Fragmenta
- Edition reference
- Fragmenta, FHG 4: 299.
- CTS identifier
urn:cts:greekLit:tlg0707.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t1-2
{ΣΑΜΙΩΝ ΩΡΟΙ.}
1
{E LIBRO SECUNDO.}
Athenaeus XIII: Ἄλεξις δ' ὁ Σάμιος ἐν
δευτέρῳ Ὥρων Σαμιακῶν· «Τὴν ἐν Σάμῳ Ἀφροδί-
την, ἣν οἱ μὲν ἐν Καλάμοις καλοῦσιν, οἱ δὲ ἐν Ἕλει,
Ἀττικαὶ, φησὶν, ἑταῖραι ἱδρύσαντο αἱ συνακολουθήσα-
σαι Περικλεῖ, ὅτε ἐπολιόρκει τὴν Σάμον, ἐργασάμεναι
ἱκανῶς ἀπὸ τῆς ὥρας.»
2
{E LIBRO TERTIO.}
Idem XII: Ἄλεξις δ' ἐν τρίτῳ Σαμίων
ὥρων ἐκ πολλῶν πόλεών φησι κοσμηθῆναι τὴν Σάμον
ὑπὸ τοῦ Πολυκράτους, κύνας μὲν Μολοττικὰς καὶ Λα-
καίνας εἰσαγαγόντος, αἶγας δ' ἐκ Σκύρου καὶ Νάξου,
πρόβατα δ' ἐκ Μιλήτου καὶ τῆς Ἀττικῆς. Μετεστέλ-
λετο δὲ, φησὶ, καὶ τεχνίτας ἐπὶ μισθοῖς μεγίστοις.
Πρὸ δὲ τοῦ τυραννῆσαι κατασκευασάμενος στρωμνὰς
πολυτελεῖς καὶ ποτήρια ἐπέτρεπε χρῆσθαι τοῖς ἢ γά-
μον ἢ μείζονας ὑποδοχὰς ποιουμένοις. Ἐκ πάντων οὖν
τούτων ἄξιον θαυμάζειν τὸν τύραννον, ὅτι οὐδαμόθεν
ἀναγέγραπται γυναῖκας ἢ παῖδας μεταπεμψάμενος,
καίτοι περὶ τὰς τῶν ἀρρένων ὁμιλίας ἐπτοημένος, ὡς
καὶ ἀντερᾶν Ἀνακρέοντι τῷ ποιητῇ· ὅτε καὶ δι' ὀργὴν
ἀπέκειρε τὸν ἐρώμενον. Πρῶτος δὲ ὁ Πολυκράτης καὶ
ναῦς πήξας, ἀπὸ τῆς πατρίδος Σαμίας ἐκάλεσε.
3
{ΠΕΡΙ ΑΥΤΑΡΚΕΙΑΣ.}
Idem X: Αἰγυπτίους δ' Ἑκαταῖος ἀρτο-
φάγους φησὶν εἶναι, κυλλήστιας ἐσθίοντας, τὰς δὲ κρι-
θὰς εἰς ποτὸν καταλέοντας. Διὰ ταῦτα καὶ Ἄλεξις ἐν
τῷ Περὶ αὐταρκείας ἔφη, μετρίᾳ τροφῇ κεχρῆσθαι τὸν
Βόκχοριν καὶ τὸν πατέρα αὐτοῦ Νεόχαβιν.