The Greek Library Catalogue

Ammonius Grammaticus

περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Scientific editors
Klaus Nickau
Edition reference
Ammonii qui dicitur liber de adfinium vocabulorum differentia · Leipzig · Teubner · 1966
CTS identifier
urn:cts:greekLit:tlg0708.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

A

ἄβαξ καὶ ἀβακιον διαφέρει. ἄβαξ μὲν γάρ, ἐφʼ οὗ τὰ πράγματα παρατιθέασιν ἀβάκιον δέ, ἐφʼ οὗ ψηφίζουσιν

ἀβέβηλα καὶ βέβηλα διαφέρουσιν, ἄμφω ἐπʼ ἀγαθῷ λαμβανόμενα. ἀβέβηλα μὲν γὰρ τὰ ἱερὰ καὶ ἄψαυστα καὶ μὴ βάσιμα· βέβηλα δὲ τὰ ὅσια μέν, οὐχ ἱερὰ δέ, οἷον βάσιμα ὄντα. καὶ τοῦτο μέν, ὡς ἐρρήθη, εἰ ἐπʼ ἀγαθῷ ἄμφω λαμβάνοιντο· ἡ γὰρ κοινὴ χρῆσις | τοῦ βεβήλου τὴν ἐναντιωτάτην 2Va. ἔχει καὶ τῷ ἀβεβήλῳ διαφοράν.

ἄγγελος καὶ ἐξάγγελος καὶ αὐτάγγελος διαφέρουσιν. ἄγγελος μὲν γὰρ πᾶς ὁ ἀγγέλλων τὰ ἔξωθεν. ἐξάγγελος δὲ ὁ τὰ ἔνδσθεν τοῖς ἔξω διαγγέλλων, ὃν Θουκυδίδης (7, 73, 3) διάγγελον εἴρηκεν· ‘ἦσαν γάρ τινες τῷ Νικίᾳ διάγγελοιʼ. αὐτάγγελος δὲ ὁ τὰ ἀφʼ ἑαυτοῦ διαγγέλλων καὶ μὴ ὑφʼ ἑτέρου.

ἄγειν καὶ φέρειν διαφέρει. ἄγεται μὲν γὰρ τὰ ἔμψυχα· φέρεται δὲ τὰ ἄψυχα. Ὅμηρος (δ 622) ‘οἱ δʼ ἦγον μὲν μῆλα, φέρον δʼ εὐήνορα οἶνον’.

ἀγχιστεῖς καὶ συγγενεῖς καὶ οἰκεῖοι διαφέρουσιν. ἀγχστεῖς μὲν γάρ, οἷς ἐπειδάν τις ἐκ τοῦ γένους ἀποθάνῃ συγχωρεῖ ὁ νόμος ἀντιποιεῖσθαι τῶν τούτου δικαίων· συγγενεῖς δὲ οἱ ὄντες ἐκ τοῦ αὐτοῦ γένους, οὐ καλούμενοι δὲ ὑπὸ τῶν νόμων ἐπὶ τὰ ἀγχιστικὰ δίκαια· οἰκεῖοι δὲ οἱ κατ’ ἐπιγαμίαν ἐπιμιχθέντες τῷ οἴκῳ.

ἀγροῖκος καὶ ἄγροικος διαφέρει. προπερισπωμένως μὲν ὁ ἐν ἀγρῷ κατοικῶν, προπαροξυτόνως δὲ ὁ σκαιὸς τοὺς τρόπους.

ἄγριος καὶ ἀγρεῖος διαφέρει. ἄγριος μὲν γάρ ἐστιν ὁ ὠμός, ἀγρεῖος δὲ ὁ ἀγροῖκος.

ἀγνοεῖν καὶ ἀμφιγνοεῖν διαφέρει. ἀγνοεῖν μὲν γάρ ἐστι τὸ καθόλου μηδὲν εἰδέναι, ἀμφιγνοεῖν δὲ τὸ ἔν τισιν ἐπιδιστάζειν.

ἀγωνοθέται μὲν ἐπὶ τῶν σκηνικῶν λέγονται, ἀθλοθέται 4Va. δὲ ἐπὶ τῶν γυμνικῶν.

ἀγρονόμος ἐὰν μὲν παροξύνωμεν ἔσται ὁ ἐν ἀγροῖς νέμων, ἐὰν δὲ προπαροξύνωμεν ἔσται ὁ ἐν ἀγροῖς νεμόμενος. τὰ γὰρ προπαροξυνόμενα χαίρουσιν ἀναλύεσθαι εἰς πάθη.

ἀγόραιος καὶ ἀγοραῖος διαφέρει. ἀγόραιος ἐὰν προπαροξυτόνως σημαίνει τὸν πονηρὸν τὸν ἐν ἀγορᾷ τεθραμμένον, ἐὰν δὲ προπερισπωμένως τὸν ἐν ἀγορᾷ τιμώμενον

ἀδεὴς καὶ ἀδαὴς διαφέρει. διὰ μὲν γὰρ τοῦ ε ὁ ἄφοβος, διὰ δὲ τοῦ ᾱ ὁ ἀμαθής.

ἄελλα καὶ θύελλα διαφέρει. ἄελλα μὲν ἄημα συνεστραμμένον, θύελλα δὲ ἄελλα θύουσα καὶ ὁρμῶσα.

ἆθλος καὶ ἆθλον διαφέρει. ἀρσενικῶς μὲν γὰρ τὸν ἀγῶνα δηλοῖ, οὐδετέρως δὲ τὸ ἔπαθλον. ‘οὗτος μὲν δὴ ἄεθλος ἀ〈ά〉ατος ἐκτετέλεσταιʼ (χ 5), 5Va. ἐπὶ δὲ τῶν ἐπάθλων ‘ἀέθλια πόσʼ ἀνελόντεςʼ (Ψ 736).

Ἀθῆναι καὶ Ἀττικὴ διαφέρει. Ἀθῆναι μὲν γὰρ ἡ πόλις ἐστίν, Ἀττικὴ δὲ ἥ τε πόλις καὶ ἡ χώρα.

αἰτῶ καὶ αἰτοῦμαι διαφέρει. τὸ μὲν γάρ αἰτῶ ἐπὶ τοῦ εἰσάπαξ τι λαβεῖν καὶ μὴ ἀποδοῦναι, τὸ δʼ αἰτοῦμαι ἐπὶ τῷ χρήσασθαι εἰς ἀπόδοσιν. Μένανδρος ἐν τῷ Ὕμνιδι (fr. 410 Koerte 2) διαστέλλει ‘οὐ πῦρ γὰρ αἀτῶ οὐδὲ λοπάδʼ αἰτοῦμαι

αἰδὼς καὶ αἰσχύνη διαφέρει, ὅτι ἡ μὲν αἰδώς ἐστιν| ἐντροπὴ πρὸς ἕκαστον ὧν σεβασμίως τις ἔχει, αἰσχύνη δʼ ἐφʼ οἷς ἕκαστος ἁμαρτὼν αἰσχύνεται ὡς μὴ δέον τι πράξας. καὶ αἰδεῖται μέν τις τὸν πατέρα, αἰσχύνεται δὲ ὃς μεθύσκεται. διαστέλλει δὲ καὶ Ἀριστόξενος ὁ μουσικὸς (fr. 42a Wehrli) 6Va. τὴν διαφορὰν | ἐν τῷ πρώτῳ Νόμων παιδευτικῶν. φησὶ γὰρ διαφορὰν τήνδε νομιστέον αἰδοῦς τε καὶ αἰσχύνης, ὅτι ἡ μὲν αἰδὼς πρὸς ἡλικίαν, πρὸς ἀρετήν, πρὸς ἐμπειρίαν, πρὸς εὐδοξίαν. ὁ γὰρ ἐπιστάμενος αἰδεῖσθαι πρὸς ἑκάστην τῶν εἰρημένων ὑπεροχῶν προσέρχεται οὕτω διακείμενος οὐ διὰ τὸ ἡμαρτηκέναι τι, ἀλλὰ διὰ τὸ σέβεσθαι καὶ τιμᾶν τὰς εἰρημένας ὑπεροχάς. ἡ δʼ αἰσχύνη πρῶτον μὲν πρὸς πάντα ἄνθρωπον, ἔπειτα ἐπὶ τοῖς νομιζομένοις αἰσχροῖς.

αἶνος καὶ παροιμία διαφέρει. ὁ μὲν γὰρ αἶνός ἐστι λόγος κατὰ ἀναπόλησιν μυθικὴν ἀπὸ ἀλόγων ζῴν ἢ φυτῶν πρὸς ἀνθρώπους εἰρημένος, ὥς φησι Λούκιος Τάρραιος ἐν τῷ πρώτῳ Περὶ παροιμιῶν (fr. 1 p. 75 Linnenkugel), οἷον ἀπὸ μὲν ἀλόγων ζῴων ὡς παῤ Ἀρχιλόχῳ (fr. 89 D D. 3) ‘αἶνός τις ἀνθρώπων ὅδε, 7Va. ὡς ἆρ’ ἀλώπηξ {τε} κἀετὸς ξυνωνίην ἔθεντοʼ, καὶ τὰ ἑξῆς. καὶ πάλιν ὅταν λέγῃ (fr. 81, 1—2) ‘ἐρέω τινʼ ὑμῖν αἶνον, ὦ Κηρυκίδη, ἀχνυμένη σκυτάληʼ, εἶτʼ ἐπιφέρει (fr. 81, 3—6) ‘πίθηκος ᾔει θηρίων ἀποκριθείς μοῦνος ἀνʼ ἐσχατιήν. τῷ δʼ ἆῤ ἀλώπηξ κερδαλῆ συνήντετο πυκνὸν ἔχουσα νόονʼ. καὶ Ἡσίοδος (opp. 202sq ) ‘νῆν δʼ αἶνον βασιλεῦσιν ἐρέω νοέουσι καὶ αὐτοῖς· ὧδ’ ἵρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρονʼ. 8Va. ἀπὸ δὲ φυτῶν, ὡς παρὰ Καλλιμάχῳ (fr. 194 6—8 Pf.) ‘ἄκουε δὴ τὸν αἶνον. ἔν κοτε Τμώλῳ δάφνην ἐλαίην εἰκὸς οἱ πάλαι Λυδοί λέγουσι θέαθαιʼ, καὶ τὰ ἑξῆς. καὶ ἔστιν αἶνος ἐξηπλωμένη παροιμία μετὰ διηγήσεος ἀπαρτίζουσα τὸ νοούμενον πρὸς παραμυθίαν τε καὶ ὠφέλειαν ἀνθρώπων· παροιμία δέ, ἣ τὴν ἀπὸ κεφαλαίου ἐπὶ τὸ χεῖρον ἀναφορὰν ἔχει ἐνδέουσαν τοῦ αἴνου, καὶ τὴν ἔξωθεν ἐκδεχομένη μετάβασιν. οἷον ‘μένε βοῦς ποτε βοτάνηνʼ καὶ ‘ἄκισσος μετ’ Ἀνθεστήριαʼ.

