The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FHG 3: 210–244.
CTS identifier
urn:cts:greekLit:tlg0697.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t1-2

{[ΑΣΣΥΡΙΑΚΑ.]}

1

Syncell.: Ἐβασίλευσαν Ἀσσύριοι ἀπὸ

Νίνου καὶ Σεμιράμεως μέχρι Βελεοῦν τοῦ Δελκετάδου·

εἰς τοῦτον γὰρ τοῦ Σεμιράμεως γένους λήξαντος, Βελι-

ταρᾶν κηπουργὸς ἐβασίλευσε καὶ τὸ ἐκείνου γένος ἑξῆς

μέχρι Σαρδαναπάλλου, καθὰ Βίωνι δοκεῖ καὶ Ἀλεξάν-

δρῳ τῷ Πολυΐστορι.

2

Agathias II, 25: Πρῶτοι μὲν

γὰρ, ὧν ἀκοῇ ἴσμεν, Ἀσσύριοι λέγονται ἅπασαν τὴν

Ἀσίαν χειρώσασθαι, πλὴν Ἰνδῶν τῶν ὑπὲρ Γάγγην

ποταμὸν ἱδρυμένων. Νίνος τε πρότερον φαίνεται καὶ

βασιλείαν ἐνταῦθα βεβαίαν καταστησάμενος, Σεμίρα-

μίς τε αὖ μετ' ἐκεῖνον, καὶ ἑξῆς ἅπαντες οἱ τούτων

ἀπόγονοι μέχρι καὶ ἐς Βελεοῦν τὸν Δερκετάδου· ἐς τοῦ-

τον γὰρ δὴ τὸν Βελεοῦν τῆς τοῦ Σεμιραμείου φύλου

διαδοχῆς παυσαμένης, Βεληταράς τις ὄνομα, φυτουρ-

γὸς ἀνὴρ καὶ τῶν ἐν τοῖς βασιλείοις κήπων μελεδωνὸς

καὶ ἐπιστάτης, ἐκαρπώσατο παραλόγως τὴν βασιλείαν,

καὶ τῷ οἰκείῳ ἐνεφύτευσε γένει, ὥς που Βίωνι γέγρα-

πται καὶ Ἀλεξάνδρῳ τῷ Πολυΐστορι, ἕως ἐς Σαρδανά-

παλλον, [ἐφ' οὗ] ὡς ἐκεῖνοί φασι, τῆς ἀρχῆς ἀπομα-

ρανθείσης, Ἀρβάκης ὁ Μῆδος καὶ Βέλεσυς ὁ Βαβυλώνιος

ἀνῄρηνται αὐτὴν τοὺς Ἀσσυρίους, καθελόντες τὸν βα-

σιλέα, καὶ ἐς τὸ Μηδικὸν μετέστησαν ἔθνος, ἕξ τε καὶ

τριακοσίων ἤδη πρὸς τοῖς χιλίοις καὶ ὀλίγῳ πλειόνων

ἐτῶν παρῳχηκότων, ἐξ οὗ τὰ πρῶτα ὁ Νίνος τῶν ἐκείνῃ

κατέσχε πραγμάτων. Οὕτω γὰρ Κτησίᾳ τῷ Κνιδίῳ

τοὺς χρόνους ἀναγραψαμένῳ καὶ Διόδωρος ξύμφησιν

ὁ Σικελιώτης. Μῆδοι τοίνυν αὖθις ἐκράτουν, καὶ ἅπαντα

τοῖς ἐκείνων ἐτάττοντο νόμοις. Ἔτη δὲ καὶ τούτων ἐν

τῇ ἀρχῇ διανυσάντων οὐ μεῖον ἢ τριακόσια Κῦρος

ὁ Καμβύσου τὸν Ἀστυάγην καταπολεμήσας, ἐπὶ Πέρ-

σας τὴν ἡγεμονίαν μετήγαγε. Πῶς δὲ οὐκ ἤμελλεν, Πέρ-

σης τε ὢν αὐτὸς ἰθαγενὴς, καὶ ἅμα χαλεπαίνων τοῖς

Μήδοις διὰ τὰς σὺν Ἀστυάγει παρατάξεις; Κρατήσαν-

τες δὲ καὶ οἱ Περσικοὶ βασιλεῖς ὀκτώ τε καὶ εἴκοσι καὶ

διακόσια ἔτη, καὶ μέντοι καὶ τούτων ἀρχὴ τελεώτατα

διερρύη, στρατῷ ἐπηλύτῃ καὶ βασιλεῖ ἀλλοτρίῳ κατα-

λυθεῖσα. Ἀλέξανδρος γὰρ ὁ Φιλίππου Δαρεῖον ἀποκτεί-

νας τὸν Ἀρσάμου τὸν βασιλέα, καὶ ἅπασαν τὴν Περσίδα

παραστησάμενος ἐς Μακεδονικὴν τὰ πράγματα μετέ-

θηκε πολιτείαν. Οὕτω γὰρ ἦν μεγαλουργὸς ἐς τὰ μά-

λιστα καὶ ἀμαχώτατος, ὡς, ἐπειδὴ αὐτὸν καὶ ἀποβιῶ-

ναι ξυνέβη, ὅμως τοὺς ἐκείνου διαδόχους, Μακεδόνας γε

ὄντας, κατασχεῖν ἐπιπλεῖστον τῆς ἀλλοδαπῆς καὶ ὀθνείας,

καὶ ἐπὶ μέγα δυνάμεως ἀφικέσθαι. Καὶ οἶμαι ἄχρι καὶ

ἐς τόδε τοῦ καιροῦ ἦρχον ἂν καὶ ἐπεκράτουν, τῇ τοῦ

οἰκιστοῦ κρατυνόμενοι δόξῃ, εἰ μὴ ἐς ἀλλήλους στασιά-

σαντες, καὶ θαμὰ κατά τε σφῶν αὐτῶν καὶ πρὸς Ῥω-

μαίους παραταξάμενοι, τοῦ πλείονος ἕκατι, διέλυσαν

τὰς οἰκείας δυνάμεις, καὶ οὐκέτι ἀνάλωτοι τοῖς πέλας

ἐδόκουν. Τοιγάρτοι ἄρξαντες οὐ λίαν ἐλάττονα χρόνον

τῶν Μήδων ὅτι μὴ ἑπτὰ ἔτεσι δέοντα (<πειστέον γὰρ

κἀνταῦθα τῷ Πολυΐστορι>), ἐς τοσοῦτον δὴ οὖν

κρατήσαντες, Παρθυαῖοί γε αὐτοὺς, ἔθνος κατήκοον

καὶ ἥκιστα ἐν τῷ πρὸ τοῦ ὀνομαστότατον, παρέλυσαν

τῆς ἀρχῆς τοὺς Μακεδόνας. Καὶ εἶτα ἐκεῖνοι τῶν ὅλων

πλὴν Αἰγύπτου ἡγοῦντο, Ἀρσάκου μὲν πρότερον τῆς

ἀποστάσεως ἀρξαμένου, ὡς καὶ Ἀρσακίδας τοὺς μετ'

αὐτὸν ὀνομάζεσθαι, Μιθριδάτου δὲ οὐ πολλῷ ὕστερον

ἐς μέγα τι κλέος τὸ Παρθυαίων ὄνομα ἐξενεγκότος.

Ἑβδομήκοντα δὲ ἐτῶν ἤδη ἐπὶ διακοσίοις παρωχηκότων

ἀπὸ Ἀρσάκου τοῦ προτέρου ἐς Ἀρτάβανον τὸν ἔσχατον

βασιλέα, ἡνίκα τὰ Ῥωμαίων πράγματα ὑπὸ Ἀλεξάν-

δρῳ τῷ Μαμαίας παιδὶ ἐτετάχατο, κατ' ἐκεῖνο δὴ τοῦ

καιροῦ τὸ Χοσρόου τοῦ καθ' ἡμᾶς βασιλεύειν ἤρξατο

γένος.

3

{ΕΥΠΟΛΕΜΟΥ

περὶ Ἀβραὰμ,

ἀπὸ τῆς Ἀλεξάνδρου τοῦ Πολυΐστορος

Περὶ Ἰουδαίων γραφῆς.}

Cap. 17: Συνᾴδει δὲ τούτοις καὶ ὁ Πολυΐστωρ Ἀλέ-

ξανδρος, πολύνους ὢν καὶ πολυμαθὴς ἀνὴρ, τοῖς τε μὴ

πάρεργον τὸν ἀπὸ παιδείας καρπὸν πεποιημένοις Ἕλ-

λησι γνωριμώτατος, ὃς ἐν τῇ Περὶ Ἰουδαίων συντάξει

τὰ κατὰ τὸν Ἀβραὰμ τοῦτον ἱστορεῖ κατὰ λέξιν τὸν

τρόπον.

«Εὐπόλεμος δὲ ἐν τῷ Περὶ Ἰουδαίων, τῆς Ἀσσυ-

ρίας φησὶ πόλιν Βαβυλῶνα πρῶτον μὲν κτισθῆναι ὑπὸ

τῶν διασωθέντων ἐκ τοῦ κατακλυσμοῦ· εἶναι δὲ αὐτοὺς

Γίγαντας· οἰκοδομεῖν δὲ τὸν ἱστορούμενον πύργον.

