De adfinium vocabulorum differentia
- Edition reference
- De adfinium vocabulorum differentia (= Περὶ ὁμοίων καὶ διαφόρων λέξεων) (fort. epitome operis sub auctore Herennio Philone), ed. K. Nickau, Ammonii qui dicitur liber de adfinium vocabulorum differentia, Leipzig: Teubner, 1966: 1–136.
- CTS identifier
urn:cts:greekLit:tlg0708.tlg001.local002- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t
{ΑΜΜΩΝΙΟΥ
ΠΕΡΙ ΟΜΟΙΩΝ ΚΑΙ ΔΙΑΦΟΡΩΝ ΛΕΞΕΩΝ
1-91n
Α}
1
<ἄβαξ> καὶ <ἀβάκιον> διαφέρει. ἄβαξ μὲν γάρ, ἐφ' οὗ τὰ
πράγματα παρατιθέασιν· ἀβάκιον δέ, ἐφ' οὗ ψηφίζουσιν.
2
<ἀβέβηλα> καὶ <βέβηλα> διαφέρουσιν, ἄμφω ἐπ' ἀγαθῷ
λαμβανόμενα. ἀβέβηλα μὲν γὰρ τὰ ἱερὰ καὶ ἄψαυστα καὶ μὴ
βάσιμα· βέβηλα δὲ τὰ ὅσια μέν, οὐχ ἱερὰ δέ, οἷον βάσιμα
ὄντα. καὶ τοῦτο μέν, ὡς ἐρρήθη, εἰ ἐπ' ἀγαθῷ ἄμφω λαμβά-
νοιντο· ἡ γὰρ κοινὴ χρῆσις τοῦ βεβήλου τὴν ἐναντιωτάτην
ἔχει καὶ τῷ ἀβεβήλῳ διαφοράν.
3
<ἄγγελος> καὶ <ἐξάγγελος> καὶ <αὐτάγγελος> διαφέρου-
σιν. ἄγγελος μὲν γὰρ πᾶς ὁ ἀγγέλλων τὰ ἔξωθεν. ἐξάγγελος δὲ
ὁ τὰ ἔνδοθεν τοῖς ἔξω διαγγέλλων, ὃν Θουκυδίδης (7, 73, 3)
διάγγελον εἴρηκεν· ‘ἦσαν γάρ τινες τῷ Νικίᾳ διάγγελοι’. αὐτ-
άγγελος δὲ ὁ †τὰ† ἀφ' ἑαυτοῦ διαγγέλλων καὶ μὴ ὑφ' ἑτέρου.
4
<ἄγειν> καὶ <φέρειν> διαφέρει. ἄγεται μὲν γὰρ τὰ ἔμψυχα·
φέρεται δὲ τὰ ἄψυχα. Ὅμηρος (δ 622)·
‘οἱ δ' ἦγον 〈μὲν μῆλα〉, φέρον δ' εὐήνορα οἶνον’.
5
<ἀγχιστεῖς> καὶ <συγγενεῖς> καὶ <οἰκεῖοι> διαφέρουσιν.
ἀγχιστεῖς μὲν γάρ, οἷς ἐπειδάν τις ἐκ τοῦ γένους ἀποθάνῃ
συγχωρεῖ ὁ νόμος ἀντιποιεῖσθαι τῶν τούτου δικαίων· συγ-
γενεῖς δὲ οἱ ὄντες ἐκ τοῦ αὐτοῦ γένους, οὐ καλούμενοι δὲ ὑπὸ
τῶν νόμων ἐπὶ τὰ ἀγχιστικὰ δίκαια· οἰκεῖοι δὲ οἱ κατ' ἐπι-
γαμίαν ἐπιμιχθέντες τῷ οἴκῳ.
6
<ἀγροῖκος> καὶ <ἄγροικος> διαφέρει. προπερισπωμένως
μὲν ὁ ἐν ἀγρῷ κατοικῶν, προπαροξυτόνως δὲ ὁ σκαιὸς τοὺς
τρόπους.
7
<ἄγριος> καὶ <ἀγρεῖος> διαφέρει. ἄγριος μὲν γάρ ἐστιν ὁ
ὠμός, ἀγρεῖος δὲ ὁ ἀγροῖκος.
8
<ἀγνοεῖν> καὶ <ἀμφιγνοεῖν> διαφέρει. ἀγνοεῖν μὲν γάρ
ἐστι τὸ καθόλου μηδὲν εἰδέναι, ἀμφιγνοεῖν δὲ τὸ ἔν τισιν
ἐπιδιστάζειν.
9
<ἀγωνοθέται> μὲν ἐπὶ τῶν σκην〈ικ〉ῶν λέγονται, ἀ-
<θλοθέται> δὲ ἐπὶ τῶν γυμνικῶν.
10
<ἀγρονόμος> ἐὰν μὲν παροξύνωμεν ἔσται ὁ ἐν ἀγροῖς
νέμων, ἐὰν δὲ προπαροξύνωμεν ἔσται ὁ ἐν ἀγροῖς νεμόμενος.
τὰ γὰρ προπαροξυνόμενα χαίρουσιν ἀναλύεσθαι εἰς πάθη.
11
<ἀγόραιος> καὶ <ἀγοραῖος> διαφέρει. ἀγόραιος ἐὰν
προπαροξυτόνως σημαίνει τὸν πονηρὸν τὸν ἐν ἀγορᾷ τεθραμ-
μένον, ἐὰν δὲ προπερισπωμένως τὸν ἐν ἀγορᾷ τιμώμενον.
12
<ἀδεὴς> καὶ <ἀδαὴς> διαφέρει. διὰ μὲν γὰρ τοῦ ε̅ ὁ ἄφο-
βος, διὰ δὲ τοῦ α̅ ὁ ἀμαθής.
13
<ἄελλα> καὶ <θύελλα> διαφέρει. ἄελλα μὲν ἄημα συν-
εστραμμένον, θύελλα δὲ ἄελλα θύουσα καὶ ὁρμῶσα.
14
<ἆθλος> καὶ <ἆθλον> διαφέρει. ἀρσενικῶς μὲν γὰρ τὸν
ἀγῶνα δηλοῖ, οὐδετέρως δὲ τὸ ἔπαθλον·
‘οὗτος μὲν δὴ ἄεθλος ἀ〈ά〉ατος ἐκτετέλεσται’ (χ 5),
ἐπὶ δὲ τῶν ἐπάθλων.
‘ἀέθλια πός' ἀνελόντες’ (Ψ 736).
15
<Ἀθῆναι> καὶ <Ἀττικὴ> διαφέρει. Ἀθῆναι μὲν γὰρ ἡ πό-
λις ἐστίν, Ἀττικὴ δὲ ἥ τε πόλις καὶ ἡ χώρα.
16
<αἰτῶ> καὶ <αἰτοῦμαι> διαφέρει. τὸ μὲν γὰρ αἰτῶ ἐπὶ το⸤ῦ⸥
εἰσάπαξ τι λαβεῖν καὶ μὴ ἀποδοῦναι, τὸ δ' αἰτοῦμαι ἐπὶ τῷ
χρήσασθαι εἰς ἀπόδοσιν. Μένανδρος ἐν τῷ Ὕμνιδι (fr. 410
Koerte2) διαστέλλει·
‘οὐ πῦρ γὰρ †αἰτῶ† οὐδὲ λοπάδ' †αἰτοῦμαι†’.
17
<αἰδὼς> καὶ <αἰσχύνη> διαφέρει, ὅτι ἡ μὲν αἰδώς ἐστιν
ἐντροπὴ πρὸς ἕκαστον ὧν σεβασμίως τις ἔχει, αἰσχύνη δ' ἐφ'
οἷς ἕκαστος ἁμαρτὼν αἰσχύνεται ὡς μὴ δέον τι πράξας. καὶ
αἰδεῖται μέν τις τὸν πατέρα, αἰσχύνεται δὲ ὃς μεθύσκεται.
διαστέλλει δὲ καὶ Ἀριστόξενος ὁ μουσικὸς (fr. 42a Wehrli)
τὴν διαφορὰν ἐν τῷ πρώτῳ Νόμω〈ν〉 παιδευτικῶν. φησὶ
γὰρ διαφορὰν τήνδε νομιστέον αἰδοῦς τε καὶ αἰσχύνης, ὅτι ἡ
μὲν αἰδὼς πρὸς ἡλικίαν, πρὸς ἀρετήν, πρὸς ἐμπειρίαν, πρὸς
εὐδοξίαν. ὁ γὰρ ἐπιστάμενος αἰδεῖσθαι πρὸς ἑκάστην τῶν
εἰρημένων ὑπεροχῶν προσέρχεται οὕτω διακείμενος οὐ διὰ τὸ
ἡμαρτηκέναι τι, ἀλλὰ διὰ τὸ σέβεσθαι καὶ τιμᾶν τὰς εἰρη-
μένας ὑπεροχάς. ἡ δ' αἰσχύνη πρῶτον μὲν πρὸς πάντα ἄνθρω-
πον, ἔπειτα ἐπὶ τοῖς νομιζομένοις αἰσχροῖς.
18
<αἶνος> καὶ <παροιμία> διαφέρει. ὁ μὲν γὰρ αἶνός ἐστι
λόγος κατὰ ἀναπόλησιν μυθικὴν ἀπὸ ἀλόγων ζῴων ἢ φυτῶν
πρὸς ἀνθρώπ†ους† εἰρημένος, ὥς φησι Λούκιος Τάρραιος ἐν
τῷ πρώτῳ Περὶ παροιμιῶν (fr. 1 p. 75 Linnenkugel), οἷον
ἀπὸ μὲν ἀλόγων ζῴων ὡς παρ' Ἀρχιλόχῳ (fr. 89 D.3)·
‘αἶνός τις ἀνθρώπων ὅδε,
ὡς ἆρ' ἀλώπηξ {τε} κἀετὸς ξυνωνίην
ἔθεντο’,
καὶ τὰ ἑξῆς. καὶ πάλιν ὅταν λέγῃ (fr. 81, 1—2)·
‘ἐρέω τιν' ὑμῖν αἶνον, ὦ Κηρυκίδη,
ἀχνυμένη σκυτάλη’,
εἶτ' ἐπιφέρει (fr. 81, 3—6)·
‘πίθηκος ᾔει θηρίων ἀποκριθείς
μοῦνος ἀν' ἐσχατιήν.
τῷ δ' ἆρ' ἀλώπηξ κερδαλῆ συνήντετο
πυκνὸν ἔχουσα νόον’.
καὶ Ἡσίοδος (opp. 202sq.)
‘νῦν δ' αἶνον βασιλεῦσιν ἐρέω νοέουσι καὶ αὐτοῖς·
ὧδ' ἵρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον’.
