The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FHG 4: 287.
CTS identifier
urn:cts:greekLit:tlg0686.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t1-4

{ὩΡΟΙ ΣΑΜΙΩΝ.}

1

Clemens Alex. Protr. c. 4: Ἐν

Ἰκάρῳ τῆς Ἀρτέμιδος τὸ ἄγαλμα ξύλον ἦν οὐκ εἰργα-

σμένον· καὶ τὸ τῆς Κιθαιρωνίας Ἥρας ἐν Θεσπίᾳ

πρέμνον ἐκκεκομμένον· καὶ τὸ τῆς Σαμίας Ἥρας, ὥς

φησιν Ἀέθλιος, πρότερον μὲν ἦν σανὶς, ὕστερον δὲ

ἐπὶ Προκλέους ἄρχοντος ἀνδριαντοειδὲς ἐγένετο.

t2-4

{E LIBRO QUINTO.}

2

Athenaeus XIV: Ὅτι δὲ ἐν ταῖς Ἀθή-

ναις διηνεκεῖς ἦσαν αἱ ὀπῶραι πᾶσαι μαρτυρεῖ Ἀρι-

στοφάνης ἐν Ὥραις. Τί οὖν παράδοξον ἱστορεῖν δοκεῖ

Ἀέθλιος ὁ Σάμιος ἐν πέμπτῳ Σαμίων Ὥρων λέγων

«Σῦκον καὶ σταφυλὴ καὶ ὁμομηλὶς καὶ μῆλα καὶ ῥόδα

δὶς τοῦ ἐνιαυτοῦ ἐγένετο.»

3

Idem XIV: Αἱ δ' ἁμαμηλίδες οὐκ εἰσὶν

ἄπιοι, ὥς τινες οἴονται, ἀλλ' ἕτερόν τι καὶ ἥδιον καὶ

ἀπύρηνον. Ἀριστομένης ἐν Διονύσῳ φησίν·

Ὁ Χῖος οὐκ οἶσθ' ὡς ἁμαμηλίδας ποιεῖ;

Ὅτι δ' ἐστὶν ἕτερον τῆς ἀπίου καὶ ἥδιον Αἰσχυλίδης

παρίστησιν ἐν τρίτῳ Γεωργικῶν. Περὶ Κέω γοῦν τῆς

νήσου λέγων γράφει οὕτως· «Ἀπίους ἡ νῆσος φέρει

κρατίστας, κατὰ τὰς ἐν Ἰωνίᾳ καλουμένας ἁμαμηλί-

δας· εἰσὶ γὰρ ἀπύρηνοί τε καὶ ἡδεῖαι καὶ γλυκεῖαι.»

Ἀέθλιος δ' ἐν πέμπτῳ Ὥρων Σαμίων, <εἰ γνήσια τὰ

συγγράμματα,> ὁμομηλίδας αὐτὰς καλεῖ. Πάμφιλος

δ' ἐν τοῖς Περὶ γλωσσῶν καὶ ὀνομάτων· «Ἐπιμηλὶς

(φησὶν) ἀπίου γένος.»

4

Etym. M.: <νένωται> ... ὁ Ἄθλιος (scr.

Ἀέθλιος) ἐν τοῖς Σαμίων Ὥροις· «Ἀλλὰ

λέξασθαι νένωνται.»