αἴθε καὶ ὤφελον διαφέρει. τὸ μὲν γάρ ἐστιν ἀπαρέμψ⌞ατον⌟ προσώπων· τὸ δʼ ὤφελον ἐμφαίνει πρόσωπα, οἷον· ὤφελον ἐγώ, ὤφελες σύ, ὤφελεν ἐκεῖνος. διὸ τὸ αἴθε ἐατὶν ἐπίρρημα, τὸ δʼ ὤφελον ῥῆμα.

αἰκίαι καὶ ὕβρεις διαφέρουσιν. αἰκίαι μὲν γάρ εἰσιν 9Va. αἱ ἄνευ προπηλακισμοῦ πληγαί καθὰ καὶ Δημοσθένης ὁ ῥήτωρ φησίν (or. 21, 7)· ‘ὕβρισμαι μὲν ἐγώ, προπεπηλάκισται δὲ σῶμα τούμόνʼ.

αἰπόλος καὶ ποιμὴν διαφέρει. αἰπόλος μὲν γὰρ ὁ ἐπὶ τῶν αἰγῶν τεταγμένος νομεύς, ποιμὴν δὲ ὁ ἐπὶ τῶν προβάτων

ἀκταὶ καὶ θῖνες διαφέρουσιν. ἀκταὶ μὲν γάρ εἰσιν οἱ πετρώδεις τόποι τῆς θαλάσσης, θῖνες δὲ οἱ ἀμμώδεις.

ἀκόντιον δόρατος διαφέρει. ἀκόντιον μὲν γὰρ τὸ ἀκοντιζόμενον ἔλαττον δόρατος, δόρυ δὲ τὸ μεῖζον ᾧ ἐκ χειρὸς ἐχρῶντο. παρὰ δὲ Ὁμήρῳ καὶ τὸ δόρυ προϊέναι (Υ 438 cf. Ε 656).

ἀκαιρία ἀσχολίας διενήνοχεν. ἀκαιρία μὲν γάρ ἐστιν ἔνδεια καιροῦ ἐπιτηδείου, ἀσχολία δὲ ἡ περί τι ἄλλο ἀναστροφή.

ἀκαρὴς σὺν τῷ σ καὶ ἀκαρῆ ἄνευ τοῦ σ διαφέρει. ἀκαρῆ μὲν γὰρ ἄνευ τοῦ σ σημαίνει τὸ βραχύ, οἷον (FCG IV 600 M. = fr. ad. 580 K.) ‘οὐδʼ ὅσον ἀκαρῆ τῆς τύχης ἐπίσταμαιʼ. ἀκαρὴς δὲ σημαίνει τὸ παρὰ βραχὺ ὄν, (FCG IV 660 M.= fr. ad. 581 K.) ‘κατέπεσον ἀκαρὴς τῷ δέειʼ.

ἀληθὲς καὶ ἄληθες διαφέρει. ἀληθὲς μὲν γὰρ ὀξυτόνως τὸ ἐναντίον τῷ ψεύδει, ἄληθες δὲ προπαροξυτόνως τὸ κατ’ ἐπερώτησιν λεγόμενον.

ἁλοᾶν καὶ ἀλοιᾶν διαφέρει. ἀλοᾶν μὲν γὰρ δασέως τὸ ἐπὶ τῆς ἅλω πατεῖν καὶ τρίβειν τοὺς στάχυας, ἀλοιᾶν δὲ ψιλῶς τὸ τύπτειν. Ἀριστοφάνης (ran. 149) ‘ἡ μητέρʼ ἠλοίησεν ἡ πατρὸς ἀγαθόνʼ, 11Va. ἀφʼ οὗ καὶ μητραλοίαν φαμὲν καὶ πατραλοίαν.

ἀλλσίωσις ἑτεροιώσεως διαφέρει. ἀλλοίωσις μὲν γὰρ οὐ μόνον μεταχαρακτηρισμός, ἀλλὰ καὶ τῆς πρότερον ὑπολήψεως οἴησις ἑτέρα· ἑτεροίωσις δέ, ὅταν ἀφʼ ἑτέρου χρώματος εἰς ἕτερον μεταβάλλῃ.

ἁλίπαστον καὶ ἁλί⌞σ⌟ παρτον διαφέρει. τὸ μὲν γὰρ ἁλὶ πεπασμένον κρέας ἢ ἰγθὺν ἔλεγον ἁλίπαστον, ἁλί⌞σ⌟παρτον δὲ τὴν ἁλὶ ἐσπταρμένην χώραν ὥς τινων φθονερῶν τοῦτο ποιούντων. ὅθεν καὶ ὁ βίος τοὺς ᾐκισμένους καὶ δυσθεραπεύτως ἔχοντας τὰ σώματα ἁλι⌞σ⌟ πάρτους καλεῖ.

ἄλλος καὶ ἕτερος διαφέρει. ἕτερος μὲν γὰρ ἐπὶ δυοῖν, ἄλλος δὲ ἐπὶ πλειόνων.

ἄλλο καὶ ἀλλοῖον διαφέρει. τὸ μὲν γὰρ ἄλλο ἐπὶ προσώπου, τὸ δὲ ἀλλοῖον ἐπὶ φύσεως.

ἁματροχιὰ καὶ ἁρμαροχιὰ διαφέρει. ἁματροχιὰ μὲν | γάρ ἔστιν ἡ ταυτοσυνδρομὴ τῶν ἁρμάτων· 12Va. ‘τῇ δʼ εἶχε Μενέλαος ἁματροχιὰς ἀλεείνωνʼ (Ψ 422). ἁρματροχιὰ δὲ ὁ τύπος καὶ ἡ ἐγχάραξις τοῦ τροχοῦ ἡ ἐπὶ τῆς γῆς· ‘οὐδέ τι πολλή γίνεται ἐπισσώτρων ἁρματροχιὴ κάτωʼ (Ψ 504sq.).

ἀμυγδαλῆ καὶ ἀμυγδάλη διαφέρουσιν. ἀμυγδαλῆ μὲν γὰρ περισπωμένως τὸ δένδρον δηλοῖ ἀμυγδάλη δὲ παροξυτόνως τὸν καρπόν, καθὰ καὶ Εὔπολις (II p. 525 M.= fr. 253 K.) ἐν Ταξιάρχοις φησί· ‘δίδου μασᾶσθαι Ναξίας ἀμυγδάλαςʼ.

ἅμα καὶ ὁμοῦ διαφέρει. ἅμα μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, ὁμοῦ δὲ τοπικόν. Σόλων μὲν γὰρ ἅμα ἐγένετο Ἀναχάρσιδι τῷ Σκύθῃ, εἴπερ κατὰ τὸν αὐτὸν χρόνον ἤκμασαν, ὁμοῦ μέντοι οὐκέτι· οὐ γὰρ ἐν τῷ αὐτῷ τόπῳ ἐγεννήθησαν, ἀλλʼ ὁ μὲν Ἀθήνησιν, ὁ δὲ ἐν Σκυθίᾳ. καὶ Ὅμηρος διαστέλλει (Δ 450sq. Θ 64 sq.) ‘ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν ὀλλύντων καὶ ὀλλυμένωνʼ, κατὰ τὸν αὐτὸν χρόνον. καὶ (Γ 1) ‘αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμʼ ἡγεμόνεσσιν ἕκαστοιʼ, (Ψ 362) ‘οἱ δʼ ἅμα πάντες ἐφʼ ἵπποιιν μάστιγας ἀσισον. ἐπιτροπικῶς δὲ τὸ (ο 365) ‘τῇ ὁμοῦ ἐτρεφόμηνʼ, καὶ πάλιν (μ 67) ‘ἄλλοθ’ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶνʼ, ἀντὶ τοῦ ἐν αὐτῷ τῷ τόπῳ. καὶ (Λ 120 sq.) ‘τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων ἐν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δʼ ἔσχον ὠκέας ἵππουςʼ. ἔσθʼ ὅτε δʼ ὁ ποιητὴς τὸ ὁμοῦ καὶ ἐπὶ χρονικοῦ τάσσει ἐπιρρήματος, ὥς φησιν Ἀσκληπιάδης· ‘εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμιὸς Ἀχαιούςʼ (Α 61), εἰ μὴ ἄρα τις εἴποι καὶ νῦν τὸ ὁμοῦ ἐν τῷ αὐτῷ τόπῳ, οἷον ‘ἐν Τροίᾳ ὅ τε λοιμὸς καὶ ὁ πόλεμος δαμάζει τοὺς Ἀχαμιούς.’

ἀμφότεροι καὶ ἑκάτεροι διαφέρουσιν. ἀμφότεροι μὲν γὰρ ἐροῦμεν, ὅταν ἐν τῷ αὐτῷ κατὰ τὸ αὐτὸ πράττωσιν ‘ἀμ |φότεροι τὴν δοκὸν μίαν οὖσαν φέροντεςʼ. ἑκάτεροι δέ, 15 Va. ἐπειδὰν χωρὶς ἑκάτερος τὸ ἑαυτοῦ πράττῃ, οἷον ‘ἑκάτερος αὐτῶν δοκὸν φέρωνʼ, ἤτοι ὅταν ἑκάτερος αὐτῶν μίαν φέρῃ κατ’ ἰδίαν.

