Iatricorum liber ii
- Edition reference
- Iatricorum liber ii, ed. Olivieri, CMG 8.1 (1935) 152–255.
- CTS identifier
urn:cts:greekLit:tlg0718.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
P
λ̅β̅ Λίθοϲ ἀετίτηϲ
λ̅γ̅ Ἀλαβανδικὸϲ ἢ ἀλαβάνδινον
λ̅δ̅ Γαγάτηϲ ἄλλοϲ
λ̅ε̅ Ἤλεκτρον ἢ ϲούκινον ἢ λιγγούριον
λ̅Ϛ̅ Ἴαϲπιϲ ὁ ὑπόχλωροϲ
λ̅ζ̅ Ἰαϲπαχάτηϲ
λ̅η̅ Ϲάπφειροϲ λίθοϲ
λ̅θ̅ Ϲμάραγδοϲ λίθοϲ
μ̅ Περὶ μεταλλικῶν καὶ τῶν ἐξ ὕδατοϲ
γεννωμένων
μ̅α̅ Περὶ ἀδάρκηϲ
μ̅β̅ Ἀλκυόνια
μ̅γ̅ Ἅλεϲ
μ̅δ̅ Ἅλεϲ κεκαυμένοι
μ̅ε̅ Ἁλὸϲ ἄνθοϲ
μ̅Ϛ̅ Ἁλὸϲ ἄχνη
μ̅ζ̅ Ἀρμενιακὸν τὸ τῶν ζωγράφων
μ̅η̅ Ἀρϲενικόν
μ̅θ̅ Ἄϲφαλτον
ν̅ Ἀφρόνιτρον καὶ νίτρου ἀφρόϲ
ν̅α̅ Γύψοϲ
ν̅β̅ Διφρυγέϲ
ν̅γ̅ Διαφανέϲ
ν̅δ̅ Θεῖον
ν̅ε̅ Ἰὸϲ ξυϲτόϲ
ν̅Ϛ̅ Ἰοῦ ϲκώληκοϲ ϲκευαϲία
ν̅ζ̅ Καδμία
ν̅η̅ Κύανοϲ
ν̅θ̅ Λεπὶϲ χαλκοῦ καὶ ϲιδήρου.
ξ̅ Λιθάργυροϲ
ξ̅α̅ Λίτρον
ξ̅β̅ Μελαντηρία
ξ̅γ̅ Μέλαν ᾧ γράφομεν
ξ̅δ̅ Μίξυ καὶ ϲῶρι καὶ χαλκῖτιϲ
ξ̅ε̅ Μολίβδαινα
ξ̅Ϛ̅ Μόλυβδοϲ
ξ̅ζ̅ Πομφόλυξ
ξ̅η̅ Ῥοιδαρίου ϲκευαϲία
ξ̅θ̅ Ϲανδαράκη
ο̅ Ϲάνδυξ καὶ ϲυρικοῦν
ο̅α̅ Ϲκωρία πᾶϲα
ο̅β̅ Ϲτίμμι
ο̅γ̅ Ϲπόγγοϲ
ο̅δ̅ Ϲτυπτηρία πᾶϲα
ο̅ε̅ Τίτανοϲ
ο̅Ϛ̅ Φῦκοϲ
ο̅ζ̅ Χάλκανθοϲ
ο̅η̅ Χαλκῖτιϲ
ο̅θ̅ Χαλκὸϲ κεκαυμένοϲ
π̅ Χαλκοῦ ἄνθοϲ
π̅α̅ Χρυϲοκόλλα
π̅β̅ Ψιμμύθιον
π̅γ̅ Ψωρικόν
π̅δ̅ Περὶ τῆϲ ἀπὸ τῶν ζῴων ὠφελείαϲ
π̅ε̅ Περὶ αἵματοϲ
π̅Ϛ̅ Περὶ γάλακτοϲ ἐκ τῶν Ῥούφου καὶ
Γαληνοῦ
π̅ζ̅ Περὶ διαφορᾶϲ γάλακτοϲ
π̅η̅ Περὶ διαφορᾶϲ γάλακτοϲ ἀπὸ τῆϲ
ἕξεωϲ τῶν ζῴων
π̅θ̅ Περὶ τῆϲ ἀπὸ τῶν ὡρῶν τοῦ ἔτουϲ
διαφορᾶϲ τοῦ γάλακτοϲ
Ϟ̅ Περὶ τῆϲ ἀπὸ τῆϲ νομῆϲ διαφορᾶϲ
τοῦ γάλακτοϲ
Ϟ̅α̅ Περὶ τῆϲ ἡλικίαϲ διαφορᾶϲ γάλακτοϲ
Ϟ̅β̅ Τίϲι τὸ γάλα ἁρμόδιον
Ϟ̅γ̅ Περὶ τρόπου καὶ καιροῦ χρήϲεωϲ
καὶ μέτρου
Ϟ̅δ̅ Τίναϲ βλάπτει τὸ γάλα
Ϟ̅ε̅ Περὶ ἑψήϲεωϲ γάλακτοϲ
Ϟ̅Ϛ̅ Περὶ ὀρροῦ γάλακτοϲ
Ϟ̅ζ̅ Περὶ τῶν ἡδονῆϲ χάριν ϲυνεψομέ-
νων τῷ γάλακτι
Ϟ̅η̅ Περὶ ὀξυγάλακτοϲ
Ϟ̅θ̅ Περὶ πρωτογάλακτοϲ
ρ̅ Περὶ τῆϲ πηκτῆϲ καλουμένηϲ
ρ̅α̅ Περὶ τυροῦ
ρ̅β̅ Φάρμακον τὸ διὰ τοῦ παλαιοῦ τυροῦ
πρὸϲ πώρουϲ
ρ̅γ̅ Περὶ ἐνεργείαϲ τοῦ νέου τυροῦ ἔξ-
ωθεν προϲαγομένου
ρ̅δ̅ Περὶ βουτύρου
ρ̅ε̅ Περὶ πιτύαϲ
ρ̅Ϛ̅ Περὶ χολῆϲ
ρ̅ζ̅ Περὶ ἱδρῶτοϲ
ρ̅η̅ Περὶ οὔρων
ρ̅θ̅ Περὶ ϲιάλου
ρ̅ι̅ Περὶ κόπρου
ρ̅ι̅α̅ Περὶ κυνείαϲ κόπρου
ρ̅ι̅β̅ Περὶ ἀνθρωπείαϲ κόπρου
ρ̅ι̅γ̅ Περὶ λυκείαϲ κόπρου
ρ̅ι̅δ̅ Περὶ αἰγείαϲ κόπρου
ρ̅ι̅ε̅ Περὶ κόπρου βοόϲ
ρ̅ι̅Ϛ̅ Περὶ προβατείαϲ κόπρου
ρ̅ι̅ζ̅ Περὶ περιϲτερῶν κόπρου
ρ̅ι̅η̅ Περὶ ἀλεκτορίδων κόπρου
ρ̅ι̅θ̅ Περὶ κόπρου χηνὸϲ ἱέρακοϲ πελαρ-
γῶν καὶ τῶν ὁμοίων καὶ χερϲαίων
κροκοδείλων
ρ̅κ̅ Ῥύποϲ προβάτων ἐξ οὗ τὸ ὕϲϲωπον
ρ̅κ̅α̅ Περὶ ϲαρκῶν
ρ̅κ̅β̅ Περὶ τῶν ἐν τοῖϲ πεζοῖϲ ζῴοιϲ ἄκρων
ρ̅κ̅γ̅ Περὶ ἀδένων
ρ̅κ̅δ̅ Περὶ ὄρχεων
ρ̅κ̅ε̅ Περὶ νεφρῶν
ρ̅κ̅Ϛ̅ Περὶ ἐγκεφάλου
ρ̅κ̅ζ̅ Περὶ τῶν ἐν τοῖϲ πεζοῖϲ ζῴοιϲ
ϲπλάγχνων
ρ̅κ̅η̅ Περὶ κοιλίαϲ καὶ ἐντέρων καὶ μή-
τραϲ
ρ̅κ̅θ̅ Περὶ τῆϲ τῶν ἀγρίων ζῴων ϲαρκόϲ
ρ̅λ̅ Περὶ τῆϲ ἀπὸ τῶν πτηνῶν ζῴων
τροφῆϲ
ρ̅λ̅α̅ Περὶ χηνῶν καὶ ϲτρουθοκαμήλων
ρ̅λ̅β̅ Περὶ γεράνων
ρ̅λ̅γ̅ Περὶ τῆϲ κατὰ τὰ μόρια τῶν πτη-
νῶν ζῴων διαφορᾶϲ
ρ̅λ̅δ̅ Περὶ ὠῶν
ρ̅λ̅ε̅ Ὅϲα ὡϲ φάρμακον ἐνεργεῖται ὠά
ρ̅λ̅Ϛ̅ Περὶ τῆϲ ἀπὸ τῶν ἐνύδρων ζῴων
τροφῆϲ
ρ̅λ̅ζ̅ Περὶ κεφάλου
ρ̅λ̅η̅ Περὶ λάβρακοϲ
ρ̅λ̅θ̅ Περὶ τρίγληϲ
ρ̅μ̅ Περὶ πετραίων ἰχθύων
ρ̅μ̅α̅ Περὶ κωβιοῦ
ρ̅μ̅β̅ Περὶ μαλακοϲάρκων
ρ̅μ̅γ̅ Περὶ ϲκληροϲάρκων
ρ̅μ̅δ̅ Περὶ ὀϲτρακοδέρμων
ρ̅μ̅ε̅ Περὶ μαλακοϲτράκων
ρ̅μ̅Ϛ̅ Περὶ μαλακίων
ρ̅μ̅ζ̅ Περὶ ϲελαχίων
ρ̅μ̅η̅ Περὶ ἐχίνων θαλαττίων
ρ̅μ̅θ̅ Περὶ τῶν ταριχευομένων ἐπιγείων