Πεσόντος δὲ τούτου ὑπὸ τῆς τοῦ θεοῦ ἐνεργείας, τοὺς

Γίγαντας διασπαρῆναι καθ' ὅλην τὴν γῆν. Δεκάτῃ δὲ

γενεᾷ, φησὶν, ἐν πόλει τῆς Βαβυλωνίας Καμαρίνῃ (ἥν

τινας λέγειν πόλιν Οὐρίην, εἶναι δὲ μεθερμηνευομένην

Χαλδαίων πόλιν) ἐν τρισκαιδεκάτῃ

γενέσθαι Ἀβραὰμ γενεᾷ, εὐγενείᾳ καὶ σοφίᾳ πάντας

ὑπερβεβηκότα, ὃν δὴ καὶ τὴν ἀστρολογίαν καὶ Χαλ-

δαϊκὴν εὑρεῖν, ἐπί τε τὴν εὐσέβειαν ὁρμήσαντα εὐαρε-

στῆσαι τῷ θεῷ. Τοῦτον δὲ διὰ τὰ προστάγματα τοῦ

θεοῦ εἰς Φοινίκην ἐλθόντα κατοικῆσαι, καὶ τροπὰς ἡλίου

καὶ σελήνης καὶ τὰ ἄλλα πάντα διδάξαντα τοὺς Φοί-

νικας εὐαρεστῆσαι τῷ βασιλεῖ αὐτῶν. Ὕστερον δὲ Ἀρ-

μενίους ἐπιστρατεῦσαι τοῖς Φοίνιξι· νικησάντων δὲ καὶ

αἰχμαλωτισαμένων τὸν ἀδελφιδοῦν αὐτοῦ, τὸν Ἀβραὰμ

μετὰ οἰκετῶν βοηθήσαντα ἐγκρατῆ γενέσθαι τῶν αἰχμα-

λωτισαμένων, καὶ τῶν πολεμίων αἰχμαλωτίσαι τέκνα

καὶ γυναῖκας. Πρέσβεων δὲ παραγενομένων πρὸς αὐτὸν,

ὅπως χρήματα λαβὼν ἀπολυτρώσῃ ταῦτα, μὴ προελέ-

σθαι τοῖς δυστυχοῦσιν ἐπεμβαίνειν, ἀλλὰ τὰς τροφὰς

λαβόντα τῶν νεανίσκων ἀποδοῦναι τὰ αἰχμάλωτα, ξε-

νισθῆναί τε αὐτὸν ὑπὸ πόλεως ἱερὸν Ἀργαριζὶν, ὃ εἶναι

μεθερμηνευόμενον ὄρος Ὑψίστου· παρὰ δὲ τοῦ Μελχι-

σεδὲκ ἱερέως ὄντος τοῦ Θεοῦ καὶ βασιλεύοντος λαβεῖν

δῶρα. Λιμοῦ δὲ γενομένου, τὸν Ἀβραὰμ ἀπαλλαγῆναι

εἰς Αἴγυπτον πανοικίᾳ κἀκεῖ κατοικεῖν, τήν τε γυναῖκα

αὐτοῦ τὸν βασιλέα τῶν Αἰγυπτίων γῆμαι, φάντος αὐ-

τοῦ ἀδελφὴν εἶναι. Περισσότερον δὲ ἱστόρησεν ὅτι οὐκ

ἠδύνατο αὐτῇ συγγενέσθαι, καὶ ὅτι συνέβη φθείρεσθαι

αὐτοῦ τὸν λαὸν καὶ τὸν οἶκον· μάντεις δὲ, αὐτοῦ καλέ-

σαντος, τοῦτο φάναι, μὴ εἶναι χήραν τὴν γυναῖκα· τὸν

δὲ βασιλέα τῶν Αἰγυπτίων οὕτως ἐπιγνῶναι, ὅτι γυνὴ

ἦν τοῦ Ἀβραὰμ, καὶ ἀποδοῦναι αὐτὴν τῷ ἀνδρί. Συ-

ζήσαντα δὲ τὸν Ἀβραὰμ ἐν Ἡλιουπόλει τοῖς Αἰγυπτίων

ἱερεῦσι πολλὰ μεταδιδάξαι αὐτοὺς, καὶ τὴν ἀστρολογίαν

καὶ τὰ λοιπὰ τοῦτον αὐτοῖς εἰσηγήσασθαι, φάμενον

Βαβυλωνίους ταῦτα καὶ αὑτὸν εὑρηκέναι, τὴν δὲ εὕρη-

σιν αὐτῶν εἰς Ἐνὼχ ἀναπέμπειν, καὶ τοῦτον εὑρηκέναι

πρῶτον τὴν ἀστρολογίαν, οὐκ Αἰγυπτίους. Βαβυλωνίους

γὰρ λέγειν πρῶτον γενέσθαι Βῆλον, ὃν εἶναι Κρόνον· ἐκ

τούτου δὲ γενέσθαι Βῆλον καὶ Χαναὰν, τοῦτον δὲ τὸν

Χαναὰν γεννῆσαι τὸν πατέρα τῶν Φοινίκων, τούτου δὲ

Χοὺμ υἱὸν γενέσθαι, ὃν ὑπὸ τῶν Ἑλλήνων λέγεσθαι

Ἄσβολον, πατέρα δὲ Αἰθιόπων, ἀδελφὸν δὲ τοῦ Με-

στραῒμ, πατέρα Αἰγυπτίων. Ἕλληνας δὲ λέγειν τὸν

Ἄτλαντα εὑρηκέναι ἀστρολογίαν· εἶναι δὲ τὸν Ἄτλαντα

τὸν αὐτὸν καὶ Ἐνώχ· τοῦ δὲ Ἐνὼχ γενέσθαι υἱὸν Μα-

θουσάλαν, ὃν πάντα δι' ἀγγέλων Θεοῦ γνῶναι, καὶ ἡμᾶς

οὕτως ἐπιγνῶναι.

4

{ΑΡΤΑΠΑΝΟΥ

Περὶ τοῦ αὐτοῦ, ἀπὸ τῆς αὐτῆς γραφῆς

τοῦ Πολυΐστορος.}

Cap. 18: Ἀρτάπανος δέ φησιν ἐν τοῖς Ἰουδαϊκοῖς

τοὺς μὲν Ἰουδαίους ὀνομάζεσθαι Ἐρμιοὺθ', ὃ εἶναι με-

θερμηνευθὲν κατὰ τὴν Ἑλλάδα φωνὴν, Ἰουδαῖοι· κα-

λεῖσθαι δὲ αὐτοὺς Ἑβραίους ἀπὸ Ἀβραάμου. Τοῦτον

δέ φησι πανοικίᾳ ἐλθεῖν εἰς Αἴγυπτον πρὸς τὸν τῶν Αἰ-

γυπτίων βασιλέα Φαρεθώνην, καὶ τὴν ἀστρολογίαν αὐ-

τὸν διδάξαι· μείναντα δὲ ἔτη ἐκεῖ εἴκοσι πάλιν εἰς τοὺς

κατὰ Συρίαν ἀπαλλαγῆναι τόπους· τῶν δὲ τούτῳ συν-

ελθόντων πολλοὺς ἐν Αἰγύπτῳ καταμεῖναι διὰ τὴν εὐ-

δαιμονίαν τῆς χώρας. Ἐν δὲ ἀδεσπότοις εὕρομεν τὸν

Ἀβραὰμ ἀναφέροντα εἰς τοὺς Γίγαντας, τούτους δὲ οἰ-

κοῦντας ἐν τῇ Βαβυλωνίᾳ, διὰ τὴν ἀσέβειαν ὑπὸ τῶν

θεῶν ἀναιρεθῆναι, ὧν ἕνα Βῆλον ἐκφεύγοντα τὸν θάνα-

τον ἐν Βαβυλῶνι κατοικῆσαι, πύργον τε κατασκευάσαντα

ἐν αὐτῷ διαιτᾶσθαι, ὃν δὴ ἀπὸ τοῦ κατασκευάσαντος

Βήλου Βῆλον ὀνομασθῆναι. Τὸν δὲ Ἄβραμον τὴν ἀστρο-

λογικὴν ἐπιστήμην παιδευθέντα πρῶτον μὲν ἐλθεῖν εἰς

Φοινίκην, καὶ τοὺς Φοίνικας ἀστρολογίαν διδάξαι, ὕστε-

ρον δὲ εἰς Αἴγυπτον παραγενέσθαι.

5

{ΜΟΛΩΝΟΣ

Περὶ τοῦ αὐτοῦ

ἀπὸ τῆς αὐτῆς γραφῆς.}

Cap. 19: Ὁ δὲ τὴν συσκευὴν τὴν κατὰ Ἰουδαίων

γράψας Μόλων, κατὰ τὸν κατακλυσμόν φησιν ἀπὸ τῆς

Ἀρμενίας ἀπελθεῖν τὸν περιλειφθέντα ἄνθρωπον μετὰ

τῶν υἱῶν, ἐκ τῶν ἰδίων ἐξελαυνόμενον ὑπὸ τῶν ἐγχω-

ρίων· διανύσαντα δὲ τὴν μεταξὺ χώραν ἐλθεῖν εἰς τὴν

ὀρεινὴν τῆς Συρίας οὖσαν ἔρημον. Μετὰ δὲ τρεῖς γενεὰς

Ἀβραὰμ γενέσθαι, ὃν δὴ μεθερμηνεύεσθαι Πατρὸς φί-

λον, ὃν δὴ σοφὸν γενόμενον τὴν ἐρημίαν μεταδιώκειν·

λαβόντα δὲ δύο γυναῖκας, τὴν μὲν ἐντοπίαν συγγενῆ,

τὴν δὲ Αἰγυπτίαν θεράπαιναν, ἐκ μὲν τῆς Αἰγυπτίας

γεννῆσαι υἱοὺς ιβʹ, οὓς δὴ εἰς Ἀραβίαν ἀπαλλαγέντας

διελέσθαι τὴν χώραν, καὶ πρώτους βασιλεῦσαι τῶν ἐγ-

χωρίων· ὅθεν ἕως καθ' ἡμᾶς δώδεκα εἶναι βασιλεῖς

Ἀράβων ὁμωνύμους ἐκείνοις. Ἐκ δὲ τῆς γαμετῆς υἱὸν

αὐτῷ γενέσθαι ἕνα, ὃν Ἑλληνιστὶ Γέλωτα ὀνομασθῆναι.

Καὶ τὸν μὲν Ἀβραὰμ γήρᾳ τελευτῆσαι· Γέλωτος δὲ καὶ

γυναικὸς ἐγχωρίου υἱοὺς ἕνδεκα γενέσθαι, καὶ δωδέ-

κατον Ἰωσὴφ, καὶ ἀπὸ τούτου τρίτον Μωσῆν.»

Τοσαῦτα ὁ Πολυΐστωρ, οἷς μεθ' ἕτερα ἐπιφέρει λέ-

γων·

«Μετ' οὐ πολὺν δὲ χρόνον τὸν θεὸν τῷ Ἀβραὰμ

προστάξαι, Ἰσαὰκ τὸν υἱὸν ὁλοκαρπῶσαι αὐτῷ· τὸν δὲ

ἀναγαγόντα τὸν παῖδα ἐπὶ τὸ ὄρος πυρὰν νῆσαι καὶ

ἐπιθεῖναι τὸν Ἰσαάκ. Σφάζειν δὲ μέλλοντα κωλυθῆναι

ὑπὸ ἀγγέλου, κριὸν αὐτῷ πρὸς τὴν κάρπωσιν παραστή-

σαντος. Τὸν δὲ Ἀβραὰμ τὸν μὲν παῖδα καθελεῖν ἀπὸ

τῆς πυρᾶς, τὸν δὲ κριὸν καρπῶσαι.

6

{ΦΙΛΩΝΟΣ

Περὶ τοῦ αὐτοῦ.}

Cap. 20: Φησὶ δὲ περὶ τούτου καὶ Φίλων ἐν τῷ

πρώτῳ τῶν Περὶ Ἱεροσόλυμα·

Ἔκλυον ἀρχεγόνοισι τὸ μυρίον ὥς ποτε θεσμοῖς

Ἀβραὰμ κλυτοηχὲς ὑπέρτερον ἅμματι δεσμῶν

Παμφαὲς, πλήμμυρε, μεγαυχητοῖσι λογισμοῖς

θειοφιλῆ θέλγητρα. Λιπόντι γὰρ ἀγλαὸν ἕρκος

αἰνοφύτων, ἔκκαυμα βριήπυος αἰνετὸς ἴσχων.