ἀμύνεσθαι καὶ ἀμύνειν διαφέρει. ἀμύνεσθαι μὲν γάρ ἐστι τὸ κολάζειν τοὺς προαδικήσαντας, ἀμύνειν δὲ τὸ βοηθεῖν.

ἁμαρτάνει ὁ πλημ〈μ〉ελῶν, διαμαρτάνει δὲ ὁ ἀποτυγχάνων.

ἄμιητος καὶ ἀμητὸς διαφέρει. ἄμητος μὲν γὰρ προπαροξυτόνως σημαίνει αὐτὰ τὰ θερίσματα, τοῦτʼ ἔστι τὸν καρπόν ὀξυτόνως δὲ ὁ καιρὸς τοῦ θερισμοῦ, ὥσπερ καὶ ὁ τρυγητὸς τοῦ τρυγᾶν.

ἄμαθος καὶ ψάμαθος διαφέρει. ἄμαθος μὲν γὰρ ἡ ἐν πεδίῳ κόνις, ψάμαθος δὲ ἡ παραθαλασσία ἄμμος.

ἀνακεῖσθαι καὶ κατακεῖσθαι διαφέρει. ἀνάκειται μὲν γὰρ ὁ ἀνδριὰς καὶ ἡ εἰκὼν τῷδε κατὰ τιμήν, κατάκειται δὲ ὁ εὐωχούμενος.

ἀνδραγάθημα καὶ ἀνδρία διαφέρει. ἀνδραγάθημα μὲν γάρ ἐστιν, εἰ καὶ τὴν ψυχικὴν ἀρετὴν ἔχει μαρτυροῦσαν ἀνδρία δὲ δύναμις ἐπαινουμένη.

ἀνοχὴ καὶ ἐπικηρυκεία διαφέρει. ἀνοχὴ μὲν γάρ ἐστιν ἡ ἐν πολέμῳ διά τινα χρείαν ἀναβολὴ ⌞τῆς μάχης⌟ κατὰ συνθήκην κοινὴ⌞ν⌟ τοῦ ⌞μὴ⌟ ἐπιέναι ἀλλήλοις· ἐπικηρυκεία δέ, ὅταν οἱ ἕτεροι πέμπωσι τοὺς αἰτησομένους ἀνοχὰς ἢ σπονδὰς ἢ εἰρήνην.

ἀνάμνησις καὶ ὑπόμνησις διαφέρει. ἀνάμνησις μὲν γάρ ἐστιν ὅταν τις ἔλθῃ εἰς μνήμην τῶν παρελθόντων, ὑπόμνησις δὲ ὅταν ὑφʼ ἑτέρου εἰς τοῦτο προαχθῇ.

ἀντίρρησις καὶ ἀνασκευὴ διαφέρει. ἀντίρρησις μὲν γὰρ λέγεται ἡ μετὰ προσώπου καὶ εἰς λεπτὰ τομή, ἀνασκευὴ δὲ ὡς ἀπροσώπως ἐκφερομένη καὶ ὅλου ἀνατροπή.

ἀναβάλλεσθαι καὶ ὑπερτίθεσθαι διαφέρει. ἀναβάλλεσθαι μὲν γάρ ἐστι τὸ προΐεσθαι καὶ παριέναι τὸν ἐπιτήδειον καιρὸν τῶν πράξεων, ὑπερτίθεσθαι δὲ τὸ ἐπιμένειν τὸν ἴδιον καιρὸν τῶν πράξεων.

ἀνακωχὴ καὶ ἀνοκωχὴ διαφέρει. ἀνακωχὴ μὲν γάρ ἐστιν ἡ ἐπὶ τῶν νεῶν ἀναχώρησις, ἡ δὲ διὰ τοῦ ο ἀνοκωχὴ ἀνοχὴ μακρὰ πολέμου διοκωχὴ δὲ καὶ ἀκωχὴ διάλειψίς τις καὶ ἄνεσις.

ἀνάλγητος καὶ ἀναλγὴς διαφέρει. ἀνάλγητος μὲν γάρ | ἐστιν ὁ ἀνεπίστρεπτος τοῦ καθήκοντος, ἀναλγὴς δὲ ὁ 17Va. μὴ ἀλγῶν.

ἄντικρυς καὶ ἀντικρὺ διαφέρει. ἀντικρὺ μὲν γὰρ τὸ ἐπʼ εὐθείας καὶ ἐξ ἐναντίας, χωρίς τοῦ σ ὡς τὸ καταντικρύ· ἄντικρυς δὲ τὸ διαρρήδην καὶ φανερῶς, καὶ τὸ ἐπʼ εὐθείας οπικόν.

ἀναβάτης καὶ ἐπιβάτης διαφέρει. ἀναβάτης μὲν γὰρ ἐπὶ ἵππου, ἐπιβάτης δὲ ἐπὶ νηός.

ἀναστῆναι καὶ ἐγερθῆναι διαφέρει. ἀναστῆναι μὲν ἐπὶ ἔργον, ἐγερθῆναι δὲ ἐξ ὕπνου.

ἀναγόμενοι καὶ ⌞ἀναχθέντες⌟ διαφέρει. ἀνήγοντο μὲν γὰρ οἱ πλέοντες, ἀναγόμεναί τε αἱ νῆες, οὐκ ἀναχθεῖσαι ἀνήχθησαν δ τινες εἰς τὸ στρατηγεῖον.

ἀνεψιοὶ καὶ ἐξανεψιοὶ διαφέρουσιν. ἀνεψιοὶ μὲν γάρ εἰσιν οἱ τῶν ἀδελφῶν παῖδες, ἐξανεψιοὶ δὲ οἱ τῶν ἀνεψιῶν παῖδες.

ἀναγκάζειν καὶ βιάζεσθαι διαφέρει. ἀναγκάζειν μὲν 18Va. γάρ | ἐστιν ἐπὶ ἐμψύχου· βιάζεσθαι δὲ καὶ ἐπὶ ἀφύχου, οἷον ‘βιάζεσθαι τὴν ναῦνʼ.

ἄναρχον καὶ ἀναίτιον διαφέρει, ὅτι τὸ μὲν ἀναίτιον πρὸς ἕτερον λέγεται, τὸ δʼ ἄναρχον πρὸς ἑαυτό.

ἄντρον μὲν τὸ αὐτοφυὲς κοίλωμα, σπήλαιον δὲ τὸ χειροποίητον.

ἄνοια καὶ ἀφροσύνη διαφέρει. ἀνόητος μὲν γάρ ἐστιν ὁ μηδὲν νοῶν ἄφρων δὲ ὁ νοῶν μέν, οὐ φρονίμως δὲ διοικῶν.

ἄξονες καὶ κύρβεις διαφέρουσιν. οἱ μὲν γὰρ ἄξονες ἦσαν τετράγωνοι, οἱ δὲ κύρβεις τρίγωνοι. καὶ οἱ μὲν ἄξονες εἶχον τοὺς ἰδιωτικοὺς νόμους ἐγγεγραμμένους, οἱ δὲ κύρβεις τὰς δημοσίας ἱεροποιΐας καὶ εἴ τι ἕτερον τοιοῦτον.

ἀξιόχρεως μέν ἐστιν ὁ ἐπιλῦσαί τι ἱκανός, ἀξιόπιστος δὲ ὁ πιστεύεσθαι ἄξιος.

ἀξίωμα μέν ἐστι τὸ καθʼ ὑπερβολὴν διαπρέπον, ἀξία δὲ ἡ ἐκ δοκιμασίας εὐαρέστησις.

ἀποστάσιος ἀπροστασίου διαφέρει. ἀποστασίου 19Va. μὲν δίκην ἔλεγον, ὁπότε ἀπελεύθερος κρίνοιτο ὡς ἀποστὰς τοῦ δεσπότου ἀπροστασίου δέ, ὁπότε μέτοικος ἐγκαλοῖτο ὡς μὴ ἔχων προστάτην.

ἀποκήρυκτος καὶ ἐκποίητος διαφέρει. ἀποκήρυκτος μὲν γάρ ἐστιν ὁ ἐπὶ ἀδικήματι ὑπὸ τοῦ πατρὸς ἐκβληθεὶς τῆς οἰκίας ἐκποίητος δὲ ὁ δοθεὶς ὑπὸ τοῦ πατρὸς εἰς υἱοθεσίαν ἄλλῳ, ὃ λέγουσιν ‘εἰσποιητὸς γέγονενʼ.

ἀπολογεῖσθαι καὶ ἀπολογίζεσθαι διαφέρει. ἀπολογεῖσθαι μὲν γάρ ἐστι τὸ ἐπὶ τῷ λόγῳ τὴν κατηγορίαν ἀνασκευάζειν, ἀπολογίζεσθαι δὲ τὸ ἀποδοῦναι τὸν λόγον τῶν δαπανημάτων. καὶ γὰρ τὸ ἁπλοῦν λογίζεσθαι καὶ λογισταὶ οἱ ἀριθμηταί.

ἀποδρᾶναι καὶ ἀποφεύγειν διαφέρει. ἀποδρᾶναι μὲν γάρ ἐστι τὸ ἀναχωρήσαντά τινα ἄδηλον εἶναι ὅπου ἐστίν ἀποφεύγειν δὲ τὸ δῆλον μὲν εἶναι ὅπου ἐστί, μὴ δύνασθαι δὲ 20Va. ἐπιληφθῆναι. λέγει δὲ Ξενοφῶν τὴν δια |φορὰν ἐν τῇ Ἀναβάσει (1, 4, 8) ‘οὔτε ἀποδεδράκασιν — οἶδα γὰρ ὅπου οἴχονται — οὔτε ἀποπεφεύγασινʼ.

ἀπὸ καὶ παρὰ διαφέρει. ἡ μὲν γὰρ ἀπό τίθεται ἐπὶ τῶν ἀψύχων, οἷον ‘ἀπ’ Ἀθηνῶν’ ἡ δὲ παρά ἐπὶ τῶν ἐμψύχων, οἷον ‘παρὰ Σωκράτουςʼ. οἱ δὲ ἐναλλάσσοντες ἁμαρτάνουσιν ἢ ἀλλαγῇ προθέσεως χρῶνται, ὡς καὶ Ὅμηρος (Ξ 28) ‘παρὰ νηῶν ἀνιόντεʼ ἀντὶ τοῦ ἀπὸ τῶν νηῶν. ὡς καὶ ἀλλαχοῦ (sc. Ε 700) φησι κυρίως· ‘οὔτέ ποτε προτρέποντο μελ†ε†νάων ἀπὸ νηῶνʼ.