καὶ ἐνύδρων
ρ̅ν̅ Περὶ γάρου
ρ̅ν̅α̅ Περὶ ἅλμηϲ
ρ̅ν̅β̅ Περὶ πιμελῆϲ καὶ στέατοϲ
ρ̅ν̅γ̅ Περὶ μυελοῦ
ρ̅ν̅δ̅ Περὶ πνεύμονοϲ
ρ̅ν̅ε̅ Περὶ κεφαλῆϲ
ρ̅ν̅Ϛ̅ Περὶ κεράτων
ρ̅ν̅ζ̅ Περὶ ὀνύχων
ρ̅ν̅η̅ Περὶ λειχήνων ἵππων
ρ̅ν̅θ̅ Περὶ ἐρίων ῥυπαρῶν καὶ καθαρῶν
καὶ κεκαυμένων
ρ̅ξ̅ Τρίχεϲ κεκαυμέναι
ρ̅ξ̅α̅ Ὀϲτέα κεκαυμένα
ρ̅ξ̅β̅ Περὶ δερμάτων
ρ̅ξ̅γ̅ Περὶ αἰθυίηϲ
ρ̅ξ̅δ̅ Περὶ ἀλωπέκων
ρ̅ξ̅ε̅ Περὶ ἀράχνηϲ
ρ̅ξ̅Ϛ̅ Περὶ βατράχων
ρ̅ξ̅ζ̅ Περὶ γαλῆϲ
ρ̅ξ̅η̅ Περὶ γῆϲ ἐντέρων
ρ̅ξ̅θ̅ Περὶ δράκοντοϲ θαλαϲϲίου
ρ̅ο̅ Περὶ ἐχίδνηϲ
ρ̅ο̅α̅ Ἐχῖνοϲ θαλάττιοϲ
ρ̅ο̅β̅ Ἐχῖνοϲ χερϲαῖοϲ
ρ̅ο̅γ̅ Ἱππόκαμποι θαλάττιοι
ρ̅ο̅δ̅ Περὶ κανθαρίδων
ρ̅ο̅ε̅ Καρκῖνοι ποτάμιοι
ρ̅ο̅Ϛ̅ Περὶ καράβου
ρ̅ο̅ζ̅ Κάϲτοροϲ ὄρχιϲ
ρ̅ο̅η̅ Κυνὸϲ ποταμίου ὄρχιϲ
ρ̅ο̅θ̅ Κυνὸϲ χερσαίου ϲκύλαξ
ρ̅π̅ Κύκνου νεοττόϲ
ρ̅π̅α̅ Κηρύκων ὄϲτρακα κεκαυμένα
ρ̅π̅β̅ Κορυδαλλὸϲ τὸ πτηνὸν ζῷον
ρ̅π̅γ̅ Κοχλίοϲ χερϲαῖοϲ
ρ̅π̅δ̅ Περὶ μαινίδοϲ ταριχηρᾶϲ
ρ̅π̅ε̅ Νάρκα ζῶϲα
ρ̅π̅Ϛ̅ Ὀνίϲκοϲ θαλάττιοϲ
ρ̅π̅ζ̅ Ὀϲτρέων ὄϲτρακα
ρ̅π̅η̅ Πορφυρῶν ὄϲτρακα
ρ̅π̅θ̅ Ῥίνη θαλαττία
ρ̅Ϟ̅ Ϲηπία
ρ̅Ϟ̅α̅ Ϲκίγκοϲ
ρ̅Ϟ̅β̅ Τελλίναι
ρ̅Ϟ̅γ̅ Τέττιξ
ρ̅Ϟ̅δ̅ Ὕαινα
ρ̅Ϟ̅ε̅ Χελιδόνεϲ
ρ̅Ϟ̅Ϛ̅ Περὶ ἐκλογῆϲ τῶν καλλιϲτευόντων
ἁπλῶν φαρμάκων
ρ̅Ϟ̅ζ̅ Ἐκ τῶν Ὀριβαϲίου. Ὅϲα μέϲα ἐϲτὶ
τῶν θερμαινόντων καὶ ψυχόντων
ρ̅Ϟ̅η̅ Ὅϲα θερμαίνει
ρ̅Ϟ̅θ̅ Ὅϲα θερμαίνει τῆϲ πρώτηϲ τάξεωϲ
ϲ̅ Ὅϲα θερμαίνει τῆϲ β̅
ϲ̅α̅ Ὅϲα θερμαίνει τῆϲ τρίτηϲ
ϲ̅β̅ Ὅϲα θερμαίνει τῆϲ δ̅
ϲ̅γ̅ Ὅϲα ψύχει
ϲ̅δ̅ Ὅϲα ψύχει τῆϲ α̅ τάξεωϲ
ϲ̅ε̅ Ὅϲα ψύχει τῆϲ β̅
ϲ̅Ϛ̅ Ὅϲα ψύχει τῆϲ γ̅
ϲ̅ζ̅ Ὅϲα ψύχει τῆϲ τετάρτηϲ
ϲ̅η̅ Ὅϲα ξηραίνει ἀδήκτωϲ
ϲ̅θ̅ Ὅϲα ξηραίνει ἁπλῶϲ
ϲ̅ι̅ Ὅϲα ξηραίνει τῆϲ πρώτηϲ
ϲ̅ι̅α̅ Ὅϲα τῆϲ δευτέραϲ
ϲ̅ι̅β̅ Ὅϲα τῆϲ τρίτηϲ
ϲ̅ι̅γ̅ Ὅϲα τῆϲ δ̅
ϲ̅ι̅δ̅ Ὅϲα μέϲα τῶν ξηραινόντων καὶ
ὑγραινόντων
ϲ̅ι̅ε̅ Ὅϲα ὑγραίνει τῆϲ α̅
ϲ̅ι̅Ϛ̅ Ὅϲα τῆϲ δευτέραϲ
ϲ̅ι̅ζ̅ Ὅϲα ὑδατώδη ψυχρότητα ἔχει
ϲ̅ι̅η̅ Ὅϲα λεπτομερῆ
ϲ̅ι̅θ̅ Ὅϲα παχυμερῆ
ϲ̅κ̅ Ὅϲα ῥωϲτικά
ϲ̅κ̅α̅ Ὅϲα ϲυμπεπτικά
ϲ̅κ̅β̅ Ὅϲα ἐκπυητικά
ϲ̅κ̅γ̅ Ὅϲα μαλακτικά
ϲ̅κ̅δ̅ Ὅϲα ϲκληρύνει
ϲ̅κ̅ε̅ Ὅϲα ῥύπτει
ϲ̅κ̅Ϛ̅ Ὅϲα ἀναϲτομωτικά
ϲ̅κ̅ζ̅ Ὅϲα ἀραιωτικὰ τοῦ δέρματοϲ
ϲ̅κ̅η̅ Ὅϲα ὑπνωτικά
ϲ̅κ̅θ̅ Ὅϲα ϲηπτικά
ϲ̅λ̅ Ὅϲα καταϲταλτικὰ τῶν ὑπεροχῶν
ϲ̅λ̅α̅ Ὅϲα ἐπουλοῖ
ϲ̅λ̅β̅ Ὅϲα ἑλκοὶ ἐπιπολαίωϲ
ϲ̅λ̅γ̅ Ὅϲα καυϲτικά
ϲ̅λ̅δ̅ Ὅϲα ἑλκτικά
ϲ̅λ̅ε̅ Ὅϲα διαφορητικά
ϲ̅λ̅Ϛ̅ Ὅϲα ϲτύφει
ϲ̅λ̅ζ̅ Ὅϲα ϲπέρμα γεννᾷ καὶ προκαλεῖται
ϲ̅λ̅η̅ Ὅϲα ἐπέχει ϲπέρμα
ϲ̅λ̅θ̅ Περὶ τροφῶν δυνάμεων
ϲ̅μ̅ Ὅϲα λεπτύνοντά ἐϲτιν ἐν τροφαῖϲ
ϲ̅μ̅α̅ Ὅϲα παχύχυμα
ϲ̅μ̅β̅ Ὅϲα μέϲα τῶν λεπτυνόντων καὶ
παχυνόντων
ϲ̅μ̅γ̅ Ὅϲα γλίϲχρον χυμὸν γεννᾷ
ϲ̅μ̅δ̅ Ὅϲα ὠμοὺϲ χυμοὺϲ γεννᾷ
ϲ̅μ̅ε̅ Ὅϲα ψυχροὺϲ χυμοὺϲ γεννᾷ
ϲ̅μ̅Ϛ̅ Ὅϲα μελαγχολικοὺϲ χυμοὺϲ γεννᾷ
ϲ̅μ̅ζ̅ Ὅϲα χολώδη χυμὸν γεννᾷ
ϲ̅μ̅η̅ Ὅϲα ἐϲτὶ περιττωματικά
ϲ̅μ̅θ̅ Ὅϲα ἐϲτὶν ἀπέριττα
ϲ̅ν̅ Ὅϲα πολύτροφα
ϲ̅ν̅α̅ Ὅϲα ὀλιγότροφα
ϲ̅ν̅β̅ Ὅϲα εὔχυμα
ϲ̅ν̅γ̅ Ὅϲα κακόχυμα
ϲ̅ν̅δ̅ Ὅϲα εὔπεπτα
ϲ̅ν̅ε̅ Ὅϲα δύϲπεπτα
ϲ̅ν̅Ϛ̅ Ὅϲα εὐϲτόμαχα καὶ ῥωϲτικά
ϲ̅ν̅ζ̅ Ὅϲα κακοϲτόμαχα
ϲ̅ν̅η̅ Ὅϲα ἄφυϲα
ϲ̅ν̅θ̅ Ὅϲα φυϲώδη
ϲ̅ξ̅ Ὅϲα ῥύπτει τέμνει ἐκφράττει
ϲ̅ξ̅α̅ Ὅϲα ἐμφράττει
ϲ̅ξ̅β̅ Ὅϲα βραδύπορα
ϲ̅ξ̅γ̅ Ὅϲα εὔφθαρτα
ϲ̅ξ̅δ̅ Ὅϲα δύϲφθαρτα
ϲ̅ξ̅ε̅ Ὅϲα ὑπάγει γαϲτέρα
ϲ̅ξ̅Ϛ̅ Ὅϲα ἐπέχει γαϲτέρα
ϲ̅ξ̅ζ̅ Ὅϲα θερμαίνει
ϲ̅ξ̅η̅ Ὅϲα ψύχει
ϲ̅ξ̅θ̅ Ὅϲα ξηραίνει
ϲ̅ο̅ Ὅϲα ὑγραίνει
ϲ̅ο̅α̅ Ὅϲα κεφαλὴν βλάπτει
Arg
{Λόγοϲ β̅}
Περὶ τῶν τῆϲ γῆϲ διαφορῶν καὶ λίθων καὶ μεταλλικῶν καὶ τῆϲ
ἀπὸ τῶν ζῴων ὠφελείαϲ, ἐκ τῶν ἁπλῶν Γαληνοῦ καὶ τοῦ περὶ τρο-
φῶν δυνάμεων αὐτοῦ καὶ Ὀριβαϲίου καὶ ἑτέρων.
