The Greek Library Catalogue

Anonymous

Fragmenta et tituli

Edition reference
Fragmenta et tituli, ed. H. Lloyd-Jones and P. Parsons, Supplementum Hellenisticum, Berlin: De Gruyter, 1983: 279–285.
CTS identifier
urn:cts:greekLit:tlg0703.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

568-82

{Ἁλιευτικόν}

569

ἢ λευκὴν συνόδοντα βόηκάς τε τριγκούς τε

570

ἠβαιῇ καρῖδι καὶ εἴ ποτε βεμβράδι, κείνῃ

ζωῇ ἔπ' ἀγρώσσοις· τάδε 〈δὴ〉 σκέψαιο δέλετρα

571

ὕκην ἢ κάλλιχθυν, ὁτὲ χρόμιν, ἄλλοτε δ' ὀρφὸν

ἢ γλαῦκον περόωντα κατὰ μνία σιγαλόεντα

572

ἢ σκάρον ἢ κῶθον τροφίην καὶ ἀναιδέα λίην

χάννους τ' ἐγχέλυάς τε καὶ ἐννυχίην πίτυνον

ἢ μύας ἢ ἵππους ἠὲ γλαυκὴν κορύδυλιν.

573

γλαύκους ἢ ὀρφῶν ἔναλον γένος ἠὲ μελάγχρων

κόσσυφον ἢ κίχλας ἁλιειδέας, ἄλλοτε δ' ἄλλῃ

σάργον ἐπικέλσοντα, λινοπληγέστατον ἰχθύν.

574

τοῖσί κεν ἄρμενα πάντα παροπλίσσαιο δέλετρα

κουρύλον ἢ πειρῆνα ἢ εἰναλίην ἕρπηλαν

575

ἄλλοτε καρχαρίην, ὁτὲ δὲ ῥόθιον ψαμαθῖδα

576

ῥηϊδίως ἕλκοιτο καὶ αἰολίην κορακῖνον

577

ἄλλοτε δ' αὖ πέρκας, ὁτὲ δὲ στροφάδας παρὰ πέτρην

φυκίδας ἀλφηστήν τε καὶ ἐν χροιῇσιν ἐρυθρὸν

σκορπίον ἢ πέρκαισι καθηγητὴν μελάνουρον

578

τοῖσί κε θηρήσαιο λαβεῖν λελιημένος ἰχθὺν

ἠὲ μέγαν συνόδοντ' ἢ ἀρνευτὴν ἵππουρον

ἠὲ φάγρον λοφίην, ὁτὲ δ' ἀγρόμενον σκιαδῆα.

579

†ἀκονίας κιγκάλους τε καὶ ἀλλοπίην τράχουρον†

580

κανθαρίδα προφανεῖσαν ὕαινάν τε τρίγλην τε

581

ἢ σπάρον ἢ ὕκας ἀγεληΐδας ἢ ἐπὶ φάγρον

πέτρῃ ἀλωόμενον

582

φύλλων δ' ὅσς' ἄσπαρτα τά τ' ἐρρίζωται ἀρούραις

χείματος ἠδ' ὁπόταν πολυάνθεμον εἶαρ ἵκηται,

αὐχμηρὴν σκόλυμόν τε καὶ ἀγριάδα σταφυλῖνον,

†ῥάφιν τ' ἔμπεδον† καὶ καυ〈κα〉λίδ' ἀγροιῶτιν.

583

κεῖνο δὲ δὴ σκέπτοιο, τό κεν καὶ ἰουλίδα μάργον

πολλὸν ἀποτροπ〈ό〉ῳτο καὶ ἰοβόλον σκολόπενδραν

584

καὶ δὲ σύ γε μνήσαιο δελείατος, ὅττι παρ' ἄκρα

δήεις αἰγιαλοῖο γεώλοφα· οἱ μὲν ἴουλοι

κέκληνται, μέλανες, γαιηφάγοι, ἔντερα γαίης.

ἠὲ καὶ ἑρπήλας δολιχήποδας, ὁππότε πέτραι

ἀμμώδεις κλύζωνται ἐπ' ἄκρῃ κύματος ἀγῇ,

ἔνθεν ὀρύξασθαι θέμεναί τ' εἰς ἄγγος ἀολλεῖς.

585

ἄλλοτ' ἐρυθρὸν

κόκκυγ' ἢ ὀλίγας πεμφηρίδας, ἄλλοτε σαῦρον

586

ἢ ψόρον ἢ σάλπας ἢ αἰγιαλῆα δράκοντα

587

τοῖσί κεν εὐμαρέως θαλάμης ἄπο μακρὸν ἀείροις

σκορπίον ἢ ὀρφὸν περιτρηχέα· τῶν γὰρ ἐπ' ἄκρης!!!

588

σὺ δ' ἂν καὶ χαλκίδ' ἐκείνην

αὕτως ἀμπείραις ὀλίγην καὶ μαινίδα 〈 〉

589(+ 590-4)

{Θηριακόν}

590

[ ]ὑπόχλωρόν 〈γε〉 μὲν ἕλκος

κοιλαίνει, τὸ δὲ πολλὸν ἀνέδραμεν αὐτόθεν οἶδος

591

ῥέθεσίν γε μὲν εἴδετ' ἔπ' ἰχὼρ

ἠερόεις, τότε δ' αὖ μολίβῳ ἐναλίγκιον εἶδος

ἀμφί ἑ κυμαίνει χάλκῃ ἴσον

592

κιρράς