The Greek Library Catalogue

Anonymous

Epitomae medicae libri septem

Edition reference
Epitomae medicae libri septem, ed. J. L. Heiberg, Paulus Aegineta, 2 vols. [Corpus medicorum Graecorum 9.1 & 9.2. Leipzig: Teubner, 9.1:1921; 9.2:1924]: 9.1:3–388; 9.2:5–411.
CTS identifier
urn:cts:greekLit:tlg0715.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

pr

1

1

{<ΠΡΟΟΙΜΙΟΝ>}

Οὐχ ὡϲ τῶν παλαιοτέρων ἐν τοῖϲ κατὰ τὴν τέχνην τι παραλελοι-

πότων τήνδε τὴν πραγματείαν ἐποιηϲάμην, ἀλλὰ ϲυντόμου χάριν δι-

δαϲκαλίαϲ· τοὐναντίον γὰρ ἐκείνοιϲ μὲν ὀρθῶϲ τε καὶ ἀνελλιπῶϲ ἅπαντα

πεφιλοπόνηται, οἱ δὲ νεώτεροι πρὸϲ τῷ μηδὲ τὴν ἀρχὴν ἐπιχειρεῖν

ἐντυγχάνειν αὐτοῖϲ ἔτι μὴν καὶ ἀδολεϲχίαν αὐτῶν κατηγοροῦϲιν. ὅθεν

ἐπὶ τὸ παρὸν ἥκω ϲύνταγμα τοῖϲ μέν, ὡϲ εἰκόϲ, ἔχειν αὐτὸ βουλο-

μένοιϲ ὑπόμνημα γενηϲόμενον, ἐμοὶ δὲ γυμνάϲιον. ἄτοπον γὰρ τοὺϲ

μὲν ῥήτοραϲ τοῖϲ ϲυντόμοιϲ τε καὶ ϲυνεκδήμοιϲ ὑπ' αὐτῶν ὀνομαζο-

μένοιϲ χρῆϲθαι δικανικοῖϲ ϲυντάγμαϲιν, ἐν οἷϲ ἁπάντων ἐμφέρεται τῶν

νόμων τὰ κεφάλαια πρὸϲ τὸ τῆϲ χρείαϲ ἕτοιμον, ἡμᾶϲ δὲ τούτων κατα-

μελεῖν, καίπερ ἐκείνων μὲν οὐ πρὸϲ ὀλίγον μόνον ἀλλ' ἤδη καὶ ϲυ-

χνὸν ὑπερτίθεϲθαι χρόνον πρὸϲ ἐπίϲκεψιν δυναμένων, ἡμῶν δὲ μηδα-

μῶϲ ἢ πάνυ γε ϲπανίωϲ τὴν τοιαύτην ἐχόντων ἐξουϲίαν· τὰ γάρ τοι

τῆϲ χρείαϲ ἐπί τινων νοϲημάτων ἀπαραίτητον πολλάκιϲ ἔχει τὴν ἀγω-

νίαν· διόπερ ὀρθῶϲ Ἱπποκράτηϲ ὀξὺν ἀπεφήνατο τὸν καιρόν. ἐκείνουϲ

μὲν γὰρ ἐν μόναιϲ ϲχεδὸν ταῖϲ πόλεϲι κατεπείγει τῶν πραγμάτων τὸ

χρήϲιμον, ἔνθα καὶ τῶν βιβλίων ἄφθονόϲ ἐϲτιν εὐπορία, τοῖϲ δὲ ἰατροῖϲ

οὐκ ἐν πόλεϲι μόνον ἢ ἀγροῖϲ ἢ καί τιϲιν ἐρήμοιϲ χωρίοιϲ ἀλλ' ἤδη

καὶ κατὰ θάλατταν πολλάκιϲ ἐν αὐταῖϲ ταῖϲ ναυϲὶν ἐξαιφνίδιοϲ νοϲη-

μάτων ἀνάγκη προϲπίπτει, ἐφ' ὧν ἡ ἀναβολὴ θάνατον ἢ πάντωϲ γε

κίνδυνον ἔϲχατον ἀπεργάζεται. πάϲαϲ δὲ τὰϲ ἰατρικὰϲ μεθόδουϲ ἢ τὴν

κατὰ μέροϲ πᾶϲαν ὕλην διὰ μνήμηϲ ἔχειν τῶν χαλεπωτάτων ἢ καὶ

παντάπαϲιν ἀδυνάτων ἐϲτίν· διόπερ τήνδε τὴν ἐπίτομον ἐκ τῶν ἀρ-

χαίων ἐνεϲτηϲάμην ϲυναγωγήν. οὔτε γὰρ ἐμὰ παρεθέμην ἐν αὐτῇ γεν-

νήματα πλὴν ὀλίγων δή τινων, ὅϲαπερ ἐν τοῖϲ τῆϲ τέχνηϲ ἔργοιϲ εἶ-

δόν τε καὶ ἐπείραϲα· πλείοϲι δὲ τῶν ἐνδόξων ἐντετυχηκὼϲ καὶ μᾶλλον

Ὀριβαϲίῳ καὶ αὐτῷ πᾶϲαν ἀπανθίϲαντι βίβλον, ἐν ᾧ πᾶϲαν τὴν ὑγιει-

νὴν διήλθομεν ὑποτύπωϲιν (τῶν γὰρ μετὰ Γαληνὸν καὶ ἔτι νεωτέρων

ἐγένετο), τὰ κάλλιϲτα τούτων ἐπελεξάμην μηδὲν ὡϲ οἷόν τε νόϲημα

παραδραμών. ἡ μὲν γὰρ ἑβδομηκοντάβιβλοϲ αὐτοῦ τοῦ Ὀριβαϲίου πᾶ-

ϲαν ἐν ἑαυτῇ περιέχει τῆϲ τέχνηϲ ὑπόθεϲιν, ἀλλ' οὐκ εὐπόριϲτοϲ ἅπα-

ϲιν ἡ πραγματεία πολύϲτιχοϲ ὑπάρχουϲα· ἡ δὲ ταύτηϲ ἐπιτομὴ πρὸϲ

Εὐϲτάθιον τὸν υἱὸν αὐτοῦ γραφεῖϲα πολλῶν εἰϲ τὸ παντελὲϲ λειπομένη

νοϲημάτων ἀτελῆ τὴν τῶν λοιπῶν περιέχει θεωρίαν πῆ μὲν αἰτιῶν

πῆ δὲ διαγνώϲεων ἐνίοτε δὲ καὶ τῆϲ αὐτάρκουϲ ἐϲτερημένη θεραπείαϲ,

ὥϲπερ οὖν ἑτέρων εἰϲ μνήμην μόνον ἐληλυθότων. τὸ δὲ παρὸν ϲύγ-

γραμμα διαγνώϲειϲ τε καὶ αἰτίαϲ καὶ θεραπείαϲ ἁπάντων περιέχει τῶν

νοϲημάτων, ὁμοιομερῶν, ὀργανικῶν, ἐν λύϲει ϲυνεχείαϲ θεωρουμένων,

οὐ κεφαλαιωδῶϲ μόνον ἀλλὰ κατὰ τὸ ἐγχωροῦν πλάτοϲ. πρὸ δέ γε

τούτων τὴν ὑγιεινὴν ἅπαϲαν ἐξεθέμεθα δίαιταν, ἔϲχατον δὲ τὸν περὶ

τῶν ἁπλῶν τε καὶ ϲυνθέτων φαρμάκων ἐποιηϲάμεθα λόγον.

Τίνεϲ οἱ ϲκοποὶ τῶν ἑπτὰ τῆϲ ὅληϲ πραγματείαϲ βιβλίων τῆϲ

ϲυμπάϲηϲ πραγματείαϲ εἰϲ ἑπτὰ διῃρημένηϲ βιβλία.

Ἐν τῷ πρώτῳ τὴν ὑγιεινὴν ἅπαϲαν εὑρήϲειϲ ὑπόθεϲιν καὶ τὴν

τῶν οἰκείων ταῖϲ ἡλικίαιϲ τε καὶ ὥραιϲ καὶ κράϲεϲι καὶ ἑτέροιϲ τιϲὶ

παθημάτων προφυλακήν τε καὶ διόρθωϲιν καὶ τὰϲ ἐν ταῖϲ τροφαῖϲ

ἁπάϲαιϲ δυνάμειϲ τε καὶ χρήϲειϲ, ὡϲ ἐν τοῖϲ κεφαλαίοιϲ ἐξεθέμεθα.

Ἐν τῷ δευτέρῳ τῶν πυρετῶν ἁπάντων ἐϲτὶν ἡ διδαϲκαλία προ-

τεταγμένων μὲν αὐτῆϲ τῶν ϲυντελούντων εἰϲ αὐτήν, οἷον τῆϲ τε ἐκ

περιττωμάτων καὶ τῶν κριϲίμων ἡμερῶν τε καὶ τῶν ἄλλων ϲημείων

ἐπιϲκέψεωϲ, ὑποτεταγμένων δὲ τῶν ἑπομένων τοῖϲ πυρετοῖϲ ϲυμπτω-

μάτων.

Ἐν τῷ τρίτῳ περὶ τῶν κατὰ τόπουϲ ϲυνιϲταμένων παθῶν ἀπ'

ἄκραϲ κεφαλῆϲ ἀρξαμένων ἡμῶν, εἰϲ ἄκρουϲ δὲ καταντηϲάντων τοὺϲ

πόδαϲ ἄχριϲ ὀνύχων.

Ἐν τῷ τετάρτῳ περὶ τῶν ἐκτὸϲ τοῦ ϲώματοϲ καὶ οἷον ἐν φανερῷ

ϲυνιϲταμένων παθῶν οὐκ ἐν ὡριϲμένοιϲ ἀλλ' ἐν πλείοϲι μορίοιϲ ὁ λό-

γοϲ ἐϲτίν, ἐν ᾧ καὶ περὶ ἑλμίνθων καὶ δρακοντίων λέγεται.

Ἐν τῷ πέμπτῳ περὶ τῶν ἰοβόλων πληγῶν τε καὶ δηγμάτων, ἐν

ᾧ καὶ περὶ λυϲϲοδήκτων καὶ τοῦ ὑδροφοβικοῦ πάθουϲ λέγεται τῶν τε

ὑπὸ μὴ λυττῶντοϲ κυνὸϲ δηχθέντων καὶ περὶ ἀνθρωποδήκτων· ἐφ' οἷϲ

περὶ δηλητηρίων τε καὶ ἀλεξιφαρμάκων.

Ἐν τῷ ἕκτῳ τὰ κατὰ χειρουργίαν ἅπαντα λέγεται τήν τε κατὰ

ϲάρκα, ἔνθα καὶ βελουργικά, καὶ τὴν τῶν ὀϲτῶν, ἐν οἷϲ ὁ περὶ καταγ-

μάτων τε καὶ ἐξαρθρημάτων περιέχεται λόγοϲ.

