The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. Diels and Kranz, op. cit., 32– 44.
CTS identifier
urn:cts:greekLit:tlg0713.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

7

ἐνδείκνυται διὰ τοῦ <‘ὥστε τῶν ἀποκρινομένων μὴ εἰδέναι τὸ

πλῆθος μήτε λόγωι μήτε ἔργωι’>. ἐπεὶ ὅτι τῶι εἴδει πεπερα-

σμένα ὤιετο, δηλοῖ λέγων πάντα γιγνώσκειν τὸν νοῦν· καίτοι, εἰ

ἄπειρα ὄντως ἦν, παντελῶς ἦν ἄγνωστα· ἡ γὰρ γνῶσις ὁρίζει καὶ

περατοῖ τὸ γνωσθέν. λέγει δὲ ὅτι <‘καὶ τὰ συμμ. ... ὁποῖα ἦν’>

[B 12 II 38, 8].

8

—Phys. 175, 11 εἰπόντος τοῦ Ἀναξαγόρου <‘οὐδὲ διακρίνεται ...

ἑτέρου’> [B 12 II 39, 2] διὰ τὸ πάντα ἐν πᾶσιν εἶναι, καὶ ἀλλαχοῦ <‘οὐδὲ ἀπο-

κέκοπται ... θερμοῦ’>. 176, 28 τὸ δὲ ὅτι <οὐ κεχώρισται> ... πελέκει, ὡς

ἐν ἄλλοις φησίν.

<οὐ κεχώρισται ἀλλήλων τὰ ἐν τῶι ἑνὶ κόσμωι οὐδὲ

ἀποκέκοπται πελέκει οὔτε τὸ θερμὸν ἀπὸ τοῦ ψυχροῦ

οὔτε τὸ ψυχρὸν ἀπὸ τοῦ θερμοῦ>.

9

— —35, 13 ἄκουσον δὲ οἷα καὶ μετ' ὀλίγον

φησὶ τὴν ἀμφοῖν

ποιούμενος σύγκρισιν· ... <οὕτω τούτων

περιχωρούντων τε καὶ ἀποκρινομένων ὑπὸ βίης τε καὶ

ταχυτῆτος. βίην δὲ ἡ ταχυτὴς ποιεῖ. ἡ δὲ ταχυτὴς αὐ-

τῶν οὐδενὶ ἔοικε χρήματι τὴν ταχυτῆτα τῶν νῦν ἐόν-

των χρημάτων ἐν ἀνθρώποις, ἀλλὰ πάντως πολλα-

πλασίως ταχύ ἐστι‘>.

10

SCHOL. IN GREGOR. XXXVI 911 Migne ὁ δὲ Ἀ. παλαιὸν

εὑρὼν δόγμα ὅτι οὐδὲν ἐκ τοῦ μηδαμῆι γίνεται, γένεσιν μὲν ἀνήιρει,

διάκρισιν δὲ εἰσῆγεν ἀντὶ γενέσεως. ἐλήρει γὰρ ἀλλήλοις μὲν μεμῖχθαι

πάντα, διακρίνεσθαι δὲ αὐξανόμενα. καὶ γὰρ ἐν τῆι αὐτῆι γονῆι

καὶ τρίχας εἶναι καὶ ὄνυχας καὶ φλέβας καὶ ἀρτηρίας καὶ νεῦρα καὶ

ὀστᾶ καὶ τυγχάνειν μὲν ἀφανῆ διὰ μικρομέρειαν, αὐξανόμενα δὲ

κατὰ μικρὸν διακρίνεσθαι. <’πῶς γὰρ ἄν>, φησίν, <ἐκ μὴ τριχὸς

γένοιτο θρὶξ καὶ σὰρξ ἐκ μὴ σαρκός‘>; οὐ μόνον δὲ τῶν σωμά-

των ἀλλὰ καὶ τῶν χρωμάτων ταῦτα κατηγόρει. καὶ γὰρ ἐνεῖναι τῶι

λευκῶι τὸ μέλαν καὶ τὸ λευκὸν τῶι μέλανι. τὸ αὐτὸ δὲ ἐπὶ τῶν

ῥοπῶν ἐτίθει, τῶι βαρεῖ τὸ κοῦφον σύμμικτον εἶναι δοξάζων καὶ

τοῦτο αὖθις ἐκείνωι.