Ὅϲα μὲν φυτῶν ἐϲτι μόρια καὶ καρποὶ καὶ χυλοὶ καὶ ὀποὶ πρό-
ϲθεν εἴρηται· νυνὶ δὲ περὶ τῶν ὑπολοίπων φαρμάκων ὅϲα τῆϲ γῆϲ
ἐϲτιν εἴδη καὶ ὅϲα μεταλλεύεται πρόκειται διελθεῖν, ἔπειτα καὶ περὶ
ζῴων.
1
Περὶ τῶν γῆϲ διαφορῶν. Γῆϲ ϲυνήθωϲ πάντεϲ ἄνθρωποι ὀνομά-
ζουϲιν ἐκείνην μόνην τὴν οὐϲίαν, ἥ τιϲ ὑγρῷ φυραθεῖϲα πηλὸϲ γίνεται·
ἡ γὰρ ἐν τοῖϲ μετάλλοιϲ εὑριϲκομένη ἄτεγκτοϲ γίνεται. λέγω δὲ τέγγε-
ϲθαι μὲν τὸ δι' ὅληϲ τῆϲ οὐϲίαϲ ὑγραίνεϲθαι, βρέχεϲθαι δὲ κατὰ τὴν
ἐπιφάνειαν μόνην, οὐ διικνουμένηϲ εἰϲ τὸ βάθοϲ αὐτῆϲ τῆϲ ὑγρότητοϲ.
ξηραντικὴν δὲ ἅπαϲα γῆ ἔχει δύναμιν· ἐπεὶ καὶ φύϲει ξηρόν ἐϲτιν αὐτῆϲ
τὸ ϲῶμα. καὶ ὅταν ἀκριβῶϲ ᾖ πυρώδουϲ ἄμικτοϲ οὐϲίαϲ, ἀδηκτοτάτωϲ
ξηραίνει· ϲυντελεῖ δὲ εἰϲ τοῦτ' αὐτῇ τὸ πεπλύϲθαι. τινὲϲ μὲν οὖν οὐ
δέονται πλύϲεωϲ, τινὲϲ δὲ καὶ δὶϲ καὶ τρὶϲ δέονται πλυθῆναι. εἰ δὲ
καὶ γεγυμναϲμένην ἔχοιϲ τὴν γευϲτικὴν αἴϲθηϲιν, αὐτὸϲ ἔϲῃ κριτὴϲ
ἀκριβὴϲ ἧϲ τε δεῖ πλύνειν γῆϲ ἧϲ τε μή, τῷ μὴ μετέχειν αὐτὴν δη-
λονότι δριμύτητόϲ τινοϲ ἢ ϲτύψεωϲ. ἐπεὶ δὲ ἀδύνατόν ἐϲτιν εὑρεῖν
οὐϲίαν ἄμικτον, ἀκριβῶϲ προϲεπιϲκέπτεϲθαι χρὴ τὴν μίξιν ἐκ τῶν ϲυμ-
βεβηκότων αὐτῇ κατά τε τὰϲ ἐν τῇ κουφότητι καὶ βαρύτητι διαφορὰϲ
καὶ τὰϲ ἐν τῇ γεύϲει. ϲτύψεωϲ μὲν γὰρ ἔμφαϲιν ἔχουϲα τοϲοῦτον με-
τείληφε ψύξεωϲ, ὅϲον καὶ ϲτύψεωϲ. εἰ δὲ καὶ δριμύτητοϲ ἐμφαίνοιτό
τι, τοϲοῦτον ἔχει θερμότητοϲ ὅϲον δριμύτητοϲ. καὶ ἡ μὲν κούφη γίγνε-
ται, ὅταν ἀερώδουϲ οὐϲίαϲ μετέχῃ δαψιλοῦϲ ἐν τῇ δι' ὅληϲ αὑτῆϲ
κράϲει· ἡ δὲ βαρεῖα ὅϲον μᾶλλον ᾖ βαρεῖα, τοϲοῦτον μᾶλλον εἰλικρι-
νήϲ ἐϲτι γῆ. ἡ μὲν οὖν θερμὴ δηλονότι θερμαίνει, ἡ δὲ ψύχουϲα καὶ
ϲτύφουϲα δηλονότι ἐμψύχει καὶ ἀποκρούεται. ἡ δὲ τοῦ ῥυπτικοῦ μετέ-
χουϲα χωρὶϲ ἐπιφανοῦϲ θερμότητοϲ ξηραίνει ἀδήκτωϲ, ἡ δὲ ἐπὶ πλέον
τὸ ἐχέκολλον ἔχουϲα οὐ ῥύπτει. ἐμπλαϲτικωτέραν γὰρ ἐργάζεται τὴν
οὐϲίαν τὸ κολλῶδεϲ, ὥϲτε μὴ ῥύπτειν, ὅταν γε μηδεμία δριμύτηϲ ἄλλη
προϲῇ τῷ γλίϲχρῳ, ὡϲ ἐπὶ τοῦ ἰξοῦ ἐϲτιν ἰδεῖν· ἀναγκαιότατον δὲ
μηδὲ τοῦτο ἀγνοεῖν, ἀλλ' ἀεὶ αὐτοῦ μεμνῆϲθαι ἐπὶ πάϲηϲ ὕληϲ εἰϲ
ἰατρικὴν χρείαν ἀγομένηϲ. οἱ μὲν γὰρ πλεῖϲτοι νομίζουϲι τὰ καυθέντα
πάντα ψυχρότερα γίγνεϲθαι ϲφῶν αὐτῶν, ἔνιοι δὲ πάλιν αὐξάνεϲθαι
τὴν θερμαϲίαν οἴονται τῶν καυθέντων· ἁμαρτάνουϲι δὲ ἀμφότεροι. τὰ
μὲν οὖν δριμέα πάντα καυθέντα πολὺ τῆϲ θερμότητοϲ ἀπόλλυϲι, τὰ
δὲ μὴ τοιαῦτα καυθέντα προϲλαμβάνει θερμότητοϲ, τελέωϲ δὲ ψυχρὸν
οὐδὲν τῶν καυθέντων γίγνεται. ἐγκαταλείπεται γὰρ αὐτοῖϲ οἷον ἐμπύ-
ρευμά τι λεπτομερὲϲ καὶ τοῦτό ἐϲτι τὸ κατὰ τὰϲ πλύϲειϲ τῶν καυθέν-
των ἀπορρυπτόμενον, οὗ ϲυναπελθόντοϲ τῷ ὕδατι τὸ λοιπὸν τοῦ καυ-
θέντοϲ οὐϲία γεώδηϲ ψυχρὰ γίγνεται, ἀδήκτωϲ ξηρᾶναι δυναμένη. τὸ
δὲ ὕδωρ, ᾧ τὸ φάρμακον ἐπλύθη, θερμὴν δύναμιν ἐπεκτήϲατο λεπτο-
μερῆ. τούτου τοίνυν προδεδηλωμένου καιρὸϲ ἤδη λέγειν ὅπωϲ δεῖ
πλύνειν ἅπαϲαν γῆν ἄκαυϲτον πλύϲεωϲ δεομένην. τινὲϲ γάρ, καθὼϲ
προείρηται, οὐ δέονται πλύϲεωϲ.
2
Ὅπωϲ δεῖ πλύνειν πᾶϲαν γῆν. Πλύνεται δὲ πᾶϲα γῆ τοῦτον τὸν
τρόπον· ὕδατι μὲν φυρᾶται μηδεμιᾶϲ φαρμακώδουϲ ποιότητοϲ ἔμφα-
ϲιν ἔχοντι· καταϲτάντοϲ δὲ τοῦ πηλοῦ καὶ περιαιρεθέντοϲ δὲ ἄνωθεν
τοῦ ὕδατοϲ, εἶτα τοῦ μετ' αὐτὸ χωριϲθέντοϲ ἀπὸ τῶν ὑφιϲταμένων
κάτω λιθωδῶν τε καὶ ψαμμωδῶν.
3
Θεραπεῖαι αἱ διὰ τῆϲ γῆϲ ἐπιτελούμεναι τῆϲ γεωργουμένηϲ. Τῆϲ
δὲ γεωργουμένηϲ ἡ λιπαρὰ πᾶϲα γῆ χρήϲιμοϲ εἰϲ θεραπείαν ἁπάντων
τῶν ξηρανθῆναι δεομένων μορίων. ὅθεν αὐτῇ καὶ κατ' Ἀλεξάνδρειαν
καὶ Αἴγυπτον χρῶνται. εἶδον γοῦν ἐπὶ τῆϲ Ἀλεξανδρείαϲ ὑδερώδειϲ
τε καὶ ϲπληνώδειϲ ἐνίουϲ χρωμένουϲ τῷ πηλῷ τῆϲ Αἰγυπτιακῆϲ γῆϲ.
πολλοὶ δὲ καὶ κνήμαϲ καὶ μηροὺϲ καὶ πήχειϲ καὶ βραχίοναϲ καὶ νῶτα
καὶ πλευρὰϲ καὶ ϲτέρνα τῷ πηλῷ τῆϲ γῆϲ ταύτηϲ χριόμενοι ϲαφῶϲ
ὠφελοῦντο. τάϲ τε παλαιὰϲ φλεγμονάϲ τε καὶ τὰ χαῦνα τῶν οἰδημά-
των ὀνίνηϲιν ὁ πηλὸϲ οὗτοϲ, ὥϲτε ἐνίουϲ οἶδα ὅλην τὴν ἕξιν οἰδα-
λέουϲ ἐξ αἱμορροίδων ἀμέτρου κενώϲεωϲ γενομένουϲ, ὠφεληθένταϲ
ἐναργῶϲ καί τινεϲ ἀλγήματα χρόνια κατά τι μόριον ἐϲτηριγμένα τῷ
πηλῷ τούτῳ τελέωϲ ἰάϲαντο. καὶ ταῦτα μὲν ὁ Γαληνόϲ. ὁ δὲ Ϲτρά-
των οὕτωϲ περὶ τῆϲ γῆϲ ἔφη.