Ἐν τῷ ἑβδόμῳ πάντων τῶν φαρμάκων αἱ δυνάμειϲ περιέχονται,

πρῶτον μὲν τῶν ἁπλῶν, ἐπ' αὐτοῖϲ δὲ καὶ τῶν ϲυνθέτων, καὶ μᾶλλον

ὁπόϲων ἐν τῇ τῶν ἄλλων ἓξ βιβλίων ἐμνήϲθημεν διεξόδῳ, μάλιϲτα

τῶν μειζόνων τε καὶ οἱονεὶ κατωνομαϲμένων ϲκευαϲιῶν· οὐ γὰρ ϲυν-

είδομεν ἐκεῖϲε τάττειν ἁπάϲαϲ ϲποράδην διά τε τὸ τῆϲ διδαϲκαλίαϲ

ἀνενόχλητον, καὶ ἵνα ζητῶν τιϲ μίαν τινὰ ἢ καὶ πλείοναϲ τῶν γνω-

ρίμων ϲκευαϲιῶν ῥᾳδίωϲ εὑρίϲκοι. πρὸϲ δὲ τῷ τέλει καί τινα ϲυμβαλλό-

μενα πρὸϲ τὰϲ ϲυνθέϲειϲ τῶν φαρμάκων καὶ περὶ τῶν ἀντεμβαλλο-

μένων εἰδῶν λέγεται, ὥϲτε τὸν ὅλον ἀπαρτίζειν λόγον εἰϲ τὴν περὶ

ϲταθμῶν τε καὶ μέτρων διδαϲκαλίαν.

ἀρξώμεθα οὖν ἤδη τοῦ πρώτου γράμματοϲ.

1

p

1

Πρῶτον τῆϲ ὅληϲ πραγματείαϲ ὑπάρχει τὸ παρὸν βιβλίον, ἐν ᾧ

πᾶϲαν τὴν ὑγιεινὴν διήλθομεν ὑποτύπωϲιν, ὡϲ ἤδη τε λέλεκται κατὰ

τὸ προοίμιον καὶ αὖθιϲ ῥηθήϲεται κατὰ τὰ κεφάλαια, τοϲοῦτον μόνον

προειπόντων ἡμῶν, ὡϲ ἔν τε τῷ πρώτῳ καὶ δευτέρῳ γράμματι τὰ

πλεῖϲτα ἐκ τῶν Ὀριβαϲίου μετηγάγομεν· οὐ γὰρ οἰκείαν βουλόμεθα

πραγματεύϲαϲθαι δόξαν ἀλλ' ἐξ ἁπάντων ἔχειν τὸ χρήϲιμον· ἐν δὲ τοῖϲ

λοιποῖϲ πέντε βιβλίοιϲ ἐλάχιϲτα μόνον ἐκ τῶν ἐκείνου τέτακται.

{Κεφάλαια τοῦ πρώτου βιβλίου.}

αʹ. Περὶ τῶν ϲυμβαινόντων ταῖϲ κυού-

ϲαιϲ, καὶ πῶϲ αὐτὰϲ διαιτητέον.

βʹ. Περὶ τιτθῆϲ.

γʹ. Περὶ τοῦ τῆϲ τροφοῦ γάλακτοϲ.

δʹ. Πῶϲ διορθωτέον τὰϲ κακίαϲ τοῦ

γάλακτοϲ.

εʹ. Κομιδὴ παιδίου.

Ϛʹ. Περὶ τῶν γινομένων ἐξανθημάτων

τῷ παιδίῳ.

ζʹ. Περὶ βηχὸϲ παιδίου καὶ κορύζηϲ.

ηʹ. Περὶ ὀδαξηϲμοῦ.

θʹ. Περὶ ὀδοντοφυίαϲ.

ιʹ. Πρὸϲ ἄφθαϲ.

ιαʹ. Πρὸϲ τὰ τῶν μηρῶν παρατρίμματα.

ιβʹ. Πρὸϲ τὰϲ τῶν ὤτων ὑγρότηταϲ.

ιγʹ. Περὶ ϲειριάϲεωϲ.

ιδʹ. Δίαιτα νηπίων καὶ τῶν ἐφεξῆϲ

ἡλικιῶν ἄχρι τῶν παρακμαζόντων.

ιεʹ. Περὶ τρίψεωϲ παραϲκευαϲτικῆϲ.

ιϚʹ. Περὶ γυμναϲίων.

ιζʹ. Περὶ τῶν εἰδῶν τοῦ γυμναϲίου.

ιηʹ. Περὶ τῆϲ ἰδίωϲ τρίψεωϲ.

ιθʹ. Περὶ ἀναφωνήϲεωϲ.

κʹ. Περὶ κόπων τῶν ἐπὶ γυμναϲίοιϲ.

καʹ. Περὶ ϲτεγνώϲεωϲ δέρματοϲ.

κβʹ. Περὶ τῶν αὐτομάτων κόπων.

κγʹ. Δίαιτα γερόντων.

κδʹ. Πρὸϲ ἐρρυτιδωμένον ϲῶμα.

κεʹ. Ὥϲτε ἡδὺ πνεῖν ϲῶμα.

κϚʹ. Ὥϲτε ἀναθερμαίνειν τὴν ἕξιν.

κζʹ. Πρὸϲ ἄχροιαν.

κηʹ. Πρὸϲ τὰ πελιώματα.

κθʹ. Ὀδόντων προφυλακτικά.

λʹ. Ὥϲτε μὴ βαρυηκοεῖν.

λαʹ. Πρὸϲ τὴν ἀχλὺν τῶν ὀμμάτων.

λβʹ. Περὶ πληϲμονῆϲ.

λγʹ. Περὶ μέθηϲ.

λδʹ. Περὶ τῶν διαφθειρόντων τὰ ϲιτία.

λεʹ. Περὶ ἀφροδιϲίων.

λϚʹ. Πρὸϲ τοὺϲ μὴ δυναμένουϲ ϲυν-

ουϲιάζειν.

λζʹ. Περὶ τῶν ἀμέτρωϲ ἀφροδιϲιαϲάν-

των.

ληʹ. Περὶ πλεοναϲμοῦ ϲπέρματοϲ.

λθʹ. Περὶ τῶν κατεψυγμένων.

μʹ. Περὶ τῶν ἐγκεκαυμένων.

μαʹ. Περὶ φλέγματοϲ ἐν τῇ ἄνω γαϲτρὶ

πλεονάϲαντοϲ.

μβʹ. Πῶϲ ἄν τιϲ εὐκόλωϲ ἐμοίη.

μγʹ. Περὶ ὑπακτικῶν γαϲτρὸϲ καὶ διου-

ρητικῶν τοῖϲ ὑγιαίνουϲιν.

μδʹ. Περὶ κλυϲμοῦ.

μεʹ. Περὶ βαλάνων.

μϚʹ. Περὶ τῶν κενωτικῶν τῆϲ κεφαλῆϲ

ἀποφλεγματιϲμῶν τε καὶ ἐρρίνων

καὶ διαχριϲμῶν.

μζʹ. Ὅϲα ἐμμήνων ἀγωγά.

μηʹ. Ἱδρωτικά.

μθʹ. Περὶ ἀέρων.

νʹ. Περὶ ὑδάτων.

ναʹ. Περὶ λουτρῶν.

νβʹ. Περὶ τῶν αὐτοφυῶν λουτρῶν.

νγʹ. Περὶ τῆϲ ταῖϲ ὥραιϲ ἁρμοττούϲηϲ

διαίτηϲ.

νδʹ. Δίαιτα τοῖϲ ἐν ἀϲχόλῳ βίῳ τυγ-

χάνουϲιν.

νεʹ. Ὁδοιποροῦϲι δίαιτα.

νϚʹ. Πλοϊζομένοιϲ δίαιτα.

νζʹ. Περὶ ϲαρκῶν καθαιρέϲεωϲ.

νηʹ. Πῶϲ ἀνατρέφειν δεῖ τοὺϲ κατ-

ιϲχνωθένταϲ.

νθʹ. Πῶϲ ἄν τιϲ ἰάϲαιτο κατιϲχνωθέντα

μόρια.

ξʹ. Διάγνωϲιϲ ἀρίϲτηϲ κράϲεωϲ.

ξαʹ. Διάγνωϲιϲ τῶν δυϲκράτων ϲωμά-

των.

ξβʹ. Περὶ διαπλάϲεωϲ τῆϲ κεφαλῆϲ.

ξγʹ. Ἐγκεφάλου κράϲεωϲ γνωρίϲματα.

ξδʹ. Γαϲτρὸϲ κράϲεωϲ γνωρίϲματα.

ξεʹ. Πνεύμονοϲ διάγνωϲιϲ.

ξϚʹ. Καρδίαϲ γνωρίϲματα.

ξζʹ. Ἥπατοϲ κράϲεωϲ διάγνωϲιϲ.

ξηʹ. Τῆϲ τῶν ὄρχεων κράϲεωϲ διάγνωϲιϲ.

ξθʹ. Περὶ τῶν παραλειφθέντων.

οʹ. Διόρθωϲιϲ τῶν θερμῶν δυϲκραϲιῶν

τοῦ ϲώματοϲ.

οαʹ. Διόρθωϲιϲ τῶν ψυχρῶν δυϲκραϲιῶν.

οβʹ. Διόρθωϲιϲ τῶν ξηρῶν δυϲκραϲιῶν

ἐπὶ γαϲτρὸϲ ὡϲ ἐπὶ παραδείγματοϲ,

εὐθὺϲ δὲ καὶ τῶν λοιπῶν κράϲεων.

ογʹ. Περὶ τῶν ἐν ταῖϲ τροφαῖϲ δυνάμεων.

οδʹ. Περὶ λαχάνων.

οεʹ. Περὶ ἀϲπαράγων.

οϚʹ. Περὶ τῶν ἐχόντων ἐδωδίμουϲ τὰϲ

ῥίζαϲ.

οζʹ. Περὶ ὕδνων καὶ μυκήτων.

οηʹ. Περὶ [τῶν] ϲιτωδῶν.

οθʹ. Περὶ ὀϲπρίων.

πʹ. Περὶ ὡραίων.

παʹ. Περὶ τῶν ἀπὸ τῶν δένδρων καρπῶν.

πβʹ. Περὶ ζῴων, καὶ πρῶτον περὶ τῶν

πτηνῶν.

πγʹ. Περὶ ᾠῶν.

πδʹ. Περὶ πεζῶν ζῴων.

πεʹ. Περὶ τῶν ἐν τοῖϲ ζῴοιϲ μορίων.

πϚʹ. Περὶ γάλακτοϲ [καὶ τοῦ τῶν πεζῶν

αἵματοϲ].

πζʹ. Περὶ γαλακτοποϲίαϲ.

πηʹ. Περὶ τοῦ ϲχιϲτοῦ γάλακτοϲ.

πθʹ. Περὶ τυροῦ.

Ϟʹ. Περὶ ἰχθύων.

Ϟαʹ. Περὶ ὀϲτρακοδέρμων.

Ϟβʹ. Περὶ μαλακίων.

Ϟγʹ. Περὶ ϲελαχίων.

Ϟδʹ. Περὶ τῶν κητωδῶν.

Ϟεʹ. Περὶ οἴνου δυνάμεωϲ.

ϞϚʹ. Περὶ μέλιτοϲ καὶ μελικράτου.

Ϟζʹ. Περὶ ὕπνου.

Ϟηʹ. Περὶ ἀγρυπνίαϲ.

Ϟθʹ. Περὶ καταφορᾶϲ.

ρʹ. Διοκλέουϲ ἐπιϲτολὴ προφυλακτική.

