The Greek Library Catalogue

Anonymous

De pulsibus

Edition reference
De pulsibus, ed. H. Schöne, "Marcellinos' Pulslehre. Ein griechisches Anekdoton," in Festschrift zur 49. Versammlung deutscher Philologen und Schulmänner [Basel: Birkhauser, 1907]: 455–471.
CTS identifier
urn:cts:greekLit:tlg0667.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1t

{ΜΑΡΚΕΛΛΙΝΟΥ ΠΕΡΙ ΣΦΥΓΜΩΝ.}

2

Σφυγμοῦ θ〈ιγ〉εῖν καὶ περὶ σφυγμῶν ὅσα χρὴ μαθεῖν πάνυ πολλὰ

3

διενήνοχε· τὸ μὲν γὰρ οὐκ οἶδ' εἴ τις !!!!!!! τῶν ἰδιωτῶν οὐκ ἐτόλ-

4

μησεν ἢ τοῦ ἰατρὸς ἢ τοῦ φιλίατρος εἶναι δόξαν ἀγαπῶν· καὶ !!!!!!!

5

!!!!!!!! χαλεπὸν οὐδὲν εἶναι δοκεῖ, πᾶσιν ἔξεστι. τὴν δὲ περὶ σφυγμῶν

6

σημείωσιν διὰ τὴν χειρὸς ἐμπειρίαν καὶ διὰ γνώμης θεωρίαν—ὀκνῶ

7

λέγειν—ἢ σπανίως γέ τις ἢ οὐδεὶς ὁ μαθών τε καὶ μελετήσας εὑρέθη·

8

τῇ τε γὰρ διὰ τῶν δακτύλων ἁφῇ πολλῷ πάνυ χρόνῳ δεῖ δουλεύειν

9

τὸν λογισμόν, αὐτὴν δὲ τὴν αἴσθησιν ἀνάπαλιν ταχθῆναι παρὰ τῇ

10

γνώμῃ καὶ φῶς ἐκεῖθεν λαβοῦσαν παιδευθῆναι τὸ μάθημα. καὶ ἔτι γὰρ

11

συνοδεῦσαι δεῖ πρὸς ταῦτα ἀκριβῶς αἴσθησίν τε καὶ νοῦν· διὸ καὶ τὸν

12

Ἐρυθρ〈αῖ〉ον ἐπῄνεσα θαυμάσαντα, πῶς ἔνιοι προπετέστερον τῶν Ἡρο-

13

φιλείων ἀκριβείας τὰ πρῶτα ἔδοσαν τῇ περὶ ἐκκρίσεων πραγματείᾳ· κα-

14

τ' οὐδὲν γάρ φησιν ἀγχινοίας ἐλάττονος δεῖσθαι τὴν περὶ σφυγμῶν ἐμπει-

15

ρίαν. τὸν δὲ Ταραντῖνον Ἡρακλείδην καὶ Φιλῖνον τοὺς ἐμπειρικοὺς

16

ἄχρηστον λέγοντας τὴν περὶ σφυγμῶν σημείωσιν τίς οὐκ ἂν δικαίως

17

μεμηνέναι δόξειε τοὺς εἰς σημείωσιν τοὺς ἰατρικοὺς ἐκκόπτοντας ὀφθαλ-

18

μούς; καὶ τὰ μὲν τοῦ σώματος ὄμματα μόνον ἴσασι τὸ παρόν, χρόνος

19

τε γὰρ αὐτοῖς καὶ τόπος καὶ σκότος εἰς γνῶσιν πολέμια· θίξις δὲ ὀξυω-

20

πεστέρα ἰητροῦ καὶ τὸ κεκρυμμένον ἐθεάσατο καὶ τὸ μέλλον πολλάκις

21

ἐμαντεύσατο. τοῦτο μὲν οὖν οὐδ' οἱ Λυγκέως ἠδυνήθησαν εὑρεῖν ὀ-

22

φθαλμοί. τίς δ' ἂν καὶ μεταπείσειεν αὐτοὺς λόγος τοὺς ὑπ' αὐτῶν τῶν

23

πραγμάτων μὴ δυσωπουμένους; ἀναγκαία γὰρ καὶ ἡ δι' οὔρων τε καὶ

24

σκυβάλων καὶ ἱδρώτων καὶ τῶν ἄλλων ἐκκρίσεων ἐπιφαινομένων ἐπί-

25

σκεψις, ἀλλ' οὐ διηνεκὴς οὐδὲ ἀχώριστος, καὶ ἀποπέμπει τὸν τεχνίτην

26

πολλάκις μηδὲν ἐγνωκότα· ἡ δὲ ἐπὶ τὴν χεῖρα τοῦ κάμνοντος ἔκτασις

27

πρῶτον μὲν ῥᾳδία καὶ διηνεκής, εὐπρεπής τε καὶ εὐσχήμων καὶ τὸ

28

„ὁρεῖ τε δεινὰ θιγγάνει τε ἀηδέων“ οὐκ ἔχουσα. καὶ ἔστιν †εὐόνειϊστον πρὸς

29

τὸν θεραπεύοντα τοῦ νοσοῦντος ἡ δεξίωσις, οἷον ἂν εἴ[δ]η θέαμα βασιλεὺς

30

ἰατροῦ δεόμενος ὀρέγων τὴν δεξιάν· καὶ ἄν τε καταλάβῃ τὸ κίνημα τῆς

31

ἀρτηρίας ὁ ἰατρός, εὗρεν ὃ ἐζήτει, ἄν θ' ὑποπέσῃ μηδέν, σημειοῦται καὶ τότε

32

καὶ οἶδεν ἐκ τῆς ἀσφυγξίας τὸ νόσημα. ἀναθείη〈ν〉 δ' ἂν τὴν εὕρεσιν αὐτοῦ

33

θεῷ, ἀνθρώπω〈ν〉 δ' Ἱπποκράτει ῥυέντος ἐκεῖθεν τοῦ μαθήματος εἰς αὐτόν.

34

τοῦτο δὲ οὐκέτ' ἂν εἰκάζοιμι, ἀλλ' ἤδη καὶ δείκνυμι· ”φλεβῶν” γὰρ „δια-

35

σφύγξιες καὶ ἀναπνοὴ πνεύμονος καθ' ἡλικίην καὶ ξύμφωνα 〈καὶ διά-

36

φωνα〉 καὶ νούσου καὶ ὑγιείας σημεῖα“. φλέβας γὰρ τὰς ἀρτηρίας σύν-

37

ηθες αὐτῷ καλεῖν, ὅτε καὶ ἀρτηρίαν οἶδε τὸν βρόγχον. χαίρει τοίνυν

38

μᾶλλον πρὸς φλέβας ἀρτηριῶν 〈.......〉 ἀντὶ τῆς πρὸς τραχεῖαν ὁμω-

39

νυμίας διὰ τὴν κατὰ τὸ σῶμα ὁμοιότητα καὶ διότι ἄμφω κέκρυπται

40

ἀνατομῆς εἰς δεῖξιν δεόμενα καὶ τὰ ἔργα 〈τῆς〉 φύσεως ἐν αὐτοῖς

41

ὁρᾷ. ἀλλὰ καὶ † φυλα ἃ καθ' ἡλικίαν ξυμφώνῳ τε 〈καὶ δια〉φώνῳ

42

τῆς διασφύγξιος τούς τε εὐρύθμους καὶ παραρρύθμους καὶ ἑτερορρύθμους

43

ἐδίδαξεν 〈!!!〉τῳ βραχυλογίᾳ, παντί τῳ δῆλον. μυρίων δὲ καὶ ἄλλων

44

ὄντων, δι' ὧν ἄν τις τὴν διὰ σφυγμῶν σημείωσιν ἀποδείξειε, μακρολογίας

45

φείσομαι. μετὰ δὲ τοῦτο Αἰγίμιός τε καὶ Χρύσιππος, ἔπειτα Ἐρασί-

46

στρατος τελειότερον καὶ κατὰ τὴν Ἱπποκράτους γνώμην ἥψαντο σφυγμοῦ

47

〈.....〉· ὅθεν μοι δοκεῖ καὶ τῆς δι' ἐκκρίσεων σημειώσεως τὰ πολλὰ

48

καταμελήσας συνθέσθαι τῇ διὰ σφυγμῶν θεωρίᾳ. Ἱπποκράτους γὰρ

49

πρὸς ἐπίγνωσιν τῶν νοσημάτων πολυπρόσωπον ἀθροίσαντος μαντικὴν

50

καὶ πάντα εἰς τοῦτο ἐρανίσαντος ”ἃ καὶ ἰδεῖν καὶ θιγεῖν καὶ ἀκοῦσαί

51

ἐστιν· ἃ καὶ τῇ ὄψει καὶ τῇ ἁφῇ καὶ τῇ ἀκοῇ καὶ τῇ ῥινὶ καὶ τῇ γλώσσῃ

52

καὶ τῇ γνώμῃ ἔστιν αἰσθέσθαι”, ὅπως μηδὲν ἐκφύγῃ νόσημα τοὺς μυρίους

53

τῆς τέχνης ὀφθαλμούς, καὶ περὶ μὲν τῶν ἄλλων συντάγματα καταλι-

54

πόντος τελείως διδάσκοντα, τὸ Προγνωστικόν, τὸ Προρρητικόν, τὰς

55

Κωακὰς Προγνώσεις, τὴν δὲ περὶ σφυγμῶν θεωρίαν εὑρὼν ἔλαττον

56

μνήμης ἔχουσαν τῆς εἰς διδασκαλίαν χρείας, τὸ λεῖπον οὐ προσεξεῦρεν,

57

ἀλλὰ μᾶλλον ἐδίδαξε· περὶ δὲ τῶν ἄλλων οἷον οὔρων ὅτι τὰ Ἱπποκράτους

58

ἀνενδεῶς ἔχει, αὐτὸς ἐσιώπησε.