11

SIMPL. Phys. 164, 22 λέγει δὲ σαφῶς, ὅτι <’ἐν

παντὶ παντὸς μοῖρα ἔνεστι πλὴν νοῦ, ἔστιν οἷσι δὲ καὶ

νοῦς ἔνι‘>.

12

— —164, 24 καὶ πάλιν ὅτι <’τὰ μὲν ἄλλα ...

μέμικται οὐδενί‘>. 156, 13 περὶ δὲ τοῦ νοῦ τάδε γέγραφε· <’νοῦς δέ

ἐστιν ... ἐστι καὶ ἦν‘>.

<τὰ μὲν ἄλλα παντὸς μοῖραν μετέχει, νοῦς δέ ἐστιν ἄπει-

ρον καὶ αὐτοκρατὲς καὶ μέμεικται οὐδενὶ χρήματι, ἀλλὰ

μόνος αὐτὸς ἐπ' ἐωυτοῦ ἐστιν. εἰ μὴ γὰρ ἐφ' ἑαυτοῦ ἦν,

ἀλλά τεωι ἐμέμεικτο ἄλλωι, μετεῖχεν ἂν ἁπάντων χρη-

μάτων, εἰ ἐμέμεικτό τεωι· ἐν παντὶ γὰρ παντὸς μοῖρα

ἔνεστιν, ὥσπερ ἐν τοῖς πρόσθεν [B 11] μοι λέλεκται· καὶ

ἂν ἐκώλυεν αὐτὸν τὰ συμμεμειγμένα, ὥστε μηδενὸς χρή-

ματος κρατεῖν ὁμοίως ὡς καὶ μόνον ἐόντα ἐφ' ἑαυτοῦ.

ἔστι γὰρ λεπτότατόν τε πάντων χρημάτων καὶ καθαρώ-

τατον, καὶ γνώμην γε περὶ παντὸς πᾶσαν ἴσχει καὶ ἰσχύει

μέγιστον· καὶ ὅσα γε ψυχὴν ἔχει καὶ τὰ μείζω καὶ τὰ ἐλάσ-

σω, πάντων νοῦς κρατεῖ. καὶ τῆς περιχωρήσιος τῆς συμ-

πάσης νοῦς ἐκράτησεν, ὥστε περιχωρῆσαι τὴν ἀρχήν. καὶ

πρῶτον ἀπό του σμικροῦ ἤρξατο περιχωρεῖν, ἐπὶ δὲ πλέον

περιχωρεῖ, καὶ περιχωρήσει ἐπὶ πλέον. καὶ τὰ συμμισγό-

μενά τε καὶ ἀποκρινόμενα καὶ διακρινόμενα πάντα ἔγνω

νοῦς. καὶ ὁποῖα ἔμελλεν ἔσεσθαι καὶ ὁποῖα ἦν, ἅσσα νῦν

μὴ ἔστι, καὶ ὅσα νῦν ἐστι καὶ ὁποῖα ἔσται, πάντα διεκό-

σμησε νοῦς, καὶ τὴν περιχώρησιν ταύτην, ἣν νῦν περι-

χωρέει τά τε ἄστρα καὶ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ὁ ἀὴρ

καὶ ὁ αἰθὴρ οἱ ἀποκρινόμενοι. ἡ δὲ περιχώρησις αὐτὴ

ἐποίησεν ἀποκρίνεσθαι. καὶ ἀποκρίνεται ἀπό τε τοῦ

ἀραιοῦ τὸ πυκνὸν καὶ ἀπὸ τοῦ ψυχροῦ τὸ θερμὸν καὶ

ἀπὸ τοῦ ζοφεροῦ τὸ λαμπρὸν καὶ ἀπὸ τοῦ διεροῦ τὸ

ξηρόν. μοῖραι δὲ πολλαὶ πολλῶν εἰσι. παντάπασι δὲ

οὐδὲν ἀποκρίνεται οὐδὲ διακρίνεται ἕτερον ἀπὸ τοῦ

ἑτέρου πλὴν νοῦ. νοῦς δὲ πᾶς ὅμοιός ἐστι καὶ ὁ μείζων

καὶ ὁ ἐλάττων. ἕτερον δὲ οὐδέν ἐστιν ὅμοιον οὐδενί,

ἀλλ' ὅτων πλεῖστα ἔνι, ταῦτα ἐνδηλότατα ἓν ἕκαστόν

ἐστι καὶ ἦν>.

