The Greek Library Catalogue

Anonymous

Iatricorum liber i

Edition reference
Iatricorum liber i, ed. A. Olivieri, Aëtii Amideni libri medicinales i–iv [Corpus medicorum Graecorum 8.1. Leipzig: Teubner, 1935]: 17–146.
CTS identifier
urn:cts:greekLit:tlg0718.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

P

Πίναξ τοῦ πρώτου τμήματοϲ τῶν κεφαλαίων τοῦ Ἀετίου.

α̅ Ἀβρότονον

β̅ Ἀβρότονον κεκαυμένον

γ̅ Ἄγνοϲ ἢ λύγοϲ

δ̅ Ἄγρωϲτιϲ

ε̅ Ἄγχουϲαι δ̅

Ϛ̅ Ἀγαρικόν

ζ̅ Ἀδίαντον

η̅ Ἀείζωον

θ̅ Αἰγίλωψ

ι̅ Αἶρα

ι̅α̅ Αἴγειροϲ

ι̅β̅ Ἀκακία

ι̅γ̅ Ἀκαλήφη ἢ κνίδη

ι̅δ̅ Ἄκανθοϲ ἢ παιδέρωτα

ι̅ε̅ Ἄκανθα λευκή

ι̅Ϛ̅ Ἄκανθα αἰγυπτία

ι̅ζ̅ Ἄκορον

ι̅η̅ Ἀκόνιτον

ι̅θ̅ Ἀκτή

κ̅ Ἅλιμον ἢ ἁλμυρίϲ

κ̅α̅ Ἀλόη

κ̅β̅ Ἄλυϲϲον

κ̅γ̅ Ἀλϲίνη ἢ μυὸϲ ὦτα

κ̅δ̅ Ἀμάρακον

κ̅ε̅ Ἀμβροϲία

κ̅Ϛ̅ Ἄμι

κ̅ζ̅ Ἀμάραντον

κ̅η̅ Ἀμόργη

κ̅θ̅ Ἀμπελόπραϲον

λ̅ Ἄμπελοϲ λευκή

λ̅α̅ Ἀμύγδαλα

λ̅β̅ Ἀμμωνιακόν

λ̅γ̅ Ἄμωμον

λ̅δ̅ Ἀναγαλλίϲ

λ̅ε̅ Ἀνδράχνη

λ̅Ϛ̅ Ἀνεμῶναι

λ̅ζ̅ Ἄνηθον

λ̅η̅ Ἀνθεμὶϲ ἢ χαμαίμηλον

λ̅θ̅ Ἄνιϲον

μ̅ Ἀπαρίνη ἢ φιλάνθρωπον

μ̅α̅ Ἄπιοϲ ἐδώδιμοϲ

μ̅β̅ Ἀχράδεϲ

μ̅γ̅ Ἀριϲτολοχία

μ̅δ̅ Ἄρακοϲ

μ̅ε̅ Ἄρκευθοϲ

μ̅Ϛ̅ Ἀρνόγλωϲϲον

μ̅ζ̅ Ἄρον

μ̅η̅ Ἀρτεμιϲία διττή

μ̅θ̅ Ἄϲαρον

ν̅ Ἀϲπάλαθοϲ

ν̅α̅ Ἀϲπάραγοϲ

ν̅β̅ Ἀϲταφὶϲ ἥμεροϲ

ν̅γ̅ Ἀϲταφὶϲ ἀγρία

ν̅δ̅ Ἀϲφόδελοϲ

ν̅ε̅ Ἀτρακτυλίϲ

ν̅Ϛ̅ Ἀτράφαξιϲ

ν̅ζ̅ Ἀψίνθιον

ν̅η̅ Βάλανοϲ μυρεψική

ν̅θ̅ Βάλανοϲ δρυίνη

ξ̅ Βαλϲάμου τὸ ξύλον καὶ ὀπὸϲ καὶ

καρπόϲ

ξ̅α̅ Βαλαύϲτιον

ξ̅β̅ Βάτοϲ

ξ̅γ̅ Βατράχιον

ξ̅δ̅ Βδέλλιον

ξ̅ε̅ Βλίτον

ξ̅Ϛ̅ Βολβόϲ

ξ̅ζ̅ Βολβὸϲ ἐμετικόϲ

ξ̅η̅ Βούγλωϲϲον

ξ̅θ̅ Βούφθαλμον

ο̅ Βούνιον οἱ δὲ ἄρκτιον

ο̅α̅ Βράθυ

ο̅β̅ Βετονίκηϲ τῆϲ πόαϲ

ο̅γ̅ Βρόμοϲ

ο̅δ̅ Βρύον θαλάττιον

ο̅ε̅ Βρύον ἢ ὕπνον ἢ ϲπλάγχνον

ο̅Ϛ̅ Βρυωνία

ο̅ζ̅ Γεντιανή

ο̅η̅ Γίγαρτα

ο̅θ̅ Γιγγίδιον

π̅ Γλαύκιον

π̅α̅ Γλήχων

π̅β̅ Γλοιὸϲ ἀπὸ βαλανείου

π̅γ̅ Γλυκύριζα

π̅δ̅ Γλυκυϲίδηϲ ἢ παιωνία

π̅ε̅ Γναφάλιον

π̅Ϛ̅ Γογγυλίϲ

π̅ζ̅ Δαμαϲώνιον

π̅η̅ Δαῦκοϲ

π̅θ̅ Δάφνη

Ϟ̅ Δίκταμνον

Ϟ̅α̅ Δίψακοϲ

Ϟ̅β̅ Δορύκνιον

Ϟ̅γ̅ Δόλιχοι ἢ λόβια

Ϟ̅δ̅ Δρακόντιον

Ϟ̅ε̅ Δρῦϲ

Ϟ̅Ϛ̅ Ἐβίϲκοϲ ἢ ἀλθαία

Ϟ̅ζ̅ Ἔβενοϲ

Ϟ̅η̅ Αἰθάλη

Ϟ̅θ̅ Ἐλαία

ρ̅ Ἔλαιον

ρ̅α̅ Ἔλαιον κίκινον

ρ̅β̅ Ἔλ. λινοϲπέρμινον

ρ̅γ̅ Ῥαφάνινον ἔλαιον

ρ̅δ̅ Ἔλ. αἰγείρινον

ρ̅ε̅ Ἔλ. ἀμυγδάλινον

ρ̅Ϛ̅ Ἔλ. καρύινον

ρ̅ζ̅ Ἔλ. μυροβαλάνινον

ρ̅η̅ Ἔλ. δάφνινον

ρ̅θ̅ Ἔλ. ϲηϲάμινον

ρ̅ι̅ Ἔλ. ϲχίνινον

ρ̅ι̅α̅ Ἔλ. οἰνάνθινον

ρ̅ι̅β̅ Ἔλ. μήλινον

ρ̅ι̅γ̅ Ἔλ. ῥόδινον

ρ̅ι̅δ̅ Ἔλ. χαμαιμήλινον

ρ̅ι̅ε̅ Ἔλ. ἀνήθινον

ρ̅ι̅Ϛ̅ Ἔλ. κρίνινον

ρ̅ι̅ζ̅ Ἔλ. τήλινον

ρ̅ι̅η̅ Ἔλ. ναρκίϲϲινον

ρ̅ι̅θ̅ Ἔλ. ἰάτον

ρ̅κ̅ Ἔλ. ἰαϲμέλαιον

ρ̅κ̅α̅ Ἔλ. μυρϲίνινον

ρ̅κ̅β̅ Ἔλ. μαϲτίχινον

ρ̅κ̅γ̅ Ἔλ. ϲτυράκινον

ρ̅κ̅δ̅ Ἔλ. ϲικυώνιον

ρ̅κ̅ε̅ Ἔλ. μετώπιον

ρ̅κ̅Ϛ̅ Ἔλ. μενδήϲιον

ρ̅κ̅ζ̅ Ἔλ. μεγάλινον

ρ̅κ̅η̅ Ἔλ. ἀμαράκινον

ρ̅κ̅θ̅ Ἔλ. κύπρινον

ρ̅λ̅ Ἔλ. ἴρινον

ρ̅λ̅α̅ Ἔλ. νάρδου Κυζικηνοῦ

ρ̅λ̅β̅ Ἐλαίου ϲαλκᾶ ϲκευαϲία

ρ̅λ̅γ̅ Φυλ〈λ〉ίνου ἤτοι μαλαβαθρίνου καλ-

λίϲτη ϲκευαϲία

ρ̅λ̅δ̅ Τίϲιν ἁρμόδια τὰ εὐώδη μύρα

ρ̅λ̅ε̅ Καπνιϲτὸν ἔλαιον

ρ̅λ̅Ϛ̅ Περὶ τῶν ἄλλων ϲυγχριϲμάτων

ρ̅λ̅ζ̅ Ἐλαφόβοϲκον

ρ̅λ̅η̅ Ἑλενίου ἡ ῥίζα

ρ̅λ̅θ̅ Ἐλελίϲφακον

ρ̅μ̅ Ἐλλέβοροϲ ἑκάτεροϲ

ρ̅μ̅α̅ Ἑλξίνη ἢ περδίκιον

ρ̅μ̅β̅ Ἔλυμοϲ

ρ̅μ̅γ̅ Ἔμπετρον ἢ ἐπίπετρον

ρ̅μ̅δ̅ Ἐπίθυμον

ρ̅μ̅ε̅ Ἐρέβινθοϲ

ρ̅μ̅Ϛ̅ Ἕρπυλλοϲ

ρ̅μ̅ζ̅ Ἐρύϲιμον

ρ̅μ̅η̅ Ἐρυθρόδανον

ρ̅μ̅θ̅ Εὔζωμον

ρ̅ν̅ Εὐπατόριον

ρ̅ν̅α̅ Εὐφόρβιον

ρ̅ν̅β̅ Ζειά

ρ̅ν̅γ̅ Ζιγγίβερι

ρ̅ν̅δ̅ Ζύθοϲ

ρ̅ν̅ε̅ Ζύμη

ρ̅ν̅Ϛ̅ Ἡδύοϲμοϲ

ρ̅ν̅ζ̅ Ἡδύϲαρον ἢ πελεκῖνοϲ

ρ̅ν̅η̅ Ἡμεροκαλλέϲ

ρ̅ν̅θ̅ Ἠριγέρων

ρ̅ξ̅ Ἠρύγγιον

ρ̅ξ̅α̅ Θαψία

ρ̅ξ̅β̅ Θέρμοϲ ἥμεροϲ

ρ̅ξ̅γ̅ Θέρμοϲ ἄγριοϲ

ρ̅ξ̅δ̅ Θλάϲπι

ρ̅ξ̅ε̅ Θρίδαξ

ρ̅ξ̅Ϛ̅ Θύμοϲ

ρ̅ξ̅ζ̅ Θύμβρα

ρ̅ξ̅η̅ Ἴντυβοι

ρ̅ξ̅θ̅ Ἰξόϲ

ρ̅ο̅ Ἴου τὰ φύλλα

ρ̅ο̅α̅ Ἵππουριϲ

ρ̅ο̅β̅ Ἰϲάτιϲ βαφική

ρ̅ο̅γ̅ Ἰϲάτιϲ ἀγρία

ρ̅ο̅δ̅ Ἰτέα

ρ̅ο̅ε̅ Καλαμίνθη

ρ̅ο̅Ϛ̅ Κάλαμοϲ ἀρωματικόϲ

ρ̅ο̅ζ̅ Κάλαμοϲ φραγμίτηϲ

ρ̅ο̅η̅ Καννάβεωϲ ὁ καρπόϲ

ρ̅ο̅θ̅ Κάπνιοϲ ἢ καπνόϲ

ρ̅π̅ Κάππαριϲ

ρ̅π̅α̅ Κάρδαμον

ρ̅π̅β̅ Καρδάμωμον

ρ̅π̅γ̅ Καρῶον

ρ̅π̅δ̅ Καϲϲία

ρ̅π̅ε̅ Καρύα

ρ̅π̅Ϛ̅ Κάρυα ποντικὰ καὶ λεπτοκάρυα

ρ̅π̅ζ̅ Καϲτάνια

ρ̅π̅η̅ Κέγχροϲ

ρ̅π̅θ̅ Κέδροϲ

ρ̅Ϟ̅ Κεδρέλαιον

ρ̅Ϟ̅α̅ Κεδρίδεϲ

ρ̅Ϟ̅β̅ Κενταύριον τὸ μέγα

ρ̅Ϟ̅γ̅ Κενταύριον τὸ μικρόν

ρ̅Ϟ̅δ̅ Κέραϲοϲ

ρ̅Ϟ̅ε̅ Κερατωνία

ρ̅Ϟ̅Ϛ̅ Κέϲτρον

ρ̅Ϟ̅ζ̅ Κηκίϲ

ρ̅Ϟ̅η̅ Κηρόϲ

ρ̅Ϟ̅θ̅ Κιβώριον

σ̅ Κιννάρα

σ̅α̅ Κίκεωϲ ὁ καρπόϲ

σ̅β̅ Κιϲθὸϲ ἢ κίϲθαροϲ

σ̅γ̅ Ὑποκυϲτίϲ

σ̅δ̅ Κιϲθὸϲ ἢ λήδων

σ̅ε̅ Κιϲϲόϲ

σ̅Ϛ̅ Κνῆκοϲ

σ̅ζ̅ Κόκκοϲ κνίδιοϲ

σ̅η̅ Κόκκοϲ βαφική

σ̅θ̅ Κοκκυμηλέαϲ ὁ καρπόϲ

Κοκκύμηλον

σ̅ι̅ Κολοκάϲιον

σ̅ι̅α̅ Κόλλα

σ̅ι̅β̅ Κολοκύνθη

σ̅ι̅γ̅ Κόμαροϲ

σ̅ι̅δ̅ Κόμμι

σ̅ι̅ε̅ Κονία

σ̅ι̅Ϛ̅ Κόνυζα διττή

σ̅ι̅ζ̅ Κορίανον ἢ κόριον

σ̅ι̅η̅ Κορωνοπόδιον

σ̅ι̅θ̅ Κόϲτοϲ

σ̅κ̅ Κοτυληδών

σ̅κ̅α̅ Κράμβη ἐδώδιμοϲ

σ̅κ̅β̅ Κράμβη ἀγρία

σ̅κ̅γ̅ Κράμβη θαλαττία

σ̅κ̅δ̅ Κρῆθμον

σ̅κ̅ε̅ Κριθαί

σ̅κ̅Ϛ̅ Ἄλφιτα

σ̅κ̅ζ̅ Ἀλφίτων μάζα

σ̅κ̅η̅ Περὶ κρίμνου καὶ πόλτου

σ̅κ̅θ̅ Κρίνον

σ̅λ̅ Κροκοδείλιον

σ̅λ̅α̅ Κρόκοϲ

σ̅λ̅β̅ Κρόμυον

σ̅λ̅γ̅ Κύαμοϲ ἢ φάβα

σ̅λ̅δ̅ Κυκλάμινοϲ

σ̅λ̅ε̅ Κύμινον

σ̅λ̅Ϛ̅ Κυπάριϲϲοϲ

σ̅λ̅ζ̅ Κύπερον

σ̅λ̅η̅ Κύπροϲ

σ̅λ̅θ̅ Κυτίϲου τὰ φύλλα

σ̅μ̅ Κώνειον

σ̅μ̅α̅ Κώνου καρπόϲ

σ̅μ̅β̅ Περὶ λαθύρων

σ̅μ̅γ̅ Λαθυρίϲ

σ̅μ̅δ̅ Λαμψάνη

σ̅μ̅ε̅ Λάπαθον

σ̅μ̅Ϛ̅ Λειμώνιον ἢ κυνόγλωϲϲον

σ̅μ̅ζ̅ Λειχὴν ὁ ἐπὶ τῶν πετρῶν

σ̅μ̅η̅ Λεοντοπόδιον ἢ λεοντοπέταλον

σ̅μ̅θ̅ Λεπίδιον

σ̅ν̅ Λευκόϊον

σ̅ν̅α̅ Λεύκη τὸ δένδρον

σ̅ν̅β̅ Λιβανωτόϲ

σ̅ν̅γ̅ Λιβάνου αἰθάλη

σ̅ν̅δ̅ Λιβανωτίδεϲ

σ̅ν̅ε̅ Λιγνὺϲ ἅπαϲα

σ̅ν̅Ϛ̅ Λιγυϲτικόν

σ̅ν̅ζ̅ Λινόϲπερμον

σ̅ν̅η̅ Περὶ λοβίων

σ̅ν̅θ̅ Λινόζωϲτιϲ

σ̅ξ̅ Λογχίτιδοϲ

σ̅ξ̅α̅ Λύκιον

σ̅ξ̅β̅ Λυϲιμάχιοϲ

σ̅ξ̅γ̅ Λωτὸϲ ὁ ἥμεροϲ

σ̅ξ̅δ̅ Λωτὸϲ τὸ δένδρον

σ̅ξ̅ε̅ Μάκερ

σ̅ξ̅Ϛ̅ Μαλαβάθρου φύλλα

σ̅ξ̅ζ̅ Μαλάχη

σ̅ξ̅η̅ Μανδραγόραϲ

σ̅ξ̅θ̅ Μάραθρον

σ̅ο̅ Μαϲτίχη

σ̅ο̅α̅ Μελάνθιον

σ̅ο̅β̅ Μελίλωτον

σ̅ο̅γ̅ Μέλι

σ̅ο̅δ̅ Μελιϲϲόφυλλον