ἀπελεύθερος καὶ ἐξελεύθερος διαφέρει. ἀπελεύ |θερος μὲν γάρ ἐστιν ὁ ἐκ δούλου ἠλευθερωμένος ἐξελεύθερος δὲ ὁ γενόμενος διὰ χρέα προσ†ήλυ†τος ἢ κατὰ ἄλλην τινὰ αἰτίαν δουλεύσας, εἶτα ἐλευθερωθείς. ἤδη μέντοι καὶ ἀδιαφόρως χρῶνται τοῖς ὀνόμασιν.

ἀποφορὰ καὶ εἰσφορὰ διαφέρει. ἀποφορὰ μὲν γάρ ἐστι τὰ ὑπὸ τῶν δούλων τοῖς δεσπόταις παρεχόμενα χρήματα, ἣν καὶ ἀναφορὰν καλοῦσιν εἰσφορὰ δὲ τὰ ὑπὸ τῶν πολιτῶν.

ἀποκριθῆναι καὶ ἀποκρίνασθαι διαφέρει. ἀποκριθῆναι μὲν γάρ ἐστι τὸ ἀποχωρισθῆναι, ἀποκρίνασθαι δὲ τὸ ἐρωτηθέντα λόγον δοῦναι.

ἀπονίψασθαι καὶ κατὰ χειρὸς ὕδωρ αἰτῆσαι διαφέρει. ἀπονέψασθαι μὲν γάρ ἐστι μετὰ τὸ φαγεῖν, κατὰ χειρὸς δὲ ὕδωρ αἰτῆσοι πρὸ τοῦ φαγεῖν καὶ μετὰ τὸ φαγεῖν.

ἀπὸφορὰ καὶ ἀναφορὰ διαφέρει. ἀποφορὰ μὲν γάρ 22Va. ἐστιν ὁ νῦν καλούμενος φόρος, ἀναφορὰ δὲ ὁ ἀπὸ τῶν εὐωδῶν ἢ δυσωδῶν ἀναφερόμενος ἀτμός.

ἀπέθανε καὶ τέθνηκε διαφέρει. ἀπέθανε μὲν νῦν, τέθνηκε δὲ πάλαι. ὡς ‘περιεπάτησε μὲν ὁ δεῖνα τήμερον, περιπτεπάτηκε δὲ πάλαι’.

ἀπόδοσις μέν ἀψύχου λέγεται, ἀποκατάστασις δὲ ἐμψύχου καὶ ἀγομένου.

ἄρχειν καὶ κρατεῖν διαφέρει. ἄρχειν μὲν γάρ ἐστι τό τινων ἐπʼ ὠφελείᾳ προΐστασθαι, κρατεῖν δὲ τὸ βίᾳ τινὰς ἄγειν ὑπακουομένους ἐπὶ δουλείᾳ. καθὸ καὶ τῶν θηρίων κρατεῖν, ἀλλʼ οὐκ ἄρχειν λέγεται.

ἁρπαγὴ καὶ ἁρπάγη διαφέρει παρὰ τοῖς παλαιοῖς Ἀττικοῖς, ὥς φησι Τρύφων ἐν τῷ τρίτῳ Περὶ Ἀττικῆς προσῳδίας (fr. 12 Vels.). ἐὰν μὲν γὰρ ὀξυτόνως προενεγκώμεθα καθάπερ ἐν τῇ συνηθείᾳ, τὴν αἰφνίδιον καὶ μετὰ βίας ἀφαίρεσιν δηλώσει ἐὰν δὲ βαρυτόνως ἁρπάγην ὡς Ἀνάφην, ἐν ᾗ ἐκ τῶν φρεάτων τοὺς κάδους ἐξαίρουσιν. καὶ παρὰ Μενάνδρῳ (fr. 657 Koerte2) ἀναγινώσκομεν· 23Va. ‘ποτήριον, τράπεζαν, ἁρπάγην, †δεύτερον† κάδονʼ. καὶ ἐν Ἡνιόχῳ (fr. 180 Koerte2) ‘τὸν πταῖδα δʼ οὐ δίδομεν, ἀλλ’ ἁρπάγην αὐτῷ κατασκευάζομενʼ.

ἆρα καὶ ἄρα διαφέρει. ὁ μὲν γὰρ κατὰ περισπασμὸν λεγόμενος σύνδεσμος ἀπορηματικός ἐστιν, ὅτε ἀποροῦντες λέγομεν ‘ἆρα τέλος ἕξει τὸ πρᾶγμα;’. ὁ δὲ κατὰ συστολὴν συλλογιστικός ‘εἰ ἡμέρα ἐστί, φῶς ἐστιν ἀλλὰ μὴν ἡμέρα ἐστίν. φῶς ἄρα ἐστίνʼ. ‘εἰ τοῦτο συμφέρει ποιεῖν, ποιητέον ἡμῖν ἄρα ἐατίνʼ.

ἄρτι καὶ ἀρτίως διαφέρει. ἄρτι μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, τὸ δʼ ἀρτίως ἐπὶ τοῦ ἀπηρτισμένου ἔργου τελείως. ὥστε ἁμαρτάνει Σαπφὼ λέγουσα (fr. 123 L. -P. cf. fr. 103, 13) ‘ἀρτίως μὲν ἁ χρυσοπέδιλος αὖ· ὡς’ ἀντὶ χρονικοῦ ἐπιρρήματος. παρὰ δέ τοῖς Ἀττικοῖς ἀρτίως | σημαίνει αὐτῆς τῆς ὥρας. τὸ δʼ ἄρτι παρατατικῶς καὶ ἐπὶ 24 Va. τοῦ παρωχηκότος.

ἀράχνη καὶ ἀράχνιον διαφέρει. ἀράχνη μὲν γὰρ θηλυκῶς τὸ ὕφασμα — καὶ οὐδετέρως, τὸ ἀράχνιον --, ἀρσενικῶς δὲ ὁ ἀράχνης τὸ ζῷον.

ἄρνες καὶ ἀρνειοὶ διαφέρουσιν. ἄρνες μὲν γὰρ λέγονται οἱ νεογνοί· ‘ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραονʼ (Π 352), ἀρνειοὶ δὲ οἱ προήκοντες τῇ ἡλικία· ‘ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ ὅς τ’ οΐων μέγα πῶϋ ʼ (Γ 197 sq.).

ἄρρωστος καὶ ἀρρωστῶν διαφέρει. ἄρρωστος μὲν γὰρ ὁ νοσῶν· ἀρρωστῶν δέ ἐστιν ὁ ἀδυνατῶν ἐπιτελεῖν τὰ κατὰ τὰς ὀρέξεις, ὡς Ἀριστοφάνης φησίν (p. 232sq.Nauck).

ἀρρωστεῖν τοῦ νοσεῖν διαφέρει. ἀρρωστεῖ μὲν γὰρ ὁ καχεκτῶν τῷ σώματι, νοσεῖ δὲ ὁ κλινήρης.

ἀρρωδεῖν καὶ ὀρρωδεῖν διαφέρει. τὸ μὲν γὰρ διὰ τοῦ o σημαίνει τὸ εὐλαβεῖσθαι οὕτως γὰρ ἐξηγοῦνται τὴν λέξιν· ὄρρος δὲ λέγεται ὁ περὶ τοὺς γλουτοὺς τόπος ὅν τινες ταῦρον λέγουσιν· ὅθεν καὶ τῶν ὀρνέων ὁ τόπος οὗτος ὀρροπύγ??ι??ον καλεῖται, οὐχ, ὥς τινες ἀγνοοῦντες, ὀρθοπύγιον. ἐτύμως δʼ εἴρηται, ὅρος ὢν τῆς πυγῆς καὶ οἱονεὶ ὁροπύγιον. οἱ δʼ εὐλαβούμενοι περί τινος ἀνασπᾶν εἰώθασι τὸ αἰδοῖον, πολλάκις δὲ καὶ τὰ ἄλογα τῶν ζώων ὑποστέλλειν εἰώθασι τὴν οὐρὰν ὅταν εὐλαβῆται. εὐλόγως οὖν ἐκ τοῦ παρακολουθοῦντος τὸ ὀρρωδεῖν εἴρηται ἐπὶ τοῦ εὐλαβεῖσθαι. καὶ Εὐριπίδης τὸν Περσέα λέγοντα εἰσάγει (Andromed. fr. 130 Nauck 2) ‘τὰς γὰρ συμφορὰς τῶν κακῶς πεπραχότων οὐπώποθʼ ὕβρισ’, αὐτὸς ὀρρωὅῶν παθεῖνʼ. καὶ τὸ μὲν ὀρρωδεῖν τοιοῦτον. τὸ δ’ ἀρρωδεῖν οἷον κατὰ στέρησιν, τοῦτ’ ἔστι μὴ εὐλαβεῖσθαι ἀλλὰ καταφρονεῖν καὶ τεθαρρηκέναι.

ἀσφόδελος καὶ ἀσφοδελὸς διαφέρει. προπαροξυτόνως 26 Va. μὲν γὰρ τὸ φυτόν· ὀξυτόνως δʼ ὁ τόπος ‘κατ’ ἀσφοδελὸν λειμῶναʼ (λ 539. 573 ω 13).

ἀστεῖος καὶ ἀστικὸς διαφέρει. ἀστεῖος μὲν γὰρ ὁ πιθανός καὶ χαρίεις ἢ καθόλου ἐπιδέξιος ἐν πολιτικῇ ὁμιλίᾳ· ἀστικὸς δὲ ὁ ἐν ἄστει διατρίβων.

ἄστρον καὶ ἀστὴρ διαφέρει. ἄστρον μὲν γάρ ἐστι τὸ ἐκ πολλῶν ἀστέρων μεμορφωμένον ζῴδιον, οἷον ὁ Ὠρίων, ἡ Ἄρκτος. ἀστὴρ δὲ ὁ εἷς.