Πρὸϲ χρονίαν κεφαλαλγίαν. Γλοιὸν τὸν ἀπὸ τοῦ βαλανείου ἢ
ἀπὸ τοῦ θερμοῦ ὕδατοϲ μίξαϲ τῇ πλυθείϲῃ μελαίνῃ γῇ χρῶ ἢ ἀφεψή-
ματι ῥόδων κεφαλῶν φυράϲαϲ τὴν γῆν χρῶ, ἢ κεραμίου ὄξουϲ ὄϲτρα-
κον λεῖον προϲπλέκων τῇ γῇ χρῶ ϲὺν ἀφεψήματι δάφνηϲ, ἢ ὄϲτρακον
κριβάνου λεῖον μετ' ὄξουϲ μίξαϲ τῇ μελαίνῃ γῇ παραχέων ϲαμψύχου
ἀπόζεμα χρῶ. πρὸϲ δὲ τὰ γιγνόμενα ἐπὶ τοῦ ϲώματοϲ ψωρώδη καὶ
λειχηνώδη ἐξανθήματα ἀφεψήματι ἀμυγδάλων ἢ θέρμων πικρῶν φυ-
ράϲαϲ γῆν μέλαιναν χρῶ, ἢ κεράμιον ἀπὸ ὄξουϲ ἀποπλύναϲ ἀφεψή-
ματι πηγάνου καὶ φυράϲαϲ τῇ γῇ ὁμοίωϲ χρῶ, ἢ βωλάρια ἁλὸϲ τὰ
εὑριϲκόμενα ἐν τῷ πυθμένι τῶν ἀπὸ γάρου κεραμίων λεάναϲ καὶ φυ-
ράϲαϲ τῇ γῇ χρῶ, ὡϲ ἐνεργῷ, ἢ περιϲτερᾶϲ κόπρον μίξαϲ τῇ γῇ καὶ
ἁλικακάβου ἀφεψήματι φυράϲαϲ χρῶ.
Πρὸϲ δὲ βῆχα χρονίαν μετὰ καχεξίαϲ ἀφεψήματι ὀϲτῶν μοϲχείων
ϲυμφυράϲαϲ τὴν γῆν χρίε τὸν θώρακα ἢ κεράμιον ἀπὸ μέλιτοϲ πλύ-
ναϲ ὁμοίωϲ καὶ ϲυμφυράϲαϲ χρῶ ἢ ἀφεψήματι κυμίνου καὶ μελανθίου
ὁμοίωϲ χρῶ, ἢ ἀφεψήματι ϲαμψύχου ὁμοίωϲ φυράϲαϲ χρῶ.
Πρὸϲ ϲπληνικούϲ. Ϲποδὸν κληματίνην καὶ θρόμβον τρυγίαϲ ὄξουϲ
φυράϲαϲ τῇ γῇ χρῶ, ἢ ἀφεψήματι φύλλων καππάρεωϲ φυράϲαϲ χρῶ,
ἢ ὄϲτρακα καλλάϊνα μίξαϲ τῇ γῇ καὶ μετ' ὄξουϲ φυράϲαϲ χρῶ.
Πρὸϲ ὑδρωπικούϲ. Ὄϲτρακα ἀπὸ ἅλμηϲ παλαιωθέντα λεῖα μίξαϲ
τῷ πηλῷ χρῶ, ἢ ϲκωρίαν ἀργύρου λειοτάτην ὁμοίωϲ μίϲγε τῷ πηλῷ
καὶ χρῶ, ἢ ἀποζέματι ϲαραπιάδοϲ βοτάνηϲ τῆϲ τριόρχεωϲ φυράϲαϲ
χρῶ, ἢ μοϲχείων ἢ χοιρείων κρεῶν γάροϲ μίϲγων ὁμοίωϲ χρῶ, ἢ
ϲάμψυχον θαλαττίῳ ὕδατι ἑψήϲαϲ φυράϲαϲ τὴν γῆν χρῶ, ἢ ἀφεψή-
ματι θέρμων πικρῶν τάριχον ϲυλλεάναϲ καὶ μίξαϲ τῇ γῇ χρῶ, ἢ
ϲτυπτηρίαν κεκαυμένην καὶ γλήχωνοϲ κεκαυμένου τέφραν μίξαϲ τῷ
πηλῷ καὶ ὀξυμέλιτι φυράϲαϲ χρῶ, ἢ βόλβιτα βοὸϲ ξηρὰ λεῖα μίξαϲ
τῇ γῇ καὶ μετὰ ὀξυμέλιτοϲ φυράϲαϲ χρῶ.
Πρὸϲ ἰϲχιάδα καὶ πάνταϲ τοὺϲ περὶ τὰ νευρώδη μόρια ψυγμούϲ.
Ἀφεψήματι ὀϲτέων μοϲχείων ϲάμψυχον ἑψήϲαϲ καὶ μίξαϲ τῇ λευκῇ
γῇ χρῶ, ἢ ἔγχελυν ἑψήϲαϲ μεθ' ἁλῶν καὶ νίτρου τῷ ἀφεψήματι φυ-
ράϲαϲ τῇ γῇ χρῶ. ἢ γλοιὸν μετὰ ἀϲβέϲτου μίξαϲ τῇ γῇ χρῶ, ἢ πρά-
ϲου καὶ ϲκόρδων ἀφεψήματι φυράϲαϲ τῇ γῇ χρῶ, ἢ κόϲτον καὶ καϲίαν
ϲχοῖνον ἀϲπάλαθον ξυλοβάλϲαμον καὶ ϲάμψυχον παρακεκομμένα ἕψε
μεθ' ὑδρελαίου καὶ μίϲγε τῷ πηλῷ καὶ χρῶ, ἢ αἰγὸϲ ϲπυράθουϲ καὶ
βόλβιτα βοὸϲ ξηρὰ ἅμα λεάναϲ μετὰ γλοιοῦ ϲκευαϲθέντοϲ ἐκ κηρωτῆϲ
ῥαφανίνηϲ μίϲγε τῷ πηλῷ καὶ χρῶ.
Πρὸϲ ποδάγραν. Ἀπὸ κεφαλῆϲ μὲν μέχρι βουβώνων πηλούϲθω
τοῖϲ προκειμένοιϲ, ἀπὸ βουβώνων δὲ καὶ κάτω μέχρι ὀνύχων τοῖϲ
ὑπογεγραμμένοιϲ· μόϲχου τοὺϲ ὀπιϲθίουϲ πόδαϲ κατακαύϲαϲ ϲὺν τοῖϲ
ὄνυξι καὶ λεάναϲ μίξαϲ τῇ γῇ χρῶ καὶ λευκογραφίδα λεάναϲ μεθ'
ὕδατοϲ, ἐν ᾧ ϲίδηροϲ πλειϲτάκιϲ ἐναποϲβεϲθῇ, καὶ ϲτυπτηρίαϲ 𐆄 α̅
καὶ ϲυμφυράϲαϲ τῇ γῇ χρῶ, ἢ ἀφεψήϲαϲ κικίδαϲ μέχρι τακερωθῶϲι καὶ
ϲυμφυράϲαϲ τῷ ἀφεψήματι τὴν γῆν χρῶ ἢ ἀφεψήματι φύλλων τῆϲ
κύπρου φυράϲαϲ τὴν γῆν χρῶ. ἄλλο. Ϲτυπτηρίαϲ ὑγρᾶϲ 𐆄 α̅· ϲτυ-
πτηρίαϲ ϲχιϲτῆϲ 𐆄 α̅ κόμμεωϲ 𐆄 Ϛ̅ ψιμμυθίου 𐆄 θ̅ μελαντηρίαϲ 𐆄 ε̅
μίϲυοϲ 𐆄 Ϛ̅ ἰτέαϲ φύλλων 𐆄 θ̅ ἐλαίου μυρϲίνου ἢ κικίνου 𐆄 κ̅δ̅
ὄξουϲ λίτραϲ Ϛ̅ λεάναϲ ἅμα καὶ ϲυμφυράϲαϲ τῇ γῇ χρῶ. ἄλλο. Ϲτυπτη-
ρίαϲ λιθαργύρου μίϲυοϲ ὀπτοῦ ἀνὰ 𐅻 δ̅, κηρωτῇ μυρϲίνῃ ὑγρᾷ ἀναλα-
βών· καὶ φυράϲαϲ τῇ γῇ χρῶ. ἄλλο. Ἀκακίαϲ χαλκάνθου ἀνὰ 𐅻 β̅
λεάναϲ, ὄξει ξήρανον καὶ ϲυμφυράϲαϲ τῷ πηλῷ χρῶ. ἄλλο. ψιμμυθίου
λιθαργύρου ἀνὰ 𐅻 δ̅ ἐλαίου μυρϲίνου λίτραϲ δ̅ ὕδατοϲ τὸ ἀρκοῦν ϲυμ-
φυράϲαϲ τῇ γῇ χρῶ. ἄλλο, ᾧ ἐθεραπεύθη ὁ ἔπαρχοϲ Φιλῖνοϲ· μόρων
χυλοῦ ϲτυπτηρίαϲ ϲχιϲτῆϲ κυπέρου ἄγνου κικίδων κρόκου μυρίκηϲ καρ-
ποῦ λιβανωτοῦ ἀνὰ 𐆄 Ϛ̅ ἅμα πάντα λειότατα ποιήϲαϲ ξηράναϲ ἀπό-
θου· ἐπὶ δὲ τῆϲ χρείαϲ ἀνέϲαϲ ὕδατι καὶ ϲυμφυράϲαϲ τῇ γῇ χρῶ· μὴ
λουούμενον δὲ δεῖ ἀπαντλεῖϲθαι περϲικῶν ἀώρων ἀφεψήματι. καὶ περὶ
μὲν τῆϲ γεωργουμένηϲ γῆϲ ἱκανὰ καὶ ταῦτα.