59

Τί μὲν οὖν ἐστι κατὰ τὴν γένεσιν ὁ σφυγμός, εἴτ' ἐκθυμίασις ἐμ-

60

φύτου θερμοῦ κατὰ τὴν ὁλκὴν συστρεφομένου καὶ κατὰ τὴν διαπνοὴν

61

πρὸς διαστολὴν ἁπλουμένου, πρὸς ἀμφοτέρας τὰς κινήσεις τῶν ἀρτηριῶν

62

ἐπαγομένων τὰ σώματα· εἴτε ῥεῦμα πνεύματος χορεύοντος ἐν ἀρτηρίαις

63

ἐναρμόνιον δρόμον τῇ παρὰ καρδίας πειθόμενον βολῇ τε καὶ κατὰ τὰ

64

πλάγια τῶν ἀρτηριῶν ὁλκῇ· εἴτε ὁδὸς ἀέρος ἀναγκαία πρὸς λεπτομέρειαν,

65

ἐπεὶ τὰ πάντα τὸ πνεῦμά ἐστιν ἐξωφόρον ἀεὶ καὶ δι' ἐπιφανείας κατὰ

66

τὸ στόμα τῶν ἀρτηριῶν ταῖς μυρίαις ὁδοῖς ἕλκεται, ἄλλος τέ ποτε καὶ

67

ἄλλος διδάξει λόγος· εἰς γὰρ τὴν προκειμένην πραγματείαν τί ποτέ ἐστιν

68

ὁ σφυγμός, ὁρικῶς εἰδέναι χρή, τὸ δ' ὑφ' οὗ γίνεται ἢ πῶς ἢ δι' ὅτι

69

μὴ ῥηθὲν οὐ λείπει.

70

{Τίς 〈ὁ〉 ὅρος σφυγμοῦ.}

71

Οὔτε Ἱπποκράτης οὔτε Αἰγίμιος, ἀλλ' οὐδὲ Χρύσιππος οὐδὲ Ἐρασί-

72

στρατος ὡρίσαντο ὅρον σφυγμοῦ· οἱ μέντοι νεώτεροι ἄλλοι ἄλλως· καὶ

73

ὁ μὲν Ἡγήτωρ μόνον· σφυγμός ἐστιν ἀρτηριῶν διάστασις καὶ συστολή·

74

Βακχεῖος δὲ ὁ Ἡροφίλειος σφυγμὸν εἶπεν εἶναι διαστολὴν καὶ συστολὴν

75

ἐν πάσαις ταῖς ἀρτηρίαις ἅμα γιγνομένην· ὁ δὲ Ἐρυθραῖος Ἡρακλείδης

76

ἔφη διάστασιν καὶ συστολὴν ἀρτηριῶν καὶ καρδίας ὑπὸ ζωτικῆς δυνά-

77

μεως πλειστοδυναμούσης ἐπιτελουμένην. Ἀθήναιος δὲ οὕτω· σφυγμὸν

78

εἶπεν εἶναι διαπνοὴν φανερὰν πρὸς αἴσθησιν ὅσον ἐφ' ἑαυτῇ καρδίας

79

καὶ ἀρτηριῶν· Ἀσκληπιάδης δὲ ἐν τῷ Περὶ ἀναπνοῆς αὐτοῦ συντάγματι

80

ὡρίσατο τὸν σφυγμὸν διαστολὴν καὶ συστολὴν καρδίας καὶ ἀρτηριῶν.

81

ἡμῖν δὲ ἄριστος εἶναι δοκεῖ ὅρος σφυγμοῦ ὁ καὶ παρὰ Ἀρχιγένει κείμε-

82

νος· ἔστι δέ· διαστολὴ καὶ συστολὴ καρδίας καὶ ἀρτηριῶν φυσική. δια-

83

στολὴ μὲν οὖν καὶ συστολὴ εἴρηται, ἐπειδὴ τοῦτο θεωροῦμεν γιγνόμενον

84

κατὰ τὸν σφυγμόν, καρδίας τε καὶ ἀρτηριῶν πρόσκειται, ἐπειδὴ μόνων

85

τούτων ὁρῶμεν διαστολὴν γιγνομένην· ἡ γὰρ μῆνιγξ ἡ περὶ τὸν ἐγκέ-

86

φαλον εἴπερ καὶ σφύζει, ἀπὸ τῶν ἀρτηριῶν ἡ καταρχὴ γίγνεται αὐτῇ,

87

αἵ τε φλέβες αἱ ἐν ταῖς νόσοις σφύζουσαι οὐ κατὰ φύσιν ἔχοντος τοῦ

88

σώματος τοῦτο πάσχουσιν· διὰ τοῦτο οὖν πρόσκειται τῷ ὅρῳ τὸ κατὰ

89

φύσιν, ἵνα τὰς τοιαύτας ὑπεκφύγωμεν ἐπηρείας.

90

Τῷ δὲ σφυγμῷ αἳ λέγονται παρέπεσθαι ποιότητες αἱ κοινόταται

91

ἐπὶ πάντων θεωρούμεναι αἵδε· μέγεθος, σφοδρότης, ἀμυδρότης, τάχος,

92

πυκνότης, πληρότης, τάξις, ὁμαλότης, ῥυθμός· ἅπασαι γὰρ αἱ τοιαῦται

93

διαφοραὶ εἰς ταύτας ὑπαχθήσονται.

94

τοῦ οὖν μεγέθους τοῦ κατὰ τὸν σφυγμὸν ὡς ἐν πλάτει τρεῖς εἰσι

95

διαφοραί· ὅ τε μέγας σφυγμὸς καλούμενος καὶ ὁ μικρὸς καὶ ὁ μέσος.

96

μέγας μὲν οὖν ἐστι σφυγμὸς ὁ διάστασιν ἔχων γιγνομένην, μικρὸς δὲ

97

ὁ ὑπεναντίος τούτῳ, μέσος δὲ ὁ μεταξὺ τούτων.

98

ἡ δὲ σφοδρότης ἡ ἐν τῷ σφυγμῷ τάττεται μὲν ἐπὶ τῆς κατὰ τὴν

99

ἔξωσιν βίας, ὁπόταν τύχῃ τοιαύτη τις οὖσα. ὥσπερ οὖν κἀν τοῖς ἄλλοις

100

κινουμένοις ἡ σφοδρότης ἐπὶ τῆς ἑκάστου βίας τίθεται, οὕτως ἔχει καὶ

101

ἐπὶ τῆς κινήσεως τῶν ἀρτηριῶν. τῆς δὲ σφοδρότητος καὶ αὐτῆς ὡς ἐν

102

πλάτει τρεῖς εἰσι διαφοραί· ὅ τε σφοδρὸς σφυγμὸς καλούμενος καὶ ὁ ἀμυ-

103

δρὸς καὶ ὁ μέσος· σφοδρὸς μὲν οὖν ἐστι σφυγμὸς ὁ βιαίαν τὴν ἄπωσιν

104

τῆς ἁφῆς ποιούμενος, ἀμυδρὸς δὲ ὁ ἐκ τῶν ἐναντίων ἀσθενής, μέσος δὲ

105

ὁ μεταξὺ τούτων.

106

ἡ δὲ πληρότης τάττεται μὲν ἐπὶ τοῦ ποσοῦ τῆς ὕλης ὑπαρχούσης

107

ἐν ταῖς ἀρτηρίαις. διαφοραὶ δέ εἰσι καὶ ταύτης ὡς ἐν πλάτει τρεῖς, ὅ τε

108

πλήρης σφυγμὸς καλούμενος καὶ ὁ κενὸς καὶ ὁ μέσος. πλήρης μὲν οὖν

109

ἐστι σφυγμὸς ὁ διατιθεὶς τὴν αἴσθησιν οὕτως ὡς ἱκανῶς ἔνδοθεν ἐμπε-

110

πλησμένης τῆς ἀρτηρίας, κενὸς δὲ ὁ ἐναντίος τούτῳ, μέσος δὲ ὁ μεταξὺ

111

τούτων. καὶ ὁ μὲν πλήρης γίνεται ὑπὸ ἀδδηφαγιῶν τε καὶ τὸ σύμπαν

112

εἰπεῖν ὑπὸ τῆς ἁδροτέρας διαίτης, ὁ δὲ κενὸς ὑπὸ ἐνδείας καὶ κενώ-

113

σεως τοιοῦτος γίνεται, ὁ δὲ μέσος ὑπὸ τῆς μεταξὺ διαίτης.

114

{Τίς ὁ τρόπος ἐπαφῆς σφυγμοῦ.}

115

Πολλῶν καὶ ποικίλων γινομένων πταισμάτων διὰ τὴν ἀπειρίαν

116

τῶν μὴ δυναμένων σημειοῦσθαι διὰ τῆς ἐπαφῆς τὴν προσοῦσαν

117

τοῖς σφυγμοῖς ἀκρίβειαν οὐκ ἀνεξέταστον οὐδὲ τοῦτο ἐσκεμμένοι

118

παρελίπομεν. καὶ γὰρ πάνυ τινὲς ἐν ὑπολήψει τυγχάνοντες τῶν

119

ἰατρῶν οὐκ ἐπιβάλλοντες ὃν δεῖ τρόπον τὴν ἁφὴν τῇ κινήσει τῆς

120

ἀρτηρίας, οὐχὶ τὸν παρὰ φύσιν σφυγμὸν οὐκ ἔγνωσαν, ἀλλὰ καὶ

121

τὸν κατὰ φύσιν οἴονται παρὰ φύσιν ἔχειν καὶ ὀλέθριον μὲν τὸν

122

ἀκίνδυνον εἶναι, τὸν δὲ πονηρὸν σωτήριον, καθόλου πλανώμενοι περὶ

123

τὴν σημείωσιν ἐκ τῆς μὴ δεόντως γιγνομένης ἐπαφῆς. διὰ δὴ ταῦτα ἀναγ-

124

καῖον ἐστὶν ἀκριβῆ τὴν ἐπέρεισιν τῆς ἁφῆς ποιεῖσθαι. εἰσελθόντα

125

τοίνυν πρὸς τὸν ἄρρωστον δέον ἐστὶν οὐκ εὐθὺς ἐπιβάλλειν τὴν χεῖρα

126

τοῖς σφυγμοῖς. πρῶτον μὲν γὰρ ἀπρεπὲς καὶ ὑπάγροικον εἶναι νομιστέον

127

ἐπιστάντα τῷ νοσοῦντι τὸν ἰατρὸν ἅπτεσθαι παραχρῆμα τῶν σφυγμῶν.