ἀπὸ δὲ φυτῶν, ὡς παρὰ Καλλιμάχῳ (fr. 194, 6—8 Pf.)
‘ἄκουε δὴ τὸν αἶνον. ἔν κοτε Τμώλῳ
δάφνην ἐλαίη†ν εἰκὸς† οἱ πάλαι Λυδοί
λέγουσι θέσθαι’,
καὶ τὰ ἑξῆς. καὶ ἔστιν αἶνος ἐξηπλωμένη παροιμία μετὰ δι-
ηγήσεως ἀπαρτίζουσα τὸ νοούμενον πρὸς παραμυθίαν τε καὶ
ὠφέλειαν ἀνθρώπων· παροιμία δέ, ἣ τὴν ἀπὸ κεφαλαίου ἐπὶ τὸ
χεῖρον ἀναφορὰν ἔχει ἐνδέουσαν τοῦ αἴνου, καὶ τὴν ἔξωθεν
ἐκδεχομένη μετάβασιν. οἷον· ‘μένε βοῦς ποτε βοτάνη〈ν〉’
καὶ ‘†ἄκισσος† μετ' Ἀνθεστήρια’.
19
<αἴθε> καὶ <ὤφελον> διαφέρει. τὸ μὲν γάρ ἐστιν ἀπαρέμ-
φ⸤ατον⸥ προσώπων· τὸ δ' ὤφελον ἐμφαίνει πρόσωπα, οἷον·
ὤφελον ἐγώ, ὤφελες σύ, ὤφελεν ἐκεῖνος. διὸ τὸ αἴθε ἐστὶν
ἐπίρρημα, τὸ δ' ὤφελον ῥῆμα.
20
<αἰκίαι> καὶ <ὕβρεις> διαφέρουσιν. αἰκίαι μὲν γάρ εἰσιν
αἱ ἄνευ προπηλακισμοῦ πληγαί· καθὰ καὶ Δημοσθένης ὁ
ῥήτωρ φησίν (or. 21, 7)· ‘ὕβρισμαι μὲν ἐγώ, προ〈πε〉πηλάκι-
σται δὲ σῶμα τοὐμόν’.
21
<αἰπόλος> καὶ <ποιμὴν> διαφέρει. αἰπόλος μὲν γὰρ ὁ ἐπὶ
τῶν αἰγῶν τεταγμένος νομεύς, ποιμὴν δὲ ὁ ἐπὶ τῶν προβάτων.
22
<ἀκταὶ> καὶ <θῖνες> διαφέρουσιν. ἀκταὶ μὲν γάρ εἰσιν οἱ
πετρώδεις τόποι τῆς θαλάσσης, θῖνες δὲ οἱ ἀμμώδεις.
23
<ἀκόντιον δόρατος> διαφέρει. ἀκόντιον μὲν γὰρ τὸ ἀκον-
τιζόμενον ἔλαττον δόρατος, δόρυ δὲ τὸ μεῖζον ᾧ ἐκ χειρὸς ἐ-
χρῶντο. παρὰ δὲ Ὁμήρῳ καὶ τὸ δόρυ προϊέναι (Υ 438 cf. Ε 656).
24
<ἀκαιρία ἀσχολίας> διενήνοχεν. ἀκαιρία μὲν γάρ ἐστιν
ἔνδεια καιροῦ ἐπιτηδείου, ἀσχολία δὲ ἡ περί τι ἄλλο ἀνα-
στροφή.
25
<ἀκαρὴς> σὺν τῷ σ̅ καὶ <ἀκαρῆ> ἄνευ τοῦ σ̅ διαφέρει. ἀκαρῆ
μὲν γὰρ ἄνευ τοῦ σ̅ σημαίνει τὸ βραχύ, οἷον (FCG IV 600 M. =
fr. ad. 580 K.) ‘οὐδ' ὅσον ἀκαρῆ τῆς τύχης ἐπίσταμαι’.
ἀκαρὴς δὲ σημαίνει τὸ παρὰ βραχὺ ὄν, (FCG IV 600 M. =
fr. ad. 581 K.)·
‘κατέπεσον ἀκαρὴς τῷ δέει’.
26
<ἀληθὲς> καὶ <ἄληθες> διαφέρει. ἀληθὲς μὲν γὰρ ὀξυ-
τόνως τὸ ἐναντίον τῷ ψεύδει, ἄληθες δὲ προπαροξυτόνως τὸ
κατ' ἐπερώτησιν λεγόμενον.
27
<ἁλοᾶν> καὶ <ἀλοιᾶν> διαφέρει. ἁλοᾶν μὲν γὰρ δασέως τὸ
ἐπὶ τῆς ἅλω πατεῖν καὶ τρίβειν τοὺς στάχυας, ἀλοιᾶν δὲ ψι-
λῶς τὸ τύπτειν. Ἀριστοφάνης (ran. 149)·
‘†ἡ† μητέρ' ἠλοίησεν †ἡ† πατρὸς †ἀγαθόν†’,
ἀφ' οὗ καὶ μητραλοίαν φαμὲν καὶ πατραλοίαν.
28
<ἀλλοίωσις ἑτεροιώσεως> διαφέρει. ἀλλοίωσις μὲν
γὰρ οὐ μόνον μεταχαρακτηρισμός, ἀλλὰ καὶ τῆς πρότερον
ὑπολήψεως οἴησις ἑτέρα· ἑτεροίωσις δέ, ὅταν ἀφ' ἑτέρου
χρώματος εἰς ἕτερον μεταβάλλῃ.
29
<ἁλίπαστον> καὶ <ἁλί⸤σ⸥παρτον> διαφέρει. τὸ μὲν γὰρ
ἁλὶ πεπασμένον κρέας ἢ ἰχθὺν ἔλεγον ἁλίπαστον, ἁλί-
⸤σ⸥παρτον δὲ τὴν ἁλὶ ἐ〈σ〉παρμένην χώραν ὥς τινων φθονε-
ρῶν τοῦτο ποιούντων. ὅθεν καὶ ὁ βίος τοὺς ᾐκισμένους καὶ
δυσθεραπεύτως ἔχοντας τὰ σώματα ἁλι⸤σ⸥πάρτους καλεῖ.
30
<ἄλλος> καὶ <ἕτερος> διαφέρει. ἕτερος μὲν γὰρ ἐπὶ δυοῖν,
ἄλλος δὲ ἐπὶ πλειόνων.
31
<ἄλλο> καὶ <ἀλλοῖον> διαφέρει. τὸ μὲν γὰρ ἄλλο ἐπὶ προσ-
ώπου, τὸ δὲ ἀλλοῖον ἐπὶ φύσεως.
32
<ἁματροχιὰ> καὶ <ἁρματροχιὰ> διαφέρει. ἁματροχιὰ
μὲν γάρ ἐστιν ἡ ταυτοσυνδρομὴ τῶν ἁρμάτων·
‘τῇ δ' εἶχε Μενέλαος ἁματροχιὰς ἀλεείνων’ (Ψ 422).
ἁρματροχιὰ δὲ ὁ τύπος καὶ ἡ ἐγχάραξις τοῦ τροχοῦ ἡ ἐπὶ τῆς
γῆς·
‘οὐδέ τι πολλή
γίνεται ἐπισσώτρων ἁρματροχιὴ κάτω’ (Ψ 504 sq.).
33
<ἀμυγδαλῆ> καὶ <ἀμυγδάλη> διαφέρουσιν. ἀμυγδαλῆ μὲν
γὰρ περισπωμένως τὸ δένδρον δηλοῖ· ἀμυγδάλη δὲ παροξυ-
τόνως τὸν καρπόν, καθὰ καὶ Εὔπολις (II p. 525 M. = fr.
253 K.) ἐν Ταξιάρχοις φησί·
‘δίδου μασᾶσθαι 〈Ν〉αξίας ἀμυγδάλας’.
34
<ἅμα> καὶ <ὁμοῦ> διαφέρει. ἅμα μὲν γάρ ἐστι χρονικὸν
ἐπίρρημα, ὁμοῦ δὲ τοπικόν. Σόλων μὲν γὰρ ἅμα ἐγένετο Ἀνα-
χάρσιδι τῷ Σκύθῃ, εἴπερ κατὰ τὸν αὐτὸν χρόνον ἤκμασαν,
ὁμοῦ μέντοι οὐκέτι· οὐ γὰρ ἐν τῷ αὐτῷ τόπῳ ἐγεννήθησαν,
ἀλλ' ὁ μὲν Ἀθήνησιν, ὁ δὲ ἐν Σκυθίᾳ. καὶ Ὅμηρος διαστέλλει
(Δ 450sq. Θ 64 sq.)
‘ἔνθα δ' ἅμ' οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
ὀλλύντων καὶ ὀλλυμένων’,
κατὰ τὸν αὐτὸν χρόνον. καὶ (Γ 1)
‘αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ' ἡγεμόνεσσιν ἕκαστοι’,
(Ψ 362)
‘οἱ δ' ἅμα πάντες ἐφ' ἵπποιιν μάστιγας †ἀσισον†’.
†ἐπιτροπικῶς† δὲ 〈τὸ〉 (ο 365)·
‘τῇ ὁμοῦ ἐτρεφόμην’,
καὶ πάλιν (μ 67)
‘ἄλλοθ' ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν’,
ἀντὶ τοῦ ἐν †αὐτῷ τῷ† τόπῳ. καὶ (Λ 126 sq.)
‘τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων
ἐν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δ' ἔσχον ὠκέας ἵππους’.
ἔσθ' ὅτε δ' ὁ ποιητὴς τὸ ὁμοῦ καὶ ἐπὶ χρονικοῦ τάσσει ἐπιρ-
ρήματος, ὥς φησιν Ἀσκληπιάδης·
‘εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς’ (Α 61),
εἰ μὴ ἄρα τις εἴποι καὶ νῦν τὸ ὁμοῦ ἐν τῷ αὐτῷ τόπῳ, οἷον
‘ἐν Τροίᾳ ὅ τε λοιμὸς καὶ ὁ πόλεμος δαμάζει τοὺς Ἀχαιούς.’
35
<ἀμφότεροι> καὶ <ἑκάτεροι> διαφέρουσιν. ἀμφότεροι μὲν
γὰρ ἐροῦμεν, ὅταν ἐν τῷ αὐτῷ κατὰ τὸ αὐτὸ πράττωσιν·
‘ἀμφότεροι τὴν δοκὸν μίαν οὖσαν φέροντες’. ἑκάτεροι δέ,
ἐπειδὰν χωρὶς ἑκάτερος τὸ ἑαυτοῦ πράττῃ, οἷον· ‘ἑκάτερος
αὐτῶν δοκὸν φέρων’, ἤτοι ὅταν ἑκάτερος αὐτῶν μίαν φέρῃ
κατ' ἰδίαν.