Ἀθάνατον ποίησεν ἑὴν φάτιν, ἐξ ὅτ' ἐκείνου

ἔκγονος αἰνογόνοιο πολύμνιον ἔλλαχε κῦδος.

Ἀρτίχερος θηκτοῖο ξιφηφόρον ἐντύνοντος

λήμμασι, καὶ σφαράγοιο παρακλιδὸν ἀθροισθέντος,

ἀλλ' ὁ μὲν ἐν χείρεσσι κερασφόρον ὤπασε κριόν·

καὶ τὰ τούτοις ἑπόμενα.»

Ταῦτα μὲν δὴ ἀπὸ τῆς προειρημένης τοῦ Πολυΐστο-

ρος γραφῆς.

7

{ΚΛΕΟΔΗΜΟΥ ΤΟΥ ΚΑΙ ΜΑΛΧΟΥ.}

Josephus Ant. Jud. I, 15:

Γαμεῖ δ' αὐτὸς Χετούραν ὕστερον,

ἐξ ἧς αὐτῷ παῖδες ἓξ γίνονται, πρός τε πόνους καρτε-

ροὶ καὶ δεινοὶ συνιέναι· Ζαμβράνης, Ἰαζάρης, Μαδά-

νης, Μαδιάνης, Ἰωσούβακος, Σοῦος. Φύονται δὲ καὶ

τούτοις παῖδες· καὶ Σούου μὲν Σαβαθάνης γίνεται καὶ

Δαδάνης. Τούτου δὲ Λατούσιμος, Ἄσσουρις, Λουό-

μης· Μαδιάνου δὲ Ἐφᾶς, Ὠφρὴν, Ἄνωχος, Ἐβιδᾶς,

Ἐλδᾶς. Τούτοις ἅπασι τοῖς παισὶ καὶ υἱωνοῖς Ἄβρα-

μος ἀποικιῶν στόλους μηχανᾶται, καὶ τήν τε Τρωγλο-

δύτιν καταλαμβάνουσι, καὶ τὴν τῆς Εὐδαίμονος Ἀρα-

βίας, ὅσον ἐπὶ τὴν Ἐρυθρὰν θάλασσαν καθήκει. Λέγε-

ται δὲ ὡς οὗτος ὁ Ὠφρὴν στρατεύσας

ἐπὶ τὴν Λιβύην κατέσχεν αὐτὴν καὶ οἱ υἱωνοὶ αὐτοῦ,

κατοικήσαντες ἐν αὐτῇ, τὴν γῆν ἀπὸ τοῦ ἐκείνου ὀνό-

ματος Ἀφρικὴν προσηγόρευσαν. Μαρτυρεῖ δέ μου τῷ

λόγῳ καὶ Ἀλέξανδρος ὁ Πολυΐστωρ, λέγων οὕτως·

«Κλεόδημος δέ φησιν ὁ προφήτης, ὁ καὶ Μάλχος,

ὁ ἱστορῶν τὰ περὶ Ἰουδαίων, καθὼς καὶ Μωϋσῆς ἱστό-

ρησεν ὁ νομοθέτης αὐτῶν, ὅτι ἐκ τῆς Χετούρας Ἀβράμῳ

ἐγένοντο παῖδες ἱκανοί.» Λέγει δὲ αὐτῶν καὶ τὰ ὀνό-

ματα, ὀνομάζων τρεῖς, Ἀφέραν, Σουρεὶμ, Ἰάφραν.

Ἀπὸ Σουρεὶμ μὲν τὴν

Ἀσσυρίαν κεκλῆσθαι, ἀπὸ δὲ τῶν δύο, Ἀφέρα τε καὶ

Ἰάφρα, πόλιν τε Ἄφραν καὶ τὴν χώραν Ἀφρικὴν ὀνο-

μασθῆναι. Τούτους γὰρ Ἡρακλεῖ συστρατεῦσαι ἐπὶ

Λιβύην καὶ Ἀνταῖον, γήμαντά τε τὴν Ἄφρα θυγατέρα

Ἡρακλέα γεννῆσαι υἱὸν ἐξ αὐτῆς Δίδωρον,

τούτου δὲ γενέσθαι Σοφῶνα,

ἀφ' οὗ τοὺς βαρβάρους Σόφακας λέ-

γεσθαι.

8

{ΔΗΜΗΤΡΙΟΥ

Περὶ τοῦ Ἰακώβ.}

Euseb. l. l. cap. 21: Ἀπίωμεν δὲ πάλιν ἐπὶ τὸν

Πολυΐστορα.

«Δημήτριός φησι τὸν Ἰακὼβ γενόμενον ἐτῶν ἑβδο-

μήκοντα πέντε φυγεῖν εἰς Χαρρὰν τῆς Μεσοποταμίας,

ἀποσταλέντα ὑπὸ τῶν γονέων διὰ τῆς πρὸς ἀδελφὸν

κρυφίαν ἔχθραν Ἠσαῦ, διὰ τὸ εὐλογῆσαι αὐτὸν πατέρα

δοκοῦντα εἶναι τὸν Ἠσαῦ, καὶ ὅπως λάβῃ ἐκεῖθεν γυ-

ναῖκα. Ἀφορμῆσαι οὖν τὸν Ἰακὼβ εἰς Χαρρὰν τῆς

Μεσοποταμίας, τὸν δὲ πατέρα καταλιπόντα Ἰσαὰκ

ἐτῶν ἑκατὸν τριάκοντα ἑπτὰ, αὐτὸν δὲ ὄντα ἐτῶν ἑβδο-

μήκοντα ἑπτά. Διατρίψαντα οὖν αὐτὸν ἐκεῖ ἑπτὰ ἔτη

Λάβαν τοῦ μητρῴου δύο θυγατέρας γῆμαι, Λείαν καὶ

Ῥαχὴλ, ὄντα ἐτῶν ὀγδοήκοντα τεσσάρων· καὶ γενέ-

σθαι ἐν ἑπτὰ ἔτεσιν ἄλλοις αὐτῷ παιδία ιβʹ· ὀγδόῳ μὲν

ἔτει, μηνὶ δεκάτῳ, Ῥουβίν· καὶ τῷ ἔτει τῷ ἐννάτῳ, μηνὶ

ὀγδόῳ, Συμεών· καὶ τῷ ἔτει δὲ τῷ δεκάτῳ, μηνὶ

ἕκτῳ, Λευΐν· τῷ δὲ ἑνδεκάτῳ ἔτει, μηνὶ τετάρτῳ,

Ἰούδαν. Ῥαχήλ τε μὴ τίκτουσαν ζηλῶσαι τὴν ἀδελ-

φὴν, καὶ παρακοιμίσαι τῷ Ἰακὼβ τὴν ἑαυτῆς παιδί-

σκην Ζελφὰν, τῷ αὐτῷ χρόνῳ ᾧ καὶ Βάλλαν συλλα-

βεῖν τὸν Νεφθαλεὶμ, τῷ ἑνδεκάτῳ ἔτει, μηνὶ πέμπτῳ,

καὶ τεκεῖν τῷ δωδεκάτῳ ἔτει μηνὶ δευτέρῳ υἱὸν, ὃν

ὑπὸ Λείας Γὰδ ὀνομασθῆναι· καὶ ἐκ τῆς

αὐτῆς τοῦ αὐτοῦ ἔτους καὶ μηνὸς δωδεκάτου ἕτερον τε-

κεῖν, ὃν καὶ αὐτὸν προσαγορευθῆναι ὑπὸ Λείας Ἀσήρ.