128

δεύτερον δὲ διὰ σπουδῆς ἐληλυθότα πρὸς τὸν ἄρρωστον, οἷα συμβαίνειν

129

εἴωθεν, εἰκός ἐστιν ἔτι καὶ τῷ πνεύματι τεταραγμένῳ καὶ μετεώρῳ τυγ-

130

χάνοντι προσπελάζειν τὴν ἁφήν. πρὸς δὲ τούτῳ αὐτὸς ὁ τοῦ κάμνοντος

131

σφυγμὸς τροπήν τινα καὶ ἀλλοίωσιν ὡς ἐπὶ τὸ πλεῖστον ἀναδέχεται πρὸς

132

τὴν εἴσοδον τοῦ ἰατρεύοντος, ἤτοι γεγηθότος δι' ἐλπίδος ταχείας ἀναρ-

133

ρώσεως καὶ μάλιστα εἰ πολλὴν ὁ ἰατρὸς ἕξιν ἔχει ἢ δεδοικότος δι' ἀπώ-

134

λειαν ἀκούσεσθαί τι φαῦλον παρὰ τοῦ ἰατροῦ. καὶ αἰδὼς δὲ καὶ ἔκπλη-

135

ξις ἀλλοιοῦσθαι ποιεῖ τὸν σφυγμὸν τοῦ νοσοῦντος πρὸς τὴν εἴσοδον, σεμ-

136

νοτέρου τε καὶ ἀξιοπρεποῦς ὄντος τοῦ ἰατρεύοντος πρὸς παῖδας εἰσιόν-

137

τος ἢ παρθένους ἢ γυναῖκας οὐκ εἰθισμένας ὁρᾶσθαι πρότερον ἢ καὶ

138

ἰδιωτικὸν βίον ἐπανῃρημένας. τούτων οὖν ἕνεκα καὶ τῶν τούτοις ὁμοίων

139

οὐ χρὴ πρὸς τὴν πρώτην εἴσοδον εὐθὺς παραχρῆμα ἅπτεσθαι τῶν σφυγ-

140

μῶν, πυνθανόμενον δὲ περὶ τοῦ νοσήματος, μάλιστα μὲν παρ' αὐτοῦ τοῦ

141

κάμνοντος, ἂν εὐσταθῆ τύχῃ τὸν λογισμὸν ἔχων, ἢ καὶ παρὰ τῶν οἰ-

142

κείων· οἷον ἀπὸ ποίας προφάσεως ἡ νόσος ἤρξατο, καὶ περὶ πλήθους

143

ἡμερῶν καὶ περὶ τῶν ἐν τῇ νόσῳ παροξυσμῶν τε καὶ ἀνέσεων, καὶ εἴ

144

τινες ἐκκρίσεις ἐγένοντο· συμβάλλεται γὰρ καὶ ταῦτα πολύ τι πρὸς τὴν

145

ἀκριβῆ σημείωσιν. καὶ ὁ σφυγμὸς τελείως ἀποκαθίσταται, κινηθησόμενος

146

μόνον κατ' αὐτὸ τὸ πάθος. χρὴ δὲ ἐφ' ἑκατέρας τὰς χεῖρας ἐπιβάλλειν

147

τὴν δεξιάν, ἵν' εἰ καὶ ἑτερόσφυκτος ὁ κάμνων εἴη, καταλαμβάνηται,

148

ἐν ἐγγωνίῳ δὲ τῷ σχήματι τῆς χειρὸς ἅπτεσθαι καὶ ἐπικειμένης,

149

μήτε αἰωρουμένης—γίνεται γὰρ καὶ παρὰ ταῦτα τροπή τις τοῦ σφυγμοῦ

150

—μήτε περιλαμβάνοντα σύμπαντα τὸν καρπόν—ἐργατῶδες γάρ—

151

ἀλλ' ἔνθα διασημαίνει τὸ κίνημα τῆς ἀρτηρίας· οὔτε μὴν ἑνὶ δακτύλῳ

152

ποιεῖσθαι τὴν ἐπαφήν, ὥσπερ ἔνιοι ποιοῦσι δι' ἀλαζονείαν ἕξεως, τοῖς

153

δὲ τέτρασιν ἢ τοῖς τρισὶ δακτύλοις, ὅπως ἐκ πολλῆς τῆς ἐπερείσεως καὶ

154

κατὰ πολλὰ μέρη γινομένης καταλαμβάνηται τῆς ἀρτηρίας ἡ κίνησις.

155

δεῖ δὲ μήτε κούφως ἐφάπτεσθαι μήτε λίαν πιέζοντα[ς] τὴν ἀρτηρίαν, μέ-

156

σην δὲ ποιούμενον τὴν ἐπέρεισιν. οὕτω γὰρ ἂν ἡ ἀντίληψις τῆς κινή-

157

σεως γίγνοιτ' ἂν ἀκριβής, τά τε μεγέθη καὶ τὰς σφοδρότητας ταχυτῆτας

158

τε καὶ βραδυτῆτας καὶ τὰς ἄλλας τὰς κατὰ τὸν σφυγμὸν συμφωνίας

159

ἐπιθεωρεῖν ἔξεστι τοῖς ἐφαπτομένοις. καὶ τοῦτο δὲ παραφυλακτέον, τὸ

160

μὴ εὐθέως κουφίζειν τὴν ἁφὴν ἀπὸ τοῦ σφυγμοῦ, οἷον μετὰ μίαν ἢ δευ-

161

τέραν πληγήν, ἀλλὰ πλείονας, οἷον μετὰ δέκα ἢ δυοκαίδεκα, καὶ μάλιστα

162

ἐφ' ὧν νοσημάτων ὑποπτεύεται κακοήθειά τις εἶναι περὶ τοὺς σφυγμούς·

163

ὡς ὅσοι γε μετὰ μίαν ἢ δευτέραν πληγὴν ἀφίστανται τῆς ἐπαφῆς, ἄ-

164

σκησιν καὶ συγγυμνασίαν ἐπιδεικνύμενοι τοῖς ἰδιώταις, οὗτοι πταίουσι περὶ

165

τὰς καταλήψεις ἀδήλου τυγχάνοντος, εἰ μεθ' ἣν ἥψατό τις διαστολήν,

166

σῴζει τὴν αὐτὴν διάστασιν ὁ σφυγμὸς ἢ μεταβέβληκε, καὶ μάλιστα τῶν

167

ἀνωμάλων καὶ ἀτάκτων οὐχ ὑποπιπτόντων πρὸς τὴν πρώτην τῆς ἁφῆς

168

ἐπέρεισιν, ἀλλ' ὕστερον, καὶ τῶν διαλειπόντων καὶ τῶν παλινδρομούντων,

169

ὡς παραστήσομεν. χρὴ οὖν χρόνια ἐφάπτεσθαι, ἵνα καὶ ταῦτα καὶ τὰ

170

λοιπὰ τῶν περὶ τὸν σφυγμὸν ἰδιωμάτων καταλάβωμεν καὶ οὕτως αἵ τε

171

σημειώσεις προκόπτωσιν καὶ ἀσφαλεῖς τοῖς πάθεσιν ἐξ αὐτῆς τῆς διὰ

172

τῶν σφυγμῶν σημειώσεως ὑπαγορευόμεναι τοῖς μεμαθηκόσι.