ἀτέχνως καὶ ἀτεχνῶς διαφέρει. τὸ μὲν γὰρ παροξύτονον σημαίνει τὸ χωρὶς τέχνης καὶ ἀμαθῶς· τὸ δὲ περισπώμένον τίθεται ἀντὶ τοῦ ἁπλῶς καὶ ἀδόλως καὶ καθάπαξ καὶ καθόλου, ἄντικρυς.

ἀτιμοῦται καὶ ἀτιμάζεται διαφέρει. ἀτιμοῦται μὲν γάρ τις ὑπὸ τῶν νόμων ὁλοσχερεῖ ἀτιμίᾳ, ἀτιμιάζεται δὲ ὁ ὑβριζόμενος ἔν τινι πράγματι.

ἄττα ψιλούμενον καὶ δασυνόμενον διαφέρει. ψιλούμενον 27 Va. | μὲν γὰρ σημαίνει τὸ ‘τινάʼ, δασυνόμενον δὲ τὸ ‘ἅτιναʼ.

ἀτελές καὶ ἀτέλεστον διαφέρει. ἀτελὲς μὲν γάρ ἐστι τὸ μήπω τετελεσμένον, ἀτέλεστον δὲ τὸ ἀδύνατον τελεσθῆναι. οἱ οὖν ἐναλλάσσοντες ταῦτα ἀκυρολογοῦσιν.

αὐχὴν καὶ δέρη διαφέρει. αὐχὴν μὲν γὰρ λέγεται τὸ ὄπιαθεν τοῦ τραχήλου, δέρη δὲ τὸ ἔμπροσθεν καθʼὅ ἐστιν ἡ φάρυγξ.

αὖθις καὶ αὖθι χωρὶς τοῦ σ διαφέρει. τὸ μὲν αὖθις ἐστὶ τὸ πάλιν ἢ μετὰ ταῦτα, τὸ δʼ αὖθι τὸ αὐτόθι. κακῶς οὖν Καλλίμαχός φησι (fr. 1, 35 Pf.) ‘αὖθι τὸ δʼ ἐκδύοιμι ⌞, το μοι βάρος⌟’ ἀντὶ τοῦ μετὰ ταῦτα.

αὖτις διὰ μὲν τοῦ τ σημαίνει τὸ πάλιν, διὰ δὲ τοῦ θ τὸ ὕστερον.

ἄχρι χωρὶς τοῦ σ χρονικὸν ἐπίρρημα, ἄχρις δὲ μετὰ τοῦ σ ἀντὶ τοῦ ἀκριβῶς. Ὅμηρος (Δ 522)· ‘ἄχρις ἀπηλοίησεν’, οἷον ‘ἀκριβῶς ἀπέκοψεν’.

Β

βασιλεύς, κοίρανος καὶ ἡγεμὼν διαφέρει. βασιλεύς 28 Va. μὲν γάρ ἐστιν ὁ πατρόθεν ἢ ἀπὸ γένους τὴν ἀρχὴν παραλαβών, κοίρανος δὲ ὁ πρὸς καιρὸν τὸ τοῦ βασιλέως ἔργον ἐπιτελῶν,. οἷος ἦν πρὸ τῆς μήνιδος ὁ Ἀχιλλεύς. ‘ὣς ὅ γε κοιρανέων δίεπε στρατόν’ (Β 207). ἡγεμὼν δέ ἐστιν ὁ τάξεως στρατιωτικῆς ἡγούμενος, ὡς ὁ ποιητής (Γ 1) φησιν ‘αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι’.

βάρβαρον καὶ βαρβαρικὸν διαφέρει. βάρβαρον μὲν γάρ ἐστιν ὄνομα τὸ οὐχ Ἑλληνικόν, βαρβαρικὸν δὲ τὸ τῶν. βαρβάρων.

βάραθρος καὶ βάραθρον διαφέρει. βάραθρος μὲν γὰρ ὁ βαράθρου ἄξιος ἄνθρωπος, βάραθρον δὲ ὄρυγμά τι Ἀθήνησιν εἰς ὃ τοὺς κακούργους ἐνέβαλλον, ὥσπερ οἱ Λακεδαιμόνιοι τοὺς καταδικαζομένους ἔβαλλον εἰς τὸν κέατον.

βααιλεῖα καὶ βασίλεια διαφέρει. προπερισπωμένω μέν γὰρ ἡ βασιλέως ἀρχή, προπαροξυτόνως δὲ ἡ βασιλέως γυνή.

βάρις μέν ἐστιν Αἰγύπτιον πλοῖον, λέγεται δὲ καὶ ἡ μεγάλη οἰκία, ὡς ὑπὸ Φιλίππου.

βάσανος ἥ τε δοκιμασία καὶ ἡ διὰ τῶν πληγῶν.

βασκαίνειν οὐ μόνον τὸ φθονεῖν ἀλλὰ καὶ τὸ συκοφαντεῖν, ὡς Δημοσθένης ἐν τῷ Περὶ στεφάνου (189) ‘ἄν τι δύσκολον συμβῇ, τοῦτο βασκαίνουσιν’.

βεβλῆαθαι καὶ οὐτᾶσθαι διαφέρει. βεβλῆσθαι μὲν γάρ ἐστι τὸ ἐκ βολῆς τετρῶσθαι καὶ ἐκ τῶν ἐναντίων, οὐτᾶσθαι δὲ τὸ ἐκ χειρὸς τετρῶσθαι· βεβολῶαθαι δὲ τὸ τὴν βο⌞υ⌟λὴν πεπηρῶσθαι ⌞καὶ οἷον πεπλῆχθαι ὑπὸ δυσθυμίας⌟.

βιοῦν καὶ ζῆν διαφέρει. βιοῦν μὲν γὰρ ἐπὶ ἀνθρώπων 30 Va. μόνον λέγεται, ζῆν δὲ ἐπὶ ἀνθρώπων καὶ ἀλόγων ζῴων, ἤδη δέ ποτε καὶ ἐπὶ φυτῶν. ζωὴ μὲν γὰρ λέγεται εἶναι χρῆσις ψυχῆς, βίος δὲ ὀλίγη ζωή.

βίος ζωῆς διαφέρει. βίος μὲν ἐπὶ τῶν λογικῶν τάσσεται ζῴων, τουτέστιν ἀνθρώπων μόνων, ζωὴ δὲ καὶ ἐπὶ ἀνθρώπων καὶ ἐπὶ τῶν ἀλόγων ζῴων. ἐντεῦθεν Ἀριστοτέλης (fr. om. Rose) τὸν βίον ὡρίσατο οὕτως· ‘βίος ἐστὶ λογικὴ ζωή’. ὁ οὖν ἐπὶ τῶν θηρίων βίον τάσσων ἀκυρολογεῖ.

βιῶναι μέν ἐστι τὸ ζῆν, βιοτεύειν δὲ τὸ πορίζειν τὰ πρὸς τὸν βίον. {βιοῦν μὲν φήσομεν ἀνθρώπους, ζῆν δὲ καὶ τὸ ἄλογον ζῷον}

βλέπειν καὶ θεᾶσθαι διαφέρει. βλέπειν μὲν γὰρ κυρίως τὸ ὁρᾶν τι ὁπωσοῦν, θεᾶσθαι δὲ τὸ ὁρᾶν τι τῶν τεχνικῶς γινομένων οἷον πάλην, παγκράτιον, γραφήν.

βλέφαρα καὶ βλεφαρίδες διαφέρει. βλέφαρα μὲν γάρ ἐστιν αὐτὰ τὰ ἐπικλειόμενα δέρματα, βλεφαρίδες δὲ αἱ τρίχες αἱ ἐπὶ τῶν βλεφάρων.

βοὸς καὶ βόειος διαφέρει. βοὸς μὲν γὰρ πούς ἐστιν ἐπὶ ζῶντος, βόειος δὲ ὁ τοῦ νεκροῦ.

βούλει καὶ βούλῃ διαφέρει. τὸ βούλει μὲν γὰρ ὁριστικόν ἐστιν οἷον ‘βούλει σχολάσαι μ⌞ο⌟ ι ι’, τὸ βούλῃ δὲ διστακτικῶς οἷον ‘⌞ἐὰν⌟ βούλῃ, πορευσόμεθα’.

βοηθεῖ μὲν ὁ συνών, ἐπικουρεῖ δὲ ὁ ἔξωθεν εἰς βοήθειαν ἥκων, συμμαχεῖ δὲ ὁ αὐτόθεν, ὑπερμαχεῖ δὲ ὁ ἀδυνάτῳ χρησιμιεύων, ἀμύνει δὲ ὁ τιμωρούμενος ὑπὲρ τοῦ ἀπολωλότος.

βουκολεῖν καὶ ἐξαπατᾶν διαφέρει. βουκολεῖν μέν ἐστι τὸ ἐπὶ πλεῖστον καὶ ἀεὶ παραλογίζεσθαι, ἐξαπατᾶν δὲ περὶ ἑνὸς πράγματος συναρπάζειν.

βουλεύσασθαι καὶ βουλεῦσαι διαφέρει. βουλεύσασθαι μὲν γάρ ἐστι ταὐτὸν τῷ σκέψασθαι, βουλεῦσαι δὲ τὸ ἐνθυμηθῆναί τι καὶ συντάξαι κακόν. οἷον βουλεῦσαι φόνον ἱεροσυλίαν.

βούλεσθαι μὲν ἐπὶ μόνου λεκτέον τοῦ λογικοῦ, τὸ δʼ ἐθέλειν καὶ ἐπὶ ἀλόγου ζῴου.

βρύει καὶ βλύει διαφέρει. βρύει μὲν γὰρ ἐπὶ τοῦ ἀνθεῖ, 32 Va. βλύει δὲ ἐπὶ τοῦ ἀναβάλλει.

βρύκειν καὶ βρύχειν διαφέρει. βρύκειν μὲν γὰρ διὰ τοῦ τὸ πρίειν τοῖς ὀδοῦσι, βρύχειν δὲ διὰ τοῦ χ ἐπὶ τοῦ λέοντος τὸ βρύχεσθαι.