Καὶ Λείαν πάλιν ἀντὶ τῶν μήλων τῶν μανδραγόρου,

ἃ Ῥουβὶν εἰσενεγκεῖν παρὰ Ῥαχὴλ, συλλαβεῖν ἐν

γαστρὶ, καὶ τῷ αὐτῷ χρόνῳ τὴν παιδίσκην αὐτῆς Ζελ-

φὰν, τῷ δωδεκάτῳ ἔτει, μηνὶ τρίτῳ, καὶ τεκεῖν τοῦ

αὐτοῦ ἔτους μηνὸς δωδεκάτου υἱὸν, καὶ ὄνομα αὐτῷ

θέσθαι Ἰσσαχάρ. Καὶ πάλιν Λείαν τῷ τρισκαιδεκάτῳ

ἔτει, μηνὶ δεκάτῳ υἱὸν ἄλλον τεκεῖν ᾧ ὄνομα Ζαβου-

λὼν, καὶ τὴν αὐτὴν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει μηνὶ

ὀγδόῳ τεκεῖν υἱὸν ὄνομα Δάν. Ἐν ᾧ καὶ Ῥαχὴλ λα-

βεῖν ἐν γαστρὶ τῷ αὐτῷ χρόνῳ, ᾧ καὶ Λείαν τεκεῖν θυ-

γατέρα Δείναν, καὶ τεκεῖν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει

μηνὶ ὀγδόῳ υἱὸν, ὃν ὀνομασθῆναι Ἰωσὴφ, ὥστε γεγο-

νέναι ἐν τοῖς ἑπτὰ ἔτεσι τοῖς παρὰ Λάβαν δώδεκα παι-

δία. Θέλοντα δὲ τὸν Ἰακὼβ πρὸς τὸν πατέρα εἰς Χα-

ναὰν ἀπιέναι, ἀξιωθέντα ὑπὸ Λάβαν ἄλλα ἔτη ἓξ μεῖ-

ναι, ὥστε τὰ πάντα αὐτὸν μεῖναι ἐν Χαρρὰν παρὰ

Λάβαν ἔτη εἴκοσι. Πορευομένῳ δὲ αὐτῷ εἰς Χαναὰν

ἄγγελον τοῦ Θεοῦ παλαῖσαι, καὶ ἅψασθαι τοῦ πλάτους

τοῦ μηροῦ τοῦ Ἰακώβ· τὸν δὲ ναρκήσαντα ἐπισκάζειν·

ὅθεν οὐκ ἐσθίεσθαι τῶν κτηνῶν τὸ ἐν τοῖς μηροῖς νεῦ-

ρον. Καὶ φάναι αὐτῷ τὸν ἄγγελον, ἀπὸ τοῦδε μηκέτι

Ἰακὼβ, ἀλλ' Ἰσραὴλ ὀνομασθήσεσθαι. Καὶ ἐλθεῖν

αὐτὸν τῆς Χαναὰν γῆς εἰς ἑτέραν πόλιν Σικίμων,

ἔχοντα παιδία Ῥουβὶν ἐτῶν ιβʹ μηνῶν δυοῖν, Συμεῶνα

ἐτῶν ιβʹ μηνῶν τεσσάρων, Λευῒν ἐτῶν

ιβʹ μηνῶν ἓξ, Ἰουδὰν ἐτῶν θʹ μηνῶν

ὀκτὼ, Νεφθαλεὶμ ἐτῶν ὀκτὼ μηνῶν δέκα,

Γὰδ ἐτῶν ὀκτὼ μηνῶν δέκα, Ἀσὴρ ἐτῶν ὀκτὼ,

Ἰσσαχὰρ ἐτῶν ὀκτὼ, Ζαβουλὼν ἐτῶν ἑπτὰ μηνῶν

δυοῖν, Δείναν ἐτῶν ἓξ μηνῶν τεσσάρων, Ἰωσὴφ ἐτῶν

ἓξ μηνῶν τεσσάρων. Παροικῆσαι δὲ Ἰσραὴλ παρὰ

Ἐμμὼρ ἔτη δέκα, καὶ φθαρῆναι τὴν Ἰσραὴλ θυγατέρα

Δείναν ὑπὸ Συχὲμ τοῦ Ἐμμὼρ υἱοῦ, ἐτῶν οὖσαν δεκα-

ὲξ μηνῶν τεσσάρων. Ἐξαλλομένους δὲ τοῦ Ἰσραὴλ

υἱοὺς, Συμεῶνα μὲν ὄντα ἐτῶν εἰκοσιενὸς μηνῶν τεσ-

σάρων, Λευῒν δὲ ἐτῶν εἴκοσι μηνῶν ἓξ, ἀποκτεῖναι τόν

τε Ἐμμὼρ, καὶ Συχὲμ τὸν υἱὸν αὐτοῦ, καὶ πάντας

τοὺς ἄρσενας, διὰ τῆς Δείνης τὴν φθοράν· Ἰακὼβ δὲ

τότε εἶναι ἐτῶν ἑκατὸν ἑπτά. Ἐλθόντα δὲ οὖν αὐτὸν εἰς

Λουζὰ τῆς Βαιθὴλ, φάναι τὸν Θεὸν μηκέτι Ἰακὼβ

ἀλλ' Ἰσραὴλ ὀνομάζεσθαι. Ἐκεῖθεν δὲ ἐλθεῖν εἰς Χα-

φραθὰ, ἔνθεν παραγενέσθαι εἰς Ἐφραθὰ, ἣν εἶναι Βη-

θλεὲμ, καὶ γεννῆσαι αὐτὸν ἐκεῖ Βενιαμὶν, καὶ τελευτῆ-

σαι Ῥαχὴλ, τεκοῦσαν τὸν Βενιαμὶν, συμβιῶσαι δ'

αὐτῇ τὸν Ἰακὼβ ἔτη εἰκοσιτρία. Αὐτόθεν δὲ ἐλθεῖν τὸν

Ἰακὼβ εἰς Μαμβρὶ τῆς Χεβρὼν, πρὸς Ἰσαὰκ τὸν πα-

τέρα. Εἶναι δὲ τότε τὸν Ἰωσὴφ ἐτῶν δεκαεπτὰ καὶ

πραθῆναι αὐτὸν εἰς Αἴγυπτον, καὶ ἐν τῷ δεσμωτηρίῳ

μεῖναι ἔτη δεκατρία, ὥστ' εἶναι αὐτὸν ἐτῶν τριάκοντα,

Ἰακὼβ δὲ ἐτῶν ἑκατὸν δέκα, ἐν ᾧ καὶ τελευτῆσαι τὸν

Ἰσαὰκ ἔτει ἑνὶ ἔμπροσθεν, ἐτῶν ὄντα ἑκατὸν ὀγδοή-

κοντα. Κρίνοντα δὲ τῷ βασιλεῖ τὸν Ἰωσὴφ τὰ ἐνύπνια,

ἄρξαι Αἰγύπτου ἔτη ἑπτὰ, ἐν οἷς καὶ συνοικῆσαι Ἀσε-

νὲθ, Πεντεφρῆ τοῦ Ἡλιουπόλεως ἱερέως θυγατρὶ, καὶ

γεννῆσαι Μανασσῆν καὶ Ἐφραΐμ· καὶ τοῦ λιμοῦ ἐπι-

γενέσθαι ἔτη βʹ. Τὸν δὲ Ἰωσὴφ ἔτη ἐννέα εὐτυχήσαντα,

πρὸς τὸν πατέρα μὴ πέμψαι, διὰ τὸ ποιμένα αὐτόν τε

καὶ τοὺς ἀδελφοὺς εἶναι· ἐπονείδιστον δὲ Αἰγυπτίοις

εἶναι τὸ ποιμαίνειν. Ὅτι δὲ διὰ τοῦτο οὐκ ἔπεμψεν

αὐτὸν δεδηλωκέναι. Ἐλθόντων γὰρ αὐτοῦ τῶν συγγε-

νῶν, φάναι αὐτοῖς, ἐὰν κληθῶσιν ὑπὸ τοῦ βασιλέως,

καὶ ἐρωτῶνται τί διαπράσσονται, λέγειν κτηνοτρόφους

αὐτοὺς εἶναι. Διαπορεῖσθαι δὲ, διὰ τί ποτε ὁ Ἰωσὴφ

Βενιαμὶν ἐπὶ τοῦ ἀρίστου πενταπλασίονα μερίδα ἔδωκε,

μὴ δυναμένου αὐτοῦ τοσαῦτα καταναλῶσαι κρέα.

Τοῦτο οὖν αὐτὸν πεποιηκέναι διὰ τὸ ἐκ τῆς Λείας τῷ

πατρὶ αὐτοῦ γεγονέναι υἱοὺς ἑπτὰ, ἐκ δὲ Ῥαχὴλ τῆς

μητρὸς αὐτοῦ δύο· διὰ τοῦτο τῷ Βενιαμὶν πέντε μερί-

δας παραθεῖναι, καὶ αὐτὸν λαβεῖν μίαν· γενέσθαι οὖν

ἑπτὰ, ὅσας καὶ τοὺς ἐκ τῆς Λείας υἱοὺς λαβεῖν. Ὡσαύ-

τως καὶ ἐπὶ τοῦ τὰς στολὰς δοῦναι ἑκάστῳ διπλᾶς, τῷ

δὲ Βενιαμὶν πέντε καὶ τριακοσίους χρυσοῦς, καὶ τῷ

πατρὶ ἀποστεῖλαι κατὰ ταὐτὰ, ὥστε τὸν οἶκον αὐτοῦ

τῆς μητρὸς εἶναι ἴσον. Οἰκῆσαι δὲ αὐτοὺς ἐν γῇ Χα-

ναὰν, ἀφ' οὗ ἐκλεγῆναι Ἀβραὰμ ἐκ τῶν ἐθνῶν καὶ με-

τελθεῖν εἰς Χαναὰν, Ἀβραὰμ ἐτῶν εἴκοσι πέντε,

Ἰσαὰκ ἐτῶν ἑξήκοντα, Ἰακὼβ ἐτῶν ἑκατὸν τριάκοντα,

γίνεσθαι τὰ πάντα ἔτη ἐν γῇ Χαναὰν σιεʹ. Καὶ τῷ

τρίτῳ ἔτει λιμοῦ οὔσης ἐν Αἰγύπτῳ, ἐλθεῖν εἰς Αἴγυ-

πτον τὸν Ἰακὼβ, ὄντα ἐτῶν ἑκατὸν τριάκοντα, Ῥουβὶν

ἐτῶν μεʹ, Συμεῶνα ἐτῶν μδʹ, Λευῒν ἐτῶν μγʹ, Ἰού-

δαν ἐτῶν μβʹ μηνῶν τριῶν, Ἀσὴρ ἐτῶν μʹ μηνῶν

ὀκτὼ, Νεφθαλεὶμ ἐτῶν μαʹ μηνῶν ζʹ, Γὰδ ἐτῶν μαʹ

μηνῶν γʹ, Ζαβουλὼν ἐτῶν μʹ, Δείναν ἐτῶν λθʹ, Βεν-

ιαμὶν ἐτῶν κηʹ. Τὸν δὲ Ἰωσὴφ φησὶ γενέσθαι ἐν Αἰ-

γύπτῳ ἔτη λθʹ. Εἶναι δὲ ἀπὸ τοῦ Ἀδὰμ ἕως τοῦ εἰσ-

ελθεῖν εἰς Αἴγυπτον τοὺς τοῦ Ἰωσὴφ συγγενεῖς ἔτη

γχκδʹ· ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τῆς Ἰακὼβ πα-

ρουσίας εἰς Αἴγυπτον ἔτη ͵ατξʹ· ἀφ' οὗ δὲ ἐκλεγῆναι

Ἀβραὰμ ἐκ τῶν ἐθνῶν καὶ ἐλθεῖν ἐκ Χαρρὰν εἰς Χα-

ναὰν ἕως εἰς Αἴγυπτον τοὺς περὶ Ἰακὼβ ἐλθεῖν ἔτη σιεʹ.

Ἰακὼβ δὲ ἐκ Χαρρὰν πρὸς Λάβαν ἐλθεῖν, ἐτῶν ὄντα

πʹ, καὶ γεννῆσαι Λευίν· Λευὶν δὲ ἐν Αἰγύπτῳ ἐπιγε-

νέσθαι ἔτη ιζʹ, ἀφ' οὗ ἐκ Χαναὰν αὐτὸν ἐλθεῖν εἰς Αἴ-

γυπτον, ὥστε εἶναι αὐτὸν ἐτῶν ξʹ, καὶ γεννῆσαι Κλάθ·

τῷ αὐτῷ δὲ ἔτει ᾧ γενέσθαι Κλὰθ, τελευτῆσαι Ἰακὼβ

ἐν Αἰγύπτῳ, εὐλογήσαντα τοὺς Ἰωσὴφ υἱοὺς, ὄντα

ἐτῶν ρμζʹ, καταλιπόντα Ἰωσὴφ ἐτῶν νϚʹ. Λευὶν δὲ

γενόμενον ἐτῶν ρλζʹ τελευτῆσαι, Κλὰθ δὲ ὄντα ἐτῶν

μʹ γεννῆσαι Ἀμρὰμ, ὃν ἐτῶν εἶναι ιδʹ ἐν ᾧ τελευτῆ-

σαι Ἰωσὴφ ἐν Αἰγύπτῳ ὄντα ριʹ ἐτῶν· Κλὰθ δὲ γενό-

μενον ἐτῶν ἑκατὸν λγʹ τελευτῆσαι. Ἀμρὰμ λαβεῖν

γυναῖκα τὴν τοῦ θείου θυγατέρα Ἰωχαβὲτ, καὶ ὄντα

ἐνιαυτῶν οεʹ γεννῆσαι Ἀαρὼν καὶ Μωσῆν· γεννῆσαι

δὲ Μωσῆν τὸν Ἀμρὰμ ὄντα ἐτῶν οηʹ, καὶ γενόμενον

Ἀμρὰμ ἐτῶν ρλϚʹ τελευτῆσαι.»