173

{Τίνι διαφέρει ταχυτὴς πυκνότητος.}

174

Περὶ δὲ ταχυτῆτος καὶ πυκνότητος ζητεῖται εἰ διαφέρουσιν ἀλ-

175

λήλων αἱ ποιότητες. καὶ ἔνιοι μὲν οὐκ οἴονται διαφέρειν ἀλλήλων ἢ

176

μόνῃ τῇ φωνῇ· ἡμῖν δὲ παμπόλλη ὅση εἶναι ἐν αὐτοῖς διαφορὰ ἢ

177

πυκνὸν εἶναι τὸν σφυγμὸν ἢ ταχὺν ἢ ἐκ τῶν ἐναντίων ἀραιὸν καὶ

178

βραδύν. τὸ δὲ πᾶν οὕτω σαφηνισθήσεται. τοῦ σφυγμοῦ τὰ πρῶτα

179

μέρη λέγομεν εἶναι δύο, διαστολὴν καὶ συστολήν. καὶ τούτων ἑκάτε-

180

ρον διανέμεται διχῇ· ἡ μὲν διαστολὴ εἰς τὸ διαστέλλεσθαί τε καὶ

181

συνεστάλθαι. διαστέλλεσθαι μὲν οὖν εἶναι λέγομεν τὸ πρὸς τὸ ἐκτὸς

182

χωρεῖν τὴν ἀρτηρίαν, διεστάλθαι δὲ τὸ πρὸς τὸ ἐκτὸς ἀφικνουμένην

183

τὴν ἀρτηρίαν ἐπιμένειν χρόνον τινὰ ἀκίνητον· καλοῦμεν δὲ τοῦτο

184

ἐπηρέμησιν. συστέλλεσθαι δὲ εἶναί φαμεν τὸ πρὸς τὸ ἔνδον ἀνα-

185

χωρεῖν τὴν ἀρτηρίαν, συνεστάλθαι δὲ τὸ ἀφικνουμένην εἰς τὸ ἔνδον

186

ἐπιμένειν χρόνον τινά. καλεῖται δὲ καὶ τοῦτο ἐπηρέμησις. τεσσάρων οὖν

187

μερῶν τοῦ σφυγμοῦ θεωρουμένων τὰ μὲν δύο κινήσεις εἰσὶ, τὰ δὲ δύο

188

ἐπηρεμήσεις. γίνονται τοίνυν ἡ μὲν ταχυτὴς καὶ ἡ βραδυτὴς τῶν κινή-

189

σεων ὀνόματα, ἡ δὲ πυκνότης καὶ ἀραιότης τῶν ἐπηρεμήσεων· ὁ μὲν

190

γὰρ κινούμενος σφυγμὸς ὀλιγοχρονιώτερον ταχὺς καλεῖται, ὁ δὲ πολυ-

191

χρονιώτερον βραδύς, ὁ δὲ ἀναπαυόμενος ὀλίγιστον χρόνον πυκνός· ὁ δὲ

192

ἐπηρεμῶν πλείονα χρόνον ἀραιός. σαφὴς δ' ἂν καὶ οὕτως ὁ λόγος γέ-

193

νοιτο. ὥσπερ γὰρ λέγεται βαδίζειν τις εἰς ἀγρὸν ταχέως καὶ βραδέως καὶ

194

ἄλλος πυκνῶς καὶ ἀραιῶς, οὐ κατὰ τῆς αὐτῆς σημασίας τιθεμένων τῶν

195

ὀνομάτων ἀλλὰ κατὰ διαφόρου[ς], ταχέως μέν τινα τὴν ὁδὸν ἀνύειν τὴν

196

ἀπὸ τῆς πόλεως εἰς αὐτὸ τὸ χωρίον, ἀραιῶς δὲ εἰς τὸ χωρίον ἀπιέναι,

197

καὶ πάλιν πυκνῶς μέν τινα πορεύεσθαι ὀλίγα τὰ μεταξὺ τῶν ἡμερῶν

198

διαστήματα ποιούμενον, βραδέως δὲ τὴν αὐτὴν ὁδὸν ἀνύειν· παραπλη-

199

σίως δὲ καὶ ἐπὶ τῶν σφυγμῶν τὸ τοιοῦτον ὑποπίπτει γιγνόμενον. ἔστιν

200

οὖν σφυγμὸς ταχὺς καὶ πυκνὸς ὁ καὶ τὴν κίνησιν ἔχων ταχεῖαν καὶ τὴν

201

ἐπηρέμησιν ὀλιγίστην, ἢ ταχὺς καὶ ἀραιὸς ὁ τὴν μὲν κίνησιν διασῴζων

202

ὁμοίαν, τὸ δὲ διάλειμμα χρονιώτερον ἔχων, ἢ ἐκ τῶν ἐναντίων βραδὺς

203

καὶ πυκνὸς ὁ τὸ μὲν διάλειμμα ὀλίγον κεκτημένος, τὴν δὲ κίνησιν πο-

204

λυχρονιωτέραν ποιούμενος, ἢ βραδὺς καὶ ἀραιὸς ὁ καὶ κινούμενος βρα-

205

δέως καὶ ἐπηρεμῶν χρόνον πλείονα.

206

{Περὶ ὁμαλότητος καὶ ἀνωμάλου.}

207

Ὁμαλόν τε καὶ τεταγμένον σφυγμὸν καὶ ἀνώμαλον καὶ ἄτακτον

208

ἔνιοι μὲν οὐκ οἴονται διαφέρειν ἀλλήλων, οὐ μὴν ὀρθῶς γε φρονοῦντες.

209

φαίνεται γὰρ ἐν τούτοις παμπόλλη τις εἶναι διαφορά. τάττεται γὰρ ὁ

210

μὲν ὁμαλὸς σφυγμὸς ἐπὶ τοῦ ἴσας ἔχοντος τὰς κινήσεις, ὁ δ' ἀνώμαλος

211

ἐπὶ τοῦ ἀνίσους. ὥσπερ γὰρ ὁμαλὲς εἶναι ἔδαφος λέγεται τὸ ἴσον καὶ

212

ἐκ τῶν ἐναντίων ἀνώμαλον καὶ ἄνισον, οὕτως ἔχει καὶ ἐπὶ τοῦ σφυγμοῦ.

213

ὁ μὲν οὖν ὁμαλὸς σφυγμὸς πάντως καὶ τεταγμένος ἐστίν, ὅτι οὐ[τε] μό-

214

νον ἴσος ὑπάρχει ταῖς πληγαῖς, ἀλλὰ καὶ ἔν τινι ἀναλογίᾳ θεωρεῖται.

215

ὁ δὲ τεταγμένος οὐ πάντως καὶ ὁμαλός· ἐνδέχεται γὰρ αὐτὸν καίτοι ἀνα-

216

λόγους ἔχοντα τὰς πληγὰς ὅμως μὴ ἴσον εἶναι. ὁ γοῦν παρὰ μίαν γι-

217

γνόμενος νυνὶ μὲν μείζων ἐλάττων δὲ αὖθις τεταγμένος ἐστίν, οὐ μὴν

218

καὶ ὁμαλός. τῶν δὲ τεταγμένων καὶ τῶν ἀτάκτων καὶ τῶν ὁμαλῶν καὶ

219

τῶν ἀνωμάλων οἳ μὲν κατὰ μίαν διαφοράν εἰσι τοιοῦτοι, οἳ δὲ κατὰ

220

δύο, οἳ δὲ κατὰ πλείονας, κατὰ μίαν, εἰ οὕτω τύχοι, σφοδρότητα λαμ-

221

βάνοντος τοῦ σφυγμοῦ καὶ οὕτως ἀνωμάλου ἢ ἀτάκτου γινομένου.

222

{Τίς ὁ τοῦ πυρέσσοντος σφυγμός.}

223

Οὕτω δυσστόχαστόν ἐστι καὶ δυσκατάληπτον τὸ πυρεκτικὸν πάθος,

224

ὥστε οὐ μόνον οἱ ἰατροὶ περὶ τῆς αἰτίας αὐτοῦ διεφώνησαν ἀδήλου τυγ-

225

χανούσης, ἀλλὰ καὶ περὶ τῆς σημειώσεως τῆς τε ἄλλης καὶ τῆς διὰ

226

τοῦ σφυγμοῦ γινομένης καίτοι προδηλωτέρας ὑπαρχούσης. οἳ μὲν γὰρ

227

πυκνὸν τὸν σφυγμὸν τοῦ πυρέσσοντος λέγουσι πάνυ προσαναπαυόμενοι

228

τῷ σημείῳ τῷ κατὰ τὴν πύκνωσιν. ἔνιοι δὲ καὶ σφοδρὸν εἶπον γίνε-

229

σθαι τὸν σφυγμόν· οἳ δὲ μείζονα τοῦ κατὰ φύσιν ἐπὶ τοῦ πυρέσσοντος

230

εὑρίσκεσθαι· ἄλλοι δέ τινες ταχὺν εἶπον εἶναι τὸν σφυγμὸν ἐπὶ τῶν πυ-

231

ρεσσόντων. τίνι διαφέρει ταχύτης πυκνότητος, ἐν τοῖς ἔμπροσθεν εἴπομεν,

232

διδασκαλίας δὲ ἕνεκα ἀκριβοῦς μνημονεύσομεν τῶν παλαιῶν, ὅπως ἕκα-

233

στος αὐτῶν ἠνέχθη περὶ τοῦ σφυγμοῦ τοῦ κατὰ τὸν πυρετόν.

234

{Τίς ἡ Χρυσίππου στάσις 〈περὶ〉 τοῦ σφυγμοῦ τοῦ κατὰ τὸν πυρετόν.}

235

Χρύσιππος διὰ τοῦ σφυγμοῦ σημειούμενος τὸν πυρετὸν πυκνότερον

236

ἀπεφήνατο γίνεσθαι. τοῦ κατὰ φύσιν σφυγμοῦ, ὥς φησιν Ἐρασίστρατος,

237

καὶ κριτήριον τῆς πυκνότητος ὑπετίθετο τὸν διατείνοντα μέχρι τεσσάρων

238

ἀριθμῶν ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων. πυκνοτέρας μὲν γὰρ γινομένης

239

τῆς κινήσεως τῶν ἀρτηριῶν καὶ ἓν ἀπὸ τῶν ἀριθμῶν ἢ δεύτερον ἐκθλί-

240

βεσθαι, πρὸ τοῦ ἀριθμῆσαι τὰ τέσσαρα φθανούσης τῆς ἀρτηρίας πάλιν

241

διαστέλλεσθαι, πυρετοῦ σημεῖον ᾤετο τοῦτο τυγχάνειν.

242

{Τίς ἡ Ἐρασιστράτου στάσις περὶ τοῦ σφυγμοῦ τῶν πυρεσσόντων.}

243

Καὶ αὐτὸς δὲ Ἐρασίστρατος ἀεὶ παρεπόμενον οἴεται τῷ πυρετῷ

244

τυγχάνειν, κἂν μὴ παρῇ πλῆθος θερμασίας, ὡς ἐν τοῖς Περὶ πυρετῶν φησὶν

245

〈..〉 οὕτως· [ὡς] „τοῖς πυρέσσουσιν ἡ κίνησις πυκνοτέρα μὲν γίνεται πᾶσι,

246

σφοδροτέρα δὲ τοῖς πλείστοις“. ταύτην δὲ τὴν πυκνότητα ἰδίωμα σῴζειν

247

λέγει ὡς ἐπὶ φλεγμονῇ τετραμμένη〈ν〉. καὶ λόγῳ μὲν ἀνεξέταστον καὶ ἀνερ-

248

μήνευτον, ὑπὸ δὲ τῆς τριβικῆς γυμνασίας διὰ τῆς ἁφῆς καταλαμβάνεται.