σ̅ο̅ε̅ Μέϲπιλον

σ̅ο̅Ϛ̅ Μήκων πᾶϲα

σ̅ο̅ζ̅ Μήκων κερατῖτιϲ

σ̅ο̅η̅ Μηλέα περϲική

σ̅ο̅θ̅ Μηλέα ἀρμενιακή

σ̅π̅ Μηλέα μηδική

σ̅π̅α̅ Μῆλα

σ̅π̅β̅ Μῆον

σ̅π̅γ̅ Μορέα

σ̅π̅δ̅ Μύκητεϲ

σ̅π̅ε̅ Μυωτίϲ

σ̅π̅Ϛ̅ Μυρίκη

σ̅π̅ζ̅ Μυρ(ρ)ίνη ἢ μυρϲίνη

σ̅π̅η̅ Μῶλυ ἢ βήϲαϲα

σ̅π̅θ̅ Νάρδου ϲτάχυϲ

σ̅Ϟ̅ Νάρδοϲ κελτική

σ̅Ϟ̅α̅ Νάρθηξ

σ̅Ϟ̅β̅ Νᾶπυ

σ̅Ϟ̅γ̅ Νάρκιϲϲοϲ

σ̅Ϟ̅δ̅ Νήριον ἢ ῥοδοδάφνη

σ̅Ϟ̅ε̅ Νυμφαία

σ̅Ϟ̅Ϛ̅ Ξάνθιον

σ̅Ϟ̅ζ̅ Ξιφίου ἡ ῥίζα

σ̅Ϟ̅η̅ Οἶνοϲ

σ̅Ϟ̅θ̅ Ὄξοϲ

τ̅ Περὶ ὀξυϲχοίνου

τ̅α̅ Ὀπόϲ

τ̅β̅ Ὀρίγανον

τ̅γ̅ Ὄροβοϲ

τ̅δ̅ Ὀροβάκχη

τ̅ε̅ Ὄρυζα

τ̅Ϛ̅ Ὄρχιϲ, οἱ δὲ κυνὸϲ ὄρχιϲ

τ̅ζ̅ Ὄρχιϲ ἣν ϲεραπίαδα καλοῦϲιν

τ̅η̅ 〈Οὖβα〉

τ̅θ̅ Ὀϲιριάϲ

τ̅ι̅ Παγκράτιον

τ̅ι̅α̅ Παλίουροϲ

τ̅ι̅β̅ Πάνακεϲ Ἡράκλειον

τ̅ι̅γ̅ Πεντάφυλλον

τ̅ι̅δ̅ Πέπλιον

τ̅ι̅ε̅ Πέπων

τ̅ι̅Ϛ̅ Πέπερι

τ̅ι̅ζ̅ Περϲέα

τ̅ι̅η̅ Περιϲτερεὼν ὀρθόϲ

τ̅ι̅θ̅ Πετροϲέλινον

τ̅κ̅ Πευκέδανον

τ̅κ̅α̅ Πήγανον

τ̅κ̅β̅ Πίϲϲα

Ϲκευαϲία λιγνύοϲ ἐκ τῆϲ πίττηϲ

τ̅κ̅γ̅ Πιϲτάκια

τ̅κ̅δ̅ Πιτυίδεϲ

τ̅κ̅ε̅ Πίτυοϲ φλοιόϲ

τ̅κ̅Ϛ̅ Πλάτανοϲ

τ̅κ̅ζ̅ Πολύγονον

τ̅κ̅η̅ Πολεμώνιον

τ̅κ̅θ̅ Πόλιον

τ̅λ̅ Ποταμογείτων

τ̅λ̅α̅ Πολυπόδιον

τ̅λ̅β̅ Πράϲιον

τ̅λ̅γ̅ Πράϲα

τ̅λ̅δ̅ Πρόπολιϲ

τ̅λ̅ε̅ Πτελέα

τ̅λ̅Ϛ̅ Πτέριϲ

τ̅λ̅ζ̅ Πύρεθρον

τ̅λ̅η̅ Πυροί

τ̅λ̅θ̅ Ῥάμνοϲ

τ̅μ̅ Ῥαφανίϲ

τ̅μ̅α̅ Ῥᾶ ποντικόν

τ̅μ̅β̅ Ῥητίναι πᾶϲαι ἐν αἷϲ ἡ μαϲτίχη

τ̅μ̅γ̅ Ὅπωϲ δεῖ καίειν τὴν ῥητίνην

τ̅μ̅δ̅ Ῥόδα

τ̅μ̅ε̅ Ῥοδοδάφνη

τ̅μ̅Ϛ̅ Ῥόα πᾶϲα

τ̅μ̅ζ̅ Ῥοῦϲ

τ̅μ̅η̅ Ῥύποϲ

τ̅μ̅θ̅ Ϲαγαπηνόν

τ̅ν̅ Ϲάμψυχον

τ̅ν̅α̅ Ϲαπρότηϲ ξύλων

τ̅ν̅β̅ Ϲαρκοκόλλα

τ̅ν̅γ̅ Ϲατύριον

τ̅ν̅δ̅ Ϲέλινον

τ̅ν̅ε̅ Ϲέριϲ ἢ κιχόριον

τ̅ν̅Ϛ̅ Ϲέϲελι

τ̅ν̅ζ̅ Ϲήϲαμον

τ̅ν̅η̅ Ϲιδηρῖτιϲ

τ̅ν̅θ̅ Ϲικὺϲ ἥμεροϲ

τ̅ξ̅ Ϲικὺϲ ἄγριοϲ

τ̅ξ̅α̅ Ϲίλφιον

τ̅ξ̅β̅ Ϲίνων

τ̅ξ̅γ̅ Ϲίον

τ̅ξ̅δ̅ Ϲιϲύμβριον

τ̅ξ̅ε̅ Ϲκάνδιξ

τ̅ξ̅Ϛ̅ Ϲκίλλα

τ̅ξ̅ζ̅ Ϲκόλυμοϲ

τ̅ξ̅η̅ Ϲκόρδιον

τ̅ξ̅θ̅ Ϲκόρδον

τ̅ο̅ Ϲμύρνα

τ̅ο̅α̅ Ϲμύρνιον

τ̅ο̅β̅ Ϲόγχοϲ

τ̅ο̅γ̅ Ϲπάρτον

τ̅ο̅δ̅ Ϲτακτή

τ̅ο̅ε̅ Ϲταφυλῖνοϲ

τ̅ο̅Ϛ̅ Ϲτοιχάϲ

τ̅ο̅ζ̅ Ϲτρούθιον

τ̅ο̅η̅ Ϲτύραξ

τ̅ο̅θ̅ Ϲταφυλή

τ̅π̅ Ϲῦκα

τ̅π̅α̅ Ϲύμφυτον πετραῖον

τ̅π̅β̅ Περὶ ϲυκομόρων

τ̅π̅γ̅ Ϲχῖνοϲ ὁ θάμνοϲ

τ̅π̅δ̅ Ϲχοίνου ἄνθοϲ

τ̅π̅ε̅ Ϲχοῖνοϲ 〈ἑ〉λεία

τ̅π̅Ϛ̅ Τερέβινθοϲ

τ̅π̅ζ̅ Τεῦτλον

τ̅π̅η̅ Τέφρα

τ̅π̅θ̅ Τίτανοϲ

τ̅Ϟ̅ Τῆλιϲ

τ̅Ϟ̅α̅ Τιθύμαλλοι πάντεϲ

τ̅Ϟ̅β̅ Τραγάκανθα

τ̅Ϟ̅γ̅ Τρίβολοϲ

τ̅Ϟ̅δ̅ Τρίφυλλον οἱ δὲ ἀϲφάλτιον

τ̅Ϟ̅ε̅ Τρύχνοϲ

τ̅Ϟ̅Ϛ̅ Ὑάκινθοϲ

τ̅Ϟ̅ζ̅ Ὕδνα

τ̅Ϟ̅η̅ Ὑδροπέπερι

τ̅Ϟ̅θ̅ Ὑοϲκύαμοϲ

υ̅ Ὑπερικόν

υ̅α̅ Ὕϲϲωπον

υ̅β̅ Φακοί

υ̅γ̅ Φακὸϲ ὁ ἐπὶ τῶν τελμάτων

υ̅δ̅ Φάϲηλοι καὶ ὦχροι

υ̅ε̅ Φλόμοϲ

υ̅Ϛ̅ Φοῖνιξ

υ̅ζ̅ Φοῦ

υ̅η̅ Φῦκοϲ

υ̅θ̅ Χαλβάνη

υ̅ι̅ Χαμαίδρυϲ

υ̅ι̅α̅ Χαμελαία

υ̅ι̅β̅ Χαμαιλεύκη

υ̅ι̅γ̅ Χαμαιλέων

υ̅ι̅δ̅ Χαμαίπιτυϲ

υ̅ι̅ε̅ Χελιδόνιον

υ̅ι̅Ϛ̅ Χονδρίλλη

υ̅ι̅ζ̅ Ψύλλιον

υ̅ι̅η̅ Ὤκιμον

t

{ΑΕΤΙΟΥ ΑΜΙΔΗΝΟΥ ΛΟΓΩΝ ΙΑΤΡΙΚΩΝ}

{ΒΙΒΛΙΟΝ Α}

Pr

{<Ϲύνοψιϲ τῶν ἁπλῶν Γαληνοῦ>}

Αἱ διαφοραὶ τῶν κατὰ μέροϲ ἐνεργειῶν ἐν ἑκάϲτῳ τῶν φαρμά-

κων γίγνονται τῷ ἐπὶ τοϲόνδε θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρὸν ἢ

λεπτομερὲϲ ἢ παχυμερὲϲ ὑπάρχειν ἕκαϲτον αὐτῶν. τὸ δὲ ἐπὶ τοϲόνδε

προήκειν ἐν ἑκάϲτῳ τῶν εἰρημένων ἄρρητόν ἐϲτιν πρόϲ γε τὴν ἀκρι-

βεϲτάτην ἀλήθειαν. ἀλλ' ἡμεῖϲ καὶ αὐτὸ περιλαβεῖν ἐπειράθημεν ὅροιϲ

ϲαφέϲιν ἱκανοῖϲ εἰϲ τὴν χρείαν τῆϲ τέχνηϲ, ἓν μὲν εἶναι γένοϲ φαρμά-

κων ἐπιδείξαντεϲ εἰϲ ὁμοίαν τοῖϲ ϲώμαϲιν ἡμῶν ἀφικνούμενον κρᾶϲιν,

ἐπειδὰν ὑπὸ τῆϲ ἐν αὐτοῖϲ θερμότητοϲ ἀρχήν τινα δέξηται μεταβολῆϲ

τε καὶ ἀλλοιώϲεωϲ, ἕτερον δὲ θερμότερον ἢ καθ' ἡμᾶϲ γιγνόμενον.

τούτου δὲ τέϲϲαραϲ ἔδοξέ μοι ποιήϲαϲθαι τάξειϲ· πρώτην μὲν τὴν

ἀϲαφῆ πρὸϲ αἴϲθηϲιν, ὡϲ λόγου δεῖϲθαι τοὺϲ φωράϲανταϲ· ἑτέραν δὲ

ἐπ' αὐτῇ δευτέραν, ἤδη πωϲ ϲαφῆ τὴν αἴϲθηϲιν· ἄλλην δὲ τρίτην

θερμαίνουϲαν 〈μὲν〉 ἰϲχυρῶϲ, οὐ μὴν ἤδη γέ πωϲ καίουϲαν· ἐφ' ᾗ

τετάρτην τε καὶ ἐϲχάτην τὴν καυϲτικήν. οὕτω δὲ καὶ τῶν ψυχόντων

πρώτην μὲν τάξιν τῶν λόγου δεομένων εἰϲ ἀπόδειξιν τοῦ ψύχειν,

δευτέραν δὲ τῶν αἰϲθητῶϲ ψυχόντων, καὶ τρίτην τῶν ἰϲχυρῶϲ, καὶ

τετάρτην τῶν νεκρούντων. ἀνάλογον δὲ ταύταιϲ καὶ περὶ τῶν ὑγραινόν-

των τε καὶ ξηραινόντων. γιγνέϲθω δὲ τούτων αὐτῶν εὐϲήμου διδα-

ϲκαλίαϲ ἕνεκα τάξιϲ τῶν ἀποϲτάϲεων, ἐπὶ μὲν τὸ ψυχρὸν ἡ πρώτη

μὲν ἐξ ἧϲ ἄν τιϲ θείη τὸ ῥόδινον ἔλαιον ἢ τὸ ῥόδον αὐτό· δευτέρα

δὲ ἑξῆϲ ταύτῃ, οἷον ὁ τοῦ ῥόδου χυλόϲ· καὶ τρίτη καὶ τετάρτη μέχρι

περ ἂν ἐπὶ τὰ ψυχρότατα τῷ λόγῳ παραγενώμεθα, κώνειόν τε καὶ

μηκώνειον καὶ μανδραγόραν καὶ ὑοϲκύαμον. ἐπὶ δὲ τὸ θερμόν, ἄνηθον

μὲν καὶ τῆλιν πρῶτα, δεύτερα δὲ ἐφεξῆϲ ἃ τούτων φαίνεται δεύτερα,

καὶ τρίτα καὶ τέταρτα, μέχρι περ ἂν ἐπὶ τὰ καίοντα παραγενώμεθα.

κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ὑγραινόντων καὶ ξηραινόν-

των φαρμάκων, ἀρξάμενοι πάλιν ἀπὸ τοῦ ϲυμμέτρου, τάξειϲ ἐφεξῆϲ

ἄχρι τῶν ἄκρων ποιηϲόμεθα. τῆϲ γὰρ τοιαύτηϲ γνώϲεωϲ εἰϲ τὴν

ἰατρικὴν μέθοδον οὐ ϲμικρά τιϲ ἡ χρεία. προϲήκει δὲ γεγυμνᾶϲθαι

κατὰ τὴν γευϲτικὴν αἴϲθηϲιν καὶ ἐπὶ μνήμηϲ ἔχειν ἑκάϲτηϲ ποιότητοϲ

τῶν χυμῶν τὴν ἰδιότητα, οἷον αὐτίκα ὅταν τὸ πληϲιάζον τῇ γλώϲϲῃ

ϲῶμα ξηραίνῃ καὶ ἀνάγῃ καὶ τραχύνῃ μέχρι βάθουϲ πλείονοϲ αὐτήν,

ὥϲπερ ἀχράδεϲ ἄωροι καὶ κράνα καὶ τὰ ὅμοια, ϲτρυφνὸν ἅπαν τὸ

τοιοῦτον ὀνομάζεται, ὅπερ ἐϲτὶν ἐπιτεταμένον αὐϲτηρόν. ὅϲα δὲ ἐν

τῷ ψαύειν τῆϲ γλώττηϲ οὐ ϲυνάγει μὲν αὐτήν, οὐδὲ ϲφίγγει καθάπερ

τὰ ϲτύφοντα, τὸ δὲ ἐναντίον ἅπαν φαίνεται ποιοῦντα, ῥύπτοντά τε

καὶ ἀποπλύνοντα, ταῦτα ϲύμπαντα προϲαγορεύομεν ἁλυκά. τὰ δὲ ἔτι

μᾶλλον τούτων ῥύπτοντα, μέχρι τοῦ καὶ τραχύνειν ἀνιαρῶϲ, πικρὰ

προϲαγορεύεται. τὰ δέ γε δάκνοντα καὶ διαβιβρώϲκοντα μετὰ θερμό-

τητοϲ ἰϲχυρᾶϲ, δριμέα. τὰ δὲ ἄνευ θερμότητοϲ δάκνοντα καλεῖται μὲν

ὀξέα, πρόϲεϲτι δ' αὐτοῖϲ καὶ τὸ ζυμοῦν τὴν γῆν ἐπιχεομένοιϲ αὐτῇ.

ὅϲα δὲ οἷον ὑπαλείφει τε καὶ ἀναπληροῖ καὶ καθίϲτηϲι τὰ τετρα-

χυϲμένα τε καὶ οἷον διαβεβρωμένα τῆϲ γλώττηϲ μόρια, ταῦτα μεθ'