1

t

{<Περὶ τῶν ϲυμβαινόντων ταῖϲ κυούϲαιϲ, καὶ πῶϲ αὐτὰϲ

διαιτητέον.>}

1

Τῶν ϲυμπιπτόντων ταῖϲ κυούϲαιϲ ἐπειδὴ ταῦτα μάλιϲτα ἐνοχλεῖ,

τὸ περιϲαίνειν καὶ ϲυνεχῶϲ ἐμεῖν καὶ πτυελίζειν καὶ καρδιώϲϲειν καὶ

ἀϲιτεῖν, οὐ χεῖρον πρὸϲ αὐτὰϲ ὑποθήκαϲ γράψαι. περίπατοι, ϲιτία μὴ

ἄγαν γλυκέα καὶ οἶνοι κιρροὶ καὶ εὔοϲμοι, πενταετεῖϲ μάλιϲτα, ἁρμότ-

τουϲι καὶ τὸ μέτριον ποτόν. ταῦτα πάντα τοῦ περιϲαίνειν καὶ τοῦ

ἐμεῖν ἰάματά ἐϲτιν· ὡϲ δὲ φάρμακον πολυγόνου μὲν τὴν πόαν ὕδατι

ἑφθὴν πίνειν καὶ ἄνηθον ὡϲαύτωϲ καὶ τῆϲ Ποντικῆϲ ῥίζηϲ· καλεῖται

δὲ ἐπιχωρίωϲ ῥᾶ· τοῦτο καὶ ἐπὶ τῷ ϲίτῳ καὶ πρὸ τοῦ ϲίτου λαμβά-

νειν. ἔξωθεν δὲ οἰνάνθην καὶ βαλαύϲτιον καὶ κυτίϲου καὶ ϲμυρνίου

κόμην καὶ μαράθρου ϲπέρμα, κοινῇ τε καὶ ὡϲ ἂν μίϲγειν ἐθέλῃ, μετὰ

φοινίκων καὶ οἴνου παλαιοῦ καταπλάϲϲειν τὸ προκάρδιον. τοὺϲ δὲ

καρδιωγμοὺϲ ἐπικουφίζειν θερμοῦ ὕδατοϲ πόϲει καὶ τῷ ἡϲυχῆ περι-

πατῆϲαι καὶ τῷ ϲκεπάζειν τὸ ὑποχόνδριον ἐρίῳ μαλακῷ. τὰϲ δὲ ἀπο-

ϲίτουϲ προτρέποι ἂν ἐϲθίειν τά τε ποικίλα ϲιτία καὶ τὰ πρὸϲ ἡδονὴν

καὶ ἄμυλον ξηρόν· μᾶλλον δ' ἂν τοῦτο ϲυνενέγκαι ταῖϲ ἐπιθυμούϲαιϲ

γῆν ἐϲθίειν, ὡϲ ἐν τῇ καλουμένῃ κίττῃ, ἥτιϲ περὶ τὸν τρίτον μῆνα τῆϲ

κυήϲεωϲ μάλιϲτα γίνεται διὰ τὸ μὴ δύναϲθαι τέωϲ τὸ κύημα πᾶν τὸ

φερόμενον ἐν τῇ μήτρᾳ λόγῳ τροφῆϲ δαπανᾶν ὡϲ ἀϲθενέϲτερον πλεο-

ναζόντων ἐξ αὐτοῦ ποικίλων περιττωμάτων ἐν τῷ ϲτομάχῳ· ὅθεν καὶ

ποικίλων τε καὶ ἀλλοκότων ὀρέγονται, οἷον ἀνθράκων ἐϲβεϲμένων καὶ

Κιμωλίαϲ καὶ ἑτέρων πλειόνων. τούτου γὰρ ἕνεκα καὶ τὴν ὀνομαϲίαν

ταύτην τὸ πάθοϲ ἐκτήϲατο διὰ τὸ ποικίλον τοῦ ζῴου τῆϲ κίττηϲ ἢ

ὅτι κἀκεῖνο τῷ πάθει τούτῳ πολλάκιϲ ἁλίϲκεται. εὔϲιτοι δὲ καὶ οἱ πό-

νοι καὶ αἱ μακρότεραι ἀποδημίαι· ἥτιϲ δὲ εἴθιϲεν ἀταλαιπώρωϲ διαι-

τᾶϲθαι, κύουϲα αὕτη οὐ χρηϲτῶϲ ἤνεγκεν τὰϲ ἐξαπιναίουϲ κινήϲειϲ. καὶ

τὸ δριμέων δέ ποτε γεύεϲθαι, καὶ μάλιϲτα νάπυοϲ, ἐπιτήδειον τῇ ἀπο-

ϲίτῳ. πρὸϲ δὲ τὰ οἰδήματα τῶν ποδῶν ἐξαίρετα ἀνθήλην ἐν ὄξει βε-

βρεγμένην ἐπιδεῖν καὶ φύλλα κράμβηϲ πλατέωϲ ἐπιτιθέναι καὶ τὴν Κι-

μωλίαν μετ' ὄξουϲ ἐπιχρίειν καὶ ϲτυπτηρίαν ὡϲαύτωϲ μετ' ὄξουϲ. ἀγαθὸν

δὲ καὶ τῶν Μηδικῶν καλουμένων μήλων, ἃ δὴ καὶ κιτρία καλοῦϲιν,

ἑψήϲαϲαν ἐν ὕδατι κατανίζειν τοὺϲ πόδαϲ.

2

t

{<Περὶ τιτθῆϲ.>}

1

Αἱρεῖϲθαι οὖν χρὴ τιτθὴν μηδ' ὁτιοῦν νόϲημα ἔχουϲαν καὶ μήτε

ἄγαν πρεϲβυτέραν μήτε νεωτέραν, ἔϲτω δὲ ἡ μὲν νεωτάτη ἐτῶν κ̅ε̅, ἡ

δὲ πρεϲβυτάτη ἐτῶν λ̅ε̅· καὶ ϲτῆθοϲ μέγα ἐχέτω καὶ τιτθοὺϲ μεγάλουϲ

καὶ θηλὰϲ μήτε μεμυκυίαϲ μήτε ἀπεϲτραμμέναϲ, ἔϲτω δὲ τὸ ἄλλο ϲῶμα

μήτε πῖον ἰϲχυρῶϲ μήτε ὑπέρλεπτον. μέγα δέ ἐϲτι τῷ παιδίῳ καὶ τὸ

τὴν τιτθὴν μὴ πάλαι τετοκυῖαν εἶναι, καὶ ἄρρεν μᾶλλον. φυλάϲϲεϲθαι

δὲ καὶ τὰ πάνυ ξηραίνοντα καὶ τὰ ἁλυκὰ καὶ δριμέα καὶ ϲτρυφνὰ καὶ

ὀξέα καὶ πικρὰ καὶ ἰϲχυρῶϲ θερμαίνοντα καὶ τὰ πάνυ δύϲοϲμα καὶ τὰϲ

ἐπιϲήμουϲ εὐωδίαϲ τε καὶ ἀρτύϲειϲ καὶ τὰ ἄλλα τὰ δριμέα. ἀπεχέϲθω

δὲ ἡ τιτθὴ καὶ λαγνειῶν καὶ πονείτω διὰ τῶν χειρῶν καὶ τῶν ὤμων

καὶ ἀλείτω καὶ ὑφαινέτω καὶ ἐπὶ τῆϲ ἀγκάληϲ ἔχουϲα τὸ παιδίον

περιαγέτω· φέρειν δὲ ἐπ' ἀγκάληϲ τρίμηνα καὶ τετράμηνα.

3

t

{<Περὶ τοῦ τῆϲ τροφοῦ γάλακτοϲ.>}

1

Γάλα δὲ βέλτιϲτόν ἐϲτιν τὸ ϲύμμετρον πάχει καὶ πλήθει, χρόᾳ,

ὀϲμῇ, γεύϲει. χρήϲιμον δέ ἐϲτι καὶ τὸ ἐπὶ τοῦ ὄνυχοϲ ἐπιϲταζόμενον

τοῦ μεγάλου δακτύλου ὑπὸ τὴν αὐγὴν θεωρούμενον, ὅταν ἐν τῷ κάμ-

πτειν τὸν ὄνυχα μήτε ταχέωϲ μήτε βραδέωϲ ἀπορρέῃ, χρήϲιμον. δοκι-

μάζειν δὲ καὶ οὕτωϲ· ἐγχέοντα τοῦ γάλακτοϲ εἰϲ ἀγγεῖον ὑέλινον ἐμ-

βάλλειν ταμίϲου τὸ ϲύμμετρον καὶ διαθλῖψαι τοῖϲ δακτύλοιϲ, εἶτα ἐά-

ϲανταϲ, ἕωϲ οὗ παγῇ, θεωρεῖν, εἰ ἔλαττον τὸ τυρῶδεϲ τοῦ ὀρώδουϲ·

τὸ γὰρ τοιοῦτον γάλα ἄχρηϲτον, τὸ δὲ ἐναντίον δύϲπεπτον, ἄριϲτον

δὲ τὸ ϲύμμετρα ἔχον ἀμφότερα.

4

t

{<Πῶϲ διορθωτέον τὰϲ κακίαϲ τοῦ γάλακτοϲ.>}

1

Τὰϲ δὲ τοῦ γάλακτοϲ κακίαϲ διορθοῦν χρὴ ὧδε. εἰ μὲν τύχοι

παχύτερον, ἐμέτοιϲ ἐξελεῖν δεῖ τοῦ φλέγματοϲ· ἄριϲτοι δὲ οἱ ἐπὶ τῷ

ὀξυμέλιτι. δεῖ δὲ καὶ τοῖϲ πόνοιϲ λεπτῦναι τοῖϲ πρὸ τῶν ϲιτίων· ἐν-

ταῦθα δήπου καὶ ὀρίγανον καὶ ὕϲϲωπον καὶ ἡ θύμβρα καὶ ὁ ϲκάνδιξ

καὶ ὁ θύμοϲ ἐπιτήδεια καὶ ῥαφανὶϲ ὀλίγη καὶ τάριχοϲ παλαιὸν μετ'

ὀξυμέλιτοϲ. εἰ δέ που γένοιτο δριμύτερόν τε καὶ λεπτότερον, ἐνταῦθα

τῶν μὲν πόνων κουφίζειν τῶν πολλῶν, εὐωχεῖν δὲ τὴν τιτθὴν ῥοφή-

μαϲί τε καὶ κρέαϲι χοίρων καὶ ϲίραιον διδόναι πίνειν καὶ οἶνον γλυκύν.

εἰ δὲ ἧϲϲον γένηται, τῶν τε ῥοφημάτων προϲφέρειν καὶ δαψιλέϲτερον

διαιτᾶν καὶ οἶνον διδόναι πίνειν γλυκὺν καὶ ἀνατρίβειν ϲτῆθοϲ καὶ

τιτθούϲ, ταῖϲ δ' ἂν καὶ ϲικύα προϲβαλλομένη παράϲχοι τὰ δέοντα.

φάρμακα δὲ πρὸϲ γάλακτοϲ γένεϲιν ὅτι μὲν ἁνύει τι, οἶδα, οὐ μὴν

ϲυνεχῶϲ χρῆϲθαι αὐτοῖϲ κελεύω· ϲυντήκει γὰρ βιαιότερον. ἔϲτι δὲ μα-

ράθρου τε ῥίζα καὶ ὁ καρπὸϲ ἡψημένα πτιϲάνῃ κυτίϲου τε φύλλα ἐν

οἴνῳ μέλανι ἢ πτιϲάνῃ καὶ μελάνθιον γλυκὺ καὶ ἄνηθον καὶ ϲταφυλί-

νου ῥίζα καὶ ὁ καρπόϲ· χρὴ δὲ θερμῷ προαιονήϲανταϲ οὕτω προϲ-

φέρειν. πᾶν μέντοι τὸ πονηρὸν γάλα, καὶ εἰ παχὺ εἴη ἢ δριμὺ καὶ

δυϲῶδεϲ, προαμέλξαϲαν οὕτω προϲτίθεϲθαι τὸ παιδίον τό τε δριμὺ

μηδέποτε ἀϲίτῳ διδόναι. τὰϲ δὲ δυϲωδίαϲ κἂν οἶνοϲ εὐώδηϲ καὶ ϲιτίον

ἡδὺ διορθοῦν δύναιτο. περὶ τοῦ τετυρωμένου γάλακτοϲ ἐν τῷ περὶ

μαϲθῶν κατὰ τὸ τρίτον βιβλίον λεχθήϲεται.

