Epigramma
- Edition reference
- Epigramma, AG: 7.345.
- CTS identifier
urn:cts:greekLit:tlg0679.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
7
345
{〈ΑΙΣΧΡΙΩΝΟΣ〉}
Ἐγὼ Φιλαινὶς ἡ 'πίβωτος ἀνθρώποις
ἐνταῦθα γήρᾳ τῷ μακρῷ κεκοίμημαι.
μή μ', ὦ μάταιε ναῦτα, τὴν ἄκραν κάμπτων
χλεύην τε ποιεῦ καὶ γέλωτα καὶ λάσθην.
οὐ γάρ, μὰ τὸν Ζῆν', οὐ μὰ τοὺς κάτω κούρους,
οὐκ ἦν ἐς ἄνδρας μάχλος οὐδὲ δημώδης·
Πολυκράτης δὲ τὴν γενὴν Ἀθηναῖος,
λόγων τι παιπάλημα καὶ κακὴ γλῶσσα,
ἔγραψεν, οἷ' ἔγραψ'· ἐγὼ γὰρ οὐκ οἶδα.
{Aeschrionis Mitylenaei ἔπη}{Aeschrionis Mitylenaei Ἐφημερίδες, ἔπη, ἴαμβοι}{Aeschrionis Ἐφεσίδες (Ἐφημερίδες?) αʹ—ζʹ}{Aeschrionis Samii Iambi}{de Philaenide}
7
345
{⊗} ἐγὼ Φιλαινὶς ἡ 'πίβωτος ἀνθρώποις
ἐνταῦθα γήρᾳ τῷ μακρῷ κεκοίμημαι.
μή μ', ὦ μάταιε ναῦτα, τὴν ἄκρην κάμπτων
χλεύην τε ποιεῦ καὶ γέλωτα καὶ λάσθην.
οὐ γὰρ μὰ τὸν Ζῆν', οὐ μὰ τοὺς κάτω κούρους,
οὐκ ἦν ἐς ἄνδρας μάχλος οὐδὲ δημώδης.
Πολυκράτης δὲ τὴν γενὴν Ἀθηναῖος,
λόγων τι παιπάλημα καὶ κακὴ γλῶσσα,
ἔγραψεν οἷ' ἔγραψ'· ἐγὼ γὰρ οὐκ οἶδα. *
{de Glauco} καὶ θείηνἄγρωστιν εὗρες, ἣν Κρόνος κατέσπειρεν{Aeschrionis Iambi}μήνη τὸ καλὸν οὐρανοῦ νέον σίγμαστενὸν καθ' Ἑλλήσποντον, ἐμπόρων χώρην,ναῦται θαλάσσης ἐστρέφοντο μύρμηκεςὁ δ' ἐξελὼν ἱμάντα, φορτίου ζώνηνἶρις δ' ἔλαμψε, καλὸν οὐρανοῦ τόξονκαὶ πίσσαν ἑφθήν, ἣν θύραι μυρίζονται