36
<ἀμύνεσθαι> καὶ <ἀμύνειν> διαφέρει. ἀμύνεσθαι μὲν γάρ
ἐστι τὸ κολάζειν τοὺς προαδικήσαντας, ἀμύνειν δὲ τὸ βοηθεῖν.
37
<ἁμαρτάνει> ὁ πλημ〈μ〉ελῶν, <διαμαρτάνει> δὲ ὁ ἀπο-
τυγχάνων.
38
<ἄμητος> καὶ <ἀμητὸς> διαφέρει. ἄμητος μὲν γὰρ προ-
παροξυτόνως σημαίνει αὐτὰ τὰ θερίσματα, τοῦτ' ἔστι τὸν
καρπόν· ὀξυτόνως δὲ ὁ καιρὸς τοῦ θερισμοῦ, ὥσπερ καὶ ὁ
τρυγητὸς τοῦ τρυγᾶν.
39
<ἄμαθος> καὶ <ψάμαθος> διαφέρει. ἄμαθος μὲν γὰρ ἡ ἐν
πεδίῳ κόνις, ψάμαθος δὲ ἡ παραθαλασσία ἄμμος.
40
<ἀνακεῖσθαι> καὶ <κατακεῖσθαι> διαφέρει. ἀνάκειται
μὲν γὰρ ὁ ἀνδριὰς καὶ ἡ εἰκὼν τῷδε κατὰ τιμήν, κατάκειται
δὲ ὁ εὐωχούμενος.
41
<ἀνδραγάθημα> καὶ <ἀνδρία> διαφέρει. ἀνδραγάθημα
μὲν γάρ ἐστιν, εἰ καὶ τὴν ψυχικὴν ἀρετὴν ἔχει μαρτυροῦσαν·
ἀνδρία δὲ δύναμις ἐπαινουμένη.
42
<ἀνοχὴ> καὶ <ἐπικηρυκεία> διαφέρει. ἀνοχὴ μὲν γάρ
ἐστιν ἡ ἐν πολέμῳ διά τινα χρείαν ἀναβολὴ ⸤τῆς μάχης⸥
κατὰ συνθήκην κοινὴ⸤ν⸥ τοῦ ⸤μὴ⸥ ἐπιέναι ἀλλήλοις· ἐπικηρυ-
κεία δέ, ὅταν οἱ ἕτεροι πέμπωσι τοὺς αἰτησομένους ἀνοχὰς
ἢ σπονδὰς ἢ εἰρήνην.
43
<ἀνάμνησις> καὶ <ὑπόμνησις> διαφέρει. ἀνάμνησις μὲν
γάρ ἐστιν ὅταν τις ἔλθῃ εἰς μνήμην τῶν παρελθόντων, ὑπό-
μνησις δὲ ὅταν ὑφ' ἑτέρου εἰς τοῦτο προαχθῇ.
44
<ἀντίρρησις> καὶ <ἀνασκευὴ> διαφέρει. ἀντίρρησις μὲν
γὰρ λέγεται ἡ μετὰ προσώπου καὶ εἰς λεπτὰ τομή, ἀνα-
σκευὴ δὲ ὡς ἀπροσώπως ἐκφερομένη καὶ ὅλου ἀνατροπή.
45
<ἀναβάλλεσθαι> καὶ <ὑπερτίθεσθαι> διαφέρει. ἀνα-
βάλλεσθαι μὲν γάρ ἐστι τὸ προΐεσθαι καὶ παριέναι τὸν ἐπι-
τήδειον καιρὸν τῶν πράξεων, ὑπερτίθεσθαι δὲ τὸ ἐπιμένειν
τὸν ἴδιον καιρὸν τῶν πράξεων.
46
<ἀνακωχὴ> καὶ <ἀνοκωχὴ> διαφέρει. ἀνακωχὴ μὲν γάρ
ἐστιν ἡ ἐπὶ τῶν νεῶν ἀναχώρησις, ἡ δὲ διὰ τοῦ ο̅ ἀνοκωχὴ
ἀνοχὴ μακρὰ πολέμου· <διοκωχὴ> δὲ καὶ <ἀκωχὴ> διάλειψίς
τις καὶ ἄνεσις.
47
<ἀνάλγητος> καὶ <ἀναλγὴς> διαφέρει. ἀνάλγητος μὲν
γάρ ἐστιν ὁ ἀνεπίστρεπτος τοῦ καθήκοντος, ἀναλγὴς δὲ ὁ
μὴ ἀλγῶν.
48
<ἄντικρυς> καὶ <ἀντικρὺ> διαφέρει. ἀντικρὺ μὲν γὰρ τὸ
ἐπ' εὐθείας καὶ ἐξ ἐναντίας, χωρὶς τοῦ σ̅ ὡς τὸ καταντικρύ·
ἄντικρυς δὲ τὸ διαρρήδην καὶ φανερῶς, καὶ τὸ ἐπ' εὐθείας
τοπικόν.
49
<ἀναβάτης> καὶ <ἐπιβάτης> διαφέρει. ἀναβάτης μὲν γὰρ
ἐπὶ ἵππου, ἐπιβάτης δὲ ἐπὶ νηός.
50
<ἀναστῆναι> καὶ <ἐγερθῆναι> διαφέρει. ἀναστῆναι μὲν
ἐπὶ ἔργον, ἐγερθῆναι δὲ ἐξ ὕπνου.
51
<ἀναγόμενοι> καὶ ⸤<ἀναχθέντες>⸥ διαφέρει. ἀνήγοντο
μὲν γὰρ οἱ πλέοντες, ἀναγόμεναί τε αἱ νῆες, οὐκ ἀναχθεῖσαι·
ἀνήχθησαν δέ τινες εἰς τὸ στρατηγεῖον.
52
<ἀνεψιοὶ> καὶ <ἐξανεψιοὶ> διαφέρουσιν. ἀνεψιοὶ μὲν γάρ
εἰσιν οἱ τῶν ἀδελφῶν παῖδες, ἐξανεψιοὶ δὲ οἱ τῶν ἀνεψιῶν
παῖδες.
53
<ἀναγκάζειν> καὶ <βιάζεσθαι> διαφέρει. ἀναγκάζειν μὲν
γάρ ἐστιν ἐπὶ ἐμψύχου· βιάζεσθαι δὲ 〈καὶ〉 ἐπὶ ἀψύχου,
οἷον ‘βιάζεσθαι τὴν ναῦν’.
54
<ἄναρχον> καὶ <ἀναίτιον> διαφέρει, ὅτι τὸ μὲν ἀναίτιον
πρὸς ἕτερον λέγεται, τὸ δ' ἄναρχον πρὸς ἑαυτό.
55
<ἄντρον> μὲν τὸ αὐτοφυὲς κοίλωμα, <σπήλαιον> δὲ τὸ
χειροποίητον.
56
<ἄνοια> καὶ <ἀφροσύνη> διαφέρει. ἀνόητος μὲν γάρ ἐστιν
ὁ μηδὲν νοῶν· ἄφρων δὲ ὁ νοῶν μέν, οὐ φρονίμως δὲ διοικῶν.
57
<ἄξονες> καὶ <κύρβεις> διαφέρουσιν. οἱ μὲν γὰρ ἄξονες
ἦσαν τετράγωνοι, οἱ δὲ κύρβεις τρίγωνοι. καὶ οἱ μὲν ἄξονες
εἶχον τοὺς ἰδιωτικοὺς νόμους ἐγγεγραμμένους, οἱ δὲ κύρβεις
τὰς δημοσίας ἱεροποιΐας καὶ εἴ τι ἕτερον τοιοῦτον.
58
<ἀξιόχρεως> μέν ἐστιν ὁ ἐπιλῦσαί τι ἱκανός, <ἀξιόπι-
στος> δὲ ὁ πιστεύεσθαι ἄξιος.
59
<ἀξίωμα> μέν ἐστι τὸ καθ' ὑπερβολὴν διαπρέπον, <ἀξία>
δὲ ἡ ἐκ δοκιμασίας εὐαρέστησις.
60
<ἀποστάσιος ἀπροστασίου> διαφέρει. ἀποστασίου
μὲν δίκην ἔλεγον, ὁπότε ἀπελεύθερος κρίνοιτο ὡς ἀποστὰς
τοῦ δεσπότου· ἀπροστασίου δέ, ὁπότε μέτοικος ἐγκαλοῖτο
ὡς μὴ ἔχων προστάτην.
61
<ἀποκήρυκτος> καὶ <ἐκποίητος> διαφέρει. ἀποκήρυκτος
μὲν γάρ ἐστιν ὁ ἐπὶ ἀδικήματι ὑπὸ τοῦ πατρὸς ἐκβληθεὶς τῆς
οἰκίας· ἐκποίητος δὲ ὁ δοθεὶς ὑπὸ τοῦ πατρὸς εἰς υἱοθεσίαν
ἄλλῳ, ὃ λέγουσιν ‘εἰσποιητὸς γέγονεν’.
62
<ἀπολογεῖσθαι> καὶ <ἀπολογίζεσθαι> διαφέρει. ἀπο-
λογεῖσθαι μὲν γάρ ἐστι τὸ ἐπὶ τῷ λόγῳ τὴν κατηγορίαν ἀνα-
σκευάζειν, ἀπολογίζεσθαι δὲ τὸ ἀποδοῦναι τὸν λόγον τῶν
δαπανημάτων. καὶ γὰρ τὸ ἁπλοῦν λογίζεσθαι· καὶ λογισταὶ
οἱ ἀριθμηταί.
63
<ἀποδρᾶναι> καὶ <ἀποφεύγειν> διαφέρει. ἀποδρᾶναι μὲν
γάρ ἐστι τὸ ἀναχωρήσαντά τινα ἄδηλον εἶναι ὅπου ἐστίν·
ἀποφεύγειν δὲ τὸ δῆλον μὲν εἶναι ὅπου ἐστί, μὴ δύνασθαι δὲ
ἐπιληφθῆναι. λέγει δὲ Ξενοφῶν τὴν διαφορὰν ἐν τῇ Ἀναβά-
σει (1, 4, 8)· ‘οὔτε ἀποδεδράκασιν—οἶδα γὰρ ὅπου οἴχονται—
οὔτε ἀποπεφεύγασιν’.