249

παραθήσομεν δὲ καὶ αὐτοῦ λέξιν Ἐρασιστράτου τοῦτον ἔχουσαν τὸν

250

τρόπον· ”μόνη δ' ἡ περὶ τῇ κινήσει διάθεσις τῶν πυρεσσόντων εὐσύνο-

251

πτος καὶ ἀκριβὴς τῷ γε ἕξιν ἔχοντι καὶ οὐ διαψευδομένῳ, ἀλλ' αὐτήν τε

252

〈τὴν〉 τῆς φλεγμονῆς ἐπίτασιν καὶ ἄνεσιν καὶ τὴν περὶ ὅλον τὸ σῶμα

253

διάθεσιν ἱκανῶς διασημαίνει.”

254

{Τίς ἡ Ἡροφίλου στάσις περὶ τοῦ σφυγμοῦ τῶν πυρεσσόντων.}

255

Ὁ δὲ Ἡρόφιλος πυρέσσειν ἀπεφήνατο τὸν ἄνθρωπον, ὁπόταν πυ-

256

κνότερος καὶ μείζων καὶ σφοδρότερος ὁ σφυγμὸς γένηται μετὰ πολλῆς

257

θερμασίας ἔνδον, εἰ μὲν οὖν προαπαλλάξειε τὴν σφοδρότητα καὶ τὸ μέ-

258

γεθος, ἔνδοσιν τοῦ πυρετοῦ λαμβάνοντος· τὴν δὲ πυκνότητα τῶν σφυ-

259

γμῶν ἀρχομένων τε τῶν πυρετῶν πρώτην συνίστασθαι καὶ συμπαρα-

260

μένειν μέχρι τῆς τελείας αὐτῶν λύσεως λέγει. οὕτω δὲ τῇ πυκνοσφυξίᾳ

261

τὸν Ἡρόφιλον θαρρεῖν λόγος ὡς βεβαίῳ σημείῳ χρώμενον, ὥστε κλε-

262

ψύδραν κατασκευάσαι χωρητικὴν ἀριθμοῦ ῥητοῦ τῶν κατὰ φύσιν σφυ-

263

γμῶν ἑκάστης ἡλικίας εἰσιόντα τε πρὸς τὸν ἄρρωστον καὶ τιθέντα τὴν

264

κλεψύδραν ἅπτεσθαι τοῦ πυρέσσοντος· ὅσῳ δ' ἂν πλείονες παρέλθοιεν

265

κινήσεις τῷ σφυγμῷ παρὰ τὸ κατὰ φύσιν εἰς τὴν ἐκπλήρωσιν τῆς κλε-

266

ψύδρας, τοσούτῳ καὶ τὸν σφυγμὸν πυκνότερον ἀποφαίνειν, τουτέστι πυ-

267

ρέσσειν ἢ μᾶλλον ἢ ἧττον.

268

{Τίς ἡ Ἀσκληπιάδου στάσις περὶ τοῦ σφυγμοῦ τῶν πυρεσσόντων.}

269

Ἀσκληπιάδης τῆς ἐναντίας γνώμης τοῖς προειρημένοις ἀνδράσι

270

καθίσταται. τὴν γὰρ ἐπὶ τὸ σφοδρότερον τοῦ σφυγμοῦ παραλλαγὴν μετὰ

271

θερμασίας τίθεται τοῦ πυρετοῦ σημεῖον χωρὶς φανερᾶς αἰτίας συνιστα-

272

μένην. καὶ γὰρ πυκνότητα τῶν σφυγμῶν τοῖς πλείστοις παρέπεσθαί φησι

273

τῶν πυρεσσόντων, οὐ πάντως δὲ πυρέσσειν τοὺς πυκνὸν ἔχοντας τὸν

274

σφυγμόν.

275

{Τίς ἡ Ἱπποκράτους στάσις περὶ τοῦ πυρετοῦ.}

276

Ἱπποκράτην ὑπολαμβάνουσι σημεῖον εἰρηκέναι τοῦ πυρετοῦ μέγε-

277

θος μετὰ πυκνότητος ἢ τάχους διὰ τὴν ἐν Ἐπιδημίαις λέξιν οὕτως εἰρη-

278

μένην ὑπ' αὐτοῦ· „ἐν τοῖσιν ὀξυτάτοισι τῶν πυρετῶν οἱ σφυγμοὶ πυκνοὶ

279

καὶ μέγιστοι.“ οὕτω μὲν δὴ εἰρήσθω καὶ τὸ παρ' Ἱπποκράτει δοκοῦν εἶναι

280

σημεῖον τοῦ πυρετοῦ.

281

{Τί σημεῖον Ἀρχιγένης τίθεται τοῦ πυρετοῦ.}

282

Σκληρὸν ὑπέλαβεν οὗτος ὁ ἀνὴρ εἶναι ἴδιον καὶ ἀχώριστον ση-

283

μεῖον ὡς ἐν τῷ Περὶ σφυγμῶν βιβλίῳ. Πραξαγόρας δὲ μέγαν, ταχύν,

284

σφοδρὸν τὸν σφυγμὸν εἶναι ἐπὶ τῶν πυρεσσόντων μετὰ τοιούτων συμ-

285

πτωμάτων εὑρισκόμενον, δίψους τε καὶ θέρμης καὶ κεφαλαλγίας καὶ συμ-

286

πλοκῆς μετὰ τῶν προειρημένων ποιοτήτων ἰδιότητας ἡ μείωσις τοῦ πυρε-

287

τοῦ ἐργάσασθαι προειρημένω.

288

{Τίς ὁ τοῦ φρενητίζοντος σφυγμός.}

289

Ὁ τοῦ φρενητικοῦ σφυγμὸς ταχὺς μέν ἐστι καὶ πυκνὸς καὶ ἄτακ-

290

τος, καὶ τὰ μὲν πολλὰ μικρός, ἔστι δ' ὅτε καὶ μέγεθος ἔχων. ἐνίοις δὲ

291

καὶ ὑποτρέμειν δοκεῖ. καὶ ἔστιν ὅτε τελέως συμπεσοῦσα ἡ ἀρτηρία ἐπαν-

292

ίσταται ἀθρόως πάλιν. καὶ τισὶ μὲν ὑποστολὴν μόνην εἶναι τῆς ἀρτη-

293

ρίας, ἄλλοις δ' αὖ καθελκυσμόν. μεταβάλλει δὲ ὁ τοιοῦτος τάχιστα εἰς

294

μυρμηκίζοντα.

295

{Τίς ὁ τοῦ ληθαργικοῦ σφυγμός.}

296

Τῶν δὲ ληθαργικῶν ὁ σφυγμός, ὅταν βαθεῖα καταφορὰ ᾖ, μέγας

297

ἐστὶ καὶ ἀραιὸς καὶ οἷον ὑπόσομφος, τὴν ἐν τῇ πληγῇ σφοδρότητα οὐκ

298

ἔχων—δοκεῖ μὲν γὰρ ἡ ἀρτηρία 〈μετὰ〉 ῥοίζου τινὸς καὶ τόνου τῇ ἁφῇ

299

προσπίπτειν, οὐ συνέπεται δ' αὐτῇ τὸ καὶ πλήσσειν ἑαυτόν—ὡς βραδὺς

300

δὲ καὶ νωθὴς κατὰ τὴν διαστολὴν καὶ τὴν συστολὴν διὰ πολλοῦ τοῦ χρό-

301

νου πρὸς τὴν κίνησιν ἐπανιών.

302

{Τίς ὁ πλευριτικοῦ σφυγμός.}

303

Πλευριτικοῦ σφυγμὸς κατ' ἀρχὰς τῷ μὲν μεγέθει σύμμετρος ταχύς

304

τε καὶ πυκνὸς καὶ τὴν πληγὴν στερεὰν ἔχων, παρεμφαίνων δέ τι καὶ

305

τοῦ κατὰ τὴν σκληρίαν ἰδιώματος· ἔστι δ' ὅτε καὶ ἀνώμαλος καὶ ἄτακτος

306

γίνεται. ἐπιτεινομένου δὲ τοῦ πάθους μικρὸς γίνεται καὶ ἀμυδρὸς καὶ

307

ταχὺς μᾶλλον ἤπερ πυκνός.

308

{Τίς ὁ περιπνευμονικοῦ σφυγμός.}

309

Βραδύς, ἀραιός, ὑπόσομφος, ἀνώμαλος, ἄτακτος· ἐπιτεινομένου δὲ

310

τοῦ πάθους καὶ ὀξείας τῆς ἀναπνοῆς γινομένης εἰκότως ὁ σφυγμὸς κατα-

311

σμικρύνεται ὡς ἂν τοῦ πνεύματος βεβιασμένως διοδεύοντος, ἀμυδρὸς δὲ

312

καὶ πυκνὸς καὶ ταχὺς τότε ἀποτελεῖται.

313

{Τίς ὁ καρδιακοῦ σφυγμός.}

314

Μικρὸς 〈ὁ〉 σφυγμὸς ἐπ' αὐτῶν καὶ πυκνὸς καὶ ἀσθενὴς καὶ ὑγρὸς

315

τρομώδης τε καὶ ἀνώμαλος καὶ ἄτακτος.