Ταῦτά μοι κείσθω ἀπὸ τῆς Ἀλεξάνδρου τοῦ Πολυΐ-

στορος γραφῆς. Ἑξῆς [l. ἐξ ἧς] ἐπισυνήφθω καὶ τάδε.

9

{ΘΕΟΔΟΤΟΥ

περὶ τοῦ αὐτοῦ.}

Cap. 22: Τὰ δὲ Σίκιμά φησι Θεόδοτος ἐν τῷ Περὶ

Ἰουδαίων ἀπὸ Σικιμίου τοῦ Ἑρμοῦ λαβεῖν τὴν ὀνομα-

σίαν· τοῦτον γὰρ καὶ κτίσαι τὴν πόλιν· κεῖσθαι δ' αὐ-

τήν φησιν ἐν τῇ Περὶ Ἰουδαίων οὕτως·

Ἡ δ' ἄρ' ἔην ἀγαθή τε καὶ αἰγινόμος καὶ ὑδρηλὴ,

οὐδὲ μὲν ἔσκεν ὁδὸς δολιχὴ πόλιν εἰσαφικέσθαι

ἀγρόθεν· οὐδέ ποτε δρία λαχνήεντα πονεῦσιν (v. l. πονοῦσιν)

ἐξ αὐτῆς δὲ μάλ' ἄγχι δύ' οὔρεα φαίνετ' ἐρυμνὰ,

ποίης τε πλήθοντα καὶ ὕλης· τῶν δὲ μεσηγὺ

ἀτραπιτὸς τέτμηται, ἀραίη [αὐλῶπις]· ἐν δ' ἑτέρωθι

ἥδ' ἱερὴ Σικίμων καταφαίνεται, ἱερὸν ἄστυ,

νέρθεν ὑπὸ ῥίζῃ δεδμημένον, ἀμφὶ δὲ τεῖχος

λισσὸν ὑπώρειαν, ὑπὸ δ' ἔδραμεν αἰπύθεν ἕρκος.

Ὕστερον δέ φησιν αὐτὴν ὑπὸ Ἑβραίων κατασχεθῆναι,

δυναστεύοντος Ἐμμώρ· τὸν γὰρ Ἐμμὼρ υἱὸν γεννῆ-

σαι Συχέμ. Φησὶ δέ·

Ἐνθένδε, ξένε, ποιμενόθι πόλιν ἤλυθ' Ἰακὼβ,

εὐρεῖαν Σικίμων· ἐπὶ δ' ἀνδράσι τοῖσιν ἔτῃσιν

ἀρχὸς Ἐμὼρ σὺν παιδὶ Συχὲμ, μάλ' ἀτειρέε φῶτε.

Εἶτα περὶ Ἰακὼβ καὶ τὴν εἰς Μεσοποταμίαν αὐτοῦ

παρουσίαν, καὶ τῶν δύο γυναικῶν γάμον, καὶ τὴν τῶν

τέκνων γένεσιν, καὶ τὴν παρουσίαν τὴν ἐκ Μεσοπο-

ταμίας εἰς τὰ Σίκιμα,

(Ἐπεὶ δ') Ἰακὼβ Συρίην κτηνοτρόφον ἷκτο, καὶ εὐρὺ

ῥεῖθρον Ἐϋφρήταο λίπεν ποταμοῦ κελάδοντος·

ἤλυθε γὰρ κἀκεῖθι λιπὼν δριμεῖαν ἐνιπὴν

αὐτοκασιγνήτοιο· πρόφρων ὑπέδεκτο δόμονδε

Λάβαν, ὅς οἱ ἔην μὲν ἀνεψιὸς, ἀλλὰ τοτ' οἶος

ἤνασσεν Συρίης, νειηγενὲς αἷμα λελογχώς.

Τῷ δὲ γάμον κούρης μὲν ὑπέσχετο καὶ κατένευσεν

ὁπλοτάτης· οὐ μὴν τελέθειν ἐπεμαίετο πάμπαν,

ἀλλὰ δόλον τολύπευσεν, καὶ ἐς λέχος ἀνέρι πέμπε

Λείαν, ἥ οἱ ἔην προγενεστέρη. Οὐδέ μιν ἔμπης

ἔλλαθεν, ἀλλ' ἐνόησε κακορραφίην, καὶ ἔδεκτο

παῖδ' ἑτέρην, ἀμφοῖν δ' ἐμίγη σὺν ὁμαίμοσιν ᾗσι

Τῷ δ' υἱεῖς ἐγένοντο νόῳ πεπνυμένοι αἰνῶς

ἕνδεκα, καὶ κούρη Δείνα περικαλλὲς ἔχουσα

εἶδος, ἐπίτρεπτον δὲ δέμας, καὶ ἀμύμονα θυμόν.

Ἀπὸ δὲ Εὐφράτου φησὶ τὸν Ἰακὼβ ἐλθεῖν εἰς τὰ

Σίκιμα πρὸς Ἐμμώρ· τὸν δ' ὑποδέξασθαι αὐτὸν, καὶ

μέρος τι τῆς χώρας δοῦναι.

Καὶ αὐτὸν μὲν τὸν Ἰακὼβ γεωμορεῖν, τοὺς δὲ υἱοὺς

αὐτοῦ ἕνδεκα τὸν ἀριθμὸν ὄντας ποιμαίνειν, τὴν δὲ θυ-

γατέρα Δείναν καὶ τὰς γυναῖκας ἐριουργεῖν· καὶ τὴν

Δείναν παρθένον οὖσαν εἰς τὰ Σίκιμα ἐλθεῖν πανηγύ-

ρεως οὔσης, βουλομένην θεάσασθαι τὴν πόλιν· Συχὲμ

δὲ τὸν τοῦ Ἐμμὼρ υἱὸν ἰδόντα ἐρασθῆναι αὐτῆς, καὶ

ἁρπάσαντα ὡς ἑαυτὸν διακομίσαι καὶ φθεῖραι αὐτήν.

Αὖθις δὲ σὺν τῷ πατρὶ ἐλθόντα πρὸς τὸν Ἰακὼβ, αἰ-

τεῖν αὐτὴν πρὸς γάμου κοινωνίαν· τὸν δὲ οὐ φάναι δώ-

σειν πρὶν ἂν ἢ πάντας τοὺς οἰκοῦντας τὰ Σίκιμα περι-

τεμνομένους ἰουδαΐσαι· τὸν δὲ Ἐμμὼρ φάναι πείσειν

αὐτούς. Φησὶ δὲ περὶ τοῦ δεῖν περιτέμνεσθαι αὐτοὺς

ὁ Ἰακὼβ,

Οὐ μὲν γὰρ θεμιτόν γε τόδ' Ἑβραίοισι τέτυκται,

γαμβροὺς ἄλλοθεν εἴς γε νυοὺς ἀγέμεν ποτὶ δῶμα,

ἀλλ' ὅστις γενεῆς ἐξοίχεται εἶναι ὁμοίης.

Εἶτα ὑποβὰς περὶ τῆς περιτομῆς,

Ὃς ποτ' ἑῆς πάτρης ἐξήγαγε δῖον Ἀβραὰμ,

αὐτὸς ἀπ' οὐρανόθεν κέλετ' ἀνέρα παντὶ σὺν οἴκῳ

σάρκ' ἀποσυλῆσαι πόσθης ἄπο, καί ῥ' ἐτέλεσσεν·

ἀστεμφὲς δὲ τέτυκται, ἐπεὶ θεὸς αὐτὸς ἔειπε.

Πορευθέντος οὖν εἰς τὴν πόλιν τοῦ Ἐμμὼρ, καὶ τοὺς

ὑποτασσομένους παρακαλοῦντος περιτέμνεσθαι, ἕνα τῶν

Ἰακὼβ υἱῶν τὸ ὄνομα Συμεῶνα διαγνῶναι τόν τε Ἐμ-

μὼρ καὶ τὸν Συχὲμ ἀνελεῖν, τὴν ὕβριν τῆς ἀδελφῆς

μὴ βουληθέντα πολιτικῶς ἐνεγκεῖν· ταῦτα δὲ διαγνόντα

Λευὶν τῷ ἀδελφῷ κοινώσασθαι· λαβόντα δ' αὐτὸν συγκά-

ταινον ἐπὶ τὴν πρᾶξιν παρορμῆσαι, λόγιον προφερόμε-

νον τὸν Θεὸν ἀνελεῖν φάμενον τοῖς Ἀβραὰμ ἀπογόνοις

δέκα ἔθνη δώσειν. Φησὶ δὲ οὕτως ὁ Συμεὼν πρὸς τὸν

Λευὶν,

Εὖ γὰρ ἐγὼ μῦθόν γε πεπυσμένος εἰμὶ θεοῖο·

δώσειν γάρ ποτ' ἔφησε δέκ' ἔθνεα παισὶν Ἀβραάμ.

Τὸν δὲ θεὸν αὐτοῖς τοῦτον τὸν νοῦν ἐμβαλεῖν διὰ τὸ

τοὺς ἐν Σικίμοις ἀσεβεῖς εἶναι. Φησὶ δὲ,

Βλάπτε θεὸς Σικίμων οἰκήτορας, οὐ γὰρ ἔτιον

εἰς αὐτοὺς ὅστις κε μόλῃ κακὸς, οὐδὲ μὲν ἐσθλός·

οὐδὲ δίκας ἐδίκαζον ἀνὰ πτόλιν οὐδὲ θέμιστας·

λοίγια δ' ὠρώρει τοῖσιν μεμελημένα ἔργα.

Τὸν οὖν Λευὶν καὶ τὸν Συμεῶνα εἰς τὴν πόλιν καθω-

πλισμένους ἐλθεῖν, καὶ πρῶτα μὲν τοὺς ἐντυγχάνοντας

ἀναιρεῖν, ἔπειτα δὲ καὶ τὸν Ἐμμὼρ καὶ τὸν Συχὲμ

φονεῦσαι. Λέγει δὲ περὶ τῆς ἀναιρέσεως αὐτῶν οὕτως·

Ὡς τότε δὴ Συμεὼν μὲν Ἐμὼρ ὤρουσεν ἐπ' αὐτὸν,

πλῆξέ τε οἱ κεφαλὴν, δειρὴν δ' ἕλεν ἐν χερὶ λεῖῃ,

λεῖψε δ' ἔτι σπαίρουσαν, ἐπεὶ πόνος ἄλλος ὀρώρει

Τόφρα δὲ καὶ Λευὶν ἄσχετος ἔλλαβε χαίτης

γούνων ἁπτόμενον Συχὲμ, ἄσπετα μαργήναντα.

Ἤλασε δὲ κληῖδα μέσην· δῦ δὲ ξίφος ὀξὺ

σπλάγχνα διὰ στέρνων, λίπε δὲ ψυχὴ δέμας εὐθύς.