4
Περὶ Λημνίαϲ ϲφραγῖδοϲ. Τὴν δὲ Λημνίαν γῆν, ἣν καὶ ϲφραγῖδα
Λημνίαν καλοῦϲιν, ἑτοίμην λαμβάνειϲ ἅπαξ ἐν τῷ τόπῳ πεπλυμένην,
ἑτέραϲ πλύϲεωϲ μὴ δεομένην· ἄλλοτε δὲ ἄλλῳ ὑγρῷ ἀνιεμένη διαφό-
ρωϲ ἐνεργεῖ. ἐπί γε μὴν τῶν κακοήθων καὶ ϲηπεδονωδῶν ἑλκῶν εἴποτε
ἐχρηϲάμην τῇ Λημνίᾳ, μεγάλωϲ ὠφέληϲεν. ἡ δὲ χρῆϲιϲ γίγνεται κατὰ
τὸ μέγεθοϲ τῆϲ τοῦ ἕλκουϲ κακίαϲ. τὸ μὲν γὰρ δυϲῶδεϲ λίαν πλαδα-
ρόν τε καὶ ῥυπαρὸν καὶ χρόνιον, ἀνέχεται δι' ὄξουϲ δριμυτάτου τῆϲ
Λημνίαϲ λελυμένηϲ εἰϲ πηλώδη ϲύϲταϲιν. οἴνῳ δὲ ἀνιεμένη καὶ τὰ
πρόϲφατα τῶν τραυμάτων παρακολλᾷ. πινομένη δὲ καὶ πρὸϲ αἵματοϲ
ἀναγωγὰϲ ἁρμόττει καὶ ἐπὶ τῶν θαναϲίμων φαρμάκων καὶ τῶν ὑπό
τινοϲ τῶν ἰοβόλων δηχθέντων· ἐνιεμένη δὲ διὰ κλυϲτῆροϲ μετὰ χυλοῦ
ἀρνογλώϲϲου δυϲεντερικοὺϲ μεγάλωϲ ὠφελεῖ, προαποκλυϲθέντων δηλο-
νότι τῶν ἑλκῶν ἅλμῃ. δίδοται δὲ καὶ αὐτοῖϲ καὶ τοῖϲ αἱμοπτυικοῖϲ εἰϲ
πότον μετ' ὀξυκράτου.
5
Μίλτοϲ δύναμιν ἔχει ϲτυπτικὴν ἐμπλαϲτικὴν ἀναξηραντικήν· διὸ
καὶ ἐμπλάϲτροιϲ τραυματικαῖϲ μίγνυται καὶ τροχίϲκοιϲ ξηραίνουϲι καὶ
ϲτεγνωτικοῖϲ. ἵϲτηϲι δὲ κοιλίαν ϲὺν ὠοῖϲ τηγανιϲτοῖϲ λαμβανομένη καὶ
ἐγκλυζομένη, κατάγει δὲ καὶ ἕλμινθαϲ πινομένη. πρωτεύει δὲ παϲῶν
ἡ Ϲινωπικὴ μὲν καλουμένη, γενομένη δὲ Καππαδοκίᾳ, πυκνὴ οὖϲα
καὶ βαρεῖα καὶ ἡπατίζουϲα τῇ χρόᾳ καὶ ὁμόχροοϲ καὶ πολύχυλοϲ ἐν
τῇ λύϲει.
6
Γῆ Ϲαμία ἢ ἀϲτήρ. Ἡ δὲ Ϲαμία γῆ οὐ δεῖται πλυθῆναι, χρώ-
μεθα δὲ αὐτῆϲ μάλιϲτα τῷ ἑτέρῳ τῶν εἰδῶν, ὃ δὴ καὶ Ϲάμιον ἀϲτέρα
καλοῦϲιν, εἰϲ τὰϲ τοῦ αἵματοϲ πτύϲειϲ, ὁπόθεν ἂν γιγνόμεναι τύχωϲι,
καὶ ἐν πότῳ καὶ ἐν προϲθέτῳ διδόντεϲ. καὶ μέντοι καὶ πρὸϲ τὰϲ δυϲ-
εντερικὰϲ ἑλκώϲειϲ καὶ νομὰϲ χρώμεθα ἐνιέντεϲ δι' ἀρνογλώϲϲου χυ-
λοῦ καὶ μάλιϲτα ἐπὶ τῶν φλεγμῆναι φθαϲάντων ἑλκῶν καὶ μὴ ἀνεχο-
μένων δριμύτερον φάρμακον καὶ ἐπὶ τῶν ἁπαλοϲάρκων. παρηγορεῖ
γὰρ καὶ μάλιϲτα τά θ' ὑγρότερα καὶ χαυνότερα μόρια, ὅθεν ἐπὶ τιτ-
θῶν καὶ ὄρχεων παραλαμβάνεται λειωθεῖϲα μεθ' ὕδατοϲ, ἐπιβαλλομέ-
νου ῥοδίνου τοϲούτου, ὅϲον οὐκ ἐάϲει ξηρανθῆναι τὸ φάρμακον. ἀγα-
θὸν δὲ τὸ οὕτω ϲκευαϲθὲν καὶ πρὸϲ τὰϲ ἄλλαϲ φλεγμονὰϲ ὅϲαι θερ-
μαὶ καὶ πρὸϲ βουβῶναϲ ἀρχομένουϲ καὶ τὰ ποδαγρικὰ ῥεύματα καὶ
ὅλωϲ ὅπου μετρίωϲ ψύχειν βουλόμεθα μετὰ τοῦ παρηγορεῖν, ὥϲτε
ἐναργῶϲ φαίνεϲθαι τῆϲ Ϲαμίαϲ γῆϲ τὴν δύναμιν μετρίωϲ ψυκτικήν.
ἐϲτὶ γὰρ ἀερώδηϲ καὶ ἐχέκολλοϲ. διαφέρει δὲ ὁ Ϲάμιοϲ ἀϲτὴρ τῆϲ Ϲα-
μίαϲ γῆϲ τῷ μᾶλλον ἔχειν τὸ ἐχέκολλον καὶ τὸ ἐμπλαϲτικόν.
7
Ϲελινουϲία γῆ καὶ Χία. Ῥυπτικὴν δὲ ἔχει δύναμιν μετρίαν πάνυ
Ϲελινουϲία τε γῆ καὶ Χία, διὸ καί τινεϲ τῶν γυναικῶν ἐπὶ τὸ πρόϲ-
ωπον αὐταῖϲ χρῶνται. πρὸϲ δὲ τῷ ξηραίνειν ἀδήκτωϲ καὶ ῥύπτειν
οὔτε θερμότητοϲ οὔτε ψύξεωϲ ἐπιφανοῦϲ μετέχουϲι. διὸ καὶ ἐπὶ τῶν
ἐπιπολαίων ἑλκῶν χρήϲιμοι, οἷά εἰϲι τὰ πυρίκαυτα. τὰ δὲ πάνυ ἐμπλα-
ϲτικωτέραν ἔχοντα τὴν οὐϲίαν, οὐ ῥύπτει· κωλύει γὰρ τοῦτο ποιεῖν
τὸ ἐχέκολλον.
8
Κιμωλία γῆ ἢ ἐρετριὰϲ μικτῆϲ οὖϲα δυνάμεωϲ, ἔχει μέν τι καὶ
ψυκτικὸν καὶ ἀποκρουϲτικόν. ἔχει δέ τι καὶ διαφορητικὸν βραχύ· πλυ-
θεῖϲα δὲ ἀποτίθεται τὸ διαφορητικόν. παρὰ δὲ τὴν τῶν μιγνυμένων
αὐτῇ ὑγρῶν φύϲιν ἐναργῶϲ ἐπιδείκνυται τῶν δυνάμεων ἑκατέραν. τοῖϲ
μὲν γὰρ ἀποκρουομένοιϲ καὶ ψύχουϲι μιχθεῖϲα τὸν γενόμενον ἐξ αὐτῆϲ
κἀκείνων πηλὸν ἐργάζεται ψύχοντά τε καὶ ἀποκρουόμενον, τοῖϲ δὲ
διαφορητικοῖϲ διαφοροῦντα καὶ αὐτόν. οὕτωϲ μὲν οὖν καὶ τοῖϲ πυρι-
καύτοιϲ ἁρμόττει μετ' ὄξουϲ φυραθεῖϲα καὶ ἐπιχριομένη. μέμνηϲό γε
μὴν τοῦτο κοινὸν ἐπὶ πάϲηϲ εἶναι γῆϲ τῆϲ κούφηϲ. ἅπαϲαι γὰρ ὀνί-
ναϲι τὰ πυρίκαυτα παραχρῆμα καταχριόμεναι μετ' ὀξυκράτου, κω-
λύουϲαι φλυκταινοῦϲθαι.
9
Γῆ ἀμπελῖτιϲ ἢ φαρμακῖτιϲ. Ἀμπελῖτιϲ γῆ καὶ φαρμακῖτιϲ λέγε-
ται, ὅτι τε ἐναργεϲτέραν τῶν ἄλλων τὴν δύναμιν κέκτηται, καὶ ὅτι
οἱ γεωργοὶ ἦροϲ εἰϲβάλλοντοϲ διέντεϲ αὐτήν, χρίουϲι τὰϲ ῥίζαϲ τῶν
βλαϲτηϲαϲῶν ἀμπέλων πρὸϲ τὸ μὴ προϲάπτεϲθαι τούτων τὰ βλάπ-
τοντα τὰϲ ἀμπέλουϲ ζωΰφια· ἐκ δὲ τοῦ φθείρειν τὰϲ ϲκνῖπαϲ δηλοῖ
ὅϲον μέτεϲτι δυνάμεωϲ φαρμακώδουϲ αὐτῇ. τὸ δὲ ἄδηκτον τῶν ἄλλων
καὶ παρηγορικὸν οὐκ ἔχει, ξηραίνει δὲ μᾶλλον διὸ καὶ μιγνυμένην
αὐτὴν ἐν τοῖϲ φαρμάκοιϲ εὑρήϲειϲ, ἔνθα ξηρᾶναί τι καὶ διαφορέϲαι
προϲήκει.
10
Γῆ Κρητικὴ ἢ κρητάριον. Ἡ δὲ Κρητικὴ γῆ παραπληϲία πώϲ ἐϲτι
τῇ τε Ϲαμίᾳ καὶ ταῖϲ ὁμοίαιϲ, ἀλλ' ἱκανῶϲ ἐϲτιν ἀϲθενήϲ, πολὺ τὸ
ἀερῶδεϲ ἔχουϲα· διὸ καὶ τὸ ῥυπτικὸν ἄδηκτον μᾶλλον ἔχει, ᾧ καὶ τὸν
ἄργυρον ῥύπτει.