316

{Τίς ὁ τοῦ στομαχικοῦ σφυγμός.}

317

Ἐγγύτατα δοκεῖ τοῦ καρδιακοῦ τυγχάνειν· καὶ γὰρ τοῖς ἄλλοις ση-

318

μείοις δυσδιάκριτοί εἰσιν ὅ τε καρδιακὸς καὶ ὁ στομαχικός· ἔχει μέντοι

319

γε πολλὴν διαφοράν. ὁ μὲν γὰρ τῶν καρδιακῶν σφυγμός ἐστιν ὁποῖος

320

εἴρηται, ὁ δὲ τῶν στομαχικῶν ἁπλούστερος καὶ βραδύτερος καὶ ἀραιό-

321

τερος συγκρινόμενος πρὸς τὸν τῶν καρδιακῶν σφυγμόν.

322

{Τίς ὁ χολερικοῦ σφυγμός.}

323

Μικρός, ἀμυδρός, πυκνός, ταχύς. τοιοῦτος δέ ἐστι καὶ ὁ τῶν ὑπὸ

324

διαρροίας ἐνοχλουμένων.

325

{Τίς ὁ συναγχικοῦ σφυγμός.}

326

Τοῦ μεγέθους χάριν καὶ τῆς σφοδρότητος μέσος, πλὴν ἐμφαίνων

327

τι καὶ ὑπόσομφον, ἐπιτεινομένου δὲ τοῦ πάθους μικρός ποτε καὶ ἀμυδρός.

328

{Τίς ὁ ἀποπληκτικοῦ σφυγμός.}

329

Μέγας καὶ σφοδρὸς καὶ ταχύς.

330

{Τίς ὁ τετανικοῦ σφυγμός.}

331

Μέγας μὲν συμμέτρως, σφοδρὸς δὲ καὶ σκληρὸς διατεταμένης τῆς

332

ἀρτηρίας οἷον χορδῆς.

333

{Τίνες οἱ καθ' ἑκάστην ἡλικίαν κατὰ φύσιν σφυγμοί.}

334

Παρέπεται τοῖς νηπίοις κατὰ φύσιν σφυγμὸς ταχύς τε καὶ πυκνὸς

335

ἢ μικρὸς καὶ ἀμυδρός· ἔτι τε ἴση ἡ διαστολὴ καὶ ἡ συστολὴ ἐπ' αὐτῶν

336

εὑρίσκεται. τοῖς δὲ ἐν αὐξήσει ἤδη γινομένοις πᾶσι τῷ μεγέθει καὶ τῇ

337

σφοδρότητι ἐπιδεδωκὼς εὑρίσκεται ὁ σφυγμὸς καὶ ποσῶς βραδύτερος καὶ

338

ἀραιότερος παρὰ 〈τὸν〉 τῶν νηπίων, τοῖς δὲ μειρακίοις καὶ τοῖς συνεγγίζουσι

339

τῇ ἀκμῇ μείζων πολὺ καὶ σφοδρότερος βραδύτερός τε καὶ ἀραιότερος,

340

τοῖς δὲ ἐν αὐτῇ τῇ ἀκμῇ τυγχάνουσι μέγιστος πάνυ καὶ σφοδρότατος

341

καὶ βραδύτατος καὶ ἀραιότατος καὶ κατὰ πολὺ προέχων τῶν πρώτων

342

ἡλικιῶν. τοῖς δὲ ἀπὸ τῆς ἀκμῆς πρὸς τὸ γῆρας ἀποκλίνουσιν ἤδη διά-

343

φορος γίνεται ὁ σφυγμός· τοῖς μὲν γὰρ μικρὸν μετὰ τὴν ἀκμὴν προ[σ]ελ-

344

θοῦσι τῷ μεγέθει καὶ τῇ σφοδρότητι παραπλήσιός ἐστι σφυγμῷ τῷ

345

τῶν ἐγγιζόντων τῇ ἀκμῇ καὶ τοῖς χρονικοῖς διαστήμασιν ὁ αὐτὸς τῷ

346

τῶν ἀκμαζόντων, πλὴν ἐπ' ὀλίγον δια〈λ〉λάττων βραδύτερος καὶ ἀραιό-

347

τερος γεγονώς. τοῖς δὲ πρεσβύταις ἤδη τῷ μεγέθει καὶ τῇ σφοδρότητι

348

ἠλαττωμένος καὶ τοῖς χρονικοῖς διαστήμασιν ηὐξημένος, βραδύτερος καὶ

349

ἀραιότερος γεγονώς, τοῖς δὲ γηραιοῖς παρέπεται σφυγμὸς μικρότητος μὲν

350

χάριν καὶ ἀμυδρότητος παραπλήσιος τῷ τῶν νηπίων, τάχει δὲ πλεῖστον

351

λειπόμενος. ἐπὶ μὲν γὰρ τῶν νηπίων οἱ ταχύτατοι καὶ πυκνότατοι, ἐπὶ

352

δὲ τῶν γηραιῶν βραδύτατοι καὶ ἀραιότατοι. καὶ εἰς τοσαύτας μὲν δὴ

353

ἡλικίας τέμνουσιν ἐπ' ἀκριβὲς τὸν σφυγμόν· τινὲς δὲ οὐκ εἰς τοσαύτας,

354

ἀλλ' εἰς τέσσαρας, εἰς παῖδα, μειράκιον, ἀκμάζοντα, γέροντα· ἡμεῖς δὲ

355

πρὸς τὸ ἐπιμελέστερον καὶ διδασκαλικώτερον ἀφορῶντες οὐκ εἰς τέσσα-

356

ρας, ἀλλ' εἰς ἑπτά, καθὰ καὶ Ἱπποκράτης ἐν τῷ Περὶ ἑβδομάδων φρονεῖ

357

καὶ οἱ Ἀρχιγένειοι, τέμνοντες τάς τε ἡλικίας καὶ τὸν σφυγμόν, ὡς εἶναι

358

νήπιον καὶ παῖδα 〈καὶ〉 μειράκιον καὶ ἀκμάζοντα καὶ γέροντα καὶ πρεσ-

359

βύτην καὶ γηραιόν.

360

{Τίς ὑφ' ἑκάστης ὥρας τοῦ ἔτους ἀποτελεῖται σφυγμός.}

361

Ὥρα θερινὴ ἑκάστης ἡλικίας ἀλλάττει τὸν σφυγμὸν καὶ παρέχει

362

μικρότερον, ἀτονώτερον ταχύτερόν τε καὶ πυκνότερον. καὶ τί γὰρ ἢ σύμ-

363

φωνον νηπίου τῇ ἡλικίᾳ ἀποδίδωσι τὸ κίνημα; χειμὼν δὲ μικρότερον καὶ

364

ἀμυδρότερον βραδύτερόν τε καὶ ἀραιότερον ποιεῖ τὸν σφυγμόν, ὅμοιον

365

ἡλικίᾳ γεροντικῇ. ἔαρ δὲ καὶ φθινόπωρον μεσοῦντα μέγιστον καὶ

366

σφοδρότατον τάχει τε καὶ πυκνότητι σύμμετρον, ὅμοιον παρέχοντα

367

σφυγμὸν ἀκμάζοντι.

368

{Τίνες εἰσὶν οἱ κινδυνώδεις σφυγμοὶ κατωνομασμένοι.}

369

Τῶν δὴ σφυγμῶν ἀναγκαῖον καὶ τὰ ὀνόματα ἐκθέσθαι. οὕτω γὰρ

370

ἂν εὐσημότερον διδαχθείημεν τὰς προσηγορίας κατατάξαντες αὐτῶν.

371

κεῖται δὲ καὶ παρ' Ἡροφιλείοις καὶ παρὰ Ἀρχιγενείοις τούτων κατάλογος.

372

καλεῖται γὰρ ὁ μέν τις ἐκλείπων σφυγμός, ὁ δὲ διαλείπων, ὁ δὲ παλιν-

373

δρομῶν καὶ δορκαδίζων καὶ τρομώδης καὶ μύουρος. ἀκολούθως δὲ περὶ

374

ἑκάστου λέξομεν.

375

{Τίς ὁ ἐκλείπων σφυγμός.}

376

Ὁ ἐκλείπων καλούμενος σφυγμὸς καὶ ἀπ' αὐτοῦ τοῦ ὀνόματος ἐμ-

377

φαίνει τὸ περὶ αὐτὸν ἰδίωμα. ἐλαττούμενος γὰρ ἀεὶ μᾶλλον κατά τε τὸ

378

μέγεθος καὶ τὴν σφοδρότητα καὶ κατὰ τὴν συμμετρίαν τοῦ τάχους καὶ

379

τῆς πυκνότητος τὸ τέλεον ἐκλείπων οὐκέτι φαίνεται. διὸ καὶ ἐν τοῖς

380

πάνυ χαλεποῖς καὶ ὀλεθρίοις τοῦτον τίθεμεν ὡς προσημαίνοντα τὸν

381

ὄλεθρον.