Πυθομένους δὲ καὶ τοὺς ἑτέρους ἀδελφοὺς τὴν πρᾶξιν αὐ-

τῶν ἐπιβοηθῆσαι, καὶ τὴν πόλιν ἐκπορθῆσαι, καὶ τὴν

ἀδελφὴν ἀναρρυσαμένους μετὰ τῶν αἰχμαλώτων εἰς τὴν

πατρῴαν ἔπαυλιν διακομίσαι.

10

{ΑΡΤΑΠΑΝΟΥ

περὶ Ἰωσήφ.}

Cap. 23: Τούτοις καὶ τὰ ἑξῆς περὶ τοῦ Ἰωσὴφ ἐκ

τῆς αὐτῆς Πολυΐστορος γραφῆς ἐπισυνήφθω.

«Ἀρτάπανος δέ φησιν ἐν τῷ Περὶ Ἰουδαίων τῷ

Ἀβραὰμ Ἰωσὴφ ἀπόγονον γενέσθαι, υἱὸν δὲ Ἰακώβου·

συνέσει δὲ καὶ φρονήσει παρὰ τοὺς ἄλλους διενεγκόντα

ὑπὸ τῶν ἀδελφῶν ἐπιβουλευθῆναι· προειδόμενον δὲ τὴν

ἐπισύστασιν δεηθῆναι τῶν ἀστυγειτόνων Ἀράβων εἰς

τὴν Αἴγυπτον αὐτὸν διακομίσαι· τοὺς δὲ τὸ ἐπιτυγχα-

νόμενον ποιῆσαι· εἶναι γὰρ τοὺς τῶν Ἀράβων βασιλεῖς

ἀπογόνους Ἰσραὴλ, υἱοὺς δὲ Ἀβραὰμ, Ἰσαὰκ δὲ ἀδελ-

φούς. Ἐλθόντα δὲ αὐτὸν εἰς τὴν Αἴγυπτον καὶ συστα-

θέντα τῷ βασιλεῖ διοικητὴν τῆς ὅλης γενέσθαι χώρας.

Καὶ πρότερον ἀτάκτως τῶν Αἰγυπτίων γεωμορούντων,

διὰ τὸ τὴν χώραν ἀδιαίρετον εἶναι καὶ τῶν ἐλασσόνων

ὑπὸ τῶν κρεισσόνων ἀδικουμένων, τοῦτον πρῶτον τήν

τε γῆν διελεῖν καὶ ὅροις διασημήνασθαι, καὶ πολλὴν

χερσευομένην γεωργήσιμον ἀποτελέσαι, καί τινας τῶν

ἀρουρῶν τοῖς ἱερεῦσιν ἀποκληρῶσαι. Τοῦτον δὲ καὶ

μέτρα εὑρεῖν, καὶ μεγάλως αὐτὸν ὑπὸ τῶν Αἰγυπτίων

διὰ ταῦτα ἀγαπηθῆναι. Γῆμαι δὲ αὐτὸν Ἡλιουπολίτου

ἱερέως Ἀσενὲθ θυγατέρα, ἐξ ἧς γεννῆσαι παῖδας. Μετὰ

δὲ ταῦτα παραγενέσθαι πρὸς αὐτὸν τόν τε πατέρα καὶ

τοὺς ἀδελφοὺς κομίζοντας πολλὴν ὕπαρξιν, καὶ κατοι-

κισθῆναι ἐν τῇ πόλει Καισὰν, καὶ τοὺς Σύρους πλεο-

νάσαι ἐν τῇ Αἰγύπτῳ. Τούτους δέ φησι καὶ τὸ ἐν Ἀθὼς

καὶ τὸ ἐν Ἡλιουπόλει ἱερὸν κατασκευάσαι τοὺς Ἑρμιοὺθ

ὀνομαζομένους. Μετὰ δὲ ταῦτα τελευτῆσαι τόν τε Ἰωσὴρ

καὶ τὸν βασιλέα τῶν Αἰγυπτίων. Τὸν οὖν Ἰωσὴφ κρα-

τοῦντα τῆς Αἰγύπτου τὸν τῶν ἐτῶν ἑπτὰ σῖτον, γενό-

μενον κατὰ τὴν φορὰν ἄπλετον, παραθέσθαι, καὶ τῆς

Αἰγύπτου δεσπότην γενέσθαι.

11

{ΦΙΛΩΝΟΣ

ἀπὸ τῆς αὐτῆς γραφῆς περὶ τοῦ Ἰωσήφ.}

Cap. 24: Μαρτυρεῖ δὲ ταῖς ἱεραῖς βίβλοις καὶ Φί-

λων ἐν τῇ ιδʹ τῶν Περὶ Ἱεροσόλυμα, λέγων οὕτως·

Τοῖσιν ἕδος μακαριστὸν ὅλης μέγας ἔκτισεν ἄκτωρ

ὕψιστος, καὶ πρόσθεν ἀπ' Ἀβρααμοῖο καὶ Ἰσὰκ,

Ἰακὼβ εὐτέκνοιο τόκος Ἰωσὴφ, ὃς ὀνείρων

θεσπιστὴς, σκηπτοῦχος ἐν Αἰγύπτοιο θρόνοισι,

δινεύσας λαθραῖα χρόνου πλημμύριδι μοίρης,

καὶ τὰ ἑξῆς.» Ταῦτα δὲ καὶ περὶ τοῦ Ἰωσήφ.

12

{ΑΡΙΣΤΕΟΥ

περὶ τοῦ Ἰώβ.}

Cap. 25: Ἄκουε δὲ οἷα καὶ περὶ τοῦ Ἰὼβ ὁ αὐτὸς

ἱστορεῖ.

«Ἀριστέας δέ φησι ἐν τῷ Περὶ Ἰουδαίων τὸν Ἠσαῦ

γήμαντα Βασσάραν ἐν Ἐδὼμ, γεννῆσαι Ἰώβ· κατοι-

κεῖν δὲ τοῦτον ἐν τῇ Αὐσίτιδι χώρᾳ, ἐπὶ τοῖς ὅροις τῆς

Ἰδουμαίας καὶ Ἀραβίας. Γενέσθαι δ' αὐτὸν δίκαιον

καὶ πολύκτηνον· κτήσασθαι γὰρ αὐτὸν πρόβατα μὲν

ἑπτακισχίλια, καμήλους δὲ τρισχιλίας, ζεύγη βοῶν

πεντακόσια, ὄνους θηλείας νομάδας πεντακοσίας· εἶχε

δὲ καὶ γεωργίας ἱκανάς. Τοῦτον δὲ τὸν Ἰὼβ πρότερον

Ἰωβὰθ ὀνομάζεσθαι. Πειράζοντα δ' αὐτὸν τὸν Θεὸν

ἐμμεῖναι, μεγάλαις δὲ περιβαλεῖν αὐτὸν ἀτυχίαις.

Πρῶτον μὲν γὰρ αὐτοῦ τούς τε ὄνους καὶ βοῦς ὑπὸ λῃ-

στῶν ἀπελαθῆναι, εἶτα τὰ πρόβατα ὑπὸ πυρὸς ἐκ τοῦ

οὐρανοῦ πεσόντος κατακαῆναι σὺν τοῖς ποιμέσι· μετ'

οὐ πολὺ δὲ καὶ τὰς καμήλους ὑπὸ λῃστῶν ἀπελαθῆναι·

εἶτα τὰ τέκνα αὐτοῦ ἀποθανεῖν, πεσούσης τῆς οἰκίας·

αὐθημερὸν δὲ αὐτοῦ καὶ τὸ σῶμα ἑλκῶσαι. Φαύλως δὲ

αὐτοῦ διακειμένου, ἐλθεῖν εἰς ἐπίσκηψιν Ἐλίφαν τὸν

Θαιμανιτῶν βασιλέα, καὶ Βαλδὰδ τῶν Σαυχαίων τύ-

ραννον, καὶ Σωφὰρ τὸν Μινναίων βασιλέα, ἐλθεῖν δὲ

καὶ Ἐλιοῦν τὸν Βαραχιὴλ τὸν Ζωβίτην. Παρακαλού-

μενον δὲ φάναι καὶ χωρὶς παρακλήσεως ἐμμενεῖν αὑ-

τὸν ἔν τε τῇ εὐσεβείᾳ καὶ τοῖς δεινοῖς. Τὸν δὲ Θεὸν ἀγα-

σθέντα τὴν εὐψυχίαν αὐτοῦ, τῆς τε νόσου αὐτὸν ἀπολῦ-

σαι, καὶ πολλῶν κύριον ὑπάρξεων ποιῆσαι.»

Τοσαῦτα καὶ περὶ τούτων ὁ Πολυίστωρ.

13

{ΕΥΠΟΛΕΜΟΥ

περὶ Μωσέως.}

Cap. 26: Καὶ περὶ Μωσέως δὲ ὁ αὐτὸς πάλιν πλεῖστα

παρατίθεται, ὧν καὶ αὐτῶν ἐπακοῦσαι ἄξιον.

«Εὐπόλεμος δέ φησι τὸν Μωσῆν πρῶτον σοφὸν γε-

νέσθαι καὶ γράμματα παραδοῦναι τοῖς Ἰουδαίοις πρῶ-

τον, παρὰ δὲ Ἰουδαίων Φοίνικας παραλαβεῖν, Ἕλληνας

δὲ παρὰ Φοινίκων, νόμους τε πρῶτον γράψαι Μωσῆν

τοῖς Ἰουδαίοις.»