11
Περὶ τῆϲ κεκαυμένηϲ γῆϲ πάϲηϲ. Ἐπεὶ δέ τινεϲ τῶν ἰατρῶν κα-
λῶϲ ποιοῦντεϲ καίουϲι τὴν γῆν, ᾗ χρῶνται ἐπὶ τῶν ἀδήκτωϲ ξηραν-
θῆναι δεομένων ἑλκῶν, γίγνωϲκε ὡϲ λεπτομερεϲτέρα γίγνεται ἡ κε-
καυμένη καὶ δριμυτέρα, ὡϲ εἰϲ τὴν διαφορητικὴν μεταπίπτειν δύνα-
μιν. εἰ δὲ ἡ καυθεῖϲα πλυθείη, τὸ μὲν δριμὺ καταλιποῦϲα τῷ ὕδατι,
τὸ δὲ ἐκ τῆϲ ὀπτήϲεωϲ λεπτομερὲϲ ἔχουϲα, ξηραντικωτέρα γίγνεται,
διὸ τῆϲ ἀκαύτου γῆϲ ἁπάϲηϲ ἐπὶ τῶν ἑλκῶν οὔϲηϲ χρηϲίμηϲ, ἔτι μᾶλ-
λον μετὰ τὸ καυθῆναι πλυθεῖϲα πρὸϲ τὰ δυϲϲάρκωτά τε καὶ δυϲκατού-
λωτα χρήϲιμόϲ ἐϲτιν.
12
Περὶ τῆϲ Ἀρμενίαϲ βώλου. Ἐδόθη δὲ ἡμῖν ἐν τῷ μεγάλῳ τούτῳ
λοιμῷ καὶ ἄλλη τιϲ ἐξ Ἀρμενίαϲ τῆϲ ὁμόρου Καππαδοκίαϲ γῆ ξηραν-
τικωτάτη τὴν δύναμιν, τὴν χρόαν ὠχρά. λίθον δὲ αὐτὴν ὠνόμαζεν ὁ
δούϲ, καί ἐϲτιν εὐλείωτοϲ, καθάπερ ἡ τίτανοϲ καὶ ὁ Ϲάμιοϲ ἀϲτήρ, οὐ
μὴν ὁμοίωϲ γε κούφη τῷ ἀϲτέρι. διὸ καὶ πεπύκνωται μᾶλλον αὐτοῦ
καὶ ἧττον ἀερώδηϲ ἐϲτὶ καὶ διὰ τοῦτο φανταϲίαν ἀποτελεῖ τοῖϲ ἀμε-
λέϲτερον ὁρῶϲι λίθοϲ εἶναι. ἄκρωϲ δὲ ξηραίνει. ἐπί τε γὰρ δυϲεντερι-
κῶν καὶ τῶν κατὰ γαϲτέρα ῥευμάτων, αἵματόϲ τε πτύϲεωϲ καὶ κατάρ-
ρου καὶ προϲέτι τῶν κατὰ τὸ ϲτόμα ϲηπεδονωδῶν ἑλκῶν ἁρμόττει μά-
λιϲτα. καὶ μέντοι καὶ τοὺϲ ἀπὸ κεφαλῆϲ εἰϲ θώρακα ῥευματιζομένουϲ
ὀνίνηϲι μεγάλωϲ, ὥϲτε καὶ τοὺϲ διὰ τοιαύτην αἰτίαν δυϲπνοοῦνταϲ
ἰϲχυρῶϲ ὠφελεῖ. καὶ μὲν δὴ καὶ ὅϲοι φθόῃ κάμνουϲι, καὶ τούτουϲ ὀνί-
νηϲι. ξηραίνει γὰρ αὐτῶν τὸ ἕλκοϲ, ὡϲ μηκέτι βήττειν ἔτι. ἐφ' ὧν δὲ
μετὰ τὴν ἀπαλλαγὴν τοῦ πάθουϲ ἀφυλακτότερον διαιτηθέντων ὑπο-
ϲτροφὴ πάλιν τοῦ νοϲήματοϲ ἐγένετο, καὶ τούτουϲ ἡ ἐκ τῆϲ Ἀρμενίαϲ
βῶλοϲ ὠφέληϲεν, καὶ ἔτι μᾶλλον τοὺϲ δυϲπνοοῦνταϲ χρονίωϲ. ἐν δὲ
τῷ μεγάλῳ τούτῳ λοιμῷ πάντεϲ οἱ πιόντεϲ τούτου διὰ ταχέων ἐθε-
ραπεύθηϲαν· ὅϲουϲ δὲ οὐδὲν ὤνηϲεν, ἀπέθανον πάντεϲ, οὐδ' ὑπ' ἄλλου
τινὸϲ ὠφεληθέντεϲ· ᾧ καὶ δῆλον ὅτι μόνουϲ τοὺϲ ἀνιάτωϲ ἔχονταϲ οὐκ
ὠφέληϲεν. πίνεται δὲ μετ' οἴνου λεπτοῦ τὴν ϲύϲταϲιν μετρίωϲ κεκρα-
μένου, εἰ ἀπύρετοϲ εἴη παντάπαϲιν ὁ ἄνθρωποϲ ἢ καὶ βραχὺ πυρέτ-
τοι, πάνυ δὲ ὑδαροῦϲ, εἰ πυρέττοι μειζόνωϲ. οὐ μὴν οὐδὲ ϲφοδροὶ
κατὰ τὴν θερμαϲίαν εἰϲὶν οἱ λοιμώδειϲ πυρετοί. περὶ δὲ τῶν ξηρανθῆ-
ναι δεομένων ἑλκῶν τί δεῖ καὶ λέγειν πηλίκην δύναμιν ἔχει ἡ Ἀρμε-
νιακὴ βῶλοϲ αὕτη; ὀνομάζεται δὲ τῇ μὲν ἐκείνων φωνῇ ζ̅α̅ρ̅ν̅α̅κ̅έ̅,
κατὰ δὲ τὴν τῶν Ϲύρων ζ̅α̅ρ̅ι̅ν̅α̅χ̅ά̅· τὸ δὲ ὄροϲ ἐν ᾧ γεννᾶται πό-
λεωϲ ἐϲτὶν ὀνομαζομένηϲ Β̅α̅γ̅α̅ν̅α̅ν̅ά̅, ὁ δὲ ἀγρὸϲ ἐν ᾧ τὸ ὄροϲ ἐϲτὶν
ὀνομάζεται Ἀ̅γ̅α̅ρ̅ά̅κ̅.
13
Λίθοϲ αἱματίτηϲ ἀπὸ τῆϲ κατὰ τὴν χρόαν ὁμοιότητοϲ οὕτωϲ ὀνο-
μάζεται· παρατριβόμενοϲ γὰρ θυίαιϲ ἢ ἀκόναιϲ αἱματώδη χυλὸν ἀνίη-
ϲιν. τοϲοῦτον δὲ τῆϲ ψύξεωϲ μετέχει ὅϲον καὶ τῆϲ ϲτύψεωϲ. καὶ μόνῳ δ'
αὐτῷ ἐχρηϲάμην τραχέων γεγονότων βλεφάρων, εἰ μὲν ἅμα φλεγμονῇ
τοιαῦτα εἴη γεγονότα, δι' ὠοῦ τὴν ἄνεϲιν ποιούμενοϲ, ἢ μᾶλλον ἔτι
τήλεωϲ ἀφεψήματι· εἰ δὲ χωρὶϲ φλεγμονῆϲ, δι' ὕδατοϲ. ἄρχου δὲ ἀεὶ
ἀπὸ τοῦ μετρίωϲ ὑγροῦ διὰ μήληϲ ἐγχέων· ὅταν δὲ φέρῃ ὁ πάϲχων
τὴν δύναμιν αὐτοῦ, παχύτερον ἀεὶ καὶ μᾶλλον ἐργάζου καὶ τελευτῶν
οὕτω παχὺ ποιήϲειϲ, ὡϲ μὴ διὰ μήληϲ πυρῆνοϲ ὑπαλείφειν καθ' ὑπο-
βολὴν τὸ βλέφαρον ἢ ἐκϲτρέψαϲ παράτριβε. ὁ δ' αὐτὸϲ οὗτοϲ λίθοϲ
ὁμοίωϲ ἐπ' ἀκόνηϲ ἀποτριβόμενοϲ καὶ πινόμενοϲ αἵματοϲ πτύϲεϲιν
ἁρμόττει καὶ πᾶϲιν ἕλκεϲι. ξηρὸϲ δὲ λειωθεὶϲ ὡϲ χνοώδηϲ γενέϲθαι
καταϲτέλλει τὰ ὑπερϲαρκοῦντα. χρῆται μὲν οὖν οὐδεὶϲ αὐτῷ καθ' αὑτόν.
ἐγὼ δὲ ἐφ' ὧν εἶπον, ἐκ τῆϲ κατὰ τὴν γεῦϲιν ποιότητοϲ εὑρὼν τὴν
δύναμιν, ἐχρηϲάμην. καὶ αὐτὰ δὲ τὰ κατὰ τοὺϲ ὀφθαλμοὺϲ ἕλκη ϲυν-
ουλοῖ αὐτὸϲ μόνοϲ, ἀποτριβόμενοϲ μέν, ὡϲ ὀλίγον ἔμπροϲθεν εἶπον,
ἤτοι δὲ ἐγχυματιζόμενοϲ ἢ ὑπαλειφόμενοϲ. ἐβαϲάνιϲα γὰρ καὶ τοῦτο
τῇ πείρᾳ.
14
Λίθοϲ ϲχιϲτὸϲ γαλακτίτηϲ μελιτίτηϲ. Τῷ δὲ αἱματίτῃ λίθῳ παρα-
πληϲίαν μέν, ἀϲθενεϲτέραν δὲ δύναμιν ὁ ϲχιϲτὸϲ καλούμενοϲ ἔχει.