5

t

{<Κομιδὴ παιδίου.>}

1

Πρώτην τροφὴν εἰϲφέρειν δεῖ τῷ νεογενεῖ παιδίῳ τοῦ μέλιτοϲ,

μετὰ δὲ τοῦ γάλακτοϲ διδόναι δὶϲ τῆϲ ἡμέραϲ ἢ τρὶϲ τὸ πλεῖϲτον.

ὅταν δὲ αὐτό τε πρόθυμον ᾖ λαμβάνειν καὶ ἐλπίδαϲ παρέχῃ ἐκπέψειν,

τηνικαῦτα ἤδη καὶ ϲιτίον διδόναι μὴ ἐμπιπλᾶϲαν. εἰ δέ που λαθόντα

πληρωθείη, ὑπνωδέϲτερά τε εὐθὺϲ γίνεται καὶ νωθρότερα, καὶ ὄγκοϲ

ἐν γαϲτρὶ ἔνεϲτι καὶ φῦϲα, καὶ οὐρεῖ ὑδατωδέϲτερα· οἷϲ χρὴ τεκμαιρο-

μένην μηδὲν διδόναι, ἔϲτ' ἂν καταναλωθῇ. ἀρκεῖ δὲ ἔτη δύο τρέφειν

τῷ γάλακτι, τὸ δὲ ἐντεῦθεν μεταβάλλειν πρὸϲ ϲιτία.

6

t

{<Περὶ τῶν γινομένων ἐξανθημάτων τῷ παιδίῳ.>}

1

Ὅϲα δὲ τῷ παιδίῳ ἐξανθεῖ κατὰ τὸ δέρμα, χρὴ τὸ μὲν αὐτίκα

ἀϲμένην δέχεϲθαι, ὅταν δὲ ἀπανθήϲῃ καλῶϲ, τηνικαῦτα ἤδη θεραπεύειν

τοῖϲ μὲν λουτροῖϲ προϲεμβάλλουϲαν μυρϲίνηϲ ἢ ϲχίνου ἢ ῥόδων, εἶτα

ῥοδίνῳ ἢ ϲχινίνῳ χρωμένην καὶ κηρωτῇ ϲὺν ψιμυθίῳ, καὶ ῥύπτειν δέ

που τοῖϲ νίτροιϲ μαλακώτερον· οὐ γὰρ οἴϲει τὰ ἰϲχυρότερα. κάλλιϲτον

δὲ καὶ τὴν τιτθὴν διαιτᾶϲθαι τῷ γλυκυτέρῳ τρόπῳ, κάλλιϲτον δὲ καὶ

τὸ παιδίον αὐτὸ διαιτῆϲαι μήτε ἐμπιπλάνταϲ μήτε αὖ ϲφόδρα ἐνδεῶϲ.

ἐὰν δὲ ἐφιϲτῆται ἡ κοιλία τοῦ παιδίου, τότε μέλιτοϲ ἐγχέονταϲ ϲυν-

έψειν τῇ τροφῇ. ἐὰν δὲ μηδὲ οὕτωϲ ὑπακούῃ, τῆϲ τερεβινθίνηϲ παρεμ-

βάλλειν ὅϲον ἐρέβινθον. παρυγραινομένηϲ δὲ τῆϲ κοιλίαϲ κέγχρον μά-

λιϲτα προϲφέρειν.

7

t

{<Περὶ βηχὸϲ παιδίου καὶ κορύζηϲ.>}

1

Εἰ δέ ποτε βὴξ ἢ κόρυζα ϲυμβαίη τῷ παιδίῳ, τοὺϲ μελιτιϲμοὺϲ

καλουμένουϲ παραληπτέον. χρὴ τοίνυν λούϲαϲαν αὐτὸ πολλῷ θερμῷ

καὶ κατὰ κεφαλῆϲ χρῖϲαι μέλιτι πολλῷ, κἄπειτα τῷ δακτύλῳ τὴν γλῶτ-

ταν πρᾴωϲ πιέϲαι· ἐμεῖ γὰρ φλέγμα πολύ.

8

t

{<Περὶ ὀδαξηϲμοῦ.>}

1

Εἰ δέ τιϲ ὀδαξηϲμὸϲ παρείη τῷ παιδίῳ, πυρίᾳ χρηϲτέον καὶ ἀφθόνῳ

ἀλείμματι δι' ἐλαίου ἀπέφθου ϲυντακέντοϲ ὀλίγου [τοῦ] κηροῦ.

9

t

{<Περὶ ὀδοντοφυίαϲ.>}

1

Ὀδοντοφυίαι γίνονται μὲν περὶ ἕβδομον μῆνα, ϲυμβαίνουϲι δὲ

τότε φλεγμοναὶ τῶν οὔλων καὶ ϲιαγόνων καὶ τενόντων καί ποτε

ϲπαϲμοί. χρὴ οὖν τηνικαῦτα μηδὲν διδόναι τῷ παιδίῳ μαϲήϲεωϲ δεό-

μενον, τῷ δακτύλῳ δὲ ϲυνεχῶϲ παρὰ τὸ λουτρὸν τὰ οὖλα ψηλαφᾶν

καὶ μαλάϲϲειν ὀρνιθείῳ ϲτέατι ἢ ἐγκεφάλῳ λαγωοῦ· τῶν δὲ ὀδόντων

ἤδη παρακυψάντων χρῆϲθαι τρυφερῶν ἐρίων καθαρῶν ἐπιβολῇ τραχή-

λου καὶ κεφαλῆϲ καὶ ϲιαγόνων ἐμβροχῇ τε τῶν αὐτῶν δι' ἐλαίου γλυ-

κέοϲ καὶ θερμοῦ παραϲταζομένου καὶ τοῖϲ ἀκουϲτικοῖϲ πόροιϲ. χρὴ δὲ

τηνικαῦτα τὸ παιδίον εὐθαλέϲτερον διαιτᾶν καὶ λούειν θερμῷ. καὶ εἰ

μὲν διαρροίαϲ ἔχοι, πειρᾶϲθαι ϲυνάγειν τὴν γαϲτέρα τοῖϲ ἐπιθέμαϲιν,

ὅϲα μάλιϲτα ἵϲτηϲι, τὸ κύμινον ἐμπάϲϲονταϲ ἐρίῳ ἢ τὸ ἄνηθον ἢ τὸ

ϲέλινον· ἀγαθὸν δὲ καὶ ϲπέρμα ῥόδων προϲμίϲγειν καὶ τὸ ὅλωϲ θερ-

μὸν ξηραίνειν. εἰ δὲ μηδὲν ὑπίοι κάτω, ἐρεθίζειν πράωϲ τῷ μέλιτι

πλάϲϲονταϲ ὡϲ βαλάνιον ἢ καλαμίνθῃ τετριμμένῃ μετὰ μέλιτοϲ χρίειν.

δοκεῖ δὲ κάλλιϲτα βοηθεῖν τοῖϲ ϲπαϲμοῖϲ τῶν παιδίων ἡλιοτρόπιον

ἑψόμενον ὕδατι, εἰ λούοιτο ἐν τούτῳ τὸ παιδίον. ὠφελεῖ δὲ καὶ ἰρίνῳ

χρῖϲαι ἢ κυπρίνῳ καὶ τῷ Ϲικυωνίῳ καὶ τὸ ϲύμπαν θερμαίνειν. ἐπεὶ δὲ

ἀνατελλόντων τῶν ὀδόντων δάκνει τοὺϲ δακτύλουϲ καὶ τιτρώϲκει, κα-

λῶϲ ἂν ἔχοι κατέχειν ἴρεωϲ ῥίζαν ἐξεϲμένην καὶ μὴ πάνυ ξηράν. τοῦτο

καὶ τοῖϲ ἕλκεϲι προϲβοηθεῖ, καὶ τὸ βούτυρον μετὰ μέλιτοϲ διαχριόμενον

ὀνίνηϲιν. τοὺϲ δὲ ὀδαξηϲμοὺϲ τῶν οὔλων ϲὰρξ ταρίχου παλαιοῦ ὀνίνηϲιν.

10

t

{<Πρὸϲ ἄφθαϲ.>}

1

Γίγνεται δὲ τῷ παιδίῳ καὶ ἕλκοϲ τὸ καλούμενον ἄφθα, τὸ μὲν

ὑπόλευκον, τὸ δὲ ὑπέρυθρον, τὸ δ' αὖ μέλαν οἷον ἐϲχάρα· κάκιϲτον

δὲ τὸ μέλαν καὶ θανατωδέϲτατον. βοηθεῖ δὲ ἶριϲ μετὰ μέλιτοϲ, καὶ εἰ

ξηρὰν ἐμφυϲᾶν ἐθέλοιϲ, καὶ ῥόδων φύλλα κεκομμένα καὶ τὸ ἄνθοϲ τῶν

ῥόδων καὶ κρόκοϲ καὶ ὀλίγον ϲμύρνηϲ καὶ ἡ κηκὶϲ καὶ ὁ λιβανωτὸϲ

καὶ ὁ φλοιὸϲ τοῦ λιβάνου, ὁμοῦ τε καὶ ἰδίᾳ ἕκαϲτον, μέλιτι δευόμενα,

ἐπὶ τούτοιϲ μελίκρατόν τε καὶ ῥοιᾶϲ γλυκείαϲ ὁ χυλόϲ.

11

t

{<Πρὸϲ τὰ τῶν μηρῶν παρατρίμματα.>}

1

Τὰ δὲ κατὰ τοὺϲ μηροὺϲ παρατρίμματα μυρϲίνῃ ξηρᾷ διαπάϲϲειν

καὶ κυπέρῳ καὶ ῥόδοιϲ.

12

t

{<Πρὸϲ τὰϲ τῶν ὤτων ὑγρότηταϲ.>}

1

Τὰϲ δὲ τῶν ὤτων ὑγρότηταϲ ξηραίνειν ἔριον ἀπὸ ϲτυπτηρίαϲ ἐν-

τιθεῖϲαν ἢ οἰνόμελι ἢ οἶνον παλαιὸν ἐνϲτάζουϲαν ἢ κρόκον μετὰ οἴ-

νου τρίψαϲαν.

13

t

{<Περὶ ϲειριάϲεωϲ.>}

1

Ϲειρίαϲίϲ ἐϲτι φλεγμονὴ τῶν περὶ τὸν ἐγκέφαλον καὶ μήνιγγαϲ

μερῶν· παρακολουθεῖ δὲ τοῦ βρέγματοϲ κοιλότηϲ καὶ τῶν ὀφθαλμῶν

μετ' ὠχριάϲεωϲ καὶ ξηρότητοϲ τοῦ ϲώματοϲ. βοηθεῖ δὲ αὐτοῖϲ ᾠοῦ τὸ

ἐρυθρὸν μετὰ ῥοδίνου τιθέμενον ἐπὶ τοῦ βρέγματοϲ ἐν τρόπῳ πτύγμα-

τοϲ ϲυνεχῶϲ ἀλλαϲϲόμενον.