13

SIMPL. Phys. 300, 27 ’Ἀναξαγόρου δέ, φησὶν Ἀλέξανδρος,

οὐκ ἐμνημόνευσε [Arist. Phys. Β 2. p. 194a 20] καίτοι τὸν νοῦν ἐν ταῖς

ἀρχαῖς τιθέντος, ἴσως, φησίν, ὅτι μὴ προσχρῆται αὐτῶι ἐν τῆι γενέ-

σει‘. ἀλλ' ὅτι μὲν προσχρῆται, δῆλον, εἴπερ τὴν γένεσιν οὐδὲν ἄλλο

ἢ ἔκκρισιν εἶναί φησι, τὴν δὲ ἔκκρισιν ὑπὸ τῆς κινήσεως γίνεσθαι,

τῆς δὲ κινήσεως αἴτιον εἶναι τὸν νοῦν. λέγει γὰρ οὕτως Ἀ.· <’καὶ

ἐπεὶ ἤρξατο ὁ νοῦς κινεῖν, ἀπὸ τοῦ κινουμένου παντὸς

ἀπεκρίνετο, καὶ ὅσον ἐκίνησεν ὁ νοῦς, πᾶν τοῦτο διε-

κρίθη· κινουμένων δὲ καὶ διακρινομένων ἡ περιχώρησις

πολλῶι μᾶλλον ἐποίει διακρίνεσθαι‘>.

14

— —157, 5 ὅτι δὲ διττήν τινα διακόσμησιν ὑπο-

τίθεται, τὴν μὲν νοεράν, τὴν δὲ αἰσθητὴν ἀπ' ἐκείνης 〈γεγονυῖαν〉,

δῆλον μὲν καὶ ἐκ τῶν εἰρημένων [B 12], δῆλον δὲ καὶ ἐκ τῶνδε·

<’ὁ δὲ νοῦς, ὃς ἀεί ἐστι, τὸ κάρτα καὶ νῦν ἐστιν ἵνα

καὶ τὰ ἄλλα πάντα, ἐν τῶι πολλῶι περιέχοντι καὶ ἐν

τοῖς προσκριθεῖσι καὶ ἐν τοῖς ἀποκεκριμένοις‘>.

15

SIMPL. Phys. 179, 3 καὶ μετ' ὀλίγα δέ· <’τὸ μὲν π>.

φησί, <καὶ ... αἰθέρος‘>.

<τὸ μὲν πυκνὸν καὶ διερὸν καὶ ψυχρὸν καὶ τὸ ζοφερὸν

ἐνθάδε συνεχώρησεν, ἔνθα νῦν 〈ἡ γῆ〉, τὸ δὲ ἀραιὸν καὶ

τὸ θερμὸν καὶ τὸ ξηρὸν ἐξεχώρησεν εἰς τὸ πρόσω τοῦ

αἰθέρος.>

16

— —179, 6 καὶ τὰ μὲν ἀρχοειδῆ ταῦτα καὶ ἁπλού-

στατα ἀποκρίνεσθαι λέγει, ἄλλα δὲ τούτων συνθετώτερα ποτὲ μὲν συμπήγνυσθαι

λέγει ὡς σύνθετα[?], ποτὲ δὲ ἀποκρίνεσθαι ὡς τὴν γῆν. οὕτως γάρ φησιν· <’ἀπὸ

... ψυχροῦ‘>. 155, 21 λέγει γοῦν Ἀ. <ἐν τῶι πρώτωι τῶν Φυσικῶν· ’ἐκ

μὲν ... ὕδατος‘>.

<ἀπὸ τουτέων ἀποκρινομένων συμπήγνυται γῆ· ἐκ μὲν

γὰρ τῶν νεφελῶν ὕδωρ ἀποκρίνεται, ἐκ δὲ τοῦ ὕδατος

γῆ, ἐκ δὲ τῆς γῆς λίθοι συμπήγνυνται ὑπὸ τοῦ ψυχροῦ,

οὗτοι δὲ ἐκχωρέουσι μᾶλλον τοῦ ὕδατος>.