βωμὸς καὶ ἑστία καὶ ἐσχάρα καὶ μέγαρον διαφέρει, καθὰ καὶ Ἀμμώνιος ὁ Λαμπριεὺς (EGHist 361 F 1a) ἐν πρώτῳ Περὶ θυσιῶν· ‘βωμοὶ μὲν γὰρ οἱ τὰς προσβάσεις ἔχοντες, ἐσχάρα δʼ ἡ πρὸς βιωτικὴν γινομένη ⌞χρῆσιν⌟ ἐπὶ τῆς ⌞γῆςμ⌟· τὰ δὲ πολυ ⌞τελῆ⌟ ἑστία⌞ι⌟· τὸ δὲ μέγαρον περιοικοδομημένη ἑστία, ἔνθα τὰ μυστικὰ τῆς Δήμητρος’. παρὰ 33 Va. δʼ Ὁμήρῳ ἡ ἐσχάρα ἡ | αὐτὴ καὶ ἑστία καλεῖται, ὁ δὲ βωμὸς καὶ τὴν βάσιν σημαίνει (η 100) ‘χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν’, ἀντὶ τοῦ ἐπὶ βάσεων· καὶ ἡ ἑστία σημαίνει καὶ τὸν οἶκον (ξ 159 ρ 156 τ 304 υ 231) ‘ἑατίη δʼ Ὀδυσσῆος ἀμύμονος’, καὶ ἀνέστιος ὁ ἄοικος. παῤ Ἡσιόδῳ (theog. 454) καὶ ἡ σωματοειδὴς θεὸς Ἑστία ἐστίν, ἣν καὶ ‘Δήμητρα{ν} καὶ Ἥρην χρυσοπέδιλον’. 34 Va. ἰδίως δὲ Νεάνθης ὁ Κυζικηνὸς (FGHist. 84 F 7) ἐν τρίτῳ τῶν Κατὰ πόλιν βωμούς θεῶν φησιν, ἐσχάρας δʼ ἡρώων. παρὰ δʼ Εὐριπίδῃ (fr. 628 N.²) ἐσχάρα ἀντὶ τοῦ βωμοῦ κεῖται ἐν Πλεισθένει ‘μηλοσφάγετον δαιμόνων ἐπʼ ἐσχάραις’. καὶ Σοφοκλῆς (fr. 662 N.²) ἐν Χρύσῃ.

Γ

γαμήλιος καὶ ἐπιθαλάμιον διαφέρει. ἐπιθαλάμιον μὲν γάρ ἐστι τὸ ἐπὶ τῷ θαλάμῳ τῆς γαμουμένης γραφὲν ποίημα· ὁ δὲ γαμήλιος οὐ περιώρισται χρόνῳ, τάττοιτο δʼ ἂν καὶ κατὰ τῆς δωρεᾶς τῆς ἐν γάμῳ διδομένης.

γεγενῆσθαι ἐροῦμεν τὸ ὡσανεὶ γεγενημένον, γεγονέναι δὲ τὸ ἄψυχον πρᾶγμα.

γενέθλια καὶ γενέσια διαφέρει. ὅτι μὲν γὰρ γενέθλια τάσσεται | ἐπὶ τῶν ζώντων καὶ ἐν ᾗ ἕκαστος ἡμέρα ἐγεννήθη, 35 Va. αὕτη καλεῖται γενέθλιος ἡμέρα. γενέσια δὲ ἐπὶ τῶν τεθνηκότων· ἐν ᾗ ἕκαστος ἡμέρα τετελεύτηκε, ταύτῃ ἐπιτελεῖται αὐτοῦ τὰ γενέσια. ὁ οὖν λέγων ἐπὶ τῶν ζώντων γενέσια ἀκυρολογεῖ.

γέρων καὶ πρεσβύτης καὶ προβεβηκὼς διαφέρει, Ἀλεξίων (fr. 1 Berndt) δηλοῖ ἐν τῇ ἐπιτομῇ τῶν Διδύμου (p. 378 Schmidt) Συμμίκτων λέγων οὕτως· ‘ἐκ τῶν ἀρίστωνος Περὶ ἀνθρώπου γενέσεως καὶ αὐξήσεως ἄχρι γήρως. βρέφος μὲν γάρ ἐστι τὸ γεννηθὲν εὐθέως, παιδίον δὲ τὸ τρεφόμενον ὑπὸ τῆς τιθηνοῦ, παιδάριον δὲ τὸ ἤδη περιπατοῦν καὶ τῆς λέξεως ἀντεχόμενον, παιδίσκος δὲ ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ, παῖς δʼ ὁ διὰ τῶν ἐγκυκλίων μαθημάτων δυνάμενος ἰέναι. τὴν δʼ ἐχομένην ταύτης ἡλικίαν οἱ μὲν πάλλ⌞η⌟κα, οἱ δὲ βούπαιδα, οἱ δʼ ἀντίπαιδα, οἱ δὲ μελλ{ο}έφηβον καλοῦσιν. ὁ δὲ μετὰ ταῦτα ἔφηβος· ἐν δὲ Κυρήνῃ τοὺς ἐφήβους τριακατ{α}ίους καλοῦσιν, ἐν δὲ Κρήτῃ ἀποδρόμους 36 Va. | διὰ τὸ μηδέπω τῶν κοινῶν δρόμων μετέχειν. ὁ δὲ μετὰ ταῦτα μειράκιον, εἶτα μεῖραξ, εἶτα νεανίσκος, εἶτα νεανίας, εἶτα ἀνὴρ μέσος, εἶτα προβεβηκώς -ὃν καὶ ὠμογέροντα καλοῦσιν —, εἶτα γέρων, εἶτα πρεσβύτης, εἶτα ἐσχατό⌞γ⌟ηρως.

γελοῖον καὶ εὐτράπελον διαφέρει. γελοῖον μὲν γάρ ἐστι τὸ ἐπὶ διαχύσει τῶν ἀκροατῶν χωρίς τινος ὕβρεως, εὐτράπελον δὲ τὸ μετὰ σεμνότητος χαριέντως λεγόμενον· εἴρηται δὲ παρὰ τὸ εὖ τρέπεσθαι τὸν λόγον.

γέλοιος καὶ γελοῖος διαφέρει. γέλοιος μὲν ὁ καταγέλαστος, γελοῖος δὲ ὁ γελωτοποιός.

γῆμαι τοῦ γήμιασθαι διαφέρει, ὅτι γαμεῖ μὲν ὁ ἀνήρ, γαμεῖται δὲ ἡ γυνή. καὶ Ὅμηρος τὴν διαφορὰν τετήρηκεν αὐτῶν, ἐπὶ τοῦ γήμασθαι εἰπών (λ 273 sq.) ‘γημαμένη ᾧ υἱῷ· ὁ δʼ ὃν πατέῤ ἐξεναρίξας γῆμε’, 37 Va. καὶ Ἀνακρέων (P. M. G. 424 Page = fr. 87 D.²) διασύρων τινὰ ἐπὶ θηλύτητι ‘καὶ θαλάμοις ‘ἐν ᾧ κεῖνος οὐκ ἔγημεν ἀλλʼ ἐγήματοʼ, καὶ Αἰσχύλος (fr. 131 Mette = fr. 13 N.²) ἐν Ἀμυμώνῃ ‘σοὶ μὲν {γὰρ} γαμεῖσθαι μόρσιμον, γαμεῖν δὲ μή’.

γῆρας μέν ἐστιν ἡ τελευταία ἡλικία, γήρασις δὲ ἡ ἐπʼ αὐτὴν πόρευσις. μήποτε οὖν ταύτῃ καὶ γηρᾶν τοῦ γηράσκειν διαφέρει.

γράμμα στοιχείου διαφέρει. στοιχεῖον μὲν γάρ ἐστιν αὐτὴ ἡ ἐκφώνησις καὶ ὁ φθόγγος, οὗ τὸ γράμμα σημεῖον τύπος ἢ σχῆμα· ὡς ἐν τῷ ‘τρίγωνον μέν ἐστι τὸ Δ, στρογγύλον δὲ τὸ Οʼ, τύπος μόνον λέγεται. τὸ δὲ στοιχεῖον τὸ ὁλόκληρον οἷον α β καὶ τὰ λοιπὰ στοιχεῖα. λέγεται μέντοι 38Va. | καταχρηστικῶς καὶ τὰ στοιχεῖα γράμματα· ἤδη μέντοι καὶ τὰ συγγράμματα ἐκάλουν οἱ παλαιοὶ γράμματα· Καλλίμαχός πού (fr. 468 Pf.) φησιν ‘γράμματα δʼ οὐκ εἴλισσον ἀπόκρυφα’, τουτέστι τὰ συγγράμματα, καὶ πάλιν (ep. 23, 3—4) ‘ἀλλὰ Πλάτωνος ἐν τῷ περὶ ψυχῆς γράμμ᾿ ἀναλεξάμενος’. καὶ ἐν τῇ συνηθεία πολλά φαμεν εἰδέναι γράμματα τόνδε· οὐ γὰρ τὰ εἴκοσι τέσσαρα, ἀλλὰ τὸν πολλῶν ἔμπειρον συγγραμμάτων.

γυμνασθῆναι καὶ γυμν άσ ασθαι διαφέρει. γυμνασθῆναι μὲν γάρ ἐστι τὸ ὑφʼ ἑτέρου, γυμν⌞άσ⌟ ασθαι δὲ τὸ ὑφʼ ἑαυτοῦ.

γυμνασία μὲν λέγεται ἡ τῶν γεγυμνασμένων ἄσκησις, ἄσκησις δὲ ἡ τῶν λεγόντων καὶ σκηνικῶν.

Δ

δαμάλης καὶ δάμαλις διαφέρει. δαμάλης μὲν γὰρ ὁ ἄρρην μόσχος, δάμαλις δὲ ἡ θήλεια. μόσχος δὲ κοινῶς ἐπʼ ἀμφότερα.

δαί· σύνδεσμος ἐρωτηματικὸς ἐκτεταμένος (α 225) ‘τίς δαὶ ὅμιλος’ καὶ (Κ 408) ‘πῶς δαὶ τῶν ἄλλων Τρώων’. ὁ δὲ συμπλεκτικὸς δέ συνεσταλμένος.