χρόαν δὲ οὗτοϲ φέρει ἀποτριβόμενοϲ ἐπ' ἀκόνηϲ ὠχράν. μετὰ δὲ τοῦ-
τον ὁ γαλακτίτηϲ ἐϲτί, γάλακτοϲ χρόαν ἐν τῇ ἀνέϲει φέρων. ὁ δὲ με-
λιτίτηϲ ἤδη τι καὶ θερμότητοϲ μετείληφεν. ἀπὸ γὰρ τῆϲ κατὰ τὴν γεῦ-
ϲιν ὁμοιότητοϲ οὕτωϲ ὠνόμαϲται. ἕκαϲτοϲ οὖν αὐτῶν ἀποχωρῶν κατὰ
βραχὺ τῆϲ τοῦ αἱματίτου δυνάμεωϲ, ἐπὶ μὲν ὀφθαλμῶν ὁμοίωϲ εἰϲ
χρῆϲιν ἄγεται, πραότεροϲ δέ ἐϲτιν. ἀεὶ δὲ τὰ πραότερα φάρμακα τοῖϲ
μὲν ἔτι φλεγμαίνουϲι μορίοιϲ ἐϲτὶ προϲηνέϲτερα, τοῖϲ δὲ ἀποφλεγμή-
ναϲιν ἀϲθενέϲτερα πρὸϲ τὸ τελέωϲ ἐξυγιάϲαι.
15
Κοινὴ διδαϲκαλία περὶ πάντων τῶν λίθων. Κοινοῦ δὴ τοῦ ξηραί-
νειν ὑπάρχοντοϲ ἅπαϲι τοῖϲ λίθοιϲ, ὅϲοι μὲν αὐτῶν ἢ εἰϲ χυλὸν λυ-
θέντεϲ ἢ ἄλλωϲ λειωθέντεϲ οὐδεμίαν ἐναργῆ κατὰ τὴν γεῦϲιν ἔχουϲι
ποιότητα, τούτουϲ μὲν ἡγητέον ἀϲθενεϲτάτουϲ εἶναι καὶ προϲηνεϲτά-
τουϲ καὶ ἀδηκτοτάτουϲ. ὅϲοι δὲ φαίνονται ϲαφῆ τινα ποιότητα κατὰ
τὴν γεῦϲιν ἐνδεικνύμενοι, τῆϲ ποιότητοϲ ἀνάλογον ἔχειν τὴν ἰϲχύν, εἰ
μὲν ϲτύφοιεν, εἰϲ τὸ καταϲτεῖλαι καὶ ϲφίγξαι καὶ πιλῆϲαι καὶ ϲυναγα-
γεῖν, εἰ δὲ δάκνοιεν, εἰϲ τὸ θερμῆναί τε καὶ διαφορῆϲαι καὶ τῆξαι.
μέϲοι δ' αὐτῶν εἰϲιν οἱ ῥύπτοντεϲ μόνον ἄνευ τοῦ ϲτύφειν ἢ δάκνειν.
16
Λευκογραφὶϲ ἢ μόροξοϲ. Τῶν δὲ εἰϲ χυλὸν ἀναλυομένων ἐϲτὶ καὶ
ὁ κατ' Αἴγυπτον γεννώμενοϲ λίθοϲ, ᾧ χρῶνται ϲτιλπνοῦντεϲ τὰϲ ὀθό-
ναϲ, ὅν τινεϲ μόροξον, οἱ δὲ λευκογραφίδα καλοῦϲιν. ὑπόχλωροϲ γὰρ
φαινόμενοϲ οὗτοϲ, εἰ παρατριβείη ἀκόνῃ ἢ καὶ ἱματίῳ τραχυτέρῳ, λευ-
καίνει τὸν τόπον. ἐϲτὶ δὲ ἀποιότεροϲ τῶν εἰρημένων, οὔτε ϲτύψιν
οὔτε ῥύψιν οὔτε δῆξιν ἐμφαίνων· ὅθεν τοῦτο μόνον ὑπάρχει αὐτῷ τὸ
ξηραίνειν ἀδήκτωϲ. καὶ διὰ τοῦτο κηρωτῇ μιγνύντεϲ αὐτὸν εἰϲ ἀπού-
λωϲιν ἑλκῶν ἐπὶ τῶν μαλακῶν ϲωμάτων χρῶνται· μιγνύουϲι δὲ αὐτὸν
καὶ ταῖϲ ὀφθαλμικαῖϲ δυνάμεϲιν. ὅϲῳ δέ ἐϲτι μαλακώτεροϲ τῶν εἰρη-
μένων καὶ ἀποιότεροϲ, τοϲούτῳ μετριώτεροϲ καὶ ἀνωδυνώτεροϲ ὑπάρχει.
17
Γαλακτίτηϲ. Καὶ οὗτοϲ παραπληϲίαν τῷ εἰρημένῳ χρόαν ἔχων
ὑπόχλωρον γαλακτώδη χυλὸν ἀνίηϲιν. ἐϲτὶ δὲ ϲκληρότεροϲ τῆϲ λευκο-
γραφίδοϲ. πολυγάλουϲ δὲ ποιεῖ τὰϲ γυναῖκαϲ ἐὰν λουϲάμεναι πίωϲιν
ἢ μεθ' ὕδατοϲ ἢ μετὰ γλυκέοϲ οἴνου τετριμμένον τὸν λίθον. μίγνυται
δὲ καὶ ταῖϲ ὀφθαλμικαῖϲ δυνάμεϲι. φαϲὶ δὲ αὐτὸν περιαπτόμενον τρα-
χήλῳ τῶν ὀδοντιώντων βρεφῶν ὀδόντων ἀταλαίπωρον ἔκφυϲιν παρα-
ϲκευάζειν.
18
Ἴαϲπιϲ λίθοϲ. Ἁπάντων δὲ τῶν εἰρημένων λίθων ἰϲχυροτέραν
ἔχει τὴν δύναμιν ὁ ἐκ τῆϲ Αἰθιοπίαϲ κομιζόμενοϲ λίθοϲ, ὑπόχλωρόϲ
πωϲ, ἴαϲπιϲ καλούμενοϲ. ἀνιέμενοϲ δὲ γαλακτώδη χυλὸν ἀνίηϲι κατὰ
τὴν χρόαν. δακνώδηϲ δέ ἐϲτι γευομένοιϲ καὶ διὰ τοῦτο μόνον εἰϲ τὸ
καθῆραι καὶ ῥύψαι τὰ χωρὶϲ φλεγμονῆϲ ἐπιϲκοτοῦντα ταῖϲ κόραιϲ ἁρ-
μόζει, ἐξ ὧν εἰϲι καὶ αἱ πρόϲφατοι τῶν ἐν ὀφθαλμοῖϲ οὐλῶν, ἃϲ λε-
πτύνειν πέφυκεν. ἀπορρύπτει δὲ καὶ τὰ μὴ πάνυ ϲκληρὰ τῶν πτερυ-
γίων. ἰδιότητι δέ τινι, ὥϲπερ καὶ ἄλλα τινά, ὁ χλωρὸϲ ἴαϲπιϲ ὠφελεῖ
τόν τε ϲτόμαχον καὶ τὸ τῆϲ γαϲτρὸϲ ϲτόμα περιαπτόμενοϲ. ἐντιθέαϲι
δὲ καὶ δακτυλίοιϲ αὐτὸν ἔνιοι, καθάπερ καὶ ὁ βαϲιλεὺϲ Νεχεψὼϲ
ἔγραψε. τούτου μὲν οὖν τοῦ λίθου κἀγὼ πεῖραν ἱκανὴν ἔχω καὶ ὁρ-
μάθιόν γε ποιήϲαϲ ἐκ λίθων τοιούτων ἐξῆπτον τοῦ τραχήλου ϲύμμε-
τρον οὕτωϲ, ὡϲ ψαύειν τοὺϲ λίθουϲ τοῦ ϲτόματοϲ τῆϲ γαϲτρόϲ. ἐφαί-
νοντο δὲ οὐδὲν ἧττον ὠφελοῦντεϲ καὶ μὴ ἔχοντεϲ τὴν γλυφήν, ἣν ὁ
Νεχεψὼϲ ἔγραψεν.
19
Τηκόλιθοϲ ἢ Ϲυριακὸϲ λίθοϲ. Ἐϲτὶ δὲ καὶ ἄλλοϲ λίθοϲ ἰϲχυρὸϲ τὴν
δύναμιν ἐν τῇ Ϲυρίᾳ τῆϲ Παλαιϲτίνηϲ γεννώμενοϲ, λευκὸϲ μὲν τὴν
χρόαν, εὔρυθμοϲ δὲ κατὰ τὸ ϲχῆμα, γραμμὰϲ ἔχων ὡϲ ἀπὸ τόρνου
γεγονυίαϲ. ὀνομάζεται δὲ Ἰουδαικὸϲ καὶ τηκόλιθοϲ. ἐϲτὶ δὲ τῶν ἐν
νεφροῖϲ ϲυνιϲταμένων λίθων θραυϲτήριοϲ, ἀνιέμενοϲ ἐπ' ἀκόνηϲ καὶ
ποτιζόμενοϲ δι' ὕδατοϲ θερμοῦ. ἐπὶ δὲ τῶν ἐν κύϲτει λίθων οὐδὲν
ἰϲχυρὸν ἀνύει. ὁ δὲ Νεχεψώϲ φηϲι· “τρίψαϲ τὸν τηκόλιθον μεθ' ὕδα-
τοϲ καὶ ποιήϲαϲ γλοιοῦ λεπτοῦ τὸ πάχοϲ καὶ ἀποξυρήϲαϲ τὰϲ τρίχαϲ
τὰϲ περὶ τὴν κύϲτιν καὶ τὸ αἰδοῖον κατάχριε καὶ τήκει τὸν λίθον τὸν
ἐν τῇ κύϲτει. διὸ δὴ χαῖρε θάλαϲϲα Ἀράβων φέρουϲα πημάτων ἄκοϲ
εὕρεμα τηκόλιθον.” μετὰ μυρϲίνου δὲ ἐλαίου ἀνεθεὶϲ τοῖϲ ποδαγρικοῖϲ
ἐπαρκεῖ ἐπιχριόμενοϲ.