17

— —163, 18 σαφῶς δὲ Ἀ. <ἐν τῶι πρώτωι τῶν

Φυσικῶν> τὸ γίνεσθαι καὶ ἀπόλλυσθαι συγκρίνεσθαι καὶ διακρίνε-

σθαι λέγει γράφων οὕτως· <’τὸ δὲ γίνεσθαι καὶ ἀπόλλυσθαι

οὐκ ὀρθῶς νομίζουσιν οἱ Ἕλληνες· οὐδὲν γὰρ χρῆμα γί-

νεται οὐδὲ ἀπόλλυται, ἀλλ' ἀπὸ ἐόντων χρημάτων συμ-

μίσγεταί τε καὶ διακρίνεται. καὶ οὕτως ἂν ὀρθῶς καλοῖεν

τό τε γίνεσθαι συμμίσγεσθαι καὶ τὸ ἀπόλλυσθαι διακρί-

νεσθαι‘>

18

PLUT. de fac. in orb. lun. 16 p. 929B ὁ μὲν οὖν ἑταῖρος

ἐν τῆι διατριβῆι τοῦτο δὴ τὸ Ἀναξαγόρειον ἀποδεικνύς, ὡς <’ἥλιος

ἐντίθησι τῆι σελήνηι τὸ λαμπρόν‘>, εὐδοκίμησεν.

19

SCHOL. HOM. BT Zu P 547 Ἀ. δέ φησιν· <’Ἶριν δὲ

καλέομεν τὸ ἐν τῆισιν νεφέληισιν ἀντιλάμπον τῶι ἡλίωι.

χειμῶνος οὖν ἐστι σύμβολον· τὸ γὰρ περιχεόμενον ὕδωρ

τῶι νέφει ἄνεμον ἐποίησεν ἢ ἐξέχεεν ὄμβρον‘>.

21

SEXT. VII 90 ὁ μὲν φυσικώτατος Ἀ. ὡς ἀσθενεῖς δια-

βάλλων τὰς αἰσθήσεις <’ὑπ' ἀφαυρότητος αὐτῶν>, φησίν, <οὐ δυ-

νατοί ἐσμεν κρίνειν τἀληθές‘>, τίθησί τε πίστιν αὐτῶν τῆς

ἀπιστίας τὴν παρὰ μικρὸν τῶν χρωμάτων ἐξαλλαγήν. εἰ γὰρ δύο

λάβοιμεν χρώματα, μέλαν καὶ λευκόν, εἶτα ἐκ θατέρου εἰς θάτερον

κατὰ σταγόνα παρεκχέοιμεν, οὐ δυνήσεται ἡ ὄψις διακρίνειν τὰς

παρὰ μικρὸν μεταβολάς, καίπερ πρὸς τὴν φύσιν ὑποκειμένας.

21a

SEXT. VII 140 Διότιμος [c. 76, 3] δὲ τρία κατ' αὐτὸν

[Demokritos] ἔλεγεν εἶναι κριτήρια, τῆς μὲν τῶν ἀδήλων

καταλήψεως τὰ φαινόμενα· <’ὄψις γὰρ τῶν ἀδήλων τὰ φαινό-

μενα‘>, ὥς φησιν Ἀ., ὃν ἐπὶ τούτωι Δημόκριτος ἐπαινεῖ κτλ. Vgl.

VII 374. III 23. 58. APPEND. proverb. 4, 50 (Leutsch Paroemiogr.

I 444) <ὄψις ἀδήλων τὰ φαινόμενα>.

21b

PLUT. de fort. 3 p. 98F ἀλλ' ἐν πᾶσι τούτοις ἀτυ-

χέστεροι τῶν θηρίων ἐσμέν, <ἐμπειρίαι δὲ καὶ μνήμηι καὶ σο-

φίαι καὶ τέχνηι> κατὰ Ἀναξαγόραν † <σφῶν τε αὐτῶν χρώμεθα>

καὶ βλίττομεν καὶ ἀμέλγομεν καὶ φέρομεν καὶ ἄγομεν συλλαμ-

βάνοντες.

22

ATHEN. epit. B p. 57D Ἀ. <ἐν τοῖς Φυσικοῖς τὸ

καλούμενόν> φησιν <ὄρνιθος γάλα τὸ ἐν τοῖς ὠιοῖς> εἶναι

<λευκόν>.