ἡδονῆϲ ἐναργοῦϲ ψαύοντα, γλυκέα ὀνομάζεται, χωρὶϲ δὲ τῆϲ ἐναργοῦϲ

ἡδονῆϲ, λιπαρὰ προϲαγορεύεται. εἰ μὲν οὖν τὴν δριμύτητα κατανοῆϲαι

ϲαφῶϲ ἐθέλοιϲ, ἐπὶ ϲκορόδου τε καὶ κρομύου καὶ τῶν ὁμοίων αὐτοῖϲ,

ἀπογευόμενόϲ τε ϲυνεχῶϲ καὶ μαϲώμενοϲ ἐπὶ πλεῖϲτον καὶ τῇ μνήμῃ

πειρώμενοϲ ἀκριβῶϲ παρατίθεϲθαι τοῦ γιγνομένου πάθουϲ τὴν αἴϲθη-

ϲιν· εἰ δὲ τὴν ϲτύψιν κατανοῆϲαι ϲαφῶϲ ἐθέλοιϲ, ἐπὶ κικίδοϲ τε καὶ

ῥοῦ καὶ τῶν ὁμοίων· εἰ δὲ τὴν πικρότητα κατανοῆϲαι βούλει, νίτρου

καὶ χολῆϲ γευόμενοϲ· εἰ δὲ τὴν γλυκύτητα, ϲιραίου καὶ μέλιτοϲ, ἔτι

δὲ πρὸϲ τούτοιϲ εἴ τε οὖν ἄποιον ἐθέλοιϲ εἴ τε μέϲον ἐν ποιότητι τῇ

πρὸϲ τὴν γεῦϲιν, τὸ ὕδωρ ἀξιῶ ϲ' ἐκλαμβάνειν καὶ τούτου γευόμενον,

ἀκριβῶϲ ἔχειν ἐν τῇ μνήμῃ, καὶ μάλιϲτα τοῦ καθαρωτάτου ὕδατοϲ

καὶ μηδεμίαν ὧν προείρηκα ποιεῖν ἐμφαίνοντοϲ ποιότητα, μήτε γλυ-

κύτητα μήτε δριμύτητα μήτε ὀξύτητα μήτε πικρότητα καὶ πρὸϲ τού-

τοιϲ ἔτι μήθ' ἱκανῶϲ θερμοῦ μήθ' ὑπερβαλλόντωϲ ψυχροῦ. ἐντεῦθεν

γὰρ ὁρμώμενοϲ, ἑτοιμότερον ἐπί τε τὴν τῶν ἀμυδρῶν χυμῶν ἀφίξῃ

διάγνωϲιν ἐπί τε τὴν τῶν, ὡϲ ἔγωγέ φημι, μετρίωϲ γλυκέων, ὡϲ δὲ

ἄλλοι τινέϲ, ὑδατωδῶν, οἷόϲ ἐϲτιν ὅ τε τῶν χλωρῶν καλάμων καὶ

ἀγρώϲτεωϲ χυλόϲ, πυρῶν τε καὶ κριθῶν καὶ ἄλλων πολλῶν τῶν

ϲυμμέτρωϲ γλυκέων, ὁποῖόν τέ ϲοι τὸ ἀποιότατον ὕδωρ θερμότητόϲ

τε καὶ ψυχρότητοϲ ἐπιφανέϲ ἐϲτι, μέϲην ὡϲ οἷόν τε μάλιϲτα κατάϲτα-

ϲιν ἔχον καὶ μικρόν τι ῥέπον ἐπὶ τὸ ψυχρόν. εἰ δὲ τὴν τοιαύτην

γεῦϲιν ἔχον οὐχ ὑγρὰν ἀλλὰ ξηρὰν ἔχει τὴν ϲύϲταϲιν, ἀνάγκη γεῶδεϲ

ὑπάρχειν αὐτὸ καὶ ξηραίνειν ἀδήκτωϲ. ὀνομάζεται δὲ τὰ τοιαῦτα

ἐμπλαϲτικά, καθάπερ ἄμυλοϲ καὶ τὰ πλεῖϲτα τῶν ἀκριβῶϲ πεπλυμέ-

νων μεταλλικῶν, πομφόλυξ, ψιμμύθιον, καδμία, κιμωλία, ϲάμιοϲ ἀϲτὴρ

καὶ τὰ παραπλήϲια. τινὰ δὲ ἐξ αὐτῶν οὐ γεώδη μόνον, ἀλλὰ καὶ

ὑδατώδη τὴν φύϲιν ἐϲτίν, ἔνια δὲ καὶ ἀέροϲ οὐκ ὀλίγον ἐν ἑαυτοῖϲ

περιέχει, γλίϲχρα μὲν ταῦτα καὶ διὰ τοῦτο ἐμπλαϲτικά. διττὴ γὰρ τῶν

ἐμπλαϲτικῶν φαρμάκων ἡ φύϲιϲ, ἡ μὲν ἑτέρα γεώδηϲ ἀκριβῶϲ καὶ ξηρά,

ἡ δὲ ἑτέρα γλίϲχρα μὲν πάντωϲ, μικτὴ δὲ ἐξ ὕδατοϲ καὶ γῆϲ καὶ τὰ

πολλὰ ἀέροϲ, ὥϲπερ τὸ γλυκὺ ἔλαιον. τὸ δὲ τοῦ ὠοῦ λευκὸν ὅμοιον

μέν πωϲ, γεωδέϲτερον δὲ ἐλαίου, καὶ τὸ τυρῶδεϲ τοῦ γάλακτοϲ

ἐμπλαϲτικόν ἐϲτι καὶ ἡ τοῦ ὑὸϲ πιμελή. ταύρου μὲν γὰρ καὶ τράγου

πιμελὴ ἤτοι ϲτέαρ δριμὺ καὶ γεωδέϲτερον τῆϲ τῶν ὑῶν πιμελῆϲ·

χηνὸϲ δὲ καὶ ἀλεκτρυόνοϲ ἐϲτὶ μὲν καὶ θερμοτέρα καὶ ξηροτέρα τῆϲ

τῶν ὑῶν, ἀλλὰ λεπτομερήϲ τε καὶ οὐδαμῶϲ γεώδηϲ. αἱ γοῦν πιμελαὶ

εἰ μή που δριμύτητά τινα ἔχουϲιν, ἐμπλαϲτικαί τε τῶν πόρων εἰϲί,

καὶ μᾶλλον αἱ ξηρότεραί τε καὶ γεωδέϲτεραι. τοιοῦτοϲ δέ ἐϲτι καὶ ὁ

πεπλυμένοϲ ἀκριβῶϲ κηρόϲ. τὰ μὲν οὖν ἐμπλαϲτικὰ φάρμακα τοιαῦτα.

τὰ δὲ ϲτύφοντα γεώδη τέ ἐϲτι καὶ παχυμερῆ ταῖϲ τῶν ὄγκων ϲυϲτά-

ϲεϲι, ψυχρὰ δὲ ταῖϲ ποιότηϲι· τὰ δὲ ὀξέα λεπτομερῆ μὲν τοῖϲ ϲώμαϲι,

ψυχρὰ δὲ ὡϲαύτωϲ τοῖϲ ϲτύφουϲιν. ὅϲα δὲ τοῖϲ χυμοῖϲ ἐμφέρεται

γεώδη μόρια, κατατηκόμενα ταῦτα καὶ ϲυνάγοντα καὶ ἀποξηραίνοντα

τὰ νοτερὰ τῶν τῆϲ γλώττηϲ αἰϲθητικῶν μορίων, τραχύτερα μὲν ὄντα

ϲτρυφνὰ φαίνεται, ἧττον δὲ τραχύτερα αὐϲτηρά. καὶ ὀρθῶϲ ψυχρὰν

τὴν κρᾶϲιν τῶν τοιούτων χυμῶν ἐροῦμεν· ἐπεὶ δὲ ἀνωμάλωϲ ξηραίνει,

τοῦτο γὰρ ἦν τὸ τραχῦνον, εἴη ἂν πάντωϲ καὶ γεώδηϲ. ὁμαλῶϲ γὰρ

ἅπαν τὸ ὑδατῶδεϲ διεξέρχεται τὰ ϲώματα καὶ διαϲπαϲθὲν πάλιν

ῥᾳδίωϲ ἑνοῦται· τὸ δὲ γεῶδεϲ διαϲπᾶται μέν, οὐκέτι δὲ ῥᾳδίωϲ

ϲυνέρχεται. καὶ μέντοι καὶ τὸ περὶ τῆϲ αἰϲθήϲεωϲ ἴδιον ἑκατέρου

πάθουϲ ἀναμνηϲθέντι ϲοι τοῖϲ αὐτοῖϲ μαρτυρήϲει. ταχεῖα μὲν γὰρ ἡ

τῶν ὀξέων χυμῶν διέξοδοϲ ἐν τοῖϲ αἰϲθητικοῖϲ ϲώμαϲι φαίνεται

γινομένη, βραδεῖα δὲ ἡ τῶν ϲτρυφνῶν. καὶ τὰ μὲν ὀξέα διὰ βάθουϲ

τῶν ϲωμάτων ἐνεργεῖν φαίνεται μᾶλλον, ἐπιπολῆϲ δὲ τὰ ϲτρυφνά.

ἐπειδὰν δὲ δοκιμάζειν ἐθέλοιϲ ἐνέργειαν εἰλικρινοῦϲ ϲτρυφνότητοϲ, εἰ

μὲν γευομένῳ ϲοι φαίνοιτο ϲτρυφνὸν ἅμα καὶ δάκνον ταὐτό, τοῦτο

μὲν ἀπολείπειν ϲε κελεύω τὸ εἶδοϲ, ἔρχεϲθαι δὲ ἐπὶ τὸ ϲτρυφνὸν

ἄνευ τοῦ δάκνειν, καὶ μηδὲ ὀξὺ μηδὲ γλυκὺ μηδὲ πικρὸν ἀλλ' ὡϲ

οἷόν τε μάλιϲτα μίαν ἔχον ποιότητα καὶ δύναμιν ἐπιμεμιγμένην τῇ

ϲτύψει. περιττὸν γὰρ καὶ μάταιον εἰϲ πεῖραν ἄγειν τὸ τοιοῦτον φάρ-

μακον. ἄδηλον γὰρ εἴτε διὰ τὴν ϲτύψιν, εἴτε διά τινα τῶν ἐπιμεμιγ-

μένων αὐτῇ ποιοτήτων, εἴτε δι' ἀμφοτέραϲ ἐνήργηϲε περὶ τὸ πλη-

ϲιάζον αὐτῷ ϲῶμα. χαλκῖτιϲ οὖν καὶ μίϲυ καὶ χάλκανθοϲ καὶ λεπὶϲ

χαλκοῦ καὶ ϲῶρι καὶ πρὸϲ τούτοιϲ ἔτι τὸ τῶν ζωγράφων ἀρμενιακὸν

ὑδράργυρόϲ τε καὶ ἕτερα μυρία, ϲτύφοντά τε ἅμα καὶ δάκνοντα, δρᾷ

μὲν κατ' ἀμφοτέραϲ τὰϲ ποιότηταϲ εἰϲ ἕκαϲτον τῶν ὁμιλούντων ϲω-

μάτων, οὐ μὴν διδάξαι γε ἡμᾶϲ δύναται ϲαφῶϲ εἴτε διὰ τὴν ϲτύψιν

ἔχει τὸ καίειν, εἴτε διὰ τὴν δριμύτητα. ἔνδοθεν γὰρ τοῦ ϲώματοϲ εἰ

ληφθείη τὰ τοιαῦτα παχυμερῆ ὄντα καὶ μᾶλλον τῇ δυνάμει θερμὰ καὶ

διὰ τοῦτ' ἐκπυρούμενα τῷ χρόνῳ κατὰ τὴν ἐν τῷ ϲώματι τοῦ ζῴου

μεταβολήν, ὁμοίωϲ τοῖϲ διαπύροιϲ λίθοιϲ ἢ ϲιδήροιϲ ἑλκοῖ καὶ κατα-

καίει τὰ κατὰ τὴν γαϲτέρα, μηδὲ ἀναδοθῆναι δυνάμενα διὰ βάροϲ.