14

{ΑΡΤΑΠΑΝΟΥ

περὶ Μωσέως.}

Cap. 27: «Ἀρτάπανος δέ φησιν ἐν τῇ Περὶ Ἰουδαίων,

Ἀβραὰμ τελευτήσαντος, καὶ τοῦ υἱοῦ αὐτοῦ Μεμψα-

σθενὼθ, ὁμοίως δὲ καὶ τοῦ βασιλέως τῶν Αἰγυπτίων,

τὴν δυναστείαν παραλαβεῖν τὸν υἱὸν αὐτοῦ Παλμανώ-

θην. Τοῦτον δὲ τοῖς Ἰουδαίοις φαύλως προσφέρεσθαι·

καὶ πρῶτον μὲν τὴν Κεσσὰν οἰκοδομῆσαι, τό τε ἐπ' αὐτῇ

ἱερὸν καθιδρύσασθαι, εἶτα τὸν ἐν Ἡλιουπόλει ναὸν κα-

τασκευάσαι. Τοῦτον δὲ γεννῆσαι θυγατέρα Μέρριν, ἣν

Χενεφρῇ τινὶ κατεγγυῆσαι, τῶν ὑπὲρ Μέμφιν τόπων

βασιλεύοντι· πολλοὺς γὰρ τότε τῆς Αἰγύπτου βασι-

λεύειν· ταύτην δὲ στείραν ὑπάρχουσαν ὑποβαλέσθαι

τινὸς τῶν Ἰουδαίων παιδίον, τοῦτο δὲ Μώυσον ὀνομά-

σαι· ὑπὸ δὲ τῶν Ἑλλήνων αὐτὸν ἀνδρωθέντα Μουσαῖον

προσαγορευθῆναι. Γενέσθαι δὲ τὸν Μώυσον τοῦτον Ὀρ-

φέως διδάσκαλον· ἀνδρωθέντα δ' αὐτὸν πολλὰ τοῖς ἀν-

θρώποις εὔχρηστα παραδοῦναι· καὶ γὰρ πλοῖα καὶ μη-

χανὰς πρὸς τὰς λιθοθεσίας καὶ τὰ Αἰγύπτια ὅπλα καὶ

τὰ ὄργανα τὰ ὑδρευτικὰ καὶ πολεμικὰ καὶ τὴν φιλοσο-

φίαν ἐξευρεῖν· ἔτι δὲ τὴν πόλιν εἰς λϚʹ νομοὺς διελεῖν,

καὶ ἑκάστῳ τῶν νομῶν ἀποτάξαι τὸν Θεὸν σεφθήσεσθαι,

τά τε ἱερὰ γράμματα τοῖς ἱερεῦσιν· εἶναι δὲ καὶ αἰλού-

ρους καὶ κύνας καὶ ἴβεις· ἀπονεῖμαι δὲ καὶ τοῖς ἱερεῦσιν

ἐξαίρετον χώραν. Ταῦτα δὲ πάντα ποιῆσαι χάριν τοῦ

τὴν μοναρχίαν βεβαίαν τῷ Χενεφρῇ διαφυλάξαι. Πρό-

τερον γὰρ ἀδιατάκτους ὄντας τοὺς ὄχλους ποτὲ μὲν

ἐκβάλλειν ποτὲ δὲ καθιστάνειν βασιλεῖς, καὶ πολλάκις

μὲν τοὺς αὐτοὺς, ἐνιάκις δὲ ἄλλους. Διὰ ταῦτα οὖν τὸν

Μώυσον ὑπὸ τῶν ὄχλων ἀγαπηθῆναι, καὶ ὑπὸ τῶν

ἱερέων ἰσοθέου τιμῆς καταξιωθέντα προσαγορευθῆναι

Ἑρμῆν διὰ τὴν τῶν ἱερῶν γραμμάτων ἑρμηνείαν. Τὸν

δὲ Χενεφρῆν ὁρῶντα τὴν ἀρετὴν Μωύσου φθονῆσαι

αὐτῷ, καὶ ζητεῖν αὐτὸν ἐπ' εὐλόγῳ αἰτίᾳ τινὶ ἀνελεῖν.

Καὶ δή ποτε τῶν Αἰθιόπων ἐπιστρατευσαμένων τῇ

Αἰγύπτῳ, τὸν Χενεφρῆν ὑπολαβόντα εὑρηκέναι καιρὸν

εὔθετον πέμψαι τὸν Μώυσον ἐπ' αὐτοὺς στρατηγὸν

μετὰ δυνάμεως, τὸ δὲ τῶν γεωργῶν αὐτῷ συστῆσαι

πλῆθος, ὑπολαβόντα ῥᾳδίως αὐτὸν διὰ τὴν τῶν στρα-

τιωτῶν ἀσθένειαν ὑπὸ τῶν πολεμίων ἀναιρεθήσεσθαι.

Τὸν δὲ Μώυσον ἐλθόντα ἐπὶ τὸν Ἑρμοπολίτην ὀνομα-

ζόμενον νομὸν, ἔχοντα περὶ δέκα μυριάδας γεωργῶν,

αὐτοῦ καταστρατοπεδεῦσαι· πέμψαι δὲ στρατηγοὺς

τοὺς προκαθεδουμένους τῆς χώρας, οὓς δὴ πλεονεκτεῖν

ἐπιφανῶς κατὰ τὰς μάχας· λέγειν δέ φησιν τοὺς Ἡλιου-

πολίτας γενέσθαι τὸν πόλεμον τοῦτον ἔτη δέκα. Τοὺς

οὖν περὶ τὸν Μώυσον διὰ τὸ μέγεθος τῆς στρατιᾶς πό-

λιν ἐν τούτῳ κτίσαι τῷ τόπῳ, καὶ τὴν ἴβιν ἐν αὐτῇ

καθιερῶσαι διὰ τὸ ταύτην τὰ βλάπτοντα ζῷα τοὺς ἀν-

θρώπους ἀναιρεῖν. Προσαγορεῦσαι δὲ αὐτὴν Ἑρμοῦ

πόλιν. Οὕτω δὴ τοὺς Αἰθίοπας, καίπερ ὄντας πολε-

μίους, στέρξαι τὸν Μώυσον, ὥστε καὶ τὴν περιτομὴν

τῶν αἰδοίων παρ' ἐκείνου μαθεῖν· οὐ μόνον δὲ τούτους,

ἀλλὰ καὶ τοὺς ἱερεῖς ἅπαντας. Τὸν δὲ Χενεφρῆν, λυ-

θέντος τοῦ πολέμου, λόγῳ μὲν αὐτὸν ἀποδέξασθαι, ἔργῳ

δὲ ἐπιβουλεύειν. Παρελόμενον γοῦν αὐτοῦ τοὺς ὄχλους,

τοὺς μὲν ἐπὶ τὰ ὅρια τῆς Αἰθιοπίας πέμψαι, προφυλα-

κῆς χάριν· τοῖς δὲ προστάξαι τὸν ἐν Διὸς πόλει ναὸν ἐξ

ὀπτῆς πλίνθου κατεσκευασμένον καθαιρεῖν, ἕτερον δὲ

λίθινον κατασκευάσαι τὸ πλησίον ὅρος λατομήσαντας·

τάξαι δὲ ἐπὶ τῆς οἰκοδομίας ἐπιστάτην Ναχέρωτα. Τὸν

δὲ ἐλθόντα μετὰ Μωύσου εἰς Μέμφιν πυθέσθαι παρ'

αὐτοῦ, εἴ τι ἄλλο ἐστὶν εὔχρηστον τοῖς ἀνθρώποις· τὸν

δὲ φάναι γένος τῶν βοῶν διὰ τὸ τὴν γῆν ὑπὸ τούτων

ἀροῦσθαι· τὸν δὲ Χενεφρῆν, προσαγορεύσαντα ταῦρον

Ἆπιν, κελεῦσαι ἱερὸν αὐτοῦ τοὺς ὄχλους καθιδρύσασθαι,

καὶ τὰ ζῷα τὰ καθιερωθέντα ὑπὸ τοῦ Μωύσου κελεύειν

ἐκεῖ φέροντας θάπτειν, κατακρύπτειν θέλοντα τὰ τοῦ

Μωύσου ἐπινοήματα. Ἀποξενωσάντων δὲ αὐτὸν τῶν

Αἰγυπτίων, ὁρκωμοτῆσαι τοὺς φίλους μὴ ἐξαγγεῖλαι

τῷ Μωύσῳ τὴν ἐπισυνισταμένην αὐτῷ ἐπιβουλὴν, καὶ

προβαλέσθαι τοὺς ἀναιρήσοντας αὐτόν. Μηδενὸς δ' ὑπα-

κούσαντος, ὀνειδίσαι τὸν Χενεφρῆν Χανεθώθην, τὸν

μάλιστα προσαγορευόμενον ὑπ' αὐτοῦ· τὸν δὲ ὀνειδι-

σθέντα ὑποσχέσθαι τὴν ἐπίθεσιν, λαβόντα καιρόν. Ὑπὸ

δὲ τοῦτον τὸν καιρὸν τῆς Μερρίδος τελευτησάσης, ὑπο-

σχέσθαι τὸν Χενεφρῆν τῷ τε Μωύσῳ καὶ τῷ Χανεθώθῃ

τὸ σῶμα διακομίσαντας εἰς τοὺς ὑπὲρ Αἴγυπτον τόπους

θάψαι, ὑπολαβόντα τὸν Μώυσον ὑπὸ τοῦ Χανεθὼθ

ἀναιρεθήσεσθαι. Πορευομένων δὲ αὐτῶν τὴν ἐπιβουλὴν

τῷ Μωύσῳ τῶν συνειδότων ἐξαγγεῖλαί τινα· τὸν δὲ φυ-

λάσσοντα αὐτὸν τὴν μὲν Μέρριν θάψαι, τὸν δὲ ποταμὸν

καὶ τὴν ἐν ἐκείνῳ πόλιν Μερόην προσαγορεῦσαι. Τι-

μᾶσθαι δὲ τὴν Μέρριν ταύτην ὑπὸ τῶν ἐγχωρίων οὐκ

ἔλαττον ἢ τὴν Ἶσιν. Ἀαρῶνα δὲ τὸν τοῦ Μωύσου ἀδελ-

φὸν τὰ περὶ τὴν ἐπιβουλὴν ἐπιγνόντα, συμβουλεῦσαι

τῷ ἀδελφῷ φυγεῖν εἰς τὴν Ἀραβίαν· τὸν δὲ πεισθέντα

ἀπὸ Μέμφεως τὸν Νεῖλον διαπλεύσαντα ἀπαλλάσσεσθαι

εἰς τὴν Ἀραβίαν. Τὸν δὲ Χανεθώθην πυθόμενον τοῦ

Μωύσου τὴν φυγὴν ἐνεδρεύειν ὡς ἀναιρήσοντα· ἰδόντα

δὲ ἐρχόμενον σπάσασθαι τὴν μάχαιραν ἐπ' αὐτὸν, τὸν

δὲ Μώυσον προκαταταχήσαντα, τήν τε χεῖρα κατασχεῖν

αὐτοῦ, καὶ σπασάμενον τὸ ξίφος φονεῦσαι τὸν Χανε-

θώθην· διεκδρᾶναι δὲ εἰς τὴν Ἀραβίαν, καὶ Ῥαγουήλῳ

τῷ τῶν τόπων ἄρχοντι συμβιοῦν, λαβόντα τὴν ἐκείνου

θυγατέρα· τὸν δὲ Ῥαγουῆλον βούλεσθαι στρατεύειν

ἐπὶ τοὺς Αἰγυπτίους, κατάγειν βουλόμενον τὸν Μώυσον,

καὶ τὴν δυναστείαν τῇ τε θυγατρὶ καὶ τῷ γαμβρῷ κα-

τασκευάσαι· τὸν δὲ Μώυσον ἀποκωλῦσαι, στοχαζόμενον

τῶν ὁμοφύλων· τὸν δὲ Ῥαγουῆλον διακωλύοντα στρα-

τεύειν τοῖς Ἄραψι προστάξαι λῃστεύειν τὴν Αἴγυπτον.

Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ τὸν Χενεφρῆν πρῶτον

ἁπάντων ἀνθρώπων ἐλεφαντιάσαντα μεταλλάξαι· τούτῳ

δὲ τῷ πάθει περιπεσεῖν διὰ τὸ τοὺς Ἰουδαίους προστά-

ξαι σινδόνας ἀμφιέννυσθαι, ἐρεᾶν δ' ἐσθῆτα μὴ ἀμπέ-

χεσθαι, ὅπως ὄντες ἐπίσημοι κολάζωνται ὑπ' αὐτοῦ.

Τὸν δὲ Μώυσον εὔχεσθαι τῷ Θεῷ ἤδη ποτὲ τοὺς λαοὺς

παῦσαι τῶν κακοπαθειῶν. Ἱλασκομένου δ' αὐτοῦ, αἰ-

φνιδίως φησὶν ἐκ τῆς γῆς πῦρ ἀναφθῆναι, καὶ τοῦτο

κάεσθαι, μήτε ὕλης μήτε ἄλλης τινὸς ξυλείας οὔσης ἐν

τῷ τόπῳ. Τὸν δὲ Μώυσον δείσαντα τὸ γεγονὸς φεύγειν·

φωνὴν δ' αὐτῷ θείαν εἰπεῖν, στρατεύειν ἐπ' Αἴγυπτον,

καὶ τοὺς Ἰουδαίους διασώσαντα εἰς τὴν ἀρχαίαν ἀγα-

γεῖν πατρίδα. Τὸν δὲ θαρρήσαντα δύναμιν πολεμίαν

ἐπάγειν διαγνῶναι τοῖς Αἰγυπτίοις. Πρῶτον δὲ πρὸς

Ἀαρῶνα τὸν ἀδελφὸν ἐλθεῖν· τὸν δὲ βασιλέα τῶν Αἰ-

γυπτίων πυθόμενον τὴν τοῦ Μωύσου παρουσίαν καλέ-

σαι πρὸς αὑτὸν, καὶ πυνθάνεσθαι ἐφ' ὅ τι ἥκοι· τὸν δὲ

φάναι, διότι προστάσσειν αὐτῷ τὸν τῆς οἰκουμένης δε-

σπότην ἀπολῦσαι τοὺς Ἰουδαίους. Τὸν δὲ πυθόμενον

εἰς φυλακὴν αὐτὸν καθεῖρξαι. Νυκτὸς δὲ ἐπιγενομένης,

τάς τε θύρας πάσας αὐτομάτως ἀνοιχθῆναι τοῦ δεσμω-

τηρίου, καὶ τῶν φυλάκων οὓς μὲν τελευτῆσαι, τινὰς δὲ

ὑπὸ τοῦ ὕπνου παρεθῆναι, τά τε ὅπλα κατεαγῆναι.

Ἐξελθόντα δὲ τὸν Μώυσον ἐπὶ τὰ βασίλεια ἐλθεῖν· εὑ-

ρόντα δὲ ἀνεῳγμένας τὰς θύρας εἰσελθεῖν, καὶ ἐνθάδε

τῶν φυλάκων παρειμένων τὸν βασιλέα ἐξεγεῖραι. Τὸν

δὲ ἐκπλαγέντα ἐπὶ τῷ γεγονότι κελεῦσαι τῷ Μωύσῳ τὸ

τοῦ πέμψαντος αὐτὸν θεοῦ εἰπεῖν ὄνομα, διαχλευά-

σαντα αὐτόν· τὸν δὲ προσκύψαντα πρὸς τὸ οὖς εἰπεῖν,

ἀκούσαντα δὲ τὸν βασιλέα πεσεῖν ἄφωνον, διακρατη-

θέντα δὲ ὑπὸ τοῦ Μωύσου πάλιν ἀναβιῶσαι· γρά-

ψαντα δὲ τοὔνομα εἰς δέλτον κατασφραγίσασθαι· τῶν

δὲ ἱερέων τὸν ἐκφαυλίσαντα ἐν τῇ πινακίδι τὰ γεγραμ-

μένα μετὰ σπασμοῦ τὸν βίον ἐκλιμπάνειν· εἰπεῖν δὲ

τὸν βασιλέα σημεῖόν τι αὐτῷ ποιῆσαι· τὸν δὲ Μώυσον

ἣν εἶχε ῥάβδον ἐκβαλόντα ὄφιν ποιῆσαι· πτοηθέντων

δὲ πάντων, ἐπιλαβόμενον τῆς οὐρᾶς ἀνελέσθαι, καὶ

πάλιν ῥάβδον ποιῆσαι. Προελθόντα δὲ μικρὸν, τὸν Νεῖ-

λον τῇ ῥάβδῳ πατάξαι· τὸν δὲ ποταμὸν πολύχουν γε-

νόμενον κατακλύζειν ὅλην τὴν Αἴγυπτον· ἀπὸ τότε

δὲ καὶ τὴν κατάβασιν αὐτοῦ γίνεσθαι· συναγαγὸν δὲ

τὸ ὕδωρ ἀποζέσαι, καὶ τὰ ποτάμια διαφθεῖραι ζῷα,

τούς τε λαοὺς διὰ τὴν δίψαν φθείρεσθαι. Τὸν δὲ βασιλέα,

τούτων γενομένων τῶν τεράτων, φάναι μετὰ μῆνα τοὺς

λαοὺς ἀπολύσειν, ἐὰν ἀποκαταστήσῃ τὸν ποταμόν· τὸν δὲ

Μώυσον πάλιν τῇ ῥάβδῳ πατάξαντα τὸ ὕδωρ συστεῖλαι

τὸ ῥεῦμα. Τούτου δὲ γενομένου, τὸν βασιλέα τοὺς ἱερεῖς

τοὺς ὑπὲρ Μέμφιν καλέσαι, καὶ φάναι αὐτοὺς ἀναιρήσειν

καὶ τὰ ἱερὰ κατασκάψειν, ἐὰν μὴ καὶ αὐτοὶ τερατουργή-

γωσί τι. Τοὺς δὲ τότε διά τινων μαγγάνων καὶ ἐπαοιδῶν

δράκοντα ποιῆσαι, καὶ τὸν ποταμὸν μεταχρῶσαι. Τὸν

δὲ βασιλέα φρονηματισθέντα ἐπὶ τῷ γεγονότι, πάσῃ

τιμωρίᾳ καὶ κολάσει καταικίζειν τοὺς Ἰουδαίους. Τὸν

δὲ Μώυσον ταῦτα ὁρῶντα ἄλλα τε σημεῖα ποιῆσαι καὶ

πατάξαντα τὴν γῆν τῇ ῥάβδῳ ζῷόν τι πτηνὸν ἀνεῖναι

λυμαίνεσθαι τοὺς Αἰγυπτίους, πάντα τε ἐξελκωθῆναι

τὰ σώματα. Τῶν δὲ ἰατρῶν μὴ δυναμένων ἰᾶσθαι τοὺς

κάμνοντας, οὕτως πάλιν ἀνέσεως τυχεῖν τοὺς Ἰουδαίους.

Πάλιν δὲ τὸν Μώυσον βάτραχον διὰ τῆς ῥάβδου ἀνεῖ-

ναι, πρὸς δὲ τούτοις ἀκρίδας καὶ σκνῖφας. Διὰ τοῦτο δὲ

καὶ τοὺς Αἰγυπτίους τὴν ῥάβδον ἀνατιθέναι εἰς πᾶν ἱε-

ρὸν, ὁμοίως δὲ καὶ τῇ Ἴσιδι, διὰ τὸ τὴν γῆν εἶναι Ἶσιν,

παιομένην δὲ τῇ ῥάβδῳ τὰ τέρατα ἀνεῖναι. Τοῦ δὲ βα-

σιλέως ἔτι ἀφρονουμένου, τὸν Μώυσον χάλαζάν τε καὶ

σεισμοὺς διὰ νυκτὸς ἀποτελέσαι, ὥστε τοὺς τὸν σεισμὸν

φεύγοντας ἀπὸ τῆς χαλάζης ἀναιρεῖσθαι, τούς τε τὴν

χάλαζαν ἐκκλίνοντας ὑπὸ τῶν σεισμῶν διαφθείρεσθαι.

Συμπεσεῖν δὲ τότε τὰς μὲν οἰκίας πάσας, τῶν δὲ ναῶν

τοὺς πλείστους. Τελευταῖον τοσαύταις συμφοραῖς πε-

ριπεσόντα τὸν βασιλέα τοὺς Ἰουδαίους ἀπολῦσαι· τοὺς

δὲ χρησαμένους παρὰ τῶν Αἰγυπτίων πολλὰ μὲν ἐκπώ-

ματα, οὐκ ὀλίγον δὲ ἱματισμὸν, ἄλλην τε παμπληθῆ

γάζαν, διαβάντας ἱκανὸν τόπον ἐπὶ τὴν Ἐρυθρὰν τρι-

ταίους ἐλθεῖν θάλασσαν. Μεμφίτας μὲν οὖν λέγειν,

ἔμπειρον ὄντα τὸν Μώυσον τῆς χώρας τὴν ἄμπωτιν

τηρήσαντα διὰ ξηρᾶς τῆς θαλάσσης τὸ πλῆθος περαιῶ-

σαι· Ἡλιουπολίτας δὲ λέγειν, ἐπικαταδραμεῖν τὸν βα-

σιλέα μετὰ πολλῆς δυνάμεως ἅμα καὶ τοῖς καθιερωμέ-

νοις ζῴοις, διὰ τὸ τὴν ὕπαρξιν τοὺς Ἰουδαίους τῶν

Αἰγυπτίων χρησαμένους διακομίζειν. Τῷ δὲ Μωύσῳ

θείαν φωνὴν γενέσθαι, πατάξαι τὴν θάλασσαν τῇ ῥάβδῳ

καὶ διαστῆναι· τὸν δὲ Μώυσον ἀκούσαντα, ἐπιθιγεῖν

τῇ ῥάβδῳ τοῦ ὕδατος, καὶ οὕτω τὸ μὲν νᾶμα διαστῆ-

ναι, τὴν δὲ δύναμιν διὰ ξηρᾶς ὁδοῦ πορεύεσθαι. Συν-

εμβάντων δὲ τῶν Αἰγυπτίων καὶ διωκόντων, φησὶ πῦρ

αὐτοῖς ἐκ τῶν ἔμπροσθεν ἐκλάμψαι, τὴν δὲ θάλασσαν

πάλιν τὴν ὁδὸν ἐπικλύσαι· τοὺς δὲ Αἰγυπτίους ὑπό τε

τοῦ πυρὸς καὶ τῆς πλημμυρίδος πάντας διαφθαρῆναι·

τοὺς δὲ Ἰουδαίους διαφυγόντας τὸν κίνδυνον τεσσαρά-

κοντα ἔτη ἐν τῇ ἐρήμῳ διατρῖψαι, βρέχοντος αὐτοῖς

τοῦ Θεοῦ κρῖμνον, ὅμοιον ἐλύμῳ,…

τὴν…

π…

The complete text is available when the reading interface loads.