοιφαῖς δι' ἐλαίου γινομέναις, μετέχοντος τινὸς τῶν ἐξικ-
μαζόντων, οἷον νίτρου ἁλῶν, εἶτα καὶ τὰ γυμνάσια σύμμετρα. εἰς ἀποθεραπείαν δὲ
κόπου καὶ βαλανεῖον ἐκ διαλειμμάτων τινῶν παραλαμβανέσθω. εἰ δέ τινες συνεθισ-
θῆναι ψυχρολουσίᾳ δύνοιντο, ἐπὶ τὸ μὲν ἂν ποιήσαιντο δι' αὐτῆς θεραπείας,
καὶ αὐτοφυῆ δέ τινα θερμὰ ὕδατα παρακολουθήσειεν ἂν αὐτοῖς εἰς ῥῶσιν καὶ ἀνά-
ληψιν, οἷά ἐστιν τὰ στυπτηριώδη καὶ θειώδη καὶ νιτρώδη. θαυμαστῶς δὲ ὀνίνησιν
αὐτοὺς καὶ προποτισμὸς συνεχὴς ἀψινθίου καὶ δρώπακες. τροφαὶ δὲ ἁπλαῖ καὶ εὐδιοί-
κητοι ἔστωσαν, ὀλίγον ἔχουσαι ἡδύσματος, ἕνεκεν τοῦ τῶν λαχάνων γένους, καὶ εἰ
δέοι ἄρα δι' αὐτῶν οὖρα κινῆσαι καὶ κοιλίαν ὑπομαλάξαι, οἶνον λεπτὸν καὶ εὐώδη
δοτέον. παραιτητέον δὲ πᾶν τράγημα, πᾶν κνισόν, πᾶν βρωμῶδες, πᾶν παχὺ χυμὸν
καὶ γλίσχρον καὶ δυσδιοίκητον ἐν τροφαῖς.
72
{κ̅ε̅. κοινὴ δίαιτα πάντων τῶν ὑδρωπικῶν. Ἀρχιγένους.}
Μετὰ δὲ τὰ καθημερινὰ γυμνάσια κοινὴ ἐπὶ πάντων τῶν ὑδρωπικῶν δίαιτα
τοιαύτη ἔστω. ἀπὸ ξηροφαγίας τὴν ἀρχὴν ποιησόμεθα, εἰ δέ ποτε ἄρα δίψεως ἐπι-
τεταμένον εἴη, ὀλίγον διδόντας προπίνειν παρηγορίας χάριν. ἔστω δὲ καὶ ἡ σύμπασα
τροφὴ εὐδιοίκητος μὲν καὶ συνεστραμμένη αὐτάρκως—ἡ γὰρ ἔκλυτος ἐπιτηδείως
ἔχει πρὸς ἐξυδάτωσιν—, κεῖται δὲ ἐν ἄρτοις καλλίστοις κλιβανίταις ἁλὸς καὶ ἄμεως
καὶ μαράθρου μετέχουσιν. κοχλίαι ὀπτοὶ καὶ ᾠὰ ὀπτά, ὄρνιθες τῶν ξηροτέρων, οἷον
πέρδικες ἢ ὄρτυγες, τρυγόνες, χερσαίων δὲ λαγώς, αἴγαγρος, δορκάδες, τῶν δὲ ἡμέ-
ρων τὰ ἀκροκώλια τῶν συῶν, τῶν δὲ ἐνύδρων καρκίνοι, κάραβοι, ἐχῖνοι πρόσφα-
τοι, καρίδες. λαχάνων δὲ σπανία ἡ χρῆσις, τὰ δὲ προσφερόμενα δριμύτερα ἔστω,
καὶ μᾶλλον τὰ ἄγρια, οἷον κορωνόπους, ἠρυγγίς, σταφυλῖνος, κεφαλωτὰ πράσα,
σκόρδα ἑφθά, ὀσπρίων δὲ ἀπεχέσθωσαν. ἔμβαμμα δὲ ὄξος μετὰ πεπέρεως καὶ λα-
σαρίου ἢ τῶν ὀξυπόρων, τινὰ τῶν ἐπὶ κωλικῶν προγεγραμμένων, ἅλες ἔστωσαν διὰ
λιβανωτίδος, μαράθρου, ὑσσώπου, σιλφίου, λιγυστικοῦ, καὶ σελίνου σπέρμα συγκεί-
μενοι. πῶμα δὲ μετὰ πᾶσαν τροφὴν διδόναι ὅσον ἐς τὸ πόσεως θραῦσαι τὴν δίψαν
—ἄθετος γὰρ ἐπ' αὐτῶν ἡ πολυποσία—, τὴν δὲ πλείονα μοῖραν τῶν σιτίων ἐν τῷ
δείπνῳ λαμβανέτωσαν. παραιτεῖσθαι δὲ χρὴ πᾶν πέμμα διὰ σεμιδάλεως καὶ γλυκέος
σκευαζόμενα καὶ τὰ πλεῖστα τῆς ὀπώρας καὶ τῶν τραγημάτων. μεταδοτέον γὰρ
φοίνικας τῶν καρύων, ἀμύγδαλα σταφυλῆς τῆς κρεμαστῆς, ῥοιάς, ἄπιον ἑφθήν,
ἰσχάδας, πάντα σύμμετρα, καὶ μὴ πάντα καθ' ἡμέραν. οἶνος ἔστω λεπτός, διουρη-
τικός· τοὺς δὲ γλυκεῖς οἴνους καὶ τὸ οἰνόμελι παραιτητέον. ἡ κοίτη δὲ μὴ πάνυ
ἁπαλὴ ἔστω, μάλιστα ἐπὶ τῶν ἀνὰ σάρκα ὑδέρων, ὑποστροννύσθω δὲ καλάμων
φύλλα καὶ αἱ ξηραίνουσαι βοτάναι, οἷον ἄγνος, γλήχων, καλαμίνθη καὶ τὰ ὅμοια·
θαυμαστὸν γὰρ ὅπως ἐξικμάζοι κατὰ τοὺς ὕπνους, ὥστε ἤδη τινὲς καὶ σωροῖς τοῖς
ἀπὸ σίτου ἐγκρυφθέντες ἀνέστησαν μετὰ τὸν ὕπνον ἐσταφιδωμένοι. καὶ τὰ ἐπιβόλαια
δὲ τραχύτερα ἔστω, εὔκρατος δὲ πρὸς τὴν ὥραν τοῦ ἔτους καὶ ὁ οἶκος.