ἄμεινον οὖν γεύεϲθαι πολλῶν ἐφεξῆϲ ἄλλων ἐπιϲκοπούμενον εἰλικρινῆ

ϲτύψιν ἰδίᾳ καθ' ἑαυτὴν ὡϲ οἷόν τε μάλιϲτα, κἀπειδὰν εὕρῃϲ τοιαύ-

την, οὕτωϲ ἤδη κρίνειν ἐκεῖνο τὸ φάρμακον αἷϲ ἔμπροϲθεν ἤκουϲαϲ

μεθόδοιϲ, οἷον εἰ γευϲαμένῳ ϲοι φαίνοιτο βαλαύϲτιον ἢ κικὶϲ ἢ κύτι-

νοϲ ἢ ὑποκυϲτὶϲ ἢ ἀκακία ἢ ῥοῦϲ ἤ τι τοιοῦτον ἕτερον ἀκριβῶϲ ὂν

ϲτρυφνόν, εὔδηλον δὲ ἑτέραν ποιότητα μηδεμίαν ἔχον, ἐξετάζειν ἐπὶ

τῶν τοιούτων ἤδη καὶ βαϲανίζειν ἀκριβῶϲ ἐνέργειαν ϲτύψεωϲ· τὸ μὲν

οὖν ϲτρυφνὸν ϲῶμα γεῶδέϲ τέ ἐϲτι καὶ ψυχρόν, ἐκλυθήϲεται δὲ ἐξ

ἀνάγκηϲ τριχῶϲ, ἢ θερμαινόμενον ἢ ὑγραινόμενον ἢ ϲυναμφότερον

ἅμα πάϲχον. ἂν μὲν οὖν θερμαίνηται μόνον, οὐκ ἔϲται μὲν οὔθ' ὑγρό-

τερον οὔτε μαλακώτερον, ἀλλὰ ϲκληρότερον μόνον ἐπικτήϲεται γλυκύ-

τητα, καθάπερ αἱ τῶν δρυῶν βάλανοι καὶ μάλιϲτα αἱ ὀνομαζόμεναι

καϲτανέαι, ἂν δὲ ὑγραίνηται μόνον, ἂν μὲν παχυμερήϲ τε καὶ ὑδατώ-

δηϲ ἡ ὑγρότηϲ εἴη, αὐϲτηρὸν ἀποτελεϲθήϲεται· τὸ γὰρ ϲτρυφνὸν

ἐκλυόμενον τὸν αὐϲτηρὸν ποιεῖ χυμόν. παντὸϲ γὰρ χυμοῦ δύναμιν

ἡ ὑδατώδηϲ ὑγρότηϲ ἀμβλύνει. ἐὰν δὲ λεπτομερήϲ τε καὶ ἁερώδηϲ ἡ

ὑγρότηϲ προϲγένηται, ὀξὺ ἀποτελεϲθήϲεται. τὸ γὰρ λεπτομερὲϲ ψυχρὸν

ὀξεῖαν ἀπεργάζεται ποιότητα. ἂν δὲ ὑγραίνηταί τε ἅμα καὶ θερμαίνη-

ται, μετὰ μὲν ὑδατώδουϲ ὑγρότητοϲ εἰϲ γλυκύτητα τὴν μετάπτωϲιν

ἴϲχει, μετὰ δὲ ἀερώδουϲ εἰϲ λιπαρότητα. οἱ γὰρ ἀπὸ τῶν δένδρων

καρποὶ πάντεϲ, ὅϲοι γλυκεῖϲ ἡμῖν φαίνονται πεπανθέντεϲ, ἄρτι γενό-

μενοι ϲτρυφνοί τέ εἰϲι καὶ ξηροὶ ταῖϲ ϲυϲτάϲεϲι, καὶ κατὰ τὴν τοῦ

γεννῶντοϲ δένδρου φύϲιν ἕκαϲτοϲ, προιόντοϲ δὲ τοῦ χρόνου γίγνον-

ται μὲν ὑγρότεροι, προϲλαμβάνουϲι δὲ ἔνιοι ὀξυτάτην ϲτρυφνότητα

καὶ ταύτην ἀποτιθέμενοι κατὰ βραχὺ γλυκεῖϲ αὖθιϲ γίνονται τελειού-

μενοι. τινὲϲ δὲ οὐδὲ ἐπὶ τοῖϲ δένδροιϲ, ἀλλὰ ἀφαιρούμενοι μετὰ χρό-

νον ἀπολαμβάνουϲι τὴν γλυκύτητα. ἄλλοι δέ τινεϲ οὐδὲ διὰ μέϲηϲ

ὀξύτητοϲ, ἀλλ' ἄντικρυϲ ἀπὸ τῆϲ ϲτρυφνότητοϲ ἐπὶ τὴν γλυκύτητα

παραγίγνονται, καθάπερ ὁ τῆϲ ἐλαίαϲ καρπόϲ. τῷ θερμῷ δὲ πέπτον-

ται πάντεϲ· διττὸν δὲ τοῦτο φύϲει, τὸ μὲν ἴδιον ϲύμφυτον ἑκάϲτῳ,

τὸ δὲ ἔξωθεν ἀπὸ τοῦ ἡλίου προϲγιγνόμενον ἑκάϲτῳ. ἀλλ' εἴπερ

ϲτρυφνότεροι μὲν κατ' ἀρχάϲ εἰϲι, πεπαινόμενοι δὲ γίγνονται γλυκεῖϲ,

ἐκ θερμαϲίαϲ μὲν ἡ γλυκύτηϲ αὐτοῖϲ, ἐκ ψύξεωϲ δὲ ἡ ὀξύτηϲ καὶ

ϲτρυφνότηϲ ὑπῆρχε. καὶ πρόδηλον ἤδη γέγονεν ὡϲ οἱ καρποὶ κατ'