δεσπότης καὶ κύριος διαφέρει. δεσπότης μὲν γὰρ ὁ τῶν ἀργυρωνήτων {καὶ} κύριος, κύριος δὲ καὶ πατὴρ υἱοῦ καὶ αὐτός τις ἑαυτοῦ.

δέος καὶ φόβος διαφέρει. δέος μὲν γάρ ἐστι πολυχρόνιος κακοῦ ὑπόνοια, φόβος δὲ παραυτίκα πτόησις. | διόπερ 40 Va Ἡρόδοτος ἐν τῇ τετάρτῃ (4, 115, 2)· ‘ἡμέας ἔχει φόβος τε καὶ δέοςʼ.

δήμιος καὶ δημόκοινος διαφέρει. δήμιος μὲν γάρ ἐστιν ὁ ἀναιρῶν τοὺς καταδίκους, δημόκοινος δὲ ὁ βασανίζων.

‘Δήμητερ καὶ Δάματερ διαφέρει παρὰ τοῖς Ἀττικοῖς’, φησὶ Τρύφων (fr. 107 Vels.). ‘Δήμητερ γάρ’, φησίν, ‘ἔατιν ἐπὶ τῆς θεοῦ, Δάματερ δὲ ἐπὶ θαυμασμοῦ’.

δῆμος καὶ δημὸς διαφέρει. δῆμος μὲν βαρυτόνως τὸ πλῆθος τῆς πόλεως, δημὸς δὲ ὀξυτόνως τὸ λίπος.

δίσκος καὶ σόλος διαφέρει. δίσκος μὲν γάρ ἐστι λίθος τετρημένος, ὥς φησι Τρύφων (fr. 105 Vels.) ἐν πέμπτῳ Περὶ Ἑλληνισμοῦ, σόλος δὲ τὸ χαλκοῦν ὁλοαφύριον. Ὅμηρος (Ψ 826) ‘σόλον αὐτοχόωνον’, καὶ ἐν ἄλλοις (θ 186) ‘λάβε δίσκον’, 41 Va. εἶτ᾿ ἐπιφέρει (θ 190) ‘βόμβησεν δὲ λίθος’· καὶ Πίνδαρος (Isthm. 1, 25) ‘λιθίνοις ποτ᾿ ἂν δίσκοισι’.

δικαστὴς καὶ διαιτητὴς διαφέρει. δικαστὴς μὲν γάρ ἐστιν ὁ κατὰ νόμον αἱρεθεὶς κριτής, διαιτητὴς δὲ ὁ κατὰ σύμφωνον αἱρεθεὶς συμβιβάσεως χάριν. Μένανδρος (fr. 316 Koerte²) ἐν Παιδίῳ ‘εἴ τις δικαστὴς ἢ διαιτητὴς θεῶν’.

διέφθαρται καὶ διέφθορε διαφέρει. διέφθαρται μὲν γὰρ ὑφʼ ἑτέρου, διέφθορε δʼ ἕτερον. Ἀριστοφάνης (II p. M. = fr. 568 K.) Κόραις· ‘διέφθορας τὸν ὅρκον ἡμῶν’. Μένανδρος (fr. 5 Koerte²) Ἀδελφοῖς ‘εἰ δʼ ἔστι⌞ν οὗτος⌟ τὴν κόρην διεφθορώς’. Ὅμηρος (Ο 128) 42 Va. ‘φρένας, ἠλεέ, διέφθορας’, διεφθάρης τὰς σαυτοῦ φρένας.

διαβόητος καὶ ἐπιβόητος διαφέρει. διαβόητος μὲν γάρ ἐστιν ὁ ἐπʼ ἀρετῇ ἐγνωσμένος ἐπιβόητος δὲ ὁ μοχθηρὰν ἔχων φήμην. Ἀνακρέων (P. M. G. 354 Page = fr. 23 D.²) ἐν δευτέρῳ ‘καὶ μ᾿ ἐπιβόητον κατὰ γείτονας ποιήσεις’. τοῦτον δʼ ἔνιοι τῶν ποιητῶν ἐπίσφατον καλοῦσιν.

διαβόητος περιβοήτου διαφέρει. διαβόητος μὲν γάρ ἐστιν ὁ ἐπʼ ἀρετῇ πολυθρύλλητος, περιβόητος δὲ ὁ ἐπὶ κακίᾳ. (FCG IV p. 601 M. = fr. ad. 120 K.) ‘καὶ περιβόητον πᾶσιν ἀνθρώποις ποιεῖ αὑτὸν ἀκρατής· καὶ τοῦτο δὴ τὸ λεγόμενον ῾῾ ἥττων ἑαυτοῦ’’ πορνιδίῳ τρισαθλίῳ ἑαυτὸν οὕτω παραδέδωκεν.ʼ

διπλοῦν καὶ διπλάσιον διαφέρει. διπλοῦν μὲν γάρ 43 Va. ἐστι | κατὰ μέγεθος, διπλάσιον δὲ κατὰ ἀριθμόν, ὡς τριπλάσιον καὶ τετραπλάσιον· οἷον διπλάσια χρήματα ἔχειʼ. ἐπὶ δὲ τῶν διπλουμένων τὸ διπτλοῦν, ὥσπερ ἐπὶ τῶν πτυσσομένων ἱματίων ‘διπλοῦν τὸ ἱμάτιονʼ, οὐκέτι ‘διπλάσιον’.

διχότομος καὶ διχοτόμος διαφέρει. προπαροξυτόνως μὲν γὰρ ὁ εἰς δύο διῃρημένος, παροξυτόνως δὲ ὁ εἰς δύο διαιρῶν. καὶ ἔστι τὸ μὲν παθητικόν, τὸ δὲ ἐνεργητικόν.

διήγησις καὶ διήγημα διαφέρει. διήγησις μὲν γάρ, καὶ ποίησις, ἐστὶν ἡ ἐν μήκει τὸ τέλειον ἔχουσα· διήγημα δέ, καὶ ποίημα, τὸ βραχύτερον.

διδάξω καὶ διδάξομαι διαφέρει. ‘διδάξω’ μὲν γὰρ διʼ ἑαυτοῦ, ‘διδάξομαι’ δὲ διʼ ἑτέρου· ὡς ‘οἰκοδομήσω’ μὲν διʼ ἑαυτοῦ, οἰκοδομήσασθαι δὲ διʼ ἑτέρου.

διφθέρα καὶ μηλωτὴ διαφέρει. διφθέρα μὲν γὰρ αἰγῶν, μηλωτὴ δὲ προβάτων.

διορθοῦν καὶ ἐπανορθοῦν διαφέρει. διορθοῦν μὲν γὰρ καὶ ἐπὶ δοράτων καὶ ἐπὶ ὀβελίσκων καὶ ἐπὶ λόγων, ἐπανορθοῦν δὲ ἐπὶ μόνων λόγων.

διαπολιτεύεσθαι καὶ ἀντιπολιτεύεσθαι διαφέρει. 44 Va. διαπολιτεύεσθαι μὲν γὰρ λέγουσι τοὺς ἐκ τῆς αὐτῆς πόλεως, ἀντιπο λιτεύεσθαι δὲ τοὺς ἐξ ἑτέρας διʼ ἑτέρας ἀντιστατοῦντας ἀλλήλοις. Θεόπομπος δὲ (FGHiat 115 F 261) καὶ τούς ἐν μιᾷ πόλει φιλοτιμουμένους πρὸς ἀλλήλους ἀντιπολιτεύεσθαι ἔφη.

διδάσκαλος καὶ ἐπιστάτης διαφέρει. διδάσκαλος μὲν γάρ ἐστι λόγων, ἐπιστάτης δὲ ἔργων.

διαλέγεται μὲν ὁ διδούς λόγον καὶ λαμβάνων· λαλεῖ δὲ ὁ μὴ σπουδαιολογούμενος· λέγει δὲ καὶ ὁ κατὰ διέξοδον ἐπεξιὼν πρᾶγμα· φάσκει δὲ ὁ βραχυλόγος.

δίκη· ἥ τε κρίσις καὶ ἡ τιμωρία καὶ τὸ δίκαιον.

δοάσσατο τοῦ δοιάσσατο διαφέρει. τὸ μὲν γὰρ δοάσσατο σημαίνει τὸ ἔδοξεν, τὸ δὲ δοιάσσατο τὸ ἐδίστασε.

δοῦλοι καὶ οἰκέται διαφέρουσι. δοῦλοι μὲν γάρ εἰσι καὶ οἱ τῶν ἡδονῶν καὶ πάντες οἱ τεταγμένοι ὑπὸ βασιλέα, οἰκέται δὲ δεσποτῶν.

δόξα καὶ κλέος διαφέρει. δόξα μέν ἐστιν ὁ παρὰ τῶν πολλῶν ἔπαινος, κλέος δὲ ὁ παρὰ τῶν σπουδαίων.

δύναμις καὶ ἰσχὺς διαφέρει, ὥς φησι Πλάτων ἐν Πρωταγόρα (351 a 1). οὐ γὰρ ταὐτόν ἐστι δύναμίν τε καὶ ἰσχύν. ἡ μὲν γὰρ δύναμις καὶ ἀπὸ ἐπιστήμης γίνεται καὶ μανίας καὶ θυμοῦ, ἡ δὲ ἰσχὺς ἀπὸ φύσεως καὶ εὐτροφίας τῶν σωμάτων.

δυσπειθὴς καὶ ἀπειθὴς διαφέρει. δυσπειθὴς μὲν γάρ ἐστιν ὃς δυσχερῶς παραδέχεται τὸν πιστὸν λόγον, ἀπειθὴς δὲ ὃς ἀποκρούεται καὶ οὐχ οἷός τέ ἐστι πείθεσθαι.

δῶμα καὶ δωμάτιον διαφέρει. δώματα μὲν γὰρ κοινῶς 46 Va. φαμεν τὰ οἰκο| δομήματα, δωμάτιον δὲ τὸν θάλαμον.

δωροδοκία· ἥ τε δόαις τῶν δώρων καὶ ἡ λῆψις.