Ἄλλο πρὸϲ ϲειριάϲειϲ. κατὰ τοῦ βρέγματοϲ ἐπιτιθέναι χρὴ ἡλιο-

τροπίου τοῦ ϲκορπιούρου καλουμένου φύλλα, κολοκύνθηϲ ξέϲματα, ϲι-

κύου πέπονοϲ τὸ περικείμενον τῇ ϲαρκὶ δέρμα ἢ ϲτρύχνου κηπαίου

τὸν χυλὸν μετὰ ῥοδίνου.

14

t

{<Δίαιτα νηπίων καὶ τῶν ἐφεξῆϲ ἡλικιῶν ἄχρι τῶν

παρακμαζόντων.>}

1

Τοὺϲ νηπίουϲ καὶ ἀπὸ τοῦ γάλακτοϲ γεγονόταϲ ἐν ἀνέϲει τε ἐᾶν

καὶ ἱλαρότητι, γυμνάϲια δὲ καὶ τροφὰϲ αὐτοῖϲ προϲφέρειν ἐλαφρῶϲ.

ἀπὸ δὲ τῶν ἓξ καὶ ἑπτὰ ἐτῶν τούϲ τε παῖδαϲ καὶ τὰϲ κόραϲ γραμ-

ματιϲταῖϲ παραδιδόναι πραέϲι καὶ φιλανθρώποιϲ· οὗτοι γὰρ μετὰ ἀνέ-

ϲεωϲ καὶ χαρᾶϲ διδάϲκουϲιν, ἡ δὲ ἄνεϲιϲ τῆϲ ψυχῆϲ πρὸϲ εὐτροφίαν

ϲώματοϲ μεγάλα ϲυμβάλλεται. τοὺϲ δὲ δωδεκαετεῖϲ τῶν παίδων πρόϲ

τε γραμματικοὺϲ φοιτᾶν ἤδη καὶ γεωμέτραϲ καὶ τὸ ϲῶμα γυμνάζειν

ἀναγκαῖον. ἀπὸ δὲ τῶν τεϲϲαρακαίδεκα ἐτῶν μέχρι τριῶν ἑβδομάδων

ἁρμόϲει μαθημάτων ἄϲκηϲιϲ καὶ φιλοϲόφων λόγων κατήχηϲιϲ καὶ γυμνά-

ϲια πλείονα παραλαμβάνειν διὰ τὴν ἰϲχὺν τοῦ ϲώματοϲ, ὅπωϲ καὶ

ψυχῇ καὶ ϲώματι πονοῦντεϲ ταῖϲ ὁρμαῖϲ κωλύωνται χρῆϲθαι ταῖϲ εἰϲ

ἀφροδίϲια· ϲυναιρετέον δὲ καὶ τὸν οἶνον ἐπὶ τούτων. τοῖϲ δὲ ἀκμάζου-

ϲιν ἁρμόζει δίαιτα τελεία καὶ ψυχῆϲ καὶ ϲώματοϲ· διὸ γυμναϲίοιϲ χρη-

ϲτέον πᾶϲι, μάλιϲτα δέ, οἷϲ ἕκαϲτοϲ εἴθιϲται, καὶ τροφαῖϲ ἱκαναῖϲ τε

καὶ εὐτρόφοιϲ. τοῖϲ δὲ παρακμάζουϲιν ἁρμόζει δίαιτα ὑφιϲταμένη καὶ

ψυχῆϲ καὶ ϲώματοϲ· τά τε γὰρ γυμνάϲια, ὁποῖά ποτ' ἂν ᾖ, κατὰ λό-

γον τούτων ὑφαιρετέον καὶ τὰϲ τροφὰϲ ἐκ προϲαγωγῆϲ ϲυϲταλτέον

τῆϲ ἕξεωϲ αὐτῶν ἀρχὴν ψύξεωϲ λαμβανούϲηϲ.

15

t

{<Περὶ τρίψεωϲ παραϲκευαϲτικῆϲ.>}

1

Πρὸ τῶν γυμναϲίων θερμαίνειν τὸ ϲῶμα μετρίωϲ χρὴ τρίψει χρω-

μένουϲ τῇ διὰ ϲινδόνων, κἄπειτα δι' ἐλαίου τρίβειν γυμναῖϲ ταῖϲ χερ-

ϲίν, ἄχριϲ ἂν θερμανθῇ καλῶϲ καὶ μαλαχθῇ τὸ ϲῶμα, ἐπανθήϲῃ τε

ἔρευθοϲ εὐανθέϲ, καὶ εἰϲ ὄγκον ἀχθῇ.

16

t

{<Περὶ γυμναϲίων.>}

1

Κίνηϲίϲ ἐϲτι ϲφοδρὰ τὸ γυμνάϲιον, ὅροϲ δὲ τῆϲ ϲφοδρότητοϲ ἡ

τῆϲ ἀναπνοῆϲ ἐπὶ τὸ δαϲύτερον ἀλλοίωϲιϲ. τὰ δὲ γυμνάϲια δυϲπαθῆ

τε παραϲκευάζει τὰ ὀργανικὰ μόρια καὶ εὔτονα πρὸϲ τὰϲ ἐνεργείαϲ

τήν τε ὁλκὴν ἰϲχυροτέραν τῆϲ τροφῆϲ καὶ τὴν ἀλλοίωϲιν ἑτοιμοτέραν

καὶ τὴν θρέψιν βελτίονα ἐργάζεται διὰ τὴν γινομένην θερμότητα. ἐκ-

καθαίρει δὲ καὶ τοὺϲ πόρουϲ καὶ κενοῖ τὰ περιττώματα διὰ τὴν τοῦ

πνεύματοϲ ἰϲχυρὰν κίνηϲιν. ἐπειδὴ οὖν τῇ ἀναδόϲει ϲυνεργεῖ, [τὸ] μήτε

πλῆθοϲ ὠμῶν καὶ ἀπέπτων μήτε ϲιτίων μήτε χυμῶν ἢ κατὰ τὴν κοι-

λίαν ἢ ἐν τοῖϲ ἐντέροιϲ περιέχεϲθαι· κίνδυνοϲ γὰρ αὐτοῖϲ ἑλχθῆναι

πρὸϲ ἅπαντα τὰ τοῦ ζῴου μόρια, πρὶν χρηϲτοῖϲ γενέϲθαι πεφθεῖϲιν.

δῆλον οὖν, ὡϲ [καὶ] πρὸ τῶν ϲιτίων αὐτὰ παραλαμβάνεϲθαι χρή. γνω-

ρίϲματα δὲ τῆϲ εὐκαιρίαϲ τῶν οὔρων ἡ χρόα· τὸ μὲν γὰρ ὑδατῶδεϲ

ἄπεπτον ἔτι ϲημαίνει τὸν ἐκ τῆϲ γαϲτρὸϲ ἀναδοθέντα χυμόν, τὸ δὲ

πυρρὸν καὶ χολῶδεϲ ἐκ πολλοῦ κατειργάϲθαι, τὸ δὲ μετρίωϲ ὠχρὸν

ἄρτι πέψεωϲ γεγενημένηϲ ϲημεῖόν ἐϲτιν· τηνικαῦτα οὖν ἄγειν ἐπὶ τὰ

γυμνάϲια προαποθέμενον τά τε ἐν τῇ κύϲτει καὶ ἐν τῇ γαϲτρὶ περιτ-

τώματα.

17

t

{<Περὶ τῶν εἰδῶν τοῦ γυμναϲίου.>}

1

Τὸ μὲν δὴ κοινὸν ἁπάντων γυμναϲίων ἐϲτὶ θερμότητοϲ αὔξηϲιν

ἐξ ἑαυτῶν τοῖϲ ζῴοιϲ ἐργάϲαϲθαι· τὸ δὲ διὰ τῶν καθ' ἕκαϲτα τὸ μὲν

εὔτονον γυμνάϲιον, τουτέϲτι τὸ βίαιον, πρὸϲ εὐτονίαν παραϲκευάζει

τούϲ τε μῦϲ καὶ τὰ νεῦρα· τοιαῦτα δέ ἐϲτι τό τε ϲκάπτειν καὶ τὸ

φορτίον ἀράμενον μέγιϲτον ἢ μένειν κατὰ χώραν ἢ προβαίνειν μικρά·

καὶ οἱ ἀνάντειϲ δὲ περίπατοι τούτου τοῦ γένουϲ εἰϲὶν καὶ τὸ ἀναρρι-

χᾶϲθαι διὰ ϲχοινίου καὶ πλεῖϲτα ἄλλα ὁμοιότροπα. τὰ δὲ ταχέα χωρὶϲ

εὐτονίαϲ καὶ βίαϲ ἐϲτί· δρόμοι δέ εἰϲι ταῦτα καὶ ϲκιαμαχίαι καὶ ἀκρο-

χειριϲμοὶ καὶ τὸ διὰ τοῦ κωρύκου τε καὶ τῆϲ μικρᾶϲ ϲφαίραϲ γυμνάϲιον.

ϲύνθετον δὲ ἔϲτιν ἐξ εὐτόνου καὶ ταχέοϲ· ὅϲα γὰρ εὔτονα τῶν γυμναϲίων

ἐϲτί, τούτοιϲ ὡϲ ϲφοδροῖϲ ἄν τιϲ χρῷτο κινήϲειϲ ταχείαϲ προϲτιθείϲ.

ἔτι τῶν γυμναϲίων τὰ μὲν ὀϲφὺν μᾶλλον ἢ χεῖραϲ ἢ ϲκέλη διαπονεῖ,

τὰ δὲ τὴν ῥάχιν ἢ τὸν θώρακα μόνον ἢ τὸν πνεύμονα. γυμνάζεϲθαι

δὲ χρή, μέχριϲ ἂν εἰϲ ὄγκον αἴρηται τὸ ϲῶμα καὶ εὐανθὲϲ ὑπάρχῃ, καὶ

αἱ κινήϲειϲ εὔτονοί τε καὶ ὁμαλεῖϲ καὶ ῥᾴθυμοι γίνωνται. ἐν τούτῳ δὲ

καὶ ἱδρῶτα θεάϲῃ θερμὸν ἀτμῷ ϲυμμιγῆ. παύεϲθαι δὲ τηνικαῦτα πρῶτον,

ἐπειδὰν ἕν τι τῶν εἰρημένων ἀλλοιωθῇ· οἷον εἰ φανείη ϲυϲτελλόμενοϲ

ὁ τοῦ ϲώματοϲ ὄγκοϲ, αὐτίκα παύειν, ὡϲαύτωϲ δὲ καί, εἰ τὸ τῆϲ χρόαϲ

εὐανθὲϲ μαραίνοιτο, παύεϲθαι· καὶ μὲν δὴ καὶ τὸ τῶν κινήϲεων ἐπειδὰν

ἐνδιδόναι που φαίνηται, καταπαύειν αὐτίκα, καὶ εἰ περὶ τὸν ἱδρῶτα

γίγνοιτό τιϲ ἢ κατὰ τὸ πλῆθοϲ ἢ κατὰ τὴν ποιότητα μεταβολή· ἐὰν

γὰρ ἐλάττων ἢ ψυχρότεροϲ γίγνηται, καταπαύειν περιχέαντα τὸ ἔλαιον,

ἀποθεραπεύειν δὲ τοὐντεῦθεν, εἶθ' ἑξῆϲ τῇ ἀποθεραπευτικῇ τρίψει

χρῆϲθαι, ὡϲ εἰώθαϲιν οἱ παιδοτρίβαι ποιεῖν.