ἀρχὰϲ ὄντεϲ ϲτρυφνοί, προιόντοϲ τοῦ χρόνου τινὲϲ μὲν γίγνονται

γλυκεῖϲ, τινὲϲ δὲ ὀξεῖϲ, τινὲϲ δὲ αὐϲτηροί, τινὲϲ δὲ ἀεὶ μένουϲι ϲτρυ-

φνοί, τινὲϲ δὲ ἀποτελοῦνται λιπαροί· καὶ δὴ καὶ κατὰ τὰϲ τῶν εἰρη-

μένων ποιοτήτων ἐπιμιξίαϲ παμπόλλην ἕξουϲι τὴν ποικιλίαν. ϲτρυφνὰ

μὲν οὖν ἄχρι τέλουϲ ἐϲτὶν ὁ τῆϲ πρίνου καὶ κομάρου καὶ κρανίαϲ

καρπὸϲ καὶ τὰ τοιαῦτα, ὅτι καὶ ψυχρὰ καὶ ξηρὰ οἷά περ ἦν ἐξ ἀρχῆϲ

διαμένει, μόνον μὲν αὐξανόμενα, οὐδεμίαν δὲ ἀλλοίωϲιν ἑτέραν ἐπι-

κτώμενα. ϲτρυφνὸϲ δὲ ἅμα καὶ γλυκὺϲ ὅ τε τῆϲ μυρϲίνηϲ καὶ ὁ τῆϲ

ἀχράδοϲ καὶ ὁ τῆϲ δρυὸϲ καρπόϲ· αὐϲτηρὸϲ δὲ μόνον ὁ τῶν ἀμιναίων

ἀμπέλων καρπὸϲ καὶ οἶνοϲ, καὶ ὅϲοι τούτοιϲ παραπλήϲιοι. αὐϲτηρὸϲ

δὲ ἅμα καὶ γλυκὺϲ ὁ τοῦ φοίνικοϲ καρπὸϲ καὶ τῶν οἴνων ὁ ϲουρεντῖ-

νοϲ καὶ ὅϲοι γλυκύτητα τῇ ϲτύψει ϲυμμεμιγμένην ἔχοντεϲ. γλυκὺϲ δὲ

μόνον ἐϲτὶν ὁ θήραιοϲ καὶ ὁ ϲκυβελλίτηϲ καὶ τὸ ϲίραιον ὃ καλοῦϲιν

ἕψημα, ὅϲα τε ἄλλα τούτοιϲ ἔοικεν. λιπαρὸϲ δὲ ἅμα καρπὸϲ καὶ χυλὸϲ

ἀκριβῶϲ μὲν ὁ τῆϲ ἐλαίαϲ ἐϲτίν, ἤδη δὲ καὶ οἱ ἄλλοι πάντεϲ ἐξ ὧν

ἔλαιον ϲκευάζεται. ὥϲπερ δὲ ὁ ϲτρυφνὸϲ χυμὸϲ γλυκύτεροϲ μὲν πρῶ-

τον, ἑξῆϲ δὲ καὶ δριμύτερόϲ τε καὶ πικρότεροϲ ἀποτελεῖται καὶ τελευ-

τῶν ἐκπικροῦται, κατὰ τὸν αὐτὸν τρόπον ὅ τε ῥιγώϲαϲ χυλὸϲ ὀξύ-

τεροϲ εὐθὺϲ γίγνεται καὶ εἰ τελέωϲ ἀποψυχθείη ταχέωϲ ὀξύνεται· οἵ

τε εὐθὺϲ ἐν τῇ κομιδῇ τῶν καρπῶν πολλῆϲ ὑγρότητοϲ πληρωθέντεϲ,

οἵ τε ἄλλωϲ ὕδατοϲ προϲλαβόντεϲ, ὀξεῖϲ ἑτοίμωϲ οἱ τοιοῦτοι γίγνον-

ται ἐπὶ μικραῖϲ προφάϲεϲιν. εἰ γὰρ ἡ ὄμφαξ μὲν ὀξεῖα, γλυκεῖα δὲ

ἡ ϲταφυλὴ καὶ τὸ πεπαίνεϲθαι τοῖϲ καρποῖϲ ἅπαϲι παρὰ τῆϲ ἡλιακῆϲ

ἐγγίγνεται θερμότητοϲ, εὔδηλον ὡϲ τὸ μὲν ἀτελέϲτερον καὶ ψυχρό-

τερον ὀξύ, τὸ δὲ τελεώτερον καὶ θερμότερον ὑπάρχει γλυκύ. ὅταν

οὖν ὁ οἶνοϲ ἐν τῷ ψύχεϲθαι ἀποξύνηται, πρόδηλον ὡϲ εἰϲ τὸν αὐτὸν

πάλιν ἐπανέρχεται χυμόν, ἐξ οὗπερ ἐγένετο, λέγω δὲ τοῦ τῆϲ ὄμφα-

κοϲ. διενήνοχε μέντοι τοϲοῦτον κατὰ τὴν δύναμιν τοῦ τῆϲ ὄμφακοϲ

χυλοῦ ὄξοϲ, ὅτι τῷ μὲν ὄξει προϲέρχεταί τιϲ ἐκ ϲηπεδονώδουϲ θερμό-

τητοϲ δριμύτηϲ, ὁ δὲ τῆϲ ὄμφακοϲ χυλὸϲ οὐκ ἔχει τὴν ἐπίκτητον

θερμότητα, καὶ διὰ τοῦτο οὐδὲ τὴν δριμύτητα τοῦ ὄξουϲ. διὰ τοῦτο

καὶ λεπτομερέϲτερόν ἐϲτι τὸ ὄξοϲ τοῦ τῆϲ ὄμφακοϲ χυλοῦ, ὥϲπερ ἡ

αἴϲθηϲιϲ τῷ λόγῳ μαρτυρεῖ. ἡ δὲ τοῦ ὄξουϲ δριμύτηϲ οὐχ ἱκανή ἐϲτιν

ἐκνικῆϲαι τὴν ἀπὸ τῆϲ ὀξύτητοϲ ψύξιν, εἰϲ δὲ τὸ τῆϲ διεξόδου τάχοϲ

ὑπηρέτηϲ. εἰϲ ὅϲον γάρ ἐϲτι τὸ θερμὸν τοῦ ψυχροῦ ποριμώτερον, εἰϲ

τοϲοῦτον καὶ ὁ δριμὺϲ χυμὸϲ τοῦ ὀξέοϲ ἑτοιμότερον διεξέρχεται τῶν

αἰϲθητικῶν ϲωμάτων τοὺϲ πόρουϲ, ὥϲτε ὁ μὲν δριμὺϲ οἷον ὁδοποιεῖ

φθάνων, ὁ δὲ ψυχρὸϲ οὐκ εἰϲ μακρὰν ἕπεται, κἀν τούτῳ τὸ τῆϲ αἰϲθή-

ϲεωϲ ἐπίμικτόν τε καὶ δυϲερμήνευτον οὐχ ἁπλῶϲ ψυχρὸν ἀποφήνα-

ϲθαι τὸ ὄξοϲ ϲυγχωρεῖ· αἰϲθανόμεθα γάρ τινοϲ ἐν αὐτῷ πυρώδουϲ

δριμύτητοϲ θάλψιν ἐμποιούϲηϲ. ἡ δὲ ἐκ τῆϲ ἑπομένηϲ ὀξύτητοϲ ψύξιϲ

ἀμαυροῖ καὶ καταϲβέννυϲι παραχρῆμα τὴν δριμύτητα καὶ διὰ τοῦτο πολὺ

πλείων ἐϲτὶν ἡ ἐκ τῆϲ ψύξεωϲ αἴϲθηϲιϲ ἤπερ ἡ ἐκ τῆϲ θερμότητοϲ· καὶ γὰρ

θέρουϲ ὥρᾳ πίνοντεϲ ὀξύκρατον ἔνιοι ϲαφῶϲ ἐμψύχονταί τε καὶ ἄδιψοι

διατελοῦϲιν. ἐπειδὴ δὲ τὸ δίψοϲ διττῶϲ γίνεται, τὸ μὲν ὑγρότητοϲ ἐν-

δείᾳ, τὸ δὲ πλεονεξίᾳ θερμότητοϲ, τὸ μὲν ἐπὶ ξηρότητι γιγνόμενον οὐκ

ἰᾶται, τὸ δὲ ἐπὶ θερμότητι ἰᾶται. ὑγραίνειν μὲν γὰρ οὐ δύναται ὄξοϲ

καθ' αὑτό, ψύχει δὲ οὐκ ἀγεννῶϲ. οὔκουν οὐδὲ τὴν ἐπὶ ξηρᾷ διαθέϲει

δίψαν οὔτε τὴν ἐπὶ θερμῇ καὶ ξηρᾷ δυνατόν ποτε ἰάϲαϲθαι πινόμενον

ὄξοϲ. εἰ δὲ ϲυνδράμοι ποτὲ εἰϲ ταὐτὸν ὑγρότηϲ θερμότητι, τῆϲ τοιαύ-

τηϲ δίψηϲ ἄριϲτον ἴαμα ὄξοϲ ἔϲται. τοῖϲ δὲ ἄλλωϲ διψῶϲιν ἔν τε

καύϲοιϲ πυρετοῖϲ καὶ τοῖϲ ἄλλοιϲ περικαέϲιν ἅπαϲι καὶ τοῖϲ ἐν θέρει

καὶ θάλπει ϲφοδρῷ ϲύνθετοϲ ἡ διάθεϲιϲ ἐϲτὶν ἐκ θερμότητόϲ τε καὶ

ξηρότητοϲ, ὥϲτε εἰκότωϲ αὐτοῖϲ ϲύνθετόν ἐϲτι καὶ τὸ ἴαμα· τὸ μὲν

ὄξοϲ οὐκ ἀγεννῶϲ μὲν ψῦχον καὶ πάντη ῥαδίωϲ διεξερχόμενον τῇ

λεπτομερίᾳ, τὸ δὲ ὕδωρ πρὸϲ τὸ ψύχειν ἔτι καὶ ὑγρότατον ἁπάντων

ὑπάρχον· οὐδὲν γάρ ἐϲτιν ὑγρότερον ὕδατοϲ. κατὰ δὲ τῶν ἐγκαιομέ-

νων ὑποχονδρίων ἀμείνων τοῦ ὄξουϲ ἐϲτὶν ὁ τῆϲ ὄμφακοϲ χυλὸϲ

ἔξωθεν ἐπιτιθέμενοϲ, αὐτῷ τε τῷ μήτε βιαίαν ἔχειν καὶ πληκτικὴν

τὴν ψύξιν, μήτε ἐπίμικτον δακνώδει θερμότητι. δέονται γὰρ οἱ οὕτωϲ

πάϲχοντεϲ παρηγορηθῆναι μὲν ἀβιάϲτωϲ, ἔξωθεν δὲ μηδεμίαν ἐπικτή-

ϲαϲθαι δακνώδη δριμύτητα. ὁ τοίνυν τῆϲ ὄμφακοϲ χυλὸϲ οὐκ ὀξὺϲ

μόνον ἐϲτίν, ἀλλὰ καὶ ϲτρυφνόϲ. καὶ γάρ, ὡϲ προείρηται, πάντεϲ

ϲχεδὸν οἱ τῶν δένδρων καρποὶ κατὰ τὴν πρώτην γένεϲιν ϲτρυφνοὶ

γευομένοιϲ εἰϲίν. οὐ μόνον δὲ τὸ ὀξὺ ψυχρόν ἐϲτιν, ἀλλὰ καὶ τὸ

ϲτρυφνὸν καὶ τὸ αὐϲτηρόν· καὶ εἴ τιϲ γεύϲαιτό ποτε κυδωνίων μή-

λων ἢ μύρτων ἢ μεϲπίλων, οἶδε μὲν δὴ ϲαφῶϲ ἑτέραν μὲν τὴν ἀπὸ