382

{Τίς ὁ διαλείπων σφυγμός.}

383

Ὁ διαλείπων καλούμενος σφυγμὸς παντελῆ μὲν ἀφανισμὸν οὐ ποιεῖ τῆς

384

κατὰ τὴν ἀρτηρίαν κινήσεως, ἀθρόως δὲ ἀποκοπεὶς καὶ ἐφησυχάσας κατὰ

385

τὴν συστολὴν χρόνον τινὰ ἐπανέρχεται πάλιν. καὶ ἔστιν ἐν αὐτῷ ἡ δια-

386

φορὰ τοιαύτη τις. διαλείπει γὰρ ἤτοι παρ' ὀλιγωτέρας 〈..〉 καὶ τοῦτο γίνεται

387

τεταγμένως ἢ ἀτάκτως. ποτὲ μὲν γὰρ μετὰ πλείονας σφυγμοὺς οἷον τέσ-

388

σαρας ἢ πέντε διαλείπων, αὖθις μὴ φυλάξας τὴν τάξιν, μετὰ δύο ἢ τρεῖς

389

πληγὰς διαλείπει· ἢ ἐκ τῶν ἐναντίων μετὰ ὀλιγωτέρας διαστολὰς ἐπα-

390

νέρχεται ἐπὶ τὰς πλείονας· ἢ τὸ ἔντακτον φυλάσσει, τὴν αὐτὴν ἰσότητα

391

ποιούμεν〈ος〉 τῶν κατὰ τὰ διαλείμματα χρόνων. τὸν μὲν οὖν παρ' ὀλιγωτέ-

392

ρας ἀνταποδώσεις σφυγμὸν διαλείποντα μᾶλλον ὀλέθριον νομιστέον,

393

τὸν δὲ παρὰ πλείονας ἧττον, οἷον τὸν παρὰ μίαν κίνησιν τοῦ παρὰ

394

δύο, καὶ τὸν παρὰ δύο τοῦ παρὰ τρεῖς, καὶ τὸν παρὰ τρεῖς τοῦ παρὰ

395

τέσσαρας, καὶ κατὰ τὰ ἑξῆς ὁμοίως. ὅπου μὲν γὰρ συνεχεστέρας οὔσης

396

τῆς κατὰ τὸν σφυγμὸν ἐνεργείας καὶ οὐ διατεμνομένης πυκνῶς ὑπὸ τοῦ

397

διαλείποντος σφυγμοῦ, ἔτι τὴν δύναμιν ἐρρῶσθαι ὑποληπτέον, ὅτε δὲ οὔ,

398

τοὐναντίον.

399

{Τίς ὁ παλινδρομῶν σφυγμός.}

400

Ὁ δὲ παλινδρομῶν σφυγμός ἐστιν ὁ πλείονα χρόνον ἐν τῇ συστολῇ

401

μένων καὶ φαντασίαν ἀποτελῶν παντελοῦς ἀσφυγξίας, εἶτα πάλιν ἐπα-

402

νιστάμενος καὶ πλήσσων. ὅσῳ δ' ἂν διὰ πλείονος παλινδρομήσῃ χρόνου,

403

τοσούτῳ μᾶλλόν ἐστιν ὀλεθριώτατος διὰ τὸ τὸν ζωτικὸν τόνον μελετᾶν

404

ἐκ τοῦ κατὰ λόγον ἀπόλλυσθαι. ὅνπερ γὰρ τρόπον αἱ λυχνιαῖ〈αι〉 φλόγες

405

μειωθεῖσαι τὸ πῦρ αἰφνίδιον ἐκλείπουσιν, εἶθ' ὅσον οὐ σβέννυνται τέλεον,

406

τὸν αὐτὸν τρόπον καὶ ἡ ζωτικὴ δύναμις ἐκ τοῦ κατ' ὀλίγον σβεννυμένη

407

καὶ πρὸς ἐλάχιστον συμπληξαμένη ἀθρόως ἀποκόπτεται. σχέσιν δὲ ὁ

408

παλινδρομῶν πρὸς τὸν διαλείποντα ἔχει τοιαύτην συνυπάρχουσαν ἀλλή-

409

λοις. οὔτε γὰρ ὁ διαλείπων δύναται νοηθῆναι δίχα τοῦ παλινδρομοῦντος

410

οὔτε χωρὶς τοῦ διαλείποντος ὁ παλινδρομῶν, ἀλλ' ἀνάγκη σῶσαι τού-

411

τους πρὸς ἀλλήλους τοιαύτην τινα σχέσιν, ἵνα νοηθῶσιν ἑκάτεροι. δεῖ γὰρ

412

τὸν μὲν διαλείποντα σφυγμὸν μεταβάλλειν ἐκ κινήσεως εἰς ἀκινησίαν,

413

τὸν δὲ παλινδρομοῦντα τοὐναντίον εἰς κίνησιν ἐξ ἀκινησίας. μήποτε

414

οὖν, εἰ χρὴ φάναι τἀληθές, τοῖς προγενεστέροις μὲν ἀνεγράφησαν ὡς

415

διαφέρουσαι ἀλλήλων αἱ ποιότητες αὗται τῶν σφυγμῶν, διενηνόχασι δὲ

416

μόνοις τοῖς ὀνόμασι;

417

{Τίς ὁ δορκαδίζων 〈σφυγμός〉.}

418

Ὁ δορκαδίζων σφυγμὸς καλεῖται καὶ διπλασιάζων, ἁπλοῦς δέ ἐστιν,

419

ἐν μιᾷ διαστάσει δὶς πλήσσων, εἶτα διαστελλόμενος. διαστᾶσα γὰρ ἡ ἀρ-

420

τηρία καὶ παρασχοῦσα φαντασίαν συστολῆς, ἔτι μετέωρος τυγχάνουσα,

421

πάλιν προσεπιδιίσταται καὶ τότε τὴν ὀφειλομένην ἀπολαβοῦσα συστολὴν,

422

ὁμοίως ἐξερ〈εθ〉ίζει τὴν ἁφὴν διπλῆν ἐν τῇ μιᾷ διαστολῇ ποιουμένη

423

τὴν ὁρμήν. ὅθεν καὶ δορκαδίζων ὁ τοιοῦτος ἐκλήθη σφυγμὸς οὐκ ἀτόπως.

424

ὥσπερ γὰρ αἱ δορκάδες ἐν τοῖς δρόμοις τὰ μὲν πρῶτα μικρὰ διαβαίνουσιν,

425

εἶτα αἰφνίδιον ἐπὶ τὸ μεῖζον ἐξάλλονται καὶ πρὸς τὸν ἀέρα μετεωρισθεῖσαι

426

πάλιν προσάλλονται πρὶν ἐπιβῆναι τῆς γῆς, οὕτω καὶ ὁ δορκαδίζων σφυγ-

427

μὸς μικρὰς καὶ ἀμυδρὰς ποιησάμενος τὰς πρώτας διαστολὰς ἐπὶ πλέον

428

διαστέλλεται καὶ μένων ἐν τῇ αὐτῇ διαστολῇ πρὸ τοῦ πεσεῖν πάλιν προσ-

429

επιδιιστάμενος πλήσσει τὴν ἁφήν. Ἡρόφιλος μὲν οὖν ὁ πρῶτος ὀνομάσας

430

δορκαδίζοντα σφυγμόν φησιν ἅπαξ ἑωρακέναι ἐπί τινος εὐνούχου, ἡμῖν δὲ

431

συνεχῶς ἐπὶ τῶν ἔργων ἐπέπεσεν ἐν τε φρενητικαῖς καὶ καρδιακαῖς δια-

432

θέσεσι.

433

{Τίς ὁ μυρμηκίζων σφυγμός.}

434

Ὁ μυρμηκίζων ὀνομαζόμενος σφυγμὸς ταπεινός ἐστι καὶ στενὸς καὶ

435

ἀμυδρὸς ἰσχυρῶς, συστολὴν ὀλιγοχρόνιον ποιῶν ἢ δοκῶν ποιεῖν, ἀλλ'

436

αὐτόθεν οἱονεὶ σπαίρων, τάχα μὲν διὰ τὴν μικρότητα τοῦ μύρμηκος, ᾧ

437

παρόμοιος ὢν τοιοῦτός ἐστιν ὁ σφυγμός, τάχα δὲ καὶ διὰ τὴν ἐμφέρειαν

438

τὴν πρὸς τὴν κίνησιν. ὥσπερ γὰρ ἄνευρα βαίνει τὸ ζῷον καὶ μικρὰ καὶ

439

ἄδαρτα καὶ ὅλως οὐ συγκινοῦντα τὴν αἴσθησιν, οὕτω δὴ καὶ πρὸς τὴν ἁφὴν

440

ὁ σφυγμὸς τοιαύτην ποιεῖται τὴν αἴσθησιν ἀμυδροτάτην καὶ μικροτάτην

441

συνεχῆ τε καὶ γηρῶσαν. εὑρίσκεται δὲ ἐπὶ καρδιακῶν· καὶ ἐπὶ τῶν ἄλλων

442

δὲ θεωρεῖται συνεχέστερον τῶν ἤδη πρὸς τῷ τελευτᾶν ὄντων.