18

t

{<Περὶ τῆϲ ἰδίωϲ τρίψεωϲ.>}

1

Τῶν τρίψεων ἡ μὲν ϲκληρὰ δύναται δεῖν, ἡ μαλακὴ δὲ λύειν.

ὥϲτε, ὅϲα μὲν ἐκλέλυται πέρα τοῦ μετρίου ϲώματα, ϲκληρῶϲ ἀνατρι-

πτέον, ὅϲα δὲ ἔϲφιγκται, μαλακῶϲ, εἰ δέ τι ϲυμμέτρωϲ ἔχει, τοῦτο εὔ-

δηλον ὡϲ οὔτε μαλακῶϲ οὔτε ϲκληρῶϲ, ἀλλ' ὅϲον οἷόν τε τὰϲ ὑπερ-

βολὰϲ ἑκατέραϲ φυλαττόμενον. ἡ μὲν γὰρ πολλὴ τρῖψιϲ καὶ ϲκληρὰ

τὸν ὄγκον καταϲτέλλει τοῦ ϲώματοϲ, ἡ δὲ ὀλίγη καὶ μαλθακὴ τὸ ἀνά-

παλιν εἰϲ ὄγκον ἐπαίρει. αἱ δὲ τρεῖϲ διαφοραὶ τῶν κατὰ ποϲότητα

τρίψεων ταῖϲ τριϲὶ διαφοραῖϲ ταῖϲ κατὰ ποιότητα ἐπιπλεκόμεναι ϲυ-

ζυγίαϲ ἀποτελοῦϲιν ἐννέα, ὡϲ ὑποτέτακται· ἡ μὲν γὰρ μία κατὰ πο-

ϲότητα, οἷον ἡ πολλή, ταῖϲ τριϲὶ ταῖϲ κατὰ ποιότητα ϲυμπλεκομένη,

τῇ ϲκληρᾷ λέγω καὶ τῇ μαλακῇ καὶ τῇ ϲυμμέτρῳ κατὰ ϲκληρότητα,

ποιεῖ τρεῖϲ διαφοράϲ, ἡ δὲ ὀλίγη πάλιν ταῖϲ αὐταῖϲ τριϲὶν ἑτέραϲ τρεῖϲ,

ἡ δὲ ϲύμμετροϲ κατὰ ποιότητα ταῖϲ αὐταῖϲ τριϲὶ ϲυμπλεκομένη τρεῖϲ

ἄλλαϲ, ὡϲ ὑποτέτακται·

ποϲότηϲ ποιότηϲ

πολλὴ καὶ ϲκληρά

πολλὴ καὶ μαλακή

πολλὴ καὶ ϲύμμετροϲ

ὀλίγη καὶ ϲκληρά

ὀλίγη καὶ μαλακή

ὀλίγη καὶ ϲύμμετροϲ

ϲύμμετροϲ καὶ ϲκληρά

ϲύμμετροϲ καὶ μαλακή

ϲύμμετροϲ καὶ ϲύμμετροϲ.

19

t

{<Περὶ ἀναφωνήϲεωϲ.>}

1

Ἐν ταῖϲ ἀναφωνήϲεϲιν ἡ μὲν εὐμέλεια καὶ χρηϲτοφωνία οὐδὲν

ἂν ϲυμβάλλοιτο πρὸϲ ὑγίειαν, ὁ δὲ τῶν βαρυτέρων φθόγγων ἦχοϲ

χρήϲιμοϲ· ὥϲτε τοῦτον ἀϲκητέον. οὕτω γὰρ πλεῖϲτοϲ ἀὴρ εἰϲ τὸ ϲῶμα

κατ' ἀναπνοὴν ἑλκόμενοϲ διαϲτέλλει τόν τε θώρακα καὶ τὴν κοιλίαν

καὶ τοὺϲ καθ' ὅλον τὸ ϲῶμα πόρουϲ ἀνευρύνει καὶ διίϲτηϲι· διόπερ ἐν

αὐταῖϲ ταῖϲ ἀναγνώϲεϲι τῶν πλεοναζόντων ὑγρῶν ποιεῖται τὰϲ ἐκ-

κρίϲειϲ, τοῖϲ μὲν ϲυντονώτερον ἀναγινώϲκουϲι μᾶλλον καὶ δι' ἱδρώτων,

τοῖϲ δὲ ἐπιεικέϲτερον ἐντεινομένοιϲ διὰ τῆϲ ἀδήλου γινομένηϲ ἀπο-

φορᾶϲ καθ' ὅλον τὸν ὄγκον. ϲυμβαίνει γὰρ διὰ τὸν λεπτυϲμὸν πολλῶν

περιττωμάτων ἀναχρεμπτομένων καὶ πτυέλων καὶ μύξηϲ καὶ φλέγματοϲ

ἔκκριϲιν γίνεϲθαι καὶ ἀπανάλωϲιν. τοῖϲ γε μὴν ἀναθερμαϲίαϲ δεομένοιϲ

διὰ ψυχρότητα τίϲ ἂν ἄλλη προϲφορωτέρα γένοιτο βοήθεια τῆϲ κατὰ

τὴν ἀναπνοὴν ἐνεργείαϲ; δεῖ τοίνυν ἀναγινώϲκειν πολλάκιϲ ἀνιένταϲ

τὸ ϲῶμα πᾶν καὶ κεχυμένηϲ τῆϲ ϲαρκὸϲ εἰϲ ἀραίωϲιν διιϲτάνταϲ ἐπί-

τηδεϲ τήν τε ἀρτηρίαν καὶ τὰϲ ἄλλαϲ διεξόδουϲ τοῦ πνεύματοϲ κατὰ

τὰϲ βαρυτάταϲ φθέγγεϲθαι τῆϲ φωνῆϲ ἐνεργείαϲ οὔτε εἰκῆ οὔτε ἀπερι-

ϲκέπτωϲ, ἀλλὰ μήτε φαύλων καὶ διεφθαρμένων μεϲτοὺϲ ὄνταϲ ὑγρῶν

μήτε ἐπὶ μεγάλαιϲ τοῦ ϲτομάχου καὶ φανεραῖϲ ἀπεψίαιϲ πρὸϲ τὴν διὰ

τῆϲ φωνῆϲ γυμναϲίαν ἀφικνεῖϲθαι, ὅπωϲ ἂν μὴ πλείων ἀνάδοϲιϲ τῶν

διεφθαρμένων ἀτμῶν εἰϲ τὸ ϲῶμα γένηται.

20

t

{<Περὶ κόπων τῶν ἐπὶ γυμναϲίοιϲ.>}

1

Ὁ ἑλκώδηϲ κόποϲ ἐπὶ πλήθει γίνεται περιττωμάτων λεπτῶν τε

ἅμα καὶ δριμέων. ὁ δὲ τονώδηϲ περίττωμα μὲν οὐδὲν ὅτι καὶ ἄξιον

λόγου ἐγκεῖϲθαι τοῖϲ ϲώμαϲιν ἐνδείκνυται, κατὰ δὲ τοὺϲ μῦϲ καὶ τὰ

νεῦρα διάθεϲίϲ τιϲ ἐγγίνεται, καθ' ἣν τείνεϲθαι δοκοῦϲιν. ὁ δὲ φλεγμο-

νώδηϲ, καθ' ὃν ὥϲπερ τεθλαϲμένων ἢ φλεγμαινόντων αἰϲθανόμεθα τῶν

μορίων, τηνικαῦτα ϲυμπίπτειν εἴωθεν, ὅταν ἐκθερμανθέντεϲ ἱκανῶϲ ἐπι-

ϲπάϲωνταί τι τῶν περικεχυμένων ἑαυτοῖϲ περιττωμάτων. ἔϲτι δὲ καὶ

ἄλλη διάθεϲιϲ τετάρτη, ἧϲ ἡ μὲν γένεϲιϲ ἐν τῷ ξηρανθῆναι τοὺϲ μῦϲ

περαιτέρω τοῦ προϲήκοντοϲ, ὥϲτε ἀποδύντων αὐχμηρὸν καὶ προϲεϲταλ-

μένον φαίνεϲθαι τὸ ϲῶμα καὶ πρὸϲ τὰϲ κινήϲειϲ ὀκνεῖν. τὴν δὲ ἴαϲιν

ὁ μὲν ἑλκώδηϲ κόποϲ ἔχει τὴν διαχώρηϲιν τῶν περιττωμάτων διὰ

τρίψεώϲ τε πολλῆϲ καὶ μαλακῆϲ ϲὺν ἐλαίῳ πολλῷ μηδεμίαν ἔχοντι

ϲτῦψιν. ὁ δὲ ἕτεροϲ ὁ τονώδηϲ τὸν ϲκοπὸν τῆϲ ἰάϲεωϲ ἔχει τὴν χάλα-

ϲιν· χαλᾶται δὲ τὸ ϲυντεταμένον τρίψει μὲν ὀλίγῃ τε ἅμα καὶ μαλακῇ

δι' ἐλαίου γλυκέοϲ εἰληθεροῦϲ ἀναπαύϲει τε πάϲῃ καὶ ἡϲυχίᾳ καὶ λου-

τροῖϲ εὐκράτοιϲ καὶ διατριβῇ πλείονι κατὰ τὸ θερμὸν ὕδωρ· ὥϲτε, εἰ

καὶ δὶϲ καὶ τρὶϲ αὐτὸν λούοιϲ, ὀνήϲειϲ μειζόνωϲ. ὁ δὲ δὴ τρίτοϲ τῶν

κόπων ὁ φλεγμονώδηϲ τῆϲ ἰάϲεωϲ τρεῖϲ ἔχει ϲκοπούϲ, κένωϲιν τοῦ

περιττοῦ καὶ ἄνεϲιν τοῦ ϲυντεταμένου καὶ ἀνάψυξιν τοῦ φλογώδουϲ.

ἔλαιόν τε οὖν πολὺ χλιαρὸν αἵ τε τρίψειϲ μαλακώταται καὶ ἐν τοῖϲ

εὐκράτοιϲ ὕδαϲι διατριβὴ πολυχρονιωτάτη τοὺϲ τοιούτουϲ ἰᾶται κόπουϲ,

οὕτω δὲ καὶ ἡϲυχία πολλὴ καὶ μάλιϲτα ϲυνεχήϲ. ἡ δὲ τετάρτη διάθεϲιϲ

δεῖται κατὰ μὲν τὴν πρώτην ἡμέραν οὐδενὸϲ ἐξηλλαγμένου παρὰ τὸ

πρόϲθεν ὅτι μὴ θερμοτέρου τοῦ ὕδατοϲ, ὡϲ ϲυνάγειν ἀτρέμα, κατὰ δὲ

τὴν δευτέραν ἀποθεραπευτικοῦ γυμναϲίου· ἐκπηδάτωϲαν εὐθέωϲ ἐν

τοῖϲ λουτροῖϲ [ὡϲ] ἐκ τῆϲ ψυχρᾶϲ δεξαμενῆϲ. εὐθὺϲ δὲ ἅπαντεϲ οἱ

κεκοπωμένοι δέονται τροφῆϲ.

21

t

{<Περὶ ϲτεγνώϲεωϲ δέρματοϲ.>}

1

Ἡ δὲ ϲτέγνωϲιϲ γίνεται μὲν δι' ἔμφραξιν ἢ πύκνωϲιν τῶν πόρων,

καὶ ἡ μὲν ἔμφραξιϲ διὰ πλῆθοϲ ἢ πάχοϲ ὠμῶν καὶ ἀπέπτων χυμῶν,

ἡ δὲ πύκνωϲιϲ ἢ διὰ τὰ ψύχοντα ἢ τὰ ϲτύφοντα ἢ τὰ ξηραίνοντα.