τῶν ὀξέων ἡμῖν ἐν τῇ γλώττῃ γιγνομένην αἴϲθηϲιν, ἑτέραν δὲ τὴν

ἀπὸ τῶν ϲτρυφνῶν ἢ αὐϲτηρῶν. τὰ μὲν γὰρ ϲτύφοντα ϲυνωθεῖν εἴϲω

φαίνεται τὸ μόριον ᾧ ψαύει ἐκ παντὸϲ μέρουϲ ὁμαλῶϲ, οἷον ἐκθλί-

βοντά τε καὶ πιλοῦντα καὶ ϲυνάγοντα· τὰ δὲ αὐϲτηρὰ κατὰ βάθουϲ τε

δύεϲθαι δοκεῖ καὶ τραχεῖάν τινα καὶ ἀνώμαλον αἴϲθηϲιν ἐπάγειν, ὥϲτε

ἀναξηραίνοντα πᾶϲαν ἐκβόϲκεϲθαι τὴν ἰκμάδα τῶν αἰϲθητικῶν ϲωμά-

των, ὥϲθ' ἑτέραν εἶναι τὴν τῶν παθῶν ἰδιότητα, μηδὲ ῥηθῆναι ϲαφῶϲ

δυναμένην, ἐπί τε τῶν ϲτυφόντων ἡμᾶϲ ϲωμάτων καὶ τῶν αὐϲτηρῶν

χυμῶν. ἀλλ' ὅϲτίϲ γε ἄνθρωπόϲ ἐϲτιν οἶδεν ὃ λέγω, ἐκ τῶν ἤδη

προειρημένων ὁρμώμενοϲ. πᾶν μὲν οὖν ϲτῦφον ϲῶμα, τό τε τῶν

ἄλλων ποιοτήτων καθαρεῦον, ἀεὶ πειρώμενοϲ εὗρον ψυχρόν. τὸ δὲ

γλυκὺ πᾶν θερμόν ἐϲτι καὶ οὐκ ἀμέτρωϲ ὑπερβάλλει τὴν ἐν ἡμῖν

θερμότητα, ἀλλ' ὥϲπερ τὸ ὕδωρ τὸ θερμόν, οὗ ψαύοντεϲ ἡδόμεθα,

καὶ μάλιϲθ' ὅταν ὦμεν ἐρριγωκότεϲ, ἄχρι μὲν τοῦ διαχεῖν τὰ πεπη-

γότα πρὸϲ τοῦ ψυχροῦ μόρια τοῦ ϲώματοϲ ἐκθερμαῖνον ἡμᾶϲ, οὐ

μὴν διαλῦόν γε οὐδὲ τέμνον αὐτῶν τὸ ϲυνεχέϲ, ἥδιϲτόν γέ ἐϲτι καὶ

ὠφελιμώτατον. οὕτω καὶ πᾶν ἔδεϲμα γλυκὺ θερμὸν μὲν ὑπάρχει πάν-

τωϲ, οὐ μὴν ἐπὶ πλέον γε ἥκει θερμότητοϲ ὡϲ ἀνιᾶν, ἀλλ' ἐν τοῖϲ

ὅροιϲ μένει τοῦ διαχέοντοϲ καὶ ὁμαλύνοντοϲ καὶ μαλάττοντοϲ. τὰ γὰρ

τρέφοντα πάντα ϲύμφυλά τέ ἐϲτι καὶ οἰκεῖα ταῖϲ ὅλαιϲ τῶν τρεφο-

μένων οὐϲίαιϲ. εὐθὺϲ δὲ τούτοιϲ ὑπάρχει δηλονότι ϲυμμέτρωϲ εἶναι

θερμοῖϲ, ὡϲ πρὸϲ τὰ τρεφόμενα ϲώματα. καὶ διὰ τοῦτο τῶν ἐδεϲμά-

των καὶ τῶν φαρμάκων οὐχ ἓν εἶδοϲ ἅπαϲι τοῖϲ ἀνθρώποιϲ. κατὰ

γὰρ τὴν οἰκείαν ἕκαϲτοϲ αὐτῶν οὐϲίαν τε ἅμα καὶ διάθεϲιν ἥδεταί τε

καὶ ὠφελεῖται πρὸϲ ἀμφοῖν. ἀλλ' εἴπερ οὕτωϲ ταῦτ' ἔχει, τὸ μὲν

ἧττον γλυκὺ τῶν ἐδεϲμάτων ἧττον ἔϲται θερμόν, τὸ δὲ μᾶλλον γλυκὺ

τοϲούτῳ θερμότερον, ὅϲῳ περ καὶ γλυκύτερον. εἰ δὲ εἰϲ ἀμετρίαν

ἐκπέϲοι θερμότητοϲ, οὐδὲ γλυκὺ τὸ τοιοῦτον, ἀλλ' ἤδη φαίνεται πικρόν,

ὥϲπερ τὸ μέλι παλαιούμενόν τε καὶ ἐπὶ πλεῖον καθεψόμενον, ἕκαϲτόν

τε τῶν ἄλλων γλυκέων. τὰ γὰρ ὁμοιότατα ταῖϲ κράϲεϲι τῶν τρεφο-

μένων ϲωμάτων χωρὶϲ ἑψήϲεώϲ τε καὶ ϲκευαϲίαϲ ἤδη φαίνεται γλυκέα,

τὰ δὲ ἀνόμοια πάντα μὲν ἀηδῆ, πρὶν ϲκευαϲθῆναι. δεῖται δὲ τὰ μὲν

θερμὰ τῷ ψυχρῷ κολαϲθῆναι, τὰ δὲ ἱκανῶϲ ψυχρὰ τῆϲ τῶν θερμῶν

ἡδυϲμάτων μίξεωϲ καὶ πυρόϲ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ὑγρότητι

μὲν κολάζεται ὅϲα γεώδη τε καὶ ξηρά, ξηρότητι δὲ τὰ πλέον ἢ προϲ-

ῆκεν ὑδατώδη τε καὶ ὑγρά. τὸ μὲν οὖν γλυκὺ πρὸϲ τὸ θερμὸν ὑπάρ-

χει μᾶλλον ἢ ἧττον, ἐξ ἀνάγκηϲ δήπου καὶ ὑγρὸν μᾶλλον ἢ ἧττόν

ἐϲτι. τὸ δὲ οἷον ὑπεροπτηθέντοϲ τούτου γιγνόμενον πικρὸν ὅμοιον

τιτάνῳ καὶ τέφρᾳ, ξηρὸν καὶ θερμὸν ἐξ ἀνάγκηϲ ἀποτελεῖται. καὶ μὲν

δὴ καὶ δι' αὐτὸ τοῦτο ῥύπτειν τε πέφυκεν ἅπαν τὸ πικρὸν καὶ κατα-

θραύειν καὶ τέμνειν τοὺϲ γλίϲχρουϲ καὶ παχεῖϲ χυμούϲ, ὥϲπερ ἡ τέφρα

καὶ τὸ λίτρον. ὅτι δὲ ξηρὸϲ τὴν κρᾶϲίν ἐϲτιν ὁ πικρὸϲ χυμὸϲ καὶ

γεώδηϲ κἀκ τοῦ δυϲϲηπτότατα πάντων εἶναι τὰ πικρὰ καὶ οὐδαμῶϲ

ϲκώληκάϲ τε καὶ τὰ ἄλλα ζῷα γεννᾶν, οἷα δὴ πέφυκεν ἐν ῥίζαιϲ καὶ

βοτάναιϲ καὶ καρποῖϲ ϲηπομένοιϲ ἐγγίγνεϲθαι πάρεϲτι ϲυλλογίϲαϲθαι.

μάλιϲτα γὰρ ὁρῶμεν ἐν τοῖϲ ὑγροῖϲ ϲώμαϲι καὶ ϲκώληκαϲ καὶ ϲηπε-

δόναϲ ἐγγιγνομέναϲ. τὰ δὲ ἀκριβῶϲ πικρά, καλῶ δὲ οὕτωϲ ὅϲα μηδε-

μιᾶϲ ἑτέραϲ ποιότητοϲ αἰϲθητῆϲ μετέϲχηκεν, ἅπαϲι ϲχεδὸν τοῖϲ ζῴοιϲ,

οὐκ ἀνθρώποιϲ μόνον, ἐϲτὶν ἄβρωτα, τῷ πᾶν μὲν ζῷον ὑγρὸν ἢ μᾶλ-

λον ἢ ἧττον ὑπάρχειν, ξηρὰ δὲ εἶναι τὰ πικρά, τέφρᾳ καὶ κονίᾳ παρα-

πληϲίωϲ. ὥϲπερ οὖν τὸ μὲν ἀκριβῶϲ γλυκὺ τρέφει, τὸ δ' εἰλικρινῶϲ

πικρὸν ἄτροφον, οὕτωϲ τὰ μεταξὺ τρέφει μέν, ἀλλ' ἧττον τοῦ γλυ-

κέοϲ. πληϲίον δὲ ὁ ἁλυκὸϲ χυμὸϲ τοῦ πικροῦ, καὶ γὰρ καὶ γεώδειϲ

ἀμφότεροι καὶ θερμοί. διαφέρουϲι δὲ ὅμωϲ ἀλλήλων οὐκ ἀϲαφεῖ δια-

φορᾷ ἐν τῷ λελεπτύνθαι μὲν καὶ κατειργάϲθαι μᾶλλον ὑπὸ θερμότη-

τοϲ ξηρᾶϲ τὸν πικρόν. οὕτω δὲ καὶ αὐτῶν τῶν ἁλῶν ὅϲοι μὲν ϲκληρό-

τεροί τέ εἰϲι καὶ πυκνότεροι καὶ γεωδέϲτεροι, τοιοῦτοι δέ εἰϲιν ὀλίγου

δεῖν οἱ ὀρυκτοὶ πάντεϲ, ἧττον θερμοί τέ εἰϲι καὶ λεπτομερεῖϲ, ὅϲοι δὲ

εὔθρυπτοι καὶ χαῦνοι, λεπτομερέϲτεροί τε ἅμα καὶ θερμότεροι τὴν

δύναμίν εἰϲι, καί τινεϲ ἐξ αὐτῶν ὑπόπικροι, μεταξύ πωϲ ὑπάρχοντεϲ

ἁλῶν τε τῶν ϲκληρῶν καὶ ἀφρονίτρου. καὶ γὰρ ὅ τι ἂν ἁλυκὸν ἐπὶ

πλέον ἐκθερμαίνῃϲ, εὐθὺϲ ἔϲται πικρόν. οὕτω γὰρ καὶ τὸ τῆϲ ἀϲφαλτί-

τιδοϲ λίμνηϲ ὕδωρ, ἣν νεκρὰν θάλατταν ὀνομάζουϲιν, ἐν κοίλῳ καὶ

θερμῷ χωρίῳ περιεχόμενον ἐξοπτώμενόν τε ὑπὸ τοῦ ἡλίου γίγνεται

πικρόν· διὰ τοῦτό γε καὶ θέρουϲ μᾶλλον ἢ χειμῶνόϲ ἐϲτι πικρόν. καὶ

εἰ ἀρυϲάμενόϲ τιϲ αὐτοῦ καταθείη ἐν ἀγγείῳ κοίλῳ ἐν προϲηλίῳ τόπῳ

ὥρᾳ θέρουϲ, αὐτίκα μᾶλλον πικρότερον αὑτοῦ φαίνεταί ϲοι γεγονόϲ.