64
<ἀπὸ> καὶ <παρὰ> διαφέρει. ἡ μὲν γὰρ ἀπό τίθεται ἐπὶ τῶν
ἀψύχων, οἷον ‘ἀπ' Ἀθηνῶν’· ἡ δὲ παρά ἐπὶ τῶν ἐμψύχων,
οἷον ‘παρὰ Σωκράτους’. οἱ δὲ ἐναλλάσσοντες ἁμαρτάνουσιν
ἢ ἀλλαγῇ προθέσεως χρῶνται, ὡς καὶ Ὅμηρος (Ξ 28)·
‘παρὰ νηῶν ἀνιόντε’
ἀντὶ τοῦ ἀπὸ τῶν νηῶν. ὡς καὶ ἀλλαχοῦ (sc. Ε 700) φησι κυρίως·
‘οὔτέ ποτε προτρέποντο μελ†ε†νάων ἀπὸ νηῶν’.
65
<ἀπελεύθερος> καὶ <ἐξελεύθερος> διαφέρει. ἀπελεύθε-
ρος μὲν γάρ ἐστιν ὁ ἐκ δούλου ἠλευθερωμένος· ἐξελεύθερος
δὲ ὁ γενόμενος διὰ χρέα προς†ήλυ†τος ἢ κατὰ ἄλλην τινὰ
αἰτίαν δουλεύσας, εἶτα ἐλευθερωθείς. ἤδη μέντοι καὶ ἀδια-
φόρως χρῶνται τοῖς ὀνόμασιν.
66
<ἀποφορὰ> καὶ <εἰσφορὰ> διαφέρει. ἀποφορὰ μὲν γάρ
ἐστι τὰ ὑπὸ τῶν δούλων τοῖς δεσπόταις παρεχόμενα χρήματα,
ἣν καὶ ἀναφορὰν καλοῦσιν· εἰσφορὰ δὲ τὰ ὑπὸ τῶν πολιτῶν.
67
<ἀποκριθῆναι> καὶ <ἀποκρίνασθαι> διαφέρει. ἀποκρι-
θῆναι μὲν γάρ ἐστι τὸ ἀποχωρισθῆναι, ἀποκρίνασθαι δὲ τὸ
ἐρωτηθέντα λόγον δοῦναι.
68
<ἀπονίψασθαι> καὶ <κατὰ χειρὸς ὕδωρ αἰτῆσαι> δια-
φέρει. ἀπονίψασθαι μὲν γάρ ἐστι μετὰ τὸ φαγεῖν, κατὰ χειρὸς
δὲ ὕδωρ αἰτῆσαι πρὸ τοῦ φαγεῖν καὶ μετὰ τὸ φαγεῖν.
69
<ἀποφορὰ> καὶ <ἀναφορὰ> διαφέρει. ἀποφορὰ μὲν γάρ
ἐστιν ὁ νῦν καλούμενος φόρος, ἀναφορὰ δὲ ὁ ἀπὸ τῶν εὐωδῶν
ἢ δυσωδῶν ἀναφερόμενος ἀτμός.
70
<ἀπέθανε> καὶ <τέθνηκε> διαφέρει. ἀπέθανε μὲν νῦν,
τέθνηκε δὲ πάλαι. ὡς ‘περιεπάτησε μὲν ὁ δεῖνα τήμερον,
περιπεπάτηκε δὲ πάλαι’.
71
<ἀπόδοσις> μὲν ἀψύχου λέγεται, <ἀποκατάστασις> δὲ
ἐμψύχου καὶ ἀγομένου.
72
<ἄρχειν> καὶ <κρατεῖν> διαφέρει. ἄρχειν μὲν γάρ ἐστι τό
τινων ἐπ' ὠφελείᾳ προΐστασθαι, κρατεῖν δὲ τὸ βίᾳ τινὰς
ἄγειν ὑπακουομένους ἐπὶ δουλείᾳ. καθὸ καὶ τῶν θηρίων κρα-
τεῖν, ἀλλ' οὐκ ἄρχειν λέγεται.
73
<ἁρπαγὴ> καὶ <ἁρπάγη> διαφέρει παρὰ τοῖς παλαιοῖς
Ἀττικοῖς, ὥς φησι Τρύφων ἐν τῷ τρίτῳ Περὶ Ἀττικῆς προσ-
ῳδίας (fr. 12 Vels.). ἐὰν μὲν γὰρ ὀξυτόνως προενεγκώμεθα
καθάπερ ἐν τῇ συνηθείᾳ, τὴν αἰφνίδιον καὶ μετὰ βίας ἀφαίρε-
σιν δηλώσει· ἐὰν δὲ βαρυτόνως ἁρπάγην ὡς Ἀνάφην, ἐν ᾗ ἐκ
τῶν φρεάτων τοὺς κάδους ἐξαίρουσιν. καὶ παρὰ Μενάνδρῳ
(fr. 657 Koerte2) ἀναγινώσκομεν·
‘ποτήριον, τράπεζαν, ἁρπάγην, †δεύτερον† κάδον’.
καὶ ἐν Ἡνιόχῳ (fr. 180 Koerte2)·
‘τὸν †παῖδα δ' οὐ δίδομεν†,
ἀλλ' ἁρπάγην αὐτῷ κατασκευάζομεν’.
74
<ἆρα> καὶ <ἄρα> διαφέρει. ὁ μὲν γὰρ κατὰ περισπασμὸν
λεγόμενος σύνδεσμος ἀπορηματικός ἐστιν, ὅτε ἀποροῦντες
λέγομεν· ‘ἆρα τέλος ἕξει τὸ πρᾶγμα;’. ὁ δὲ κατὰ συστολὴν
συλλογιστικός· ‘εἰ ἡμέρα ἐστί, φῶς ἐστιν· ἀλλὰ μὴν ἡμέρα
ἐστίν. φῶς ἄρα ἐστίν’. ‘εἰ τοῦτο συμφέρει ποιεῖν, ποιητέον
ἡμῖν ἄρα ἐστίν’.
75
<ἄρτι> καὶ <ἀρτίως> διαφέρει. ἄρτι μὲν γάρ ἐστι χρονικὸν
ἐπίρρημα, τὸ δ' ἀρτίως ἐπὶ τοῦ ἀπηρτισμένου ἔργου τελείως.
ὥστε ἁμαρτάνει Σαπφὼ λέγουσα (fr. 123 L.—P. cf. fr. 103, 13)
‘ἀρτίως μὲν ἁ χρυσοπέδιλος †αὖ· ὡς†’
ἀντὶ χρονικοῦ ἐπιρρήματος. παρὰ δὲ τοῖς Ἀττικοῖς ἀρτίως
σημαίνει αὐτῆς τῆς ὥρας. τὸ δ' ἄρτι παρατατικῶς καὶ ἐπὶ
τοῦ παρῳχηκότος.
76
<ἀράχνη> καὶ <ἀράχν†ιον†> διαφέρει. ἀράχνη μὲν γὰρ
θηλυκῶς τὸ ὕφασμα—καὶ οὐδετέρως, τὸ ἀράχνιον—, ἀρσενι-
κῶς δὲ ὁ <ἀράχνης> τὸ ζῷον.
77
<ἄρνες> καὶ <ἀρνειοὶ> διαφέρουσιν. ἄρνες μὲν γὰρ λέγονται
οἱ νεογνοί·
‘ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον’ (Π 352),
ἀρνειοὶ δὲ οἱ προήκοντες τῇ ἡλικίᾳ·
‘ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ
ὅς τ' ὀΐων μέγα πῶϋ ...’ (Γ 197 sq.).
78
<ἄρρωστος> καὶ <ἀρρωστῶν> διαφέρει. ἄρρωστος μὲν
γὰρ ὁ νοσῶν· ἀρρωστῶν δέ ἐστιν ὁ ἀδυνατῶν ἐπιτελεῖν τὰ
κατὰ τὰς ὀρέξεις, ὡς Ἀριστοφάνης φησίν (p. 232sq. Nauck).
79
<ἀρρωστεῖν> τοῦ <νοσεῖν> διαφέρει. ἀρρωστεῖ μὲν γὰρ ὁ
καχεκτῶν τῷ σώματι, νοσεῖ δὲ ὁ κλινήρης.
80
<ἀρρωδεῖν> καὶ <ὀρρωδ>εῖν διαφέρει. τὸ μὲν γὰρ διὰ τοῦ
ο̅ σημαίνει τὸ εὐλαβεῖσθαι· οὕτως γὰρ ἐξηγοῦνται τὴν λέξιν·
ὄρρος δὲ λέγεται ὁ περὶ τοὺς γλουτοὺς τόπος ὅν τινες ταῦρον
λέγουσιν· ὅθεν καὶ τῶν ὀρνέων ὁ τόπος οὗτος ὀρροπύγ⸤ι⸥ον
καλεῖται, οὐχ, ὥς τινες ἀγνοοῦντες, ὀρθοπύγιον. ἐτύμως
δ' εἴρηται, ὅρος ὢν τῆς πυγῆς καὶ οἱονεὶ ὁροπύγιον. οἱ δ'
εὐλαβούμενοι περί τινος ἀνασπᾶν εἰώθασι τὸ αἰδοῖον, πολλά-
κις δὲ καὶ τὰ ἄλογα τῶν ζώων ὑποστέλλειν εἰώθασι τὴν οὐρὰν
ὅταν εὐλαβῆται. εὐλόγως οὖν ἐκ τοῦ παρακολουθοῦντος τὸ
ὀρρωδεῖν εἴρηται ἐπὶ τοῦ εὐλαβεῖσθαι. καὶ Εὐριπίδης τὸν
Περσέα λέγοντα εἰσάγει (Andromed. fr. 130 Nauck2)·
‘τὰς γὰρ συμφορὰς τῶν κακῶς πεπραχότων
οὐπώποθ' ὕβρις', αὐτὸς ὀρρωδῶν παθεῖν’.
καὶ τὸ μὲν ὀρρωδεῖν τοιοῦτον. τὸ δ' ἀρρωδεῖν οἷον κατὰ στέρη-
σιν, τοῦτ' ἔστι μὴ εὐλαβεῖσθαι ἀλλὰ καταφρονεῖν καὶ τεθαρ-
ρηκέναι.
81
<ἀσφόδελος> καὶ <ἀσφοδελὸς> διαφέρει. προπαροξυ-
τόνως μὲν γὰρ τὸ φυτόν· ὀξυτόνως δ' ὁ τόπος
‘κατ' ἀσφοδελὸν λειμῶνα’ (λ 539. 573 ω 13).
82
<ἀστεῖος> καὶ <ἀστικὸς> διαφέρει. ἀστεῖος μὲν γὰρ ὁ πι-
θανὸς καὶ χαρίεις ἢ καθόλου ἐπιδέξιος ἐν πολιτικῇ ὁμιλίᾳ·
ἀστικὸς δὲ ὁ ἐν ἄστει διατρίβων.