Ε

ἐγχρῖσαι καὶ ἐναλεῖψαι διαφέρει. ἐγχρῖσαι μὲν γὰρ ἐπὶ σκορπίου ἢ σφηκῶν τινος τοιούτου λέγουσιν, ἐναλεῖψαι δὲ ἐπὶ ὀφθαλμῶν.

ἐγγυᾷ καὶ ἐγγυᾶται διαφέρει. ἐγγυᾷ μὲν γὰρ ὁ διδούς, ἐγγυᾶται δὲ ὁ λαμβάνων.

ἐδίδαξε καὶ ἐδιδάξατο διαφέρει. ἐδίδαξε μὲν γὰρ ὁ καθηγητής, ἐδιδάξατο δʼ ὁ πατὴρ συστήσας. Ἀριστοφάνης φησὶν ἐν Νεφέλαις (1338) ‘ἐδιδαξάμην μέντοι σε νὴ Δίʼ, ὦ μέλεε’.

εἰκὼν καὶ προτομὴ διαφέρει. εἰκὼν μὲν γάρ ἐστιν ἐτ’ ἀνθρώπου, προτομὴ δὲ λέοντος καὶ ἵππου καὶ τῶν |ἄλλων.

ἐκκλησία καὶ κατάκλησις διαφέρει. ἐκκλησίαν μὲν γὰρ ἔλεγον οἱ Ἀθηναῖοι τὴν σύνοδον τῶν κατὰ τὴν πόλιν, κατάκλησιν δὲ ὁπότε καὶ τοὺς ἐκ τῶν ἀγρῶν συνεκάλουν πρὸς ἐπίσκεψιν μείζονα τῶν πραγμάτων.

ἐκεῖ καὶ ἐκεῖσε διαφέρει. τὸ μὲν γὰρ ἐκεῖ δηλοῖ τὸ ἐν τόπῳ, τὸ δὲ ἐκεῖσε εἰς τόπον. οὕτως ἐροῦμεν ‘ἐκεῖ κατέλαβον αὐτόν’ καὶ ‘ἐκεῖσε πορεύσομαι’.

ἐκπολεμῶσαι καὶ ἐκπολεμῆσαι διαφέρει. ἐκπολεμῶσαι μὲν γάρ ἐστι τὸ εἰς πόλεμον ἐμβαλεῖν, ἐκπολεμῆσαι δὲ τὸ πολέμων ἐξελεῖν.

ἔκγονος καὶ ἀπόγονος διαφέρει. ἔκγονος μὲν γάρ ἐστιν ὁ υἱός. φησὶ γὰρ Ὅμηρος (γ 122 sq.) ‘εἰ ἐτεόν γε κείνου ἔκγονός ἐσσι θάμβος μʼ ἔχει εἰσορόωνταʼ, καὶ διʼ ὅλης τῆς ποιήσεως τετήρηκεν. ἀπόγονος δʼ ὁ ἤτοι 48 Va. | υἱωνὸς ἔτι ἄπωθεν. καταχρῶνται δʼ ἔαθʼ ὅτε οἱ ἱστορικοὶ τῷ ἀπογόνῳ ἀντὶ τοῦ υἱοῦ.

ἑκάτερος καὶ ἕκαστος διαφέρει. ἑκάτερος μὲν γὰρ ἐπὶ δυοῖν τάσσεται, οἷον ‘ἀναγκαῖοι δύο ἐγένοντο, ὅ τε Ἀρκὰς καὶ ὁ Σάμιος· τούτων ἑκάτερος ὑπὸ συὸς ἀνῃρέθη’. τὸ δʼ ἕκαστος ἐπὶ πολλῶν, οἷον ‘ἑπτὰ ἦσαν οἱ ἐπὶ Θήβας στρατεύσαντες· τούτων ἕκαστος μίαν πύλην κατεῖχεν’.

ἐκμαρτυρία μαρτυρίας ἔν τινι διαφέρει, δηλοῖ μέναρχος ἐν τῷ Κατὰ Κλεομέδοντος (Dinarch. fr. LX B. —S.) λέγων ‘ἀναγνώσεται δὲ τῶν μὲν ἐπιδημούντων τὰς μαρτυρίας, τῶν δὲ ἀποδημούντων ἐκμαρτυρίας’.

ἕλκος ὠτειλῆς διαφέρει. ἕλκος μὲν γάρ ἐστι χρόνιον πάθος μόνον ἐκ σιδήρου γινόμενον· ἔστι δʼ ὅτε καὶ ἐκ ταὐτομαίου· εἴρηται δὲ παρὰ τὸ διελκύσθαι τὴν σάρκα. ὠτειλὴ δέ ἐστιν ἡ ἐκ τοῦ σύνεγγυς ὑπὸ σιδήρου πληγή.

ἐλέατρος καὶ ἐδέατρος διαφέρει. ἐλέατρος μὲν γάρ ἐστιν ὁ μάγειρος παρὰ τοῖς ἐλεοῖς· τράπεζαι δʼ εἰσὶ μαγειρικαί. Ὅμηρος (Ι 215) ‘καὶ εἰν ἐλεοῖσιν ἔχευαν’. 49 Va. ἐδέατρος δὲ ὁ προγεύστης, παρὰ τὰ ἐδέσματα.

ἐμβάδες καὶ ἐμβάται διαφέρει. ἐμβάδες μὲν γὰρ τὰ κωμικὰ ὑποδήματα, ἐμβάται δὲ τὰ τραγικά.

ἐμεῖο καὶ ἐμοῖο διαφέρει. ἐμεῖο μὲν γάρ ἐστιν ἀσύναρθρον, ὡς Ὅμηρος (ρ 153 τ 268) ‘ἐμεῖο δὲ σύνθεο μῦθον’. τὸ δʼ ἐμοῖο σύναρθρον· ‘τοῦ ἐμοῖο παιδός’. καὶ (Ω 486) ‘μνῆσαι πατρὸς σοῖο, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ’, ἀντὶ τοῦ ‘τοῦ σοῦ πατρός’.

ἐμπειρία πείρας διαφέρει. πεῖρα μὲν γὰρ ἐφʼ ἑνὸς ἢ δευτέρου γνῶσίς ἐστι δοκιμαζομένη, ἐμπειρία δὲ ἡ ἐπὶ | πολλῶν 50 Va. κατάληψις βεβαία. πάλιν δὲ τέχνη ἐμπειρίας διαφέρει· ὅτι ἡ μέν ἐμπειρία ἐν τοῖς κανόσιν, ἡ γραμματικὴ δὲ τέχνη ἀδιάπτωτος ὡς καὶ ἡ ἐπιστήμη.

ἔνδον καὶ ἔσω διαφέρει. ἔνδον μὲν γὰρ τὸ ἐν τόπῳ σημαίνει, ἔσω δὲ τὸ εἰς τόπον. ἔνδον μὲν γάρ ἐστιν ὁ παῖς, ἔσω δὲ εἰσέρχομαι. ἁμαρτάνει οὖν ὁ λέγων ‘ἔνδον εἰσέρχομαι’ ἢ ‘ἔαω ἐστὶν ὁ παῖς’. Σοφοκλῆς τὴν διαφορὰν συγχεῖ· φησὶ γὰρ ἐν Τραχινίαις (202 sq.) ‘γυναῖκες αἵ τ᾿ ἔσω στέγης αἵ τʼ ἐκτός’, δέον εἰπεῖν ‘γυναῖκες αἵ τʼ ἔνδον’. καὶ Εὐριπίδης ἐν Ἡρακλείδῃ (Heraclidae 584) ‘καὶ τὸν γέροντα τήν τ᾿ ἔσω γραῖαν δόμων’ ἀντὶ τοῦ ἔνδον. Εὔβουλος ὁ τῆς μέσης κωμῳδίας ποιητὴς ἐν Καλαθηφόροις (III p. 224 M. = fr. 40 K.) ‘ὅπως σπεύσεσθ᾿ ὅτι τις γέρων ἔσω’, δέον εἰπεῖν ἔνδον.

ἐνταυθοῖ καὶ ἐνταῦθα καὶ ἐνθάδε διαφέρει. ἐνταυθοῖ μὲν γὰρ τὴν ἐν τόπῳ σημασίαν δηλοῖ, ἐνταῦθα δὲ καὶ τὴν ἐν τόπῳ καὶ τὴν εἰς τόπον· ὁμοίως καὶ τὸ ἐνθάδε. ἢ ὡς τὸ ἐνταῦθα καὶ τὸ ἐνθάδε καὶ τὴν ἐν τόπῳ καὶ τὴν εἰς τόπον καὶ ἀντὶ χρονικοῦ ἐπιρρήματος τοῦ τότε. ἐπὶ μὲν οὖν τοῦ ἐνταυθοῖ (σ 105) ‘ἐνταυθοῖ νῦν ἧσο κύνας ἀπερύκων’, ἐπὶ δὲ τοῦ ἐνταῦθα Σοφοκλῆς ἐν Ἠλέκτρᾳ (380 sq.) ‘ἐνταῦθα πέμψειν, ἔνθα μήπσθ᾿ ἡλίου φέγγος κα⌞τόψει⌟’ ἔχει γὰρ καὶ τὴν εἰς τόπον σημασίαν καὶ τὴν ἐν τόπῳ. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἐνθάδε φησὶν ἡ Καλυφώ (ε 208) ‘ἐνθάδε κʼ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις’. Ἕκτωρ φησί (Π 836) ‘σὲ δέ ⌞τʼ⌟ ἐνθάδε γῦπες ἔδονται’. ταῦτα γὰρ τὴν ἐν τόπῳ σημασίαν δηλοῖ. τὰ δʼ εἰς τόπον 52 Va. οὕτως {τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ· (Φ 114)} ‘τοῦ δʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθύδʼ Ὀδυασεύς’ (ξ 161). ἀπὸ δὲ τοῦ ἔνθα ἐν τόπῳ (γ 109) ‘ἔνθα μὲν Αἴας κεῖται ἀρήϊος, ἔνθα δʼ Ἀχιλλεύς’, εἰς τόπον (ι 142) ‘ἔνθα κατεπλέομεν, καί τις θεὸς…

ἐνθύμημα…

ἔ…

The complete text is available when the reading interface loads.