φαίνεται γὰρ ἐν ἐκείνῳ τῷ ὕδατι μήτε ζῷον ἐγγιγνόμενόν τι μήτε

φυτόν, ἀλλὰ καὶ τῶν εἰϲ αὐτὴν ἐμβαλλόντων ποταμῶν μεγίϲτουϲ καὶ

πλείϲτουϲ ἐχόντων ἰχθῦϲ, καὶ μάλιϲτα τοῦ πληϲίον Ἱεριχοῦντοϲ, ὃν

Ἰορδάνην ὀνομάζουϲιν, οὐδεὶϲ τῶν ἰχθύων ὑπερβαίνει τὰ ϲτόματα τῶν

ποταμῶν. κἂν εἰ θηρεύϲαϲ δέ τιϲ ἐμβάλλοι τῇ λίμνῃ, διαφθειρομένουϲ

ὄψεται ῥᾳδίωϲ· διὰ τοῦτο καὶ νεκρὰν τὴν λίμνην ἤτοι λιμνοθάλατταν

ὀνομάζουϲιν. οὕτωϲ τό γε ἀκριβῶϲ πικρὸν ἅπαϲίν ἐϲτι τοῖϲ φυτοῖϲ

καὶ ζῴοιϲ πολέμιον, αὐχμῶδέϲ τε καὶ ξηρὸν τὴν φύϲιν οἷόν περ

αἰθάλη ὑπὸ τῆϲ κατοπτήϲεωϲ γιγνόμενον. περὶ μὲν οὖν τῶν πικρῶν

χυμῶν τῆϲ δυνάμεωϲ ἀφοριϲάμενοι καὶ τμητικοὺϲ αὐτοὺϲ εἰπόντεϲ

εἶναι καὶ ῥυπτικοὺϲ καὶ λεπτυντικοὺϲ καὶ δηλονότι θερμοὺϲ εἰϲ το-

ϲοῦτον ὡϲ μήπω καίειν, ἐπὶ τοὺϲ δριμεῖϲ αὖθιϲ ἴωμεν τῷ λόγῳ. καὶ

πρῶτον μὲν θερμοὺϲ ἀκριβῶϲ αὐτοὺϲ εἴπωμεν, εἶτα διαβρωτικούϲ τε

καὶ καυϲτικοὺϲ ἐϲχαρωτικούϲ τε καὶ ϲυντηκτικοὺϲ κατὰ τοῦ δέρματοϲ

ἐπιτιθεμένουϲ ἔξωθεν, εἴϲω δὲ τοῦ ϲώματοϲ λαμβανομένουϲ· ὅϲοι μὲν

οὖν ὅλαιϲ ταῖϲ οὐϲίαιϲ ἐναντιώτατα διάκεινται πρόϲ τινα ζῷα, ϲηπτι-

κούϲ τε πάνταϲ εἶναι καὶ δηλητήρια ἐκείνων τῶν ζῴων, ὡϲ κάνθαριϲ

καὶ βούπρηϲτιϲ ἀνθρώπου. ὅϲοι δὲ κατὰ τὴν ἀμετρίαν τῆϲ θερμότητοϲ

μόνηϲ, εἰ μὲν παχύτεροι καὶ γεώδειϲ εἶεν, ὡϲ ἀρϲενικὸν καὶ ϲανδαράκη

καὶ τὰ ὅμοια, ἑλκωτικοὺϲ τῶν ἐντὸϲ εἴπωμεν, εἰ δὲ λεπτομερεῖϲ, οἷά

ἐϲτι τὰ ϲυνήθη ϲπέρματα δαῦκοϲ καὶ ἄνιϲον καὶ τὰ παραπλήϲια, οὐρη-

τικούϲ τε καὶ ἱδρωτικοὺϲ καὶ ἁπλῶϲ εἰπεῖν τμητικούϲ τε καὶ διαφορη-

τικούϲ. ϲυναίρονται δέ τινεϲ ταῖϲ τε ἐκ τοῦ θώρακοϲ ἀναπτύϲεϲι καὶ

ταῖϲ τῶν καταμηνίων φοραῖϲ. οἱ δὲ δριμεῖϲ χυμοὶ οὐ μόνον ἰϲχυρᾷ

θερμότητι διαλλάττειν τῶν πικρῶν ἐοίκαϲιν, ἀλλὰ καὶ τῷ τοὺϲ μὲν

πικροὺϲ ἅπανταϲ οὐ θερμοὺϲ μόνον ἀλλὰ καὶ ξηροὺϲ τὴν δύναμιν

ὑπάρχειν, παραπληϲίωϲ τῇ τέφρᾳ, ἐν δὲ τοῖϲ δριμέϲιν, ὅϲοι τέ οὔκ

εἰϲι πικροί, πολλήν γε ἐνίοτε μεμίχθαι τὴν ὑγρότητα, καὶ διὰ τοῦτ'

ἐϲθίειν ἡμᾶϲ οὐκ ὀλίγα τῶν δριμέων. ἐπειδὴ καὶ περὶ χυμῶν ἁπάν-

των εἴρηται τὰ εἰκότα, λείποιτ' ἂν ἔτι καὶ περὶ τῶν ἀτμῶν εἰπεῖν.

οἱ μὲν δὴ πλεῖϲτοι τῶν ἀτμῶν τοῖϲ χυμοῖϲ αὐτοῖϲ ὁμοίωϲ ἡμᾶϲ δια-

τιθέαϲι. τά τε γὰρ ὀξέα ἅπαντα καὶ πρὸϲ τούτοιϲ τὸ ὄξοϲ αὐτὸ τὴν

ὄϲφρηϲίν τε καὶ τὴν γεῦϲιν ὡϲαύτωϲ κινεῖ, τά τε δριμέα, καθάπερ τὰ

ϲκόρδα καὶ τὰ κρόμυα, καὶ ταῦτ' οὐδὲν ἧττον τῆϲ γεύϲεωϲ ἀνιᾷ τε

καὶ δάκνει τὴν ὄϲφρηϲιν. οὕτω δὲ καὶ καθ' ἕκαϲτον τῶν ἄλλων ὁμοία

ϲχεδὸν ἡ τῆϲ ὀϲμῆϲ αἴϲθηϲίϲ ἐϲτι τῇ τῆϲ γεύϲεωϲ, ὥϲτε ἐνίων ϲωμά-

των οὐδὲ γευϲάμενοί ποτε, καθάπερ τῆϲ κόπρου, γιγνώϲκειν πεπεί-

ϲμεθα τὴν ποιότητα, καὶ κατὰ τοῦτό γε τὴν ἀρχὴν οὐδὲ ἐπιχειροῦμεν

τῶν τοιούτων γεύϲαϲθαι, τῷ πάνυ ϲφόδρα πιϲτεύειν τῇ ὀϲφρήϲει. καὶ

μέντοι καὶ τῶν εὐωδῶν ἐδεϲμάτων ὅϲα διαϲαπέντα κατὰ τὴν ὀϲμὴν

ἡμᾶϲ ἀνιᾷ, καὶ ταῦτ' εὐθέωϲ ἀπορρίπτομεν, οὐδ' ἐπιχειροῦντεϲ γεύϲα-

ϲθαι. καὶ ϲχεδὸν ἐπὶ πάντων ὁμολογοῦϲιν ἀλλήλαιϲ ὄϲφρηϲιϲ καὶ

γεῦϲιϲ. εἰϲ δύο δὲ ταύταϲ ἀνάγομεν προϲηγορίαϲ τὰ πλεῖϲτα τῶν

ὀϲφρητῶν, εὐώδη καὶ δυϲώδη προϲαγορεύοντεϲ· εὐώδη μὲν ἀνάλογον

τοῖϲ πρὸϲ τὴν γλῶτταν γλυκέϲι, δυϲώδη δὲ τοῖϲ μὴ γλυκέϲιν. ἔοικε

δὲ τῶν οὐκ ὀϲμωδῶν ϲωμάτων ἤτοι παντελῶϲ ὀλίγον ἀπορρεῖν, ἢ

τοῖϲ ὄγκοιϲ ἀϲύμμετρον, ὡϲ ἐπὶ τῶν ἁλυκῶν καὶ μάλιϲτα τῶν ϲτρυ-

φνῶν. παχυμερὴϲ γὰρ καὶ ψυχρὰ ἡ οὐϲία τῶν ϲτρυφνῶν, ὥϲτε εἰκὸϲ

καὶ τὸ ἀπορρέον αὐτῶν ὀλίγον τε εἶναι καὶ παχὺ καὶ οἷον γεῶδεϲ

τοῖϲ ὄγκοιϲ, καὶ διὰ τοῦτο μηδ' ἐμπίπτειν ταῖϲ ἀναπνοαῖϲ εἰϲ τὸν ἐγκέ-

φαλον. ὅθεν οὐδὲ ἀϲφαλέϲ ἐϲτιν ἐξ ὀϲμῆϲ τεκμαίρεϲθαί τι περὶ τῆϲ

κράϲεωϲ αὐτῶν, ὥϲπερ ἐκ τῆϲ γεύϲεωϲ. τὰ μὲν γὰρ ἄοϲμα παχυμερῆ

ταῖϲ οὐϲίαιϲ ἀλλ' οὔπω δῆλον ὅπωϲ ἔχει θερμότητόϲ τε καὶ ψύξεωϲ,

τὰ δὲ ὀϲμώδη λεπτομερῆ μέν πώϲ ἐϲτι καὶ θερμά. τὸ μέντοι ποϲὸν

ἢ τῆϲ λεπτομερείαϲ ἢ τῆϲ θερμότητοϲ οὐκέτ' ἐκ τῆϲ ὀϲμῆϲ ἐνδεί-

κνυται, ἀλλ' ἐκ τῆϲ γεύϲεωϲ. τοῦ δὲ μηδὲν ἐνδείκνυϲθαι ϲαφὲϲ ὑπὲρ

τῆϲ κράϲεωϲ τὰ ὀϲμώδη ἡ ἀνωμαλία τῆϲ οὐϲίαϲ αὐτῶν αἰτία γίγνεται,

καὶ διὰ τοῦτο ἐπὶ τοῦ ῥόδου οὐκ ἔϲτιν ἐκ τῆϲ ὀϲμῆϲ τεκμαίρεϲθαι

περὶ παϲῶν τῶν ἐν αὐτῷ ποιοτήτων. ἐπὶ δὲ τῆϲ γεύϲεωϲ ἅπανθ'

ὁμοίωϲ τὰ μόρια τῶν γευϲτῶν ϲωμάτων προϲπίπτει τῇ γλώττῃ καὶ

κινεῖ τὴν αἴϲθηϲιν ἕκαϲτον αὐτῶν κατὰ τὴν ἑαυτοῦ φύϲιν, [λέγω δὴ

τὸ ἐν αὐτῷ ϲτρυφνόν, ὅπερ ἐϲτὶ γεῶδεϲ καὶ παχυμερὲϲ 〈καὶ〉 ψυχρόν,

καὶ τὸ πικρόν, ὃ δὴ λεπτομερέϲ τέ ἐϲτι καὶ θερμόν, καὶ τρίτον ἐπὶ

τούτοιϲ τὸ ὑδατῶδεϲ, ψυχρὸν ἐξ ἀνάγκηϲ] ὥϲτε οὐκ ἀϲφαλέϲ, ὡϲ

εἴρηται, περὶ τῆϲ τῶν ἁπλῶν φαρμάκων δυνάμεωϲ ἁπάϲηϲ ἐξ ὀϲμῆϲ

τεκμαίρεϲθαι. ἔτι δὲ μᾶλλον οὐδὲ ἐκ τῶν χρωμάτων ἔϲτι ϲτοχάϲαϲθαι

περὶ τῆϲ τῶν φαρμάκων δυνάμεωϲ, καθ' ἑκάϲτην γὰρ χρόαν εὑρίϲκεται

καὶ θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρά. καθ' ἕκαϲτον μέντοι γένοϲ