83
<ἄστρον> καὶ <ἀστὴρ> διαφέρει. ἄστρον μὲν γάρ ἐστι τὸ
ἐκ πολλῶν ἀστέρων μεμορφωμένον ζῴδιον, οἷον ὁ Ὠρίων,
ἡ Ἄρκτος. ἀστὴρ δὲ ὁ εἷς.
84
<ἀτέχνως> καὶ <ἀτεχνῶς> διαφέρει. τὸ μὲν γὰρ παροξύ-
τονον σημαίνει τὸ χωρὶς τέχνης καὶ ἀμαθῶς· τὸ δὲ περισπώ-
μενον τίθεται ἀντὶ τοῦ ἁπλῶς καὶ ἀδόλως καὶ καθάπαξ καὶ
καθόλου, ἄντικρυς.
85
<ἀτιμοῦται> καὶ <ἀτιμάζεται> διαφέρει. ἀτιμοῦται μὲν
γάρ τις ὑπὸ τῶν νόμων ὁλοσχερεῖ ἀτιμίᾳ, ἀτιμάζεται δὲ ὁ
ὑβριζόμενος ἔν τινι πράγματι.
86
<ἄττα> ψιλούμενον καὶ δασυνόμενον διαφέρει. ψιλούμενον
μὲν γὰρ σημαίνει τὸ ‘τινά’, δασυνόμενον δὲ τὸ ‘ἅτινα’.
87
<ἀτελές> καὶ <ἀτέλεστον> διαφέρει. ἀτελὲς μὲν γάρ ἐστι
τὸ μήπω τετελεσμένον, ἀτέλεστον δὲ τὸ ἀδύνατον τελεσθῆναι.
οἱ οὖν ἐναλλάσσοντες ταῦτα ἀκυρολογοῦσιν.
88
<αὐχὴν> καὶ <δέρη> διαφέρει. αὐχὴν μὲν γὰρ λέγεται τὸ ὄπι-
σθεν τοῦ τραχήλου, δέρη δὲ τὸ ἔμπροσθεν καθ' ὅ ἐστιν ἡ φάρυγξ.
89
<αὖθις> καὶ <αὖθι> χωρὶς τοῦ σ̅ διαφέρει. τὸ μὲν αὖθις
ἐστὶ τὸ πάλιν ἢ μετὰ ταῦτα, τὸ δ' αὖθι 〈τὸ〉 αὐτόθι. κακῶς
οὖν Καλλίμαχός φησι (fr. 1, 35 Pf.)
‘αὖθι τὸ δ' ἐκδύοιμι⸤, τό μοι βάρος⸥’
ἀντὶ τοῦ μετὰ ταῦτα.
90
<αὖτις> διὰ μὲν τοῦ τ̅ σημαίνει τὸ πάλιν, διὰ δὲ τοῦ θ̅ τὸ
ὕστερον.
91
<ἄχρι> χωρὶς τοῦ σ̅ χρονικὸν ἐπίρρημα, <ἄχρις> δὲ μετὰ τοῦ
σ̅ ἀντὶ τοῦ ἀκριβῶς. Ὅμηρος (Δ 522)·
‘ἄχρις ἀπηλοίησεν’,
οἷον ‘ἀκριβῶς ἀπέκοψεν’.
92-113n
{Β}
92
<βασιλεύς, κοίρανος> καὶ <ἡγεμὼν> διαφέρει. βασιλεὺς
μὲν γάρ ἐστιν ὁ πατρόθεν ἢ ἀπὸ γένους τὴν ἀρχὴν παραλαβών,
κοίρανος δὲ ὁ πρὸς καιρὸν τὸ τοῦ βασιλέως ἔργον ἐπιτελῶν,
οἷος ἦν πρὸ τῆς μήνιδος ὁ Ἀχιλλεύς.
‘ὣς ὅ γε κοιρανέων δίεπε στρατόν’ (Β 207).
ἡγεμὼν δέ ἐστιν ὁ τάξεως στρατιωτικῆς ἡγούμενος, ὡς ὁ
ποιητής (Γ 1) φησιν
‘αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ' ἡγεμόνεσσιν ἕκαστοι’.
93
<βάρβαρον> καὶ <βαρβαρικὸν> διαφέρει. βάρβαρον μὲν
γάρ ἐστιν ὄνομα τὸ οὐχ Ἑλληνικόν, βαρβαρικὸν δὲ τὸ τῶν
βαρβάρων.
94
<βάραθρος> καὶ <βάραθρον> διαφέρει. βάραθρος μὲν γὰρ
ὁ βαράθρου ἄξιος ἄνθρωπος, βάραθρον δὲ ὄρυγμά τι Ἀθήνη-
σιν εἰς ὃ τοὺς κακούργους ἐνέβαλλον, ὥσπερ οἱ Λακεδαιμό-
νιοι τοὺς καταδικαζομένους ἔβαλλον εἰς τὸν †κέατον†.
95
<βασιλεῖα> καὶ <βασίλεια> διαφέρει. προπερισπωμένως
μὲν γὰρ ἡ βασιλέως ἀρχή, προπαροξυτόνως δὲ ἡ βασιλέως
γυνή.
96
<βάρις> μέν ἐστιν Αἰγύπτιον πλοῖον, λέγεται δὲ καὶ ἡ
μεγάλη οἰκία, ὡς ὑπὸ Φιλίππου.
97
<βάσανος> ἥ τε δοκιμασία καὶ ἡ διὰ τῶν πληγῶν.
98
<βασκαίνειν> οὐ μόνον τὸ φθονεῖν ἀλλὰ καὶ τὸ συκοφαν-
τεῖν, ὡς Δημοσθένης ἐν τῷ Περὶ στεφάνου (189) ‘ἄν τι δύσ-
κολον συμβῇ, τοῦτο βασκαίνουσιν’.
99
<βεβλῆσθαι> καὶ <οὐτᾶσθαι> διαφέρει. βεβλῆσθαι μὲν
γάρ ἐστι τὸ ἐκ βολῆς τετρῶσθαι καὶ ἐκ τῶν ἐναντίων,
οὐτᾶσθαι δὲ τὸ ἐκ χειρὸς τετρῶσθαι· †βεβολῶσθαι† δὲ
τὸ τὴν βο⸤υ⸥λὴν πεπηρῶσθαι ⸤καὶ οἷον πεπλῆχθαι ὑπὸ δυσ-
θυμίας⸥.
100
<βιοῦν> καὶ <ζῆν> διαφέρει. βιοῦν μὲν γὰρ ἐπὶ ἀνθρώ-
πων μόνον λέγεται, ζῆν δὲ ἐπὶ ἀνθρώπων καὶ ἀλόγων ζῴων,
ἤδη δέ ποτε καὶ ἐπὶ φυτῶν. ζωὴ μὲν γὰρ λέγεται εἶναι χρῆσις
ψυχῆς, βίος δὲ †ὀλίγη† ζωή.
101
<βίος ζωῆς> διαφέρει. βίος μὲν ἐπὶ τῶν λογικῶν τάσσε-
ται ζῴων, τουτέστιν ἀνθρώπων μόνων, ζωὴ δὲ καὶ ἐπὶ ἀνθρώ-
πων καὶ ἐπὶ τῶν ἀλόγων ζῴων. ἐντεῦθεν Ἀριστοτέλης (fr. om.
Rose) τὸν βίον ὡρίσατο οὕτως· ‘βίος ἐστὶ λογικὴ ζωή’. ὁ
οὖν ἐπὶ τῶν θηρίων βίον τάσσων ἀκυρολογεῖ.
102
<βιῶναι> μέν ἐστι τὸ ζῆν, <βιοτεύειν> δὲ τὸ πορίζειν τὰ
πρὸς τὸν βίον. {βιοῦν μὲν φήσομεν ἀνθρώπους, ζῆν δὲ καὶ τὸ
ἄλογον ζῷον}
103
<βλέπειν> καὶ <θεᾶσθαι> διαφέρει. βλέπειν μὲν γὰρ
κυρίως τὸ ὁρᾶν τι ὁπωσοῦν, θεᾶσθαι δὲ τὸ ὁρᾶν τι τῶν τεχνι-
κῶς γινομένων οἷον πάλην, παγκράτιον, γραφήν.
104
<βλέφαρα> καὶ <βλεφαρίδες> διαφέρει. βλέφαρα μὲν
γάρ ἐστιν αὐτὰ τὰ ἐπικλειόμενα δέρματα, βλεφαρίδες δὲ αἱ
τρίχες αἱ ἐπὶ τῶν βλεφάρων.
105
<βοὸς> καὶ <βόειος> διαφέρει. βοὸς μὲν γὰρ πούς ἐστιν
ἐπὶ ζῶντος, βόειος δὲ ὁ τοῦ νεκροῦ.
106
<βούλει> καὶ <βούλῃ> διαφέρει. τὸ βούλει μὲν γὰρ ὁρι-
στικόν ἐστιν οἷον ‘βούλει σχολάσαι μ⸤ο⸥ι’, τὸ βούλῃ δὲ δι-
στακτικῶς οἷον ‘⸤ἐὰν⸥ βούλῃ, πορευσόμεθα’.
107
<βοηθεῖ> μὲν ὁ συνών, <ἐπικουρεῖ> δὲ ὁ ἔξωθεν εἰς
βοήθειαν ἥκων, <συμμαχε>ῖ δὲ ὁ αὐτόθεν, <ὑπερμαχεῖ> δὲ ὁ
ἀδυνάτῳ χρησιμεύων, <ἀμύνει> δὲ ὁ τιμωρούμενος ὑπὲρ τοῦ
ἀπολωλότος.
108
<βουκολεῖν> καὶ <ἐξαπατᾶν> διαφέρει. βουκολεῖν μέν
ἐστι τὸ ἐπὶ πλεῖστον καὶ ἀεὶ παραλογίζεσθαι, ἐξαπατᾶν δὲ
περὶ ἑνὸς πράγματος συναρπάζειν.
109
<βουλεύσασθαι> καὶ <βουλεῦσαι> διαφέρει. βουλεύ-
σασθαι μὲν γάρ ἐστι ταὐτὸν τῷ σκέψασθαι, βουλεῦσαι δὲ τὸ
ἐνθυμηθῆναί τι καὶ συντάξαι κακόν. οἷον βουλεῦσαι φόνον ἢ
ἱεροσυλίαν.
110
<βούλεσθαι> μὲν ἐπὶ μόνου λεκτέον τοῦ λογικοῦ, τὸ
δ' <ἐθέλειν> καὶ ἐπὶ ἀλόγου ζῴου.
111
<βρύει> καὶ <βλύει> διαφέρει. βρύει μὲν γὰρ ἐπὶ τοῦ ἀνθεῖ,
βλύει δὲ ἐπὶ τοῦ ἀναβάλλει.