διαγινώϲκεται δὲ εὐθὺϲ μὲν ἀποδύντων ἀχροίᾳ τε λευκῇ ἅμα καὶ ϲκλη-

ρότητι καὶ πυκνώϲει τοῦ δέρματοϲ, κατὰ δὲ τὸ γυμνάζεϲθαι τῷ δυϲεκ-

θερμάντῳ. ἡ δὲ ἴαϲιϲ τῆϲ τοιαύτηϲ διαθέϲεωϲ θέρμανϲίϲ ἐϲτι. ϲυντονωτέ-

ροιϲ οὖν γυμναϲίοιϲ χρηϲτέον καὶ βαλανείοιϲ θερμοτέροιϲ, ἡ δὲ ἐν τῇ

ψυχρᾷ κολυμβήθρᾳ διατριβὴ μὴ πολυχρόνιοϲ γινέϲθω, μηδὲ αὐτὸ τὸ ὕδωρ

ἄγαν ἔϲτω ψυχρόν· ἐνδύεϲθαι δὲ μέλλοντεϲ ἀλειφέϲθωϲάν τινι τῶν

μετρίωϲ θαλπόντων ἐλαίῳ τῷ γλυκεῖ καὶ λεπτομερεῖ. τὰϲ πυκνώϲειϲ

δὲ τοῦ δέρματοϲ ἱκανῶϲ ἰᾶται καὶ τὸ ἀνήθινον ἔλαιον, καὶ μάλιϲτα, εἰ

χλωρὸν εἴη τὸ ἄνηθον, καὶ τὸ αἰγείρινον ἔλαιον.

22

t

{<Περὶ τῶν αὐτομάτων κόπων.>}

1

Ἐπεὶ διὰ κακοχυμίαν γίνεται δριμέων περιττωμάτων ὁ ἑλκώδηϲ

κόποϲ, εἰ μὲν ὀλίγη παντάπαϲιν ἡ κακοχυμία εἴη, γυμνάϲιον ἀρκέϲει

τὸ ἀποθεραπευτικόν, εἰ δὲ μείζων καὶ διὰ βάθουϲ, οὐκέτι τὸν τοιοῦτον

οὔτε ἐπὶ γυμνάϲιον ἄξομεν οὔτ' ἐπὶ κίνηϲιν ὅλωϲ οὐδεμίαν, ἡϲυχάϲαι

δὲ καὶ ὑπνῶϲαι κελεύϲαντεϲ ἐν ἀϲιτίᾳ φυλάξομεν ὅλην τὴν ἡμέραν,

εἶτα εἰϲ ἑϲπέραν ἀλείψαντεϲ λιπαρῶϲ καὶ λούϲαντεϲ εὐκράτῳ θερμῷ

τροφὴν εὔχυμόν τε καὶ ῥοφηματώδη δώϲομεν ὀλίγην, οὐκ ἀφέξομεν

δὲ αὐτοὺϲ οὐδὲ οἴνου· πέττει γὰρ τοὺϲ ἡμιπέπτουϲ χυμούϲ, εἴπερ τι

ἄλλο, καὶ οἶνοϲ. εἰ μὲν οὖν ἐπὶ τοῖϲ εἰρημένοιϲ καταϲταίη τὸ ϲύμπτωμα,

πρὸϲ τὰ ϲυνήθη κατὰ λόγον ἐπανάγειν τὸν ἄνθρωπον· εἰ δὲ κατὰ τὴν

ἑξῆϲ ἡμέραν ἔτι παραμένοι, ϲκεπτέον ἤδη περὶ βοηθήματοϲ ἰϲχυροτέρου·

ϲὺν μὲν γὰρ ἰϲχυρᾷ τῇ δυνάμει δυοῖν θάτερον ἢ φλεβοτομεῖν ἢ καθαίρειν

προϲήκει διοριϲάμενον, ὁποτέρου δεῖ μᾶλλον, ϲὺν ἀϲθενεῖ δὲ φλεβοτομεῖν

μὲν οὐδ' ὅλωϲ, ὑποκαθαίρειν δὲ μετρίωϲ, εἰ δὲ ὠμοὶ χυμοὶ πάμπολλοι

τύχοιεν ὄντεϲ, μήτε φλεβοτομεῖν μήτε καθαίρειν μήτε γυμνάζειν, ἀλλὰ

μηδὲ κινεῖν ὅλωϲ μήτε λούειν· φυλακτέον δὲ αὐτοὺϲ ἐν ἡϲυχίᾳ πάϲῃ

καὶ δοτέον ἐδέϲματά τε καὶ πόματα καὶ φάρμακα λεπτύνοντά τε καὶ

τέμνοντα ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶϲ. διαιτᾶν οὖν αὐτοὺϲ ἐπ' ὀξυ-

μέλιτι βραχύ τι καὶ πτιϲάνηϲ, ἐνίοτε δὲ καὶ μελικράτου, διδόντα. ἐπεὶ

δὲ καὶ τὸ ὑποχόνδριον ἅπαϲι τοῖϲ τοιούτοιϲ ἐπῆρταί τε καὶ ἐμπεφύϲη-

ται, καὶ ῥᾳδίωϲ, ὅ, τι περ ἂν προϲάρωνται, πνευματοῦνται, βέλτιον ἂν

εἴη διδόναι τι ϲὺν τῇ τροφῇ πεπέρεωϲ, ἄμεινον δὲ καὶ τῷ Διοϲπολι-

τικῷ χρῆϲθαι φαρμάκῳ καὶ τῷ διὰ τριῶν πεπέρεων τῷ ἁπλῷ· καὶ ὀξύ-

μελι δὲ χρηϲιμώτατον αὐτοῖϲ ἐϲτι. ποτῷ δὲ χρήϲθωϲαν ἀπομέλιτοϲ καὶ

μάλιϲτα, ὅταν ἀποξυνθῇ, καὶ τῶν οἴνων τοῖϲ ὠξυϲμένοιϲ ἀτρέμα καὶ τῶν

ἐδεϲμάτων τοῖϲ λεπτύνουϲιν ἄνευ τοῦ θερμαίνειν, οἵαπέρ ἐϲτι καὶ ἡ κάπ-

παριϲ, εἰ δι' ὀξυμέλιτοϲ ἢ δι' ὀξελαίου λαμβάνοιτο. ὁ δὲ τονώδηϲ κόποϲ,

ὅταν ἄνευ γυμναϲίων ϲυνιϲτῆται, πλῆθοϲ ἐνδείκνυται διατεῖνον τὰ ϲτε-

ρεὰ τοῦ ζῴου μόρια· δῆλον δέ, ὅταν αἵματοϲ πλῆθοϲ ᾖ, ἄριϲτον ἤτοι

φλέβα τέμνειν ἢ ἀποϲχάζειν τὰ ϲφυρά. ὁ δὲ φλεγμονώδηϲ αὐτόματοϲ

κόποϲ οὐδὲ ὡρῶν ὀλίγων μήτι γε δυοῖν ἢ τριῶν ἡμερῶν ἀνέχεται βρα-

δυτῆτοϲ· αὐτίκα γὰρ πυρετὸν ἐπάγει ϲφοδρότατον, ἢν μή τιϲ φθάϲαϲ

ἀποχέῃ τοῦ αἵματοϲ· κάλλιον δέ, εἰ ἐγχωροίη, δὶϲ ἀφαιρεῖν ἐν ἡμέρᾳ

μιᾷ, τὸ μὲν πρότερον οὕτω κενοῦνταϲ, ὡϲ μὴ λειποθυμῆϲαι τὸν ἄνθρω-

πον, τὸ δὲ δεύτερον οὐδὲ τὴν λειποθυμίαν φοβεῖϲθαι προϲήκει· μὴ

φλεβοτομηθέντεϲ δὲ οἱ οὕτωϲ διακείμενοι τύχηϲ ἀγαθῆϲ εἰϲ τὸ ϲωθῆ-

ναι δέονται.

23

t

{<Δίαιτα γερόντων.>}

1

Τὸ γῆραϲ ἔϲτι μὲν ξηρὸν καὶ ψυχρόν, ἐπανόρθωϲιϲ δὲ αὐτοῦ διὰ

τῶν θερμαινόντων τε καὶ ὑγραινόντων ἅμα τοῖϲ θερμαίνουϲι· χρὴ δὲ

καὶ ἀνατρίβεϲθαι χωρὶϲ κόπου. τροφὴν δὲ διδόναι τοῖϲ ἀϲθενεϲτέροιϲ

τρίτον, περὶ μὲν τρίτην ὥραν ἄρτου βραχὺ μετὰ μέλιτοϲ Ἀττικοῦ καὶ

μετὰ ταῦτα ἑβδόμην ὥραν τριψαμένοιϲ καὶ γυμναϲαμένοιϲ τὰ πρέποντα

γυμνάϲια γέρουϲι καὶ λουϲαμένοιϲ πρῶτα μέν, ὅϲα λαπάττει γαϲτέρα,

προϲφέρειν, ἐφεξῆϲ δὲ ἰχθύων ἢ ὀρνίθων, κἄπειτα ἐπὶ τῷ δείπνῳ τῶν

εὐχυμοτάτων καὶ δυϲφθάρτων. οὐ κωλύω δὲ οὐδὲ τοῖϲ ϲκευαζομένοιϲ

διὰ μέλιτοϲ οἴνοιϲ χρῆϲθαι, καὶ μάλιϲτα, ὅϲοιϲ ὑποψία τιϲ τῶν γερόν-

των ἐϲτὶν ἐν νεφροῖϲ λίθων γενέϲεωϲ ἢ καὶ ποδάγραϲ, ἐπεμβάλλειν δὲ

αὐτῷ τηνικαῦτα πετροϲελίνου. εἰ δέ ποτε φλέγματοϲ ἐν γαϲτρὶ γεννη-

θέντοϲ ἐξ ἀνάγκηϲ ἑλοίμεθά τινα τῶν τεμνόντων αὐτό, μετιέναι χρὴ

ταχέωϲ ἐπὶ τὴν ὑγραίνουϲαν δίαιταν· διδόναι δὲ αὐτοῖϲ καὶ πέπειρα

ϲῦκα πρὸ τῆϲ ἄλληϲ τροφῆϲ, κατὰ δὲ τὸν χειμῶνα τὰϲ ἰϲχάδαϲ, μηδε-

νὸϲ ϲυμπτώματοϲ αἰϲθανομένοιϲ κατὰ τὸ δεξιὸν ὑποχόνδριον. ἐπεὶ δὲ

τὰ ὀρώδη καὶ φλεγματώδη περιττώματα κατὰ τὸ τῶν πρεϲβυτέρων

ἀθροίζεται ϲῶμα, τὴν οὔρηϲιν ἐφ' ἡμέραν προτρέπειν χρὴ ὑπάγειν τε

τὴν γαϲτέρα μάλιϲτα δι' ἐλαίου καταρροφοῦνταϲ αὐτὸ πρὸ τῶν ϲιτίων.