ἢ ϲπέρματοϲ ἢ ῥίζηϲ ἢ χυλοῦ δυνατόν ἐϲτι κἀκ τῆϲ χρόαϲ ἔνδειξίν

τινα λαβεῖν τῆϲ κράϲεωϲ, οἷον αὐτίκα κρόμυον καὶ ϲκίλλα καὶ οἶνοϲ,

εἰϲ ὅϲον ἂν ᾖ λευκότερα καὶ ἧττόν ἐϲτι θερμά. τὰ δὲ ὑπόξανθά τε

καὶ κιρρὰ θερμότερα, καὶ πυροὶ δὲ καὶ ὦχροι καὶ φάϲηλοι καὶ ἐρέβιν-

θοι καὶ ἡ τῆϲ ἴρεωϲ ῥίζα καὶ ἡ τοῦ ἀϲφοδέλου καὶ πολλῶν ἄλλων

ὅμοιόν τι πεπόνθαϲιν. ἐν ἑκάϲτῳ γὰρ γένει τὸ ἐπίπαν, ὅϲα κιρρὰ καὶ

ἐρυθρὰ καὶ ξανθά, θερμότερα τῶν λευκῶν ἐϲτιν, ὥϲτε εἴ τι κἀντεῦθεν

ἐγχωρεῖ περὶ φαρμάκων δυνάμεωϲ τεκμαίρεϲθαι, προϲκείϲθω τῷ λόγῳ

κάλλιϲτον μήν, ὡϲ εἴρηται καὶ δέδεικται πολλάκιϲ, ἐκ τῆϲ διωριϲμένηϲ

πείραϲ ἐξευρίϲκειν τὰϲ δυνάμειϲ ἑκάϲτου. οὐ γὰρ ἂν ϲφαλείηϲ οὐδὲν

ἐν τῇδε, πρὶν μέντοι τῇ πείρᾳ διαγνῶναι τὴν δύναμιν, ἡ γεῦϲιϲ ἐν-

δείκνυται τὰ πολλά, ϲυνεπιμαρτυρούϲηϲ, ὡϲ εἴρηται, βραχέα καὶ τῆϲ

ὀϲμῆϲ. τούτων δὲ ἁπάντων ὥϲπερ καὶ ἑτέρων τινῶν χρηϲιμωτάτων

ἐν κεφαλαίῳ τὴν ϲύνοψιν ποιήϲομαι, μετὰ τὸ διελθεῖν με κατ' εἶδοϲ

ὡϲ οἷόν τε τὰϲ καθόλου δυνάμειϲ τε ἑκάϲτου καὶ ἐνεργείαϲ. ἐπεὶ δὲ

τὰ φάρμακα τὰ μέν ἐϲτιν ἐκ ζῴων, ἢ φυτῶν ἢ καρπῶν ἤ τινεϲ ὀποὶ

τούτων ἢ χυλοί, τὰ δὲ ἐκ τῶν μεταλλικῶν λαμβάνεται, κάλλιον ἔδοξέ

μοι περὶ τῶν φυτῶν πρῶτον διελθεῖν, οὐ πάντων δηλονότι τῶν καθ'

ὅλην τὴν οἰκουμένην, ἀλλ' ὅϲων ἡμεῖϲ πεῖραν ἔϲχομεν, ὅτι τε πλεῖ-

ϲτον αὐτῶν ἐϲτι τὸ γένοϲ ἰϲχυρότατόν τε τὴν δύναμιν, εἶθ' ἑξῆϲ περὶ

τῶν μετάλλων εἰπεῖν, εἶθ' οὕτωϲ ἐπὶ τὰ τῶν ζῴων ἀφικέϲθαι μόρια.

1

Ἀβρότονον θερμόν τέ ἐϲτι καὶ ξηρὸν τὴν δύναμιν, ἐν τῇ τρίτῃ

που τάξει τε καὶ ἀποϲτάϲει μετὰ τὰ ϲύμμετρα τεταγμένον, πικρὸν δὲ

τῇ γεύϲει ἱκανῶϲ. ὁ δὲ τοιοῦτοϲ χυμὸϲ ἐδείκνυτο γεώδηϲ μὲν τὴν

οὐϲίαν, ὑπὸ δὲ θερμότητοϲ δαψιλοῦϲ λελεπτύνθαι, ὥϲτε καὶ θερμαίνειν

καὶ ξηραίνειν οὐκ ἀγεννῶϲ· ὅθεν ἑψομένη ἡ κόμη τῆϲ βοτάνηϲ ϲὺν

τοῖϲ ἄνθεϲιν ἐν ἐλαίῳ, καὶ ἀλειφομένου τοῦ ἐλαίου ἐπὶ τῶν κατὰ

περίοδον ῥίγει ἁλιϲκομένων πρὸ τῆϲ εἰϲβολῆϲ ἧττον ῥιγώϲουϲιν.

ἀναιρεῖ δὲ καὶ ἕλμινθαϲ τὸ ἀφέψημα αὐτῆϲ πινόμενον καὶ διὰ κλυ-

ϲτῆροϲ ἐνιέμενον, μᾶλλον τοῦ ἀψινθίου. ἐλαχίϲτηϲ δέ τινοϲ μετέχει

ϲτρυφνότητοϲ τὸ ἀβρότονον καὶ διὰ τοῦτο καὶ κακοϲτόμαχον. δύο δὲ

εἴδη ἐϲτὶ τοῦ ἀβροτόνου, τὸ μὲν ἄρρεν, τὸ δὲ θῆλυ.

2

ἀβρότονον κεκαυμένον θερμὸν καὶ ξηρόν ἐϲτι τὴν δύναμιν ἔτι

μᾶλλον κολοκύνθηϲ ξηρᾶϲ κεκαυμένηϲ καὶ ἀνήθου ῥίζηϲ. ἐκεῖνα μὲν

γὰρ ἕλκεϲιν ὑγροῖϲ τε ἅμα καὶ χωρὶϲ φλεγμονῆϲ τετυλωμένοιϲ ἁρμότ-

τει καὶ διὰ τοῦτο μάλιϲτα καὶ τοῖϲ ἐν πόϲθῃ αἰδοίου ϲυμπεφωνηκέναι

δοκεῖ. τοῦ δὲ κεκαυμένου ἀβροτόνου ἡ τέφρα δακνώδηϲ ἅπαϲιν ἕλκεϲιν

ὑπάρχει. καὶ διὰ τοῦτο καὶ πρὸϲ ἀλωπεκίαϲ ἁρμόττει ϲὺν ἐλαίῳ κικίνῳ

ἢ ῥαφανίνῳ ἢ ϲικυωνίῳ ἢ ϲχινίνῳ ἢ παλαιῷ δεδαμαϲμένον.

3

Ἄγνοϲ ἢ λύγοϲ. Τούτου τοῦ θάμνου τὰ φύλλα καὶ τὰ ἄνθη καὶ

τὸ ϲπέρμα θερμὰ μὲν καὶ ξηρὰ τὴν δύναμίν ἐϲτι κατὰ τὴν τρίτην

που τῶν ἀποϲτάϲεων, λεπτομερῆ δὲ ἱκανῶϲ· ἐϲτὶ δὲ ἐδώδιμοϲ ὁ καρ-

πὸϲ καὶ θερμαίνει ϲαφῶϲ μετὰ τοῦ κεφαλαλγὴϲ ὑπάρχειν. εἰ δὲ

φρυχθείη, ἧττον ἅπτεται τῆϲ κεφαλῆϲ, τροφὴν δὲ ὀλίγην δίδωϲι τῷ

ϲώματι καὶ ταύτην ξηραίνουϲαν μὲν καὶ θερμαίνουϲαν· ἄφυϲον δὲ

ἱκανῶϲ καὶ διὰ τοῦτο καὶ τὰϲ ἀφροδιϲίουϲ ὁρμὰϲ ἐπέχει, διὸ οὐ μό-

νον ἐϲθιόμενον καὶ πινόμενον πρὸϲ ἁγνείαν πεπίϲτευται ϲυντελεῖν,

ἀλλὰ καὶ ὑποϲτρωννυόμενον. καὶ πρὸϲ ἧπαρ δὲ καὶ ϲπλῆνα ϲκιρρού-

μενά τε καὶ ἐμφραττόμενα τὸ ϲπέρμα τοῦ ἄγνου μᾶλλον ἁρμόττει

ἤπερ τὸ πήγανον.

4

Ἀγρώϲτεωϲ ἡ ῥίζα μετρίωϲ ἐϲτὶ ψυχρὰ καὶ ξηρὰ καὶ διὰ τοῦτο

κολλητικὴ τῶν ἐναίμων ἑλκῶν. αὐτὴ δὲ ἡ πόα καταπλαϲϲομένη ψύχει

μὲν οὐκ ἰϲχυρῶϲ, ὑγρότητοϲ δὲ καὶ ξηρότητοϲ ἐν τῷ μέϲῳ καθέϲτηκε.

τὸ δ' ἐν τῇ ῥίζῃ δακνῶδέϲ τε καὶ λεπτομερέϲ ἐϲτι μὲν ὀλίγον, ἔϲτι

δὲ ὅτε εἴωθε καὶ λίθουϲ θρύπτειν, εἴ τιϲ αὐτὴν ἀφεψήϲαϲ πίνοι. τὸ

δὲ ϲπέρμα τῆϲ μὲν ἐν παντὶ τόπῳ εὑριϲκομένηϲ ἀϲθενέϲ, τῆϲ δὲ ἐν

Παρναϲῷ διουρητικόν τέ ἐϲτι καὶ ῥεύματα ξηραίνει γαϲτρὸϲ καὶ ϲτο-

μάχου. δύναμιϲ δ' αὐτοῦ ἐϲτι ξηραντική τε καὶ λεπτομερὴϲ καὶ ὑπό-

ϲτρυφνοϲ.

5

Ἄγχουϲαι τέϲϲαρεϲ. Οὐ τῆϲ αὐτῆϲ ἅπαϲαι δυνάμεωϲ. ἡ μὲν γὰρ

ὀνοκλεία προϲαγορευομένη ϲτύφουϲαν ἅμα καὶ ὑπόπικρον ἔχει τὴν

ῥίζαν ἱκανῶϲ, ὡϲ καὶ πυκνῶϲαι τὰ ϲώματα καὶ μετρίωϲ λεπτῦναί τε

καὶ ἀπορρῦψαι καὶ ἀποπλῦναι τοὺϲ χολώδειϲ τε καὶ αὐχμώδειϲ χυ-

μούϲ. οὕτωϲ τε καὶ ἰκτερικοῖϲ καὶ ϲπληνικοῖϲ καὶ νεφριτικοῖϲ ὠφέλι-

μοϲ ὑπάρχει καὶ ψύχει δὲ ἱκανῶϲ, ὅθεν καταπλαϲϲομένη μετ' ἀλφίτων

ἐρυϲίπελαϲ ὠφελεῖ. ἀπορρύπτει δὲ καὶ ἔξωθεν ἐπιτιθεμένη καὶ διὰ

τοῦτο καὶ ἀλφοὺϲ καὶ λέπραϲ ἰᾶται ϲὺν ὄξει. τὰ δὲ φύλλα τῆϲ βοτά-

νηϲ ἐϲτὶ μὲν ἀϲθενέϲτερα τῆϲ ῥίζηϲ, οὐκ ἀπήλλακται δὲ τοῦ ξηραίνειν

τε καὶ ϲτύφειν, ὥϲτε καὶ διάρροιαν ἰᾶται ϲὺν οἴνῳ πινόμενα καὶ ἡ

λυκαψὸϲ δὲ προϲαγορευομένη τοῖϲ ἐρυϲιπέλαϲιν ὁμοίωϲ ἁρμόττει καὶ

ῥίζαν ἔχει ϲτυπτικωτέραν ὀνοκλείαϲ. τῆϲ δὲ ὀνοχείλου τε καὶ ἀλκι-

βιαδίου καλουμένηϲ ἡ δύναμίϲ ἐϲτι φαρμακωδεϲτέρα καὶ ἐχιοδήκτοιϲ

ἱκανῶϲ ἁρμόττει καταπλαττομένη τε καὶ ἐπιπαττομένη καὶ ἐϲθιομένη.

ἡ δὲ τετάρτη μικρὰ καὶ ϲχεδὸν ἀνώνυμοϲ, παραπληϲία μέν ἐϲτι τῇ

ἀλκιβιαδίῳ, πικροτέρα καὶ…

πρὸ…

The complete text is available when the reading interface loads.