112
<βρύκειν> καὶ <βρύχειν> διαφέρει. βρύκειν μὲν γὰρ διὰ
τοῦ κ̅ τὸ πρίειν τοῖς ὀδοῦσι, βρύχειν δὲ διὰ τοῦ χ̅ ἐπὶ τοῦ λέον-
τος τὸ βρύχεσθαι.
113
<βωμὸς> καὶ <ἑστία> καὶ <ἐσχάρα> καὶ <μέγαρον> δια-
φέρει, καθὰ καὶ Ἀμμώνιος ὁ Λαμπ†ρι†εὺς (FGHist. 361 F 1a)
ἐν πρώτῳ Περὶ θυσιῶν· ‘βωμοὶ μὲν γὰρ οἱ τὰς προ〈σ〉βάσεις
ἔχοντες, ἐσχάρα δ' ἡ πρὸς βιωτικὴν γινομένη ⸤χρῆσιν⸥ ἐπὶ
τῆς ⸤γῆς⸥· τὰ δὲ πολυ⸤τελῆ⸥ ἑστία⸤ι⸥· τὸ δὲ μέγαρον περιοικο-
δομημένη ἑστία, ἔνθα τὰ μυστικὰ τῆς Δήμητρος’. παρὰ
δ' Ὁμήρῳ ἡ ἐσχάρα ἡ αὐτὴ καὶ ἑστία καλεῖται, ὁ δὲ βωμὸς
καὶ τὴν βάσιν σημαίνει (η 100)
‘χρύσειοι δ' ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν’,
ἀντὶ τοῦ ἐπὶ βάσεων· καὶ ἡ ἑστία σημαίνει καὶ τὸν οἶκον
(ξ 159 ρ 156 τ 304 υ 231)
‘ἑστίη δ' Ὀδυσσῆος ἀμύμονος’,
καὶ ἀνέστιος ὁ ἄοικος. παρ' Ἡσιόδῳ (theog. 454) καὶ ἡ σω-
ματοειδὴς θεὸς Ἑστία ἐστίν, ἣν καὶ
‘Δήμητρα{ν} καὶ Ἥρην χρυσοπέδιλον’.
ἰδίως δὲ Νεάνθης ὁ Κυζικηνὸς (FGHist 84 F 7) ἐν τρίτῳ
τῶν Κατὰ πόλιν βωμοὺς θεῶν φησιν, ἐσχάρας δ' ἡρώων.
παρὰ δ' Εὐριπίδῃ (fr. 628 N.2) ἐσχάρα ἀντὶ τοῦ βωμοῦ κεῖ-
ται ἐν Πλεισθένει·
‘†μηλοσφάγετον† δαιμόνων ἐπ' ἐσχάραις’.
καὶ Σοφοκλῆς (fr. 662 N.2) ἐν Χρύσῃ.
114-124n
{Γ}
114
<γαμήλιος> καὶ <ἐπιθαλάμιον> διαφέρει. ἐπιθαλάμιον
μὲν γάρ ἐστι τὸ ἐπὶ τῷ θαλάμῳ τῆς γαμουμένης γραφὲν
ποίημα· ὁ δὲ γαμήλιος οὐ περιώρισται χρόνῳ, τάττοιτο δ' ἂν
καὶ κατὰ τῆς δωρεᾶς τῆς ἐν γάμῳ διδομένης.
115
<γεγενῆσθαι> ἐροῦμεν τὸ ὡσανεὶ γεγενημένον, <γεγο-
νέναι> δὲ τὸ ἄψυχον πρᾶγμα.
116
<γενέθλια> καὶ <γενέσια> διαφέρει. ὅτι μὲν γὰρ γενέθλια
τάσσεται ἐπὶ τῶν ζώντων· καὶ ἐν ᾗ ἕκαστος ἡμέρᾳ ἐγεν-
νήθη, αὕτη καλεῖται γενέθλιος ἡμέρα. γενέσια δὲ ἐπὶ τῶν
τεθνηκότων· ἐν ᾗ ἕκαστος ἡμέρᾳ τετελεύτηκε, ταύτῃ ἐπιτε-
λεῖται αὐτοῦ τὰ γενέσια. ὁ οὖν λέγων ἐπὶ τῶν ζώντων γενέ-
σια ἀκυρολογεῖ.
117
<γέρων> καὶ <πρεσβύτης> καὶ <προβεβηκὼς> διαφέρει,
Ἀλεξίων (fr. 1 Berndt) δηλοῖ ἐν τῇ ἐπιτομῇ τῶν Διδύμου
(p. 378 Schmidt) Συμμίκτων λέγων οὕτως· ‘ἐκ τῶν †ἀρί-
στωνος† Περὶ ἀνθρώπου γενέσεως καὶ αὐξήσεως ἄχρι γή-
ρως. βρέφος μὲν γάρ ἐστι τὸ γεννηθὲν εὐθέως, παιδίον
δὲ τὸ τρεφόμενον ὑπὸ τῆς τιθηνοῦ, παιδάριον δὲ τὸ ἤδη
περιπατοῦν καὶ τῆς λέξεως ἀντεχόμενον, παιδίσκος δὲ ὁ
ἐν τῇ ἐχομένῃ ἡλικίᾳ, παῖς δ' ὁ διὰ τῶν ἐγκυκλίων μα-
θημάτων δυνάμενος ἰέναι. τὴν δ' ἐχομένην ταύτης ἡλικίαν
οἱ μὲν πάλλ⸤η⸥κα, οἱ δὲ βούπαιδα, οἱ δ' ἀντίπαιδα, οἱ δὲ μελ-
λ{ο}έφηβον καλοῦσιν. ὁ δὲ μετὰ ταῦτα ἔφηβος· ἐν δὲ Κυρήνῃ
τοὺς ἐφήβους τριακατ{α}ίους καλοῦσιν, ἐν δὲ Κρήτῃ ἀποδρό-
μους διὰ τὸ μηδέπω τῶν κοινῶν δρόμων μετέχειν. ὁ δὲ μετὰ
ταῦτα μειράκιον, εἶτα μεῖραξ, εἶτα νεανίσκος, εἶτα νεανίας, εἶτα
ἀνὴρ μέσος, εἶτα προβεβηκώς—ὃν καὶ ὠμογέροντα καλοῦσιν—,
εἶτα γέρων, εἶτα πρεσβύτης, εἶτα ἐσχατό⸤γ⸥ηρως.’
118
<γελοῖον> καὶ <εὐτράπελον> διαφέρει. γελοῖον μὲν γάρ
ἐστι τὸ ἐπὶ διαχύσει τῶν ἀκροατῶν χωρίς τινος ὕβρεως, εὐτρά-
πελον δὲ τὸ μετὰ σεμνότητος χαριέντως λεγόμενον· εἴρηται
δὲ παρὰ τὸ εὖ τρέπεσθαι τὸν λόγον.
119
<γέλοιος> καὶ <γελοῖος> διαφέρει. γέλοιος μὲν ὁ κατα-
γέλαστος, γελοῖος δὲ ὁ γελωτοποιός.
120
<γῆμαι> τοῦ <γήμασθαι> διαφέρει, ὅτι γαμεῖ μὲν ὁ ἀνήρ,
γαμεῖται δὲ ἡ γυνή. καὶ Ὅμηρος τὴν διαφορὰν τετήρηκεν
αὐτῶν, ἐπὶ τοῦ γήμασθαι εἰπών (λ 273 sq.)
‘γημαμένη ᾧ υἱῷ· ὁ δ' ὃν πατέρ' ἐξεναρίξας
γῆμε’,
καὶ Ἀνακρέων (P.M.G. 424 Page = fr. 87 D.2) διασύρων τινὰ
ἐπὶ θηλύτητι
‘καὶ †θαλάμοις† ἐν ᾧ κεῖνος οὐκ ἔγημεν ἀλλ' ἐγήματο’,
καὶ Αἰσχύλος (fr. 131 Mette = fr. 13 N.2) ἐν Ἀμυμώνῃ
‘σοὶ μὲν {γὰρ} γαμεῖσθαι μόρσιμον, γαμεῖν δὲ †μή†’.
121
<γῆρας> μέν ἐστιν ἡ τελευταία ἡλικία, <γήρασις> δὲ ἡ
ἐπ' αὐτὴν πόρευσις. μήποτε οὖν ταύτῃ καὶ γηρᾶν τοῦ γηρά-
σκειν διαφέρει.
122
<γράμμα στοιχείου> διαφέρει. στοιχεῖον μὲν γάρ
ἐστιν αὐτὴ ἡ ἐκφώνησις καὶ ὁ φθόγγος, οὗ τὸ γράμμα σημεῖον
ἢ τύπος ἢ σχῆμα· ὡς ἐν τῷ ‘τρίγωνον μέν ἐστι τὸ Δ, στρογγύ-
λον δὲ τὸ Ο’, τύπος 〈μόνον λέγεται〉. τὸ δὲ στοιχεῖον τὸ ὁλό-
κληρον οἷον α̅ β̅ καὶ τὰ λοιπὰ στοιχεῖα. λέγεται μέντοι
καταχρηστικῶς καὶ τὰ στοιχεῖα γράμματα· ἤδη μέντοι καὶ
τὰ συγγράμματα ἐκάλουν οἱ παλαιοὶ γράμματα· Καλλίμαχός
πού (fr. 468 Pf.) φησιν
‘γράμματα δ' †οὐκ εἴλισσαν† ἀπόκρυφα’,
τουτέστι τὰ συγγράμματα, καὶ πάλιν (ep. 23, 3—4)
‘ἀλλὰ Πλάτωνος
†ἐν τῷ† περὶ ψυχῆς γράμμ' ἀναλεξάμενος’.
καὶ ἐν τῇ συνηθείᾳ πολλά φαμεν εἰδέναι γράμματα τόνδε· οὐ
γὰρ τὰ εἴκοσι τέσσαρα, ἀλλὰ τὸν πολλῶν ἔμπειρον συγγραμ-
μάτων.
123
<γυμνασθῆναι> καὶ <γυμν〈άσ〉ασθαι> διαφέρει. γυ-
μνασθῆναι μὲν γάρ ἐστι τὸ ὑφ' ἑτέρου, γυμν⸤άσ⸥ασθαι δὲ
τὸ ὑφ' ἑαυτοῦ.
124
<γυμνασία> μὲν λέγεται ἡ τῶν γεγυμνασμένων ἄσκησις,
<ἄσκησις> δὲ ἡ τῶν λεγόντων καὶ σκηνικῶν.