443

{Τίς ὁ σκωληκίζων σφυγμός.}

444

Ὁ δὲ σκωληκίζων καλούμενος σφυγμὸς ἐκ τῶν αὐτῶν τῷ μυρμηκί-

445

ζοντι συνέστηκε. κατὰ μὲν ἐνίους οὐδὲν διαφέρει ἢ τῇ προσηγορίᾳ μόνῃ,

446

κατὰ δὲ τοὺς ἀκριβέστερον τοῖς ἰδιώμασι τῶν σφυγμῶν παρακολουθήσαντας

447

θεωρεῖται παραλλαγή τις ἐν τοῖς κινήμασι τοῖς ἑκατέρωθεν καὶ διαφε-

448

ρούσης ἔτυχον εἰκότως τῆς ὀνομασίας. ὁ μὲν γὰρ μυρμηκίζων, ὡς προειρή-

449

καμεν, παρέχει φαντασίαν μύρμηκος ὑπὸ τῇ ἁφῇ περιπατοῦντος, ὁ δὲ σκω-

450

ληκίζων τὴν κίνησιν σκώληκος παραπλησίαν ἐν τῇ πορείᾳ ποιεῖται πρὸς

451

τὴν ἁφήν. ὅνπερ οὖν τρόπον σκώληξ μικρότατος τῷ σώματι τυγχάνων κινεῖ-

452

ται καθάπερ # # ἐγειρομένων ἐν αὐτῷ, τῶν δὲ προσπιπτόντων ἀπὸ τῶν

453

τελευταίων μερῶν ἄχρι τῆς κεφαλῆς, τοῦτον δὴ τὸν τρόπον καὶ ὁ σφυγμὸς

454

〈ὁ〉 σκωληκίζων καταλαμβάνεται τὰς κινήσεις ἐπισυνάπτων ταῖς πρώταις ἐφε-

455

ξῆς κατὰ τὴν δοκοῦσαν εἶναι περὶ αὐτὸν διαστολὴν μετὰ τοῦ καὶ τὸ πνεῦμα

456

τὸ κινοῦν τὴν ἀρτηρίαν ἡνωμένον μὲν ὑποπίπτειν, πολλὴν δὲ τὴν ἀτονίαν

457

καὶ ὡς εἰπεῖν ἀπώλειαν ἔχον. ἐπὶ δὲ τοῦ μυρμηκίζοντος πᾶν τοὐναντίον

458

ἔστιν εὑρεῖν· ὑποπίπτει γὰρ οἷον εἰ〈ς〉 πολλὰ καὶ λεπτὰ καταδιῃρημένον τὸ

459

πνεῦμα καὶ διὰ τοῦτο μᾶλλον συγκινεῖν δοκεῖ τὴν αἴσθησιν. ἀλλ' οὗτος

460

μὲν ὄντως ἐστὶν ὀλέθριος, ὁ δὲ σκωληκίζων ἧττον κινδυνώδης.

461

{Τίς ὁ μυουρίζων σφυγμός.}

462

Ὁ δὲ μυουρίζων σφυγμὸς τέτευχε ταύτης τῆς ὀνομασίας ἀπὸ τοῦ

463

περὶ αὐτὸν σχήματος. ἔστι δὲ πολυειδὴς καὶ πολυκίνητος, ἐκ τῆς τῶν ἀνω-

464

μάλων καὶ ἀτάκτων διαφορᾶς τὴν ἐπισύνθεσιν εἰληφώς. ὅταν γὰρ μεί-

465

ζων προσπεσοῦσα πληγὴ ἀεὶ καὶ μᾶλλον κατὰ τὸ ἑξῆς σμικρύνηται, μύου-

466

ρον ἀποτελεῖ σφυγμόν, ἢ ὅταν πληγὴ στερεωτέρα ὑποπεσοῦσα κατὰ τὴν

467

πρώτην ἐπαφὴν ἀμυδρότερον πλήσσῃ, ἢ ὅταν πυκνότερον προσπεσοῦσα ἀεὶ

468

καὶ μᾶλλον ἀραιοτέρα 〈ᾖ〉, ἢ ὅταν ταχυτέρα ἀποτελεσθεῖσα ἡ κίνησις ὕστερον

469

ᾖ βραδύνουσα ἢ ἐκ τῶν ἐναντίων ἀπὸ τοῦ σμικρυνομένου προκόπτῃ ἐπὶ τὸ

470

μεῖζον ἢ ἐκ τοῦ ἀραιοῦ ἐπὶ τὸ πυκνότερον ἢ ἐκ τοῦ βραδέος ἐπὶ τὸ ταχύ-

471

τερον. καὶ τοῦτο γίνεται ποτὲ μὲν κατὰ μείωσιν ἢ ἀφαίρεσιν, ποτὲ δὲ κατὰ

472

πρόσθεσιν ἢ αὔξησιν. οἱ οὖν τοιοῦτοι οἰκείως καλοῦνται μυουρίζοντες σφυγ-

473

μοί. συνίστανται δὲ καὶ ἄλλα μυούρων τοιαῦτα τινὰ περὶ τὸν σφυγμόν, ἃ

474

δίκαιον ἐγκατατάξαι τῇ γραφῇ πολυμαθείας χάριν. ἤτοι γὰρ ἐκ τῶν ὑπερ-

475

κειμένων ἐπὶ πλέον ἡ ἀρτηρία ποιεῖται τὴν διάστασιν σφοδρῶς καὶ ταχέως,

476

ἐκ δὲ τῶν πρὸς τῷ καρπῷ μερῶν ταπεινῶς καὶ βραδέως ὡς ἐπ' ὀλίγον ἅπ-

477

τεσθαι τῆς ἁφῆς· ἢ τοὐναντίον ἐκ τῶν ὑπερκειμένων ἐπ' ὀλίγον ποιεῖται

478

τὴν διόγκωσιν καὶ ἀσθενῆ καὶ βραδυτέραν τὴν κίνησιν, ἐκ δὲ τῶν πρὸς τῷ

479

καρπῷ μερῶν ἐπὶ πλέον διίσταται καὶ ταχύνει τὸ κίνημα. γίνεται δὲ μύου-

480

ρος καὶ τούτῳ τῷ τρόπῳ, ὅταν πρῶτος πλατὺς ὑποπεσὼν σφυγμὸς εἰς κο-

481

ρυφὴν καταλήξῃ στενὴν ἢ ἐκ στενότητος εἰς πλατύτητα ἢ ἀρξάμενος σφο-

482

δρῶς ἐκ τῆς βάσεως κινεῖσθαι πρὸς τῷ τέλει τῆς διαστολῆς ἄτονος γένηται.

483

{Τίς ὁ τρομώδης σφυγμός.}

484

Ὁ δὲ τρομώδης καλούμενος σφυγμὸς ποικιλώτατος καὶ κινδυνω〈δέσ〉τατός

485

ἐστιν ἐκ τῶν ἀνωμάλων καὶ ἀτάκτων τὴν ἐπιπλοκὴν ἔχων. ὅταν γὰρ κατ'

486

ἄλλα μὲν μέρη τάχιον, κατ' ἄλλα δὲ βράδιον ἡ ἀρτηρία προσπίπτῃ τῇ ἁφῇ

487

καὶ μηδέποτε ἐν αὐτῷ τῷ χρόνῳ μένῃ, ἀλλὰ καθάπερ κινουμένη τε καὶ κρα-

488

δαινομένη καταλαμβάνηται καὶ οἷον ἐπιπλοκὴν τῶν κινήσεων ἑκατέρων, τῆς

489

τε κατὰ τὴν διαστολὴν καὶ τῆς κατὰ 〈τὴν〉 συστολήν, ἔχουσα, τηνικαῦτα κέ-

490

χυται τὸ τάχος καὶ ὁ ῥυθμὸς ἐπὶ τοῦ τοιούτου κινήματος. οὐκ ἀτόπως οὖν

491

τινες ὡμοίωσαν τὴν τοιαύτην τοῦ σφυγμοῦ κίνησιν τῷ γινομένῳ περὶ τοῖς

492

ἐξακοντισμοῖς τῶν δοράτων κραδασμῷ· καθάπερ γὰρ ταῦτα κατὰ τὴν φορὰν καὶ

493

τὴν ἔρεισιν ἐπισείεται τρομώδη πανταχόθεν διδόντα τὸν περὶ αὐτοῖς κλόνον, οὕ-

494

τως καὶ τὴν ἀρτηρίαν εὑρίσκεσθαι σαλευομένην. τῶν δὲ διαστολῶν καὶ τῶν

495

συστολῶν ὑπὲρ εὐσήμου διδασκαλίας ἐροῦμεν καὶ παράδειγμά τι παρὰ τοῖς

496

Ἡροφιλείοις τιθέμενον τοιοῦτον. ὥσπερ γάρ, φασί, τρυπήμασιν αὐλῶν περι-

497

τεθέντων λεπτοτάτων ἀραχνίων, ἔπειτα ἐμπνευσθέντων ὑπὸ τοῦ μουσουργοῦ

498

τῶν αὐλῶν, πρὸς τὴν διαδρομὴν δὲ καὶ τὴν ἔμπτωσιν τρομώδης αὐτῶν ὁρᾶται

499

κίνησις ἐπὶ τοῖς τρυπήμασιν, οὐκ ἴσης οὐδὲ ὁμαλῆς γινομένης αὐτῶν τῆς

500

διασαλεύσεως ὅλων, ἀλλὰ μετεωριζομένων κατ' ἄλλα μὲν μέρη μᾶλλον, κατ'

501

ἄλλα δ' ἧττον, καὶ καθ' ἃ μὲν εὐτονώτερον ἐπανισταμένων, καθ' ἃ δὲ ἀσθενέ-

502

στερον, οὕτω δὴ καὶ τὴν ἀρτηρίαν κινεῖσθαι λέγουσιν ἀνωμάλως κατὰ μέν

503

τι διαστελλομένην μέρος ἐπὶ πλέον, κατὰ δέ τι ἔλαττον καὶ πῆ μὲν βιαιό-

504

τερον, πῆ δὲ ἀσθενέστερον.

505

Ἐφ' ὅσον οὖν ἡμῖν δυνατὸν ἦν περὶ τὴν νόησιν τοῦ περὶ σφυγ-

506

μῶν συντάγματος, ταῦτα συνεισηνέγκαμεν. τὸ δὲ ἐν πολλοῖς ἰδιοτροπώτερον

507

μὴ κατὰ τὸν Ἱπποκράτην ὅτι ξενοπρεπὲς καὶ μὴ ξύνηθες καταφρονηθήτω,

508

ἀλλὰ τῇ πρὸς τὰ ἄλλα παραθέσει κριθήτω. εἰ δέ τις ἢ κατ' ἀκολουθίαν ἢ

509

κατὰ πολύνοιαν κρείττονα τῶν ἡμερῶν εὕροι, αὐτός με Ἐρασίστρατος ῥύεται

510

ἀεὶ πλέον νεωτέρᾳ παλαιᾶς εἰς εὕρεσιν διδούς.

511

Τέλος τῶν περὶ σφυγμῶν Μαρκελλίνου.