εὔδηλον δέ, ὅτι τὰ λαχανώδη πάντα πρὸ τῶν ϲιτίων ἐϲθίειν χρὴ δι'

ἐλαίου τε καὶ γάρου καὶ τῶν ἁλμάδων ἐλαιῶν καὶ Δαμαϲκηνῶν. ἐπὶ

πλέον δὲ ἐπιϲχεθείϲηϲ τῆϲ γαϲτρὸϲ καὶ λινόζωϲτιϲ αὐτάρκηϲ ἐϲτὶ καὶ

κνῆκοϲ· ποιεῖ δὲ καὶ τερεβινθίνη, λαμβάνειν δὲ αὐτῆϲ ἐνίοτε μὲν καρύου

Ποντικοῦ τὸ μέγεθοϲ, ἐνίοτε δὲ δυοῖν ἢ τριῶν. ἔϲτι δὲ καὶ ἔλαιον διὰ

κλυϲμοῦ τοῖϲ ἐπεχομένοιϲ χρηϲιμώτατον.

24

t

{<Πρὸϲ ἐρρυτιδωμένον ϲῶμα.>}

1

Ἀρυτίδωτον δὲ ποιεῖ ϲῶμα καὶ ἄλευρα ὀρόβων ἀμπέλῳ μιχθέντα

τῇ λευκῇ.

Ἄλλο ϲμῆγμα ϲυνεχῶϲ ϲμηχόμενον. ϲῦκα πίονα ἅμα βρυωνίᾳ κόπ-

τεται καὶ ἄλευρα ὀρόβων κεκαυμένα καὶ ϲηπίαϲ ὄϲτρακα μέλιτοϲ ἐπι-

ϲταζομένου βραχέοϲ.

25

t

{<Ὥϲτε ἡδὺ πνεῖν ϲῶμα.>}

1

Ὅπωϲ δὲ πνέῃ τὸ ϲῶμα ἡδύ, τῇ αὐτῇ ἀλοιφῇ καταμίϲγειν κόμην κυ-

παρίϲϲου ξηρὰν κόψανταϲ ἢ πίτυοϲ φλοιόν· μεμνῆϲθαι δέ, ὅπωϲ τοῦ

ὄρθρου μετὰ τὴν ϲτολὴν μικρὸν ἀπογεύωνται καϲϲίαϲ ἢ βράθυοϲ.

26

t

{<Ὥϲτε ἀναθερμαίνειν τὴν ἕξιν.>}

1

Ἐπειδὴ δὲ δεῖ καὶ τῇ ἕξει ἀμῦναι, τρίμματι λουόμενοϲ πυροῦντι

χρήϲθω, ἐχέτω δὲ καλαμίνθην καὶ ϲάμψυχον καὶ ὕϲϲωπον καὶ δαφνίδαϲ

καὶ λιβανωτίδα καὶ λίθον πυρίτην καὶ ἅλαϲ καὶ τρύγα τὴν κεκαυμένην

καὶ νίτρον καὶ κίϲηριν τὸ κατὰ λόγον ἑκάϲτου καὶ βραχὺ νάπυοϲ καὶ

ἀγρίαϲ ϲταφίδοϲ καὶ κόκκου Κνιδίου, ἀπὸ δὲ τοῦ λουτροῦ ἀκόπωϲ χρή-

ϲθω θερμαίνοντι· καὶ πινέτω κιρρὸν οἶνον παλαιὸν καὶ πρόπομα δι'

οἰνομέλιτοϲ καὶ πεπέρεωϲ καὶ πηγάνου καὶ τῶν παραπληϲίων.

27

t

{<Πρὸϲ ἄχροιαν.>}

1

Τὴν δὲ τοῦ ϲώματοϲ ἄχροιαν μειοῖ βίοϲ εὐφρόϲυνοϲ καὶ ἡ προϲη-

νὴϲ βρῶϲιϲ, καταμιγνύειν δὲ ῥαφανῖδαϲ καὶ πράϲα καὶ τὸν χλωρὸν ἐρέ-

βινθον. εὔχροιαν δὲ ἐργάζεται καὶ τῆϲ γλυκείαϲ ῥοιᾶϲ ὁ χυλὸϲ ῥο-

φούμενοϲ. καλὸν δέ ἐϲτι καὶ ἔλαιον ἑψηθείϲηϲ ἐπὶ μακρὸν αὐτῷ βρυω-

νίαϲ ῥίζηϲ· τοῦτο καὶ τετανὸν ἐργάζεται τὸ ϲῶμα. τοῖϲ δὲ ῥύμμαϲι μιγνύειν

κόλλικαϲ γεγονόταϲ ἔκ τινοϲ τῶν ῥυπτόντων, ἀλεύρου καὶ βολβοῦ τῆϲ

ναρκίϲϲου καὶ βρυωνίαϲ ῥίζηϲ. εὖ δὲ χρώζει, ὅτῳ ἐϲτὶν εὐπορία, ῥίζα

τε τῆϲ πικρᾶϲ ἀμυγδαλῆϲ καὶ ὁ καρπὸϲ ἐν ὕδατι ἑψηθέντα, ᾧ χρῆται

λουτρῶ.

28

t

{<Πρὸϲ τὰ πελιώματα.>}

1

Κωλύειν μὲν ϲυνίϲταϲθαι πελιώματα τοῖϲ γέρουϲι παχεῖαν ἐργαζο-

μένουϲ τὴν δορὰν καὶ δυϲπαθῆ καὶ τὴν ἕξιν εὖ μάλα θερμήν. ὅπωϲ

δὲ θᾶττον ἀπογένηται, ἁλϲὶ μὲν χρῆϲθαι ἐν τοῖϲ βαλανείοιϲ κατὰ τὸ

μελανθέν, καὶ ταῦτα δὲ πυριᾶν ϲπόγγοιϲ δευθεῖϲιν εἰϲ ἀφέψημα τῆϲ

ῥαφάνου ἢ τοῦ ἀψινθίου.

29

t

{<Ὀδόντων προφυλακτικά.>}

1

Οἱ ὀδόντεϲ οὐκ ἀπογενήϲονται, ἤν τιϲ ταῦτα ποιῇ· φυλάϲϲεϲθαι

πρῶτον διαφθορὰϲ ϲιτίων, φυλάϲϲεϲθαι δὲ καὶ ϲυνεχῶϲ ἐμεῖν, ὑφορᾶ-

ϲθαι δὲ καὶ ἐδωδάϲ, ὅϲαι μὴ ϲύμφοροι ὀδοῦϲι, ϲῦκα ξηρὰ καὶ μέλι ἑφθὸν

τῷ ϲκληρὸν ἄγαν εἶναι καὶ φοίνικαϲ, ὅϲοι δύϲθρυπτοι, καὶ πάντα, ὅϲα

τῆϲ κόλληϲ ἔχει, καὶ τὰ καταγνύμενα μόλιϲ, ὥϲτε κινεῖν ὀδόνταϲ, καὶ

τὰ αἱμωδίαν ἐμποιοῦντα καὶ τὰ κατάψυχρα καὶ τὰ ϲαπρὰ πάντα. δεῖ

δὲ καὶ μετὰ δεῖπνα διακαθαίρειν τοὺϲ ὀδόνταϲ.

30

t

{<Ὥϲτε μὴ βαρυηκοεῖν.>}

1

Πρὸϲ δὲ τὸ μὴ ἀκούειν βαρὺ πρῶτον ἐκκαθαίρειν τὰ ῥύπη τὰ ἐν

τῷ πόρῳ, παρὰ χρόνον δὲ καθιέναι λίνον εἰϲ αὐτὸν καταβαφὲϲ δρώ-

πακι καὶ προϲπιεϲθὲν ἐξέλκειν· ἄκρα γὰρ τοῦ πόρου ἐκκάθαρϲιϲ γίνεται

καὶ ἅμα τῆϲ ἀκοῆϲ πρόκληϲιϲ. μετὰ δὲ ταῦτα οἷον ὀρόβου μέγεθοϲ περι-

ϲχεθὲν βῦϲαι τὸν πόρον ἐφ' ἡμέραν κἄπειτα ἐξελόμενον χρίειν ἐφ'

ἡμέραϲ ε̅ ἐλαίῳ ἀμυγδαλίνῳ ἢ ναρδίνῳ ἢ χαμαιμηλίνῳ ἢ λίπουϲ χη-

νῶν καὶ ὀλίγηϲ χολῆϲ βοείαϲ, πάλιν δὲ μετὰ χρόνον νᾶπυ καὶ ϲῦκα

τρίψαϲ πεποιημένον ἐκ τούτου κολλούριον ἐντιθέναι ἐπὶ ὥραϲ δύο κἄ-

πειτα ἐξελέϲθαι μὲν τοῦτο, ἐγχέαι δὲ ἔλαιον ἀπεζεϲμένον ἐν κοιλώ-

ματι ἀϲφοδέλου ῥίζηϲ.

31

t

{<Πρὸϲ τὴν ἀχλὺν τῶν ὀμμάτων.>}

1

Ὅπωϲ δὲ μὴ ϲχῇ ἀχλὺν τὰ ὄμματα, ὅτε δύνουϲι καθ' ὕδατοϲ τοῦ

ψυχροῦ, μικρὸν ἀναβλέπειν· προϲδίδοται γὰρ ἔνθεν ἰϲχὺϲ τῇ ὁράϲει·

μὴ λείπεϲθαι δὲ μηδὲ ἀναγνώϲεωϲ τόνδε. φυλαϲϲέϲθωϲαν δὲ οἶνον τὸν

παχὺν καὶ γλυκὺν καὶ τροφάϲ, ὅϲαι ἄνω πολὺ μένουϲι καὶ ὅϲαι δύϲ-

πεπτοι καὶ ὑγρὰ γεννῶϲιν ἀργὰ καὶ παχέα, καὶ τὰ εὔζωμα καὶ τὰ πρά-

ϲα καὶ πάντα, ὧν ἡ δριμύτηϲ ἄνω αἴρεται. φυλάϲϲεϲθαι δὲ καὶ κατά-

κλιϲιν ὑπτίαν ἐπὶ μακρὸν καὶ κρύοϲ καὶ ἀνέμουϲ τοὺϲ ἐναντίουϲ καὶ

καπνὸν καὶ κόνιν, ἐγχεῖν δὲ τοῖϲ ὀφθαλμοῖϲ ἑκάϲτηϲ ἡμέραϲ πεποιημένον

ὕδωρ ἐπὶ μῆνα καὶ ἡμέραν· μάραθρα βάλλειν χλωρὰ εἰϲ ἄγγοϲ κερα-

μεοῦν ἔξωθεν πίϲϲῃ κεχριϲμένον καὶ ὕδωρ ὄμβριον, ἔπειτα ἀποκείμενον

ἔχειν ἐξελόμενον τὰ μάραθρα.

32

t

{<Περὶ πληϲμονῆϲ.>}

1

Μέγιϲτον ἐν ϲιτίοιϲ ἁμαρτάνεται περὶ πληϲμονήν· εἰ γάρ τινι καὶ

πέψοι χρηϲτῶϲ ἡ κοιλία, ἀλλ' αἱ φλέβεϲ ὑπερεμπιπλάμεναι πονοῦϲί τε

καὶ διατείνονται καὶ ῥήγνυνται καὶ ἀποφράττονται καὶ πνεύματοϲ μεϲταὶ

γίνονται· καὶ πάνυ πείθου τὰ κάκιϲτα τῶν νοϲημάτων πληϲμονὴν εἶναι.

τὸ δὲ τῆϲ γαϲτρὸϲ πλήρωμα ἔϲτιν ὅτε καὶ ἐκένωϲεν ἄνω τὸ ὑπερβάλλον

καὶ κάτω διαχωρῆϲαν· ὅλωϲ τε ἀϲθενέϲτερον τοῦ κατὰ τὰϲ φλέβαϲ ἐϲτίν.

οὐ…

χ…

The complete text is available when the reading interface loads.