125-153n
{Δ}
125
<δαμάλης> καὶ <δάμαλις> διαφέρει. δαμάλης μὲν γὰρ
ὁ ἄρρην μόσχος, δάμαλις δὲ ἡ θήλεια. <μόσχος> δὲ κοινῶς
ἐπ' ἀμφότερα.
126
<δαί·> σύνδεσμος ἐρωτηματικὸς ἐκτεταμένος (α 225)
‘τίς δαὶ ὅμιλος’
καὶ (Κ 408)
‘πῶς δαὶ τῶν ἄλλων Τρώων’.
ὁ δὲ συμπλεκτικὸς <δέ> συνεσταλμένος.
127
<δεσπότης> καὶ <κύριος> διαφέρει. δεσπότης μὲν γὰρ ὁ
τῶν ἀργυρωνήτων {καὶ} κύριος, κύριος δὲ καὶ πατὴρ υἱοῦ καὶ
αὐτός τις ἑαυτοῦ.
128
<δέος> καὶ <φόβος> διαφέρει. δέος μὲν γάρ ἐστι πολυχρό-
νιος κακοῦ ὑπόνοια, φόβος δὲ παραυτίκα πτόησις. διόπερ
Ἡρόδοτος ἐν τῇ τετάρτῃ (4, 115, 2)· ‘ἡμέας ἔχει φόβος τε καὶ
δέος’.
129
<δήμιος> καὶ <δημόκοινος> διαφέρει. δήμιος μὲν γάρ
ἐστιν ὁ ἀναιρῶν τοὺς καταδίκους, δημόκοινος δὲ ὁ βασανίζων.
130
‘<Δήμητερ> καὶ <Δάματερ> διαφέρει παρὰ τοῖς Ἀττι-
κοῖς’, φησὶ Τρύφων (fr. 107 Vels.). ‘Δήμητερ γάρ’, φησίν,
‘ἔστιν ἐπὶ τῆς θεοῦ, Δάματερ δὲ ἐπὶ θαυμασμοῦ’.
131
<δῆμος> καὶ <δημὸς> διαφέρει. δῆμος μὲν βαρυτόνως τὸ
πλῆθος τῆς πόλεως, δημὸς δὲ ὀξυτόνως τὸ λίπος.
132
<δίσκος> καὶ <σόλος> διαφέρει. δίσκος μὲν γάρ ἐστι λίθος
τετρημένος, ὥς φησι Τρύφων (fr. 105 Vels.) ἐν πέμπτῳ Περὶ
Ἑλληνισμοῦ, σόλος δὲ τὸ χαλκοῦν ὁλοσφύριον. Ὅμηρος
(Ψ 826)
‘σόλον αὐτοχόωνον’,
καὶ ἐν ἄλλοις (θ 186)
‘λάβε δίσκον’,
εἶτ' ἐπιφέρει (θ 193)
‘βόμβησε〈ν〉 δὲ λίθος’·
καὶ Πίνδαρος (Isthm. 1, 25)
‘λιθίνοις ποτ' ἂν δίσκοισι’.
133
<δικαστὴς> καὶ <διαιτητὴς> διαφέρει. δικαστὴς μὲν
γάρ ἐστιν ὁ κατὰ νόμον αἱρεθεὶς κριτής, διαιτητὴς δὲ ὁ κατὰ
σύμφωνον αἱρεθεὶς συμβιβάσεως χάριν. Μένανδρος (fr. 316
Koerte2) ἐν Παιδίῳ
‘εἴ τις δικαστὴς ἢ διαιτητὴς θεῶν’.
134
<διέφθαρται> καὶ <διέφθορε> διαφέρει. διέφθαρται μὲν
γὰρ ὑφ' ἑτέρου, διέφθορε δ' ἕτερον. Ἀριστοφάνης (II p. 1173
M. = fr. 568 K.) Κόραις·
‘διέφθορας τὸν ὅρκον ἡμῶν’.
Μένανδρος (fr. 5 Koerte2) Ἀδελφοῖς·
‘εἰ δ' ἔστι⸤ν οὗτος⸥ τὴν κόρην διεφθορώς’.
Ὅμηρος (Ο 128)
‘φρένας, ἠλεέ, διέφθορας’,
διεφθάρης τὰς σαυτοῦ φρένας.
135
<διαβόητος> καὶ <ἐπιβόητος> διαφέρει. διαβόητος μὲν
γάρ ἐστιν ὁ ἐπ' ἀρετῇ ἐγνωσμένος· ἐπιβόητος δὲ ὁ μοχθηρὰν
ἔχων φήμην. Ἀνακρέων (P.M.G. 354 Page = fr. 23 D.2) ἐν
δευτέρῳ
‘καὶ μ' ἐπιβόητον κατὰ γείτονας ποιήσεις’.
τοῦτον δ' ἔνιοι τῶν ποιητῶν ἐπίσφατον καλοῦσιν.
136
<διαβόητος περιβοήτου> διαφέρει. διαβόητος μὲν γάρ
ἐστιν ὁ ἐπ' ἀρετῇ πολυθρύλλητος, περιβόητος δὲ ὁ ἐπὶ κακίᾳ.
(FCG IV p. 601 M. = fr. ad. 120 K.)
‘καὶ περιβόητον πᾶσιν ἀνθρώποις 〈ποιεῖ〉
αὑτὸν ἀκρατής· καὶ τοῦτο δὴ τὸ λεγόμενον
“ἥττων ἑαυτοῦ”· πορνιδίῳ τρισαθλίῳ
ἑαυτὸν οὕτω παραδέδωκεν.’
137
<διπλοῦν> καὶ <διπλάσιον> διαφέρει. διπλοῦν μὲν γάρ
ἐστι κατὰ μέγεθος, διπλάσιον δὲ κατὰ ἀριθμόν, ὡς τριπλά-
σιον καὶ τετραπλάσιον· οἷον ‘διπλάσια χρήματα ἔχει’. ἐπὶ δὲ
τῶν διπλουμένων τὸ διπλοῦν, ὥσπερ ἐπὶ τῶν πτυσσομένων
ἱματίων ‘διπλοῦν τὸ ἱμάτιον’, οὐκέτι ‘διπλάσιον’.
138
<διχότομος> καὶ <διχοτόμος> διαφέρει. προπαροξυ-
τόνως μὲν γὰρ ὁ εἰς δύο διῃρημένος, παροξυτόνως δὲ ὁ εἰς δύο
διαιρῶν. καὶ ἔστι τὸ μὲν παθητικόν, τὸ δὲ ἐνεργητικόν.
139
<διήγησις> καὶ <διήγημα> διαφέρει. διήγησις μὲν γάρ,
καὶ ποίησις, ἐστὶν ἡ ἐν μήκει τὸ τέλειον ἔχουσα· διήγημα δέ,
καὶ ποίημα, τὸ βραχύτερον.
140
<διδάξω> καὶ <διδάξομαι> διαφέρει. ‘διδάξω’ μὲν γὰρ
δι' ἑαυτοῦ, ‘διδάξομαι’ δὲ δι' ἑτέρου· ὡς ‘οἰκοδομήσω’
μὲν δι' ἑαυτοῦ, οἰκοδομήσασθαι δὲ δι' ἑτέρου.
141
<διφθέρα> καὶ <μηλωτὴ> διαφέρει. διφθέρα μὲν γὰρ
αἰγῶν, μηλωτὴ δὲ προβάτων.
142
<διορθοῦν> καὶ <ἐπανορθοῦν> διαφέρει. διορθοῦν μὲν
γὰρ καὶ ἐπὶ δοράτων καὶ ἐπὶ ὀβελίσκων καὶ ἐπὶ λόγων, ἐπ-
ανορθοῦν δὲ ἐπὶ μόνων λόγων.
143
<διαπολιτεύεσθαι> καὶ <ἀντιπολιτεύεσθαι> δια-
φέρει. διαπολιτεύεσθαι μὲν γὰρ λέγουσι τοὺς ἐκ τῆς αὐτῆς
πόλεως, ἀντιπολιτεύεσθαι δὲ τοὺς ἐξ ἑτέρας δι' ἑτέρας ἀντι-
στατοῦντας ἀλλήλοις. Θεόπομπος δὲ (FGHist 115 F 261)
καὶ τοὺς ἐν μιᾷ πόλει φιλοτιμουμένους πρὸς ἀλλήλους ἀντι-
πολιτεύεσθαι ἔφη.
144
<διδάσκαλος> καὶ <ἐπιστάτης> διαφέρει. διδάσκαλος
μὲν γάρ ἐστι λόγων, ἐπιστάτης δὲ ἔργων.
145
<διαλέγεται> μὲν ὁ διδοὺς λόγον καὶ λαμβάνων· <λαλεῖ>
δὲ ὁ μὴ σπουδαιολογούμενος· <λέγει> δὲ καὶ ὁ κατὰ διέξοδον
ἐπεξιὼν πρᾶγμα· <φάσκει> δὲ ὁ βραχυλόγος.
146
<δίκη·> ἥ τε κρίσις καὶ ἡ τιμωρία καὶ τὸ δίκαιον.
147
<δοάσσατο> τοῦ <δοιάσσατο> διαφέρει. τὸ μὲν γὰρ
δοάσσατο σημαίνει τὸ ἔδοξεν, τὸ δὲ δοιάσσατο τὸ ἐδίστασε.
148
<δοῦλοι> καὶ <οἰκέται> διαφέρουσι. δοῦλοι μὲν γάρ εἰσι
καὶ οἱ τῶν ἡδονῶν καὶ πάντες οἱ τεταγμένοι ὑπὸ βασιλέα,
οἰκέται δὲ δεσποτῶν.
149
<δόξα> καὶ <κλέος> διαφέρει. δόξα μέν ἐστιν ὁ παρὰ τῶν
πολλῶν ἔπαινος, κλέος δὲ ὁ παρὰ τῶν σπουδαίων.
150
<δύναμις> καὶ <ἰσχὺς> διαφέρει, ὥς φησι Πλάτων ἐν Πρωτ-
αγόρᾳ (351 a 1). οὐ γὰρ ταὐτόν †ἐστι† δύναμίν τε καὶ ἰσχύν. ἡ
μὲν γὰρ δύναμις καὶ ἀπὸ ἐπιστήμης γίνεται καὶ μανίας καὶ θυ-
μοῦ, ἡ δὲ ἰσχὺς ἀπὸ φύσεως καὶ εὐτροφίας τῶν σωμάτων.
151
<δυσπειθὴς> καὶ <ἀπειθὴς> διαφέρει. δυσπειθὴς μὲν
γάρ ἐστιν ὃς δυσχερῶς παραδέχεται τὸν πιστὸν λόγον, ἀπει-
θὴς δὲ ὃς ἀποκρούεται καὶ οὐχ οἷός τέ ἐστι πείθεσθαι.
