The Greek Library Author

Aglaias, Byzantius

Πρὸς τὰς ἀρχομένας ὑποχύσεις

Scientific editors
U. C. Bussemaker
Edition reference
Poetae bucolici et didactici · Paris · Firmin Didot · 1862
CTS identifier
urn:cts:greekLit:tlg0676.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

1Ἀγλαΐας τόδε σοι Βυζάντιος ἐσθλὸν ἰάλλω

2Ἰητὴρ ἑτάρῳ δῶρον ἀοιδοπόλῳ,

3Ὁφθαλμῶν μὲν ἄκος, Δημήτερα (?) τῶν ὑποχεῖσθαι

4Ἀρχομένων, ὑπʼ ἐμῆς δʼ εὑρεθὲν εὐμογίης.

5Καί σοι δʼ ἔξοχον ἔσται ἐς ἄχθεα, παντί τʼ ὄνειαρ

6Παρμόνιμον, κάμψῃς ἄχρι κεν ἐς πλέονας.

7Ὅσσα δʼ ἔχει θρόνα λέξαι ἔοικε μοι, ὡς ἐπαρήγειν

8Οἷς ἄν τι σθεναρὴ σύνθεσις ἥδε πέλει.

9Ἄνθους μὲν χαλκοῦ πεντώβολον, ἰσοβαρὲς δὲ

10Τοῦ συοδηλήτου τὴν ἀρετὴν γενέτιν·

11Καὶ μεῖον τούτων ὀβολῷ στρόγγυλμα πυραιθὲς

12Πρόσθες, ὃ Γαλλαϊκοῖς (?) ἀλδαίνετ’ ἐν δαπέδοις·

13Καὶ δύο διδράχμω, τὸ μὲν ἐκ ξανθότριχος ἄνθους,

14Ἔνυμα * δʼ ἐκ μηδέων θάτερον ἱπποδάμου·

15Ἡμίσταθμον, ὃ τοῦ πατρὸς ψευδώνυμος, ἔστω

16Ὃς γῆμαι δμωῆς υἱέϊ δῶκε κόρην·

17Στῆσον δʼ αὖ ἀλόϊον ἒν ἥμισυ τοῦ προτέροιο

18Ἄχθος· ἄγε στάχυος Σινδογενοῦς ὀβολόν·

19Διστάσιος δʼ αὐτῷ πελέτω λίθος εἰαριήτης·

20Διστάσιον δʼ ἀφροῦ θρύμμα φακουσιακοῦ·

21Σὺν δὲ τριάκοντα δραχμαῖς ἔτι καὶ δύο μίσγε

22Ὁλκὰς ἐξ ἄνθους ναμασιπηγὸς ἁλός·

23Καὶ Ζακορίσου * Μούσαις ἰσάριθμον ὄπισμα

24Δραχμόθεν ἔστω σοι συγκατακιρνάμενον

25Τετραμόρῳ κοτύλης, ὃ τιτύσκεται οὐ διὰ χειρῶν

26Ἐν δαπεδοῖς * Bάκτης, ἀλλὰ διὰ στομάτων.

27Λεῖα δὲ πάντα καθʼ ἓν τρίψας ἀνάμισγε σὺν ὑγροῖς,

28Τημελέως τʼ ἀπόθου τεῦχος ἐς ἀργύρεον.