152
<δῶμα> καὶ <δωμάτιον> διαφέρει. δώματα μὲν γὰρ κοι-
νῶς φαμεν τὰ οἰκοδομήματα, δωμάτιον δὲ τὸν θάλαμον.
153
<δωροδοκία> ἥ τε δόσις τῶν δώρων καὶ ἡ λῆψις.
154-208n
{Ε}
154
<ἐγχρῖσαι> καὶ <ἐναλεῖψαι> διαφέρει. ἐγχρῖσαι μὲν γὰρ
ἐπὶ σκορπίου ἢ σφηκῶν ἤ τινος τοιούτου λέγουσιν, ἐναλεῖψαι
δὲ ἐπὶ ὀφθαλμῶν.
155
<ἐγγυᾷ> καὶ <ἐγγυᾶται> διαφέρει. ἐγγυᾷ μὲν γὰρ ὁ δι-
δούς, ἐγγυᾶται δὲ ὁ λαμβάνων.
156
<ἐδίδαξε> καὶ <ἐδιδάξατο> διαφέρει. ἐδίδαξε μὲν γὰρ
ὁ καθηγητής, ἐδιδάξατο δ' ὁ πατὴρ συστήσας. Ἀριστοφάνης
φησὶν ἐν Νεφέλαις (1338)
‘ἐδιδαξάμην μέντοι 〈σε〉 νὴ Δί', ὦ μέλεε’.
157
<εἰκὼν> καὶ <προτομὴ> διαφέρει. εἰκὼν μὲν γάρ ἐστιν ἐπ'
ἀνθρώπου, προτομὴ δὲ λέοντος καὶ ἵππου καὶ τῶν ἄλλων.
158
<ἐκκλησία> καὶ <κατάκλησις> διαφέρει. ἐκκλησίαν μὲν
γὰρ ἔλεγον οἱ Ἀθηναῖοι τὴν σύνοδον τῶν κατὰ τὴν πόλιν,
κατάκλησιν δὲ ὁπότε καὶ τοὺς ἐκ τῶν ἀγρῶν συνεκάλουν
πρὸς ἐπίσκεψιν μείζονα τῶν πραγμάτων.
159
<ἐκεῖ> καὶ <ἐκεῖσε> διαφέρει. τὸ μὲν γὰρ ἐκεῖ δηλοῖ τὸ ἐν
τόπῳ, τὸ δὲ ἐκεῖσε εἰς τόπον. οὕτως ἐροῦμεν ‘ἐκεῖ κατέλαβον
αὐτόν’ καὶ ‘ἐκεῖσε πορεύσομαι’.
160
<ἐκπολεμῶσαι> καὶ <ἐκπολεμῆσαι> διαφέρει. ἐκπολε-
μῶσαι μὲν γάρ ἐστι τὸ εἰς πόλεμον ἐμβαλεῖν, ἐκπολεμῆσαι δὲ
τὸ πολέμων ἐξελεῖν.
161
<ἔκγονος> καὶ <ἀπόγονος> διαφέρει. ἔκγονος μὲν γάρ
ἐστιν ὁ υἱός. φησὶ γὰρ Ὅμηρος (γ 122 sq.)
‘εἰ ἐτεόν γε
κείνου ἔκγονός ἐσσι· θάμβος μ' ἔχει εἰσορόωντα’,
καὶ δι' ὅλης τῆς ποιήσεως τετήρηκεν. ἀπόγονος δ' ὁ ἤτοι
υἱωνὸς ἢ ἔτι ἄπωθεν. καταχρῶνται δ' ἔσθ' ὅτε οἱ ἱστορικοὶ
τῷ ἀπογόνῳ ἀντὶ τοῦ υἱοῦ.
162
<ἑκάτερος> καὶ <ἕκαστος> διαφέρει. ἑκάτερος μὲν γὰρ
ἐπὶ δυοῖν τάσσεται, οἷον ‘ἀναγκαῖοι δύο ἐγένοντο, ὅ τε Ἀρκὰς
καὶ ὁ Σάμιος· τούτων ἑκάτερος ὑπὸ συὸς ἀνῃρέθη’. τὸ
δ' ἕκαστος ἐπὶ πολλῶν, οἷον ‘ἑπτὰ ἦσαν οἱ ἐπὶ Θήβας στρα-
τεύσαντες· τούτων ἕκαστος μίαν πύλην κατεῖχεν’.
163
<ἐκμαρτυρία μαρτυρίας> ἔν τινι διαφέρει, δηλοῖ
†μέ†ναρχος ἐν τῷ Κατὰ Κλεομέδοντος (Dinarch. fr. LX 1
B.—S.) λέγων ‘ἀναγνώσεται δὲ τῶν μὲν ἐπιδημούντων τὰς
μαρτυρίας, τῶν δὲ ἀποδημούντων ἐκμαρτυρίας’.
164
<ἕλκος ὠτειλῆς> διαφέρει. ἕλκος μὲν γάρ ἐστι χρόνιον
πάθος μόνον ἐκ σιδήρου γινόμενον· ἔστι δ' ὅτε καὶ ἐκ ταὐτο-
μάτου· εἴρηται δὲ παρὰ τὸ διελκύσθαι τὴν σάρκα. ὠτειλὴ δέ
ἐστιν ἡ ἐκ τοῦ σύνεγγυς ὑπὸ σιδήρου πληγή.
165
<ἐλέατρος> καὶ <ἐδέατρος> διαφέρει. ἐλέατρος μὲν γάρ
ἐστιν ὁ μάγειρος παρὰ τοῖς ἐλεοῖς· τράπεζαι δ' εἰσὶ μαγειρι-
καί. Ὅμηρος (Ι 215)
‘καὶ εἰν ἐλεοῖσιν ἔχευαν’.
ἐδέατρος δὲ ὁ προγεύστης, παρὰ τὰ ἐδέσματα.
166
<ἐμβάδες> καὶ <ἐμβάται> διαφέρει. ἐμβάδες μὲν γὰρ τὰ
κωμικὰ ὑποδήματα, ἐμβάται δὲ τὰ τραγικά.
167
<ἐμεῖο> καὶ <ἐμοῖο> διαφέρει. ἐμεῖο μὲν γάρ ἐστιν ἀσύναρ-
θρον, ὡς Ὅμηρος (ρ 153 τ 268)
‘ἐμεῖο δὲ σύνθεο μῦθον’.
τὸ δ' ἐμοῖο σύναρθρον· ‘τοῦ ἐμοῖο παιδός’. καὶ (Ω 486)
‘μνῆσαι πατρὸς σοῖο, θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ’,
ἀντὶ τοῦ ‘τοῦ σοῦ πατρός’.
168
<ἐμπειρία πείρας> διαφέρει. πεῖρα μὲν γὰρ ἐφ' ἑνὸς
ἢ δευτέρου γνῶσίς ἐστι δοκιμαζομένη, ἐμπειρία δὲ ἡ ἐπὶ πολ-
λῶν κατάληψις βεβαία. πάλιν δὲ <τέχνη> ἐμπειρίας διαφέρει·
ὅτι ἡ μὲν ἐμπειρία ἐν τοῖς κανόσιν, ἡ γραμματικὴ δὲ τέχνη
ἀδιάπτωτος ὡς καὶ ἡ ἐπιστήμη.
169
<ἔνδον> καὶ <ἔσω> διαφέρει. ἔνδον μὲν γὰρ τὸ ἐν τόπῳ ση-
μαίνει, ἔσω δὲ τὸ εἰς τόπον. ἔνδον μὲν γάρ ἐστιν ὁ παῖς, ἔσω
δὲ εἰσέρχομαι. ἁμαρτάνει οὖν ὁ λέγων ‘ἔνδον εἰσέρχομαι’ ἢ
‘ἔσω ἐστὶν ὁ παῖς’. Σοφοκλῆς τὴν διαφορὰν συγχεῖ· φησὶ γὰρ
ἐν Τραχινίαις (202 sq.)
‘γυναῖκες αἵ τ' ἔσω στέγης
αἵ τ' ἐκτός’,
δέον εἰπεῖν ‘γυναῖκες αἵ τ' ἔνδον’. καὶ Εὐριπίδης ἐν Ἡρα-
κλείδ†ῃ† (Heraclidae 584)
‘καὶ τὸν γέροντα τήν τ' ἔσω γραῖαν δόμων’
ἀντὶ τοῦ ἔνδον. Εὔβουλος ὁ τῆς μέσης κωμῳδίας ποιητὴς ἐν
Καλαθηφόροις (III p. 224 M. = fr. 40 K.)
‘ὅπως †σπεύσεσθ' ὅτι† τις γέρων ἔσω’,
δέον εἰπεῖν ἔνδον.
170
<ἐνταυθοῖ> καὶ <ἐνταῦθα> καὶ <ἐνθάδε> διαφέρει. ἐνταυ-
θοῖ μὲν γὰρ τὴν ἐν τόπῳ σημασίαν δηλοῖ, ἐνταῦθα δὲ καὶ τὴν
ἐν τόπῳ καὶ τὴν εἰς τόπον· ὁμοίως καὶ τὸ ἐνθάδε. †ἢ† ὡς τὸ
ἐνταῦθα καὶ τὸ ἐνθάδε καὶ τὴν ἐν τόπῳ καὶ τὴν εἰς τόπον·
καὶ ἀντὶ χρονικοῦ ἐπιρρήματος τοῦ τότε. ἐπὶ μὲν οὖν τοῦ
ἐνταυθοῖ (σ 105)
‘ἐνταυθοῖ νῦν ἧσο κύνας ἀπερύκων’,
ἐπὶ δὲ τοῦ ἐνταῦθα Σοφοκλῆς ἐν Ἠλέκτρᾳ (380 sq.)
‘ἐνταῦθα πέμψειν, ἔνθα μήποθ' ἡλίου
φέγγος κα⸤τόψει⸥’·
ἔχει γὰρ καὶ τὴν εἰς τόπον σημασίαν καὶ τὴν ἐν τόπῳ. ὁμοίως
δὲ καὶ ἐπὶ τοῦ ἐνθάδε φησὶν ἡ Καλυψώ (ε 208)
‘ἐνθάδε κ' αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις’.
Ἕκτωρ φησί (Π 836)
‘σὲ δέ ⸤τ'⸥ ἐνθάδε γῦπες ἔδονται’.
ταῦτα γὰρ τὴν ἐν τόπῳ σημασίαν δηλοῖ. τὰ δ' εἰς τόπον
οὕτως
{τοῦ δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ· (Φ 114)}
‘τοῦ δ' αὐτοῦ λυκάβαντος…
(ξ…
‘ἔνθα…
The complete text is available when the reading interface loads.