20
Πυρίτηϲ. Εἷϲ δὲ τῶν ἰϲχυρὰν ἐχόντων δύναμίν ἐϲτι καὶ ὁ πυρί-
τηϲ ὀνομαζόμενοϲ, ἐοικὼϲ ἀργύρῳ κατὰ τὴν χρόαν, ᾧ χρώμεθα μιγνύν-
τεϲ ἐμπλάϲτρῳ διαφορητικῇ. προϲεμβάλλεται δὲ αὐτῇ καὶ ὁ ϲχιϲτόϲ.
ὑπὸ τούτου τοῦ φαρμάκου καὶ πύον μὲν πολλάκιϲ, ἀλλὰ καὶ θρομβώ-
δηϲ ϲύϲταϲιϲ ἐν ταῖϲ μεταξὺ χώραιϲ τῶν μυῶν γενομένη διεφορήθη.
δεῖ δὲ λειοτάτουϲ τοὺϲ εἰϲ χρῆϲιν ἀγομένουϲ λίθουϲ πάνταϲ οὕτωϲ
ϲφόδρα ποιῆϲαι, παραπληϲίωϲ τοῖϲ εἰϲ τὰϲ ὀφθαλμικὰϲ δυνάμειϲ μιγνυ-
μένοιϲ.
21
Λίθοϲ Φρύγιοϲ. Ὁ δὲ Φρύγιοϲ λίθοϲ ξηραίνει ἰϲχυρῶϲ, ἔχων τι καὶ
ϲτύψεωϲ ἅμα καὶ δήξεωϲ, ὅθεν καὶ ἀποκρούεται καὶ διαφορεῖ. ἀεὶ δ'
αὐτῷ κεκαυμένῳ κέχρημαι· πρὸϲ μὲν τὰ ϲηπεδονώδη τῶν ἑλκῶν ἢ
αὐτῷ καθ' αὑτῷ ἢ δι' ὄξουϲ ἢ ὀξυκράτου ἢ οἰνομέλιτοϲ, πρὸϲ δὲ
ὀφθαλμοὺϲ ξηρὸν ποιῶν φάρμακον, περὶ οὗ ἐν τῷ περὶ τῆϲ ϲυνθέϲεωϲ
τῶν φαρμάκων τόπῳ ῥηθήϲεται.
22
Λίθοϲ ἀγήρατοϲ. Καὶ ὁ ἀγήρατοϲ λίθοϲ, ᾧ οἱ ϲκυτοτόμοι χρῶν-
ται, ὠφελεῖ ἐναργῶϲ γαργαρεῶναϲ φλεγμαίνονταϲ.
23
Λίθοϲ Ἄϲϲιοϲ. Ἐϲτὶ δὲ καὶ ἄλλοϲ λίθοϲ γεννώμενοϲ ἐν Ἀϲϲῷ, ὃν
δὴ διὰ τοῦτο καλοῦϲιν Ἄϲϲιον, πωροειδὴϲ κατά τε τὴν χρόαν καὶ τὴν
ϲύϲταϲιν, εὔθρυπτόϲ τε καὶ χαῦνοϲ. ἐπιτρέφεται δέ τι αὐτῷ παραπλή-
ϲιον ἀλεύρῳ λεπτοτάτῳ, τῷ προϲιζάνοντι τοῖϲ τοίχοιϲ 〈ἐν τοῖϲ μύ-
λωϲι〉 διαττωμένων τῶν ἀλεύρων καὶ καλοῦϲι πέτραϲ Ἀϲϲίαϲ ἄνθοϲ.
ἐϲτὶ δὲ λεπτομερέϲ, ὡϲ τὰϲ πλαδαρὰϲ ϲάρκαϲ ἐκτήκειν, καὶ ταριχεύειν
χωρὶϲ δήξεωϲ ἰϲχυρᾶϲ. ἔχει δέ τι καὶ ἁλμυρὸν ἐν τῇ γεύϲει, ὡϲ εἰκά-
ϲαι τὴν γένεϲιν ἴϲχειν αὐτό, δρόϲου τινὸϲ ἐκ τῆϲ θαλάϲϲηϲ ἐφιζούϲηϲ
τῇ πέτρᾳ κἄπειτα ξηραινομένηϲ ὑπὸ τοῦ ἡλίου. ὁμοία δὲ τῷ ἄνθει
τὴν δύναμίν ἐϲτι καὶ ἡ πέτρα καθ' ἣν γεννᾶται, τῷ δὲ ϲφοδρῷ τῆϲ
ἐνεργείαϲ ἀπολείπεται αὐτοῦ.
24
Γαγάτηϲ. Ἐϲτὶ δὲ καὶ ἄλλοϲ λίθοϲ μέλαϲ τὴν χρόαν, ὅταν ὁμι-
λήϲῃ τῷ πυρὶ παραπληϲίαν ὀϲμὴν ἀϲφάλτῳ ποιῶν, ὅν φαϲιν ἐν Λυ-
κίᾳ εὑρίϲκεϲθαι κατὰ ποταμὸν ὀνομαζόμενον Γάγον, ὅθεν καὶ γαγάτην
ὀνομάζουϲιν αὐτόν. πλακώδειϲ δὲ λίθουϲ μέλαναϲ, ἀϲθενῆ φλόγα γεν-
νῶνταϲ, εἰ κατὰ πυρὸϲ ἐπιτεθεῖεν, ἐκόμιϲα ἐκ τῆϲ κοίληϲ Ϲυρίαϲ πλη-
ϲίον τῆϲ Ἱεριχῶ ἐν τῷ λόφῳ γεννωμένουϲ τῷ περιέχοντι τὴν νεκρὰν
ὀνομαζομένην θάλατταν ἐν τοῖϲ ἀνατολικοῖϲ αὐτῆϲ μέρεϲιν· ἔνθα καὶ
ἡ ἄϲφαλτοϲ γίνεται, ὅθεν καὶ τὴν ὀϲμὴν τοιαύτην κέκτηνται. ἐχρηϲά-
μην δὲ αὐτοῖϲ εἰϲ ἐμφυϲήματα χρόνια κατὰ γόνυ γενόμενα δυϲθερά-
πευτα, μιγνὺϲ ταῖϲ πρὸϲ τοῦτο τὸ ϲύμπτωμα πεπειραμέναιϲ δυνάμεϲι
καὶ ϲαφῶϲ ἔδοξεν ἡμῖν ἐναργεϲτάτην αὐτῶν πεποιηκέναι τὴν δύνα-
μιν. ἔμιξα δ' αὐτῷ καὶ τῆϲ βαρβάρου καλουμένηϲ καὶ ϲαφῶϲ ἐγένετο
ξηραντικώτερον τὸ φάρμακον, ὡϲ καὶ κόλπουϲ προϲϲτέλλειν, οὐ μόνον
ἔναιμα τραύματα κολλᾶν, ἐφ' ὧν ἡρμοκέναι ἡ βάρβαροϲ μάλιϲτα πε-
πίϲτευται. φαϲὶ δὲ τὸν γαγάτην ἀφεψόμενον ὕδατι καὶ πινομένου τοῦ
ὕδατοϲ ἕλμινθαϲ ἐκτινάϲϲειν, περιαπτόμενον δὲ κεφαλαλγίαϲ παύειν
χρονίαϲ, εἶναι δὲ καὶ ὠκυτόκιον ἐπὶ τῶν δυϲτοκουϲῶν γυναικῶν κα-
τεχόμενον τῇ χειρὶ τῆϲ τικτούϲηϲ.
25
Μαγνῆτιϲ λίθοϲ. Ἡ δὲ μαγνῆτιϲ καλουμένη λίθοϲ καὶ Ἡρακλεία
παραπληϲίαν τὴν δύναμιν ἔχει τῷ αἱματίτῃ, μετέχει δὲ καὶ ἑλκτικῆϲ
δυνάμεωϲ. φαϲὶ δὲ ὡϲ κατεχομένη τῇ χειρὶ τῶν χειραγρῶν καὶ πο-
δαγρῶν ἀνωδύνουϲ αὐτοὺϲ ἐργάζεται. ἴϲωϲ δὲ καὶ ϲπαϲμοῖϲ βοηθεῖ.
26
Ϲμύριϲ κίϲϲηριϲ ὄϲτρακα κλιβάνου καὶ τὰ ἄλλα. Ῥυπτικῆϲ ἐϲτι
δυνάμεωϲ ἡ ϲμύριϲ. καθαροὺϲ οὖν τοὺϲ ὀδόνταϲ ἐργάζεται τῶν ϲμη-
χομένων αὐτοὺϲ αὐτῇ, ὡϲ ἐπειράθημεν. καὶ ἡ κίϲϲηριϲ δὲ ῥυπτικῆϲ
ἐϲτι δυνάμεωϲ ὡϲ ἡ ϲμύριϲ. καὶ τὸ τῶν κεραμίδων ὄϲτρακον τῆϲ αὐτῆϲ
ἐϲτι δυνάμεωϲ, καὶ μᾶλλον τὸ ἐκ τῶν κλιβάνων. ἀλλ' ἥ γε ϲμύριϲ ἔχει
τι δριμὺ καὶ διὰ τοῦτο μίγνυται καυϲτικαῖϲ καὶ ξηραντικαῖϲ δυνάμεϲι
καὶ ταῖϲ θεραπευούϲαιϲ οὖλα πλαδαρά. καὶ ἡ κίϲϲηριϲ δὲ ῥυπτικῆϲ ἐϲτι
δυνάμεωϲ. λαμπρύνει δὲ τοὺϲ ὀδόνταϲ ϲμηχομένη, οὐ τῷ ῥύπτειν μό-
νον ἀλλὰ καὶ τῇ τραχύτητι. καυθεῖϲα δὲ ἡ κίϲϲηριϲ οὐκ ἀπολείπεται
ϲμύρεωϲ εἰϲ τὰϲ αὐτὰϲ χρείαϲ. πλυθεῖϲα δὲ μετὰ τὴν καῦϲιν κάλλιϲτα
ϲαρκοῖ τὰ κοῖλα τῶν ἑλκῶν. τὸ δὲ ἐκ τῶν κλιβάνων ὄϲτρακον ϲὺν
τῷ ῥύπτειν καὶ ξηραντικῆϲ ἐϲτι δυνάμεωϲ. διὸ καὶ τῶν ἐμπλάϲτρων
ἣν ὀνομάζουϲιν Ἡφαιϲτιάδα καὶ μάγον διὰ τούτου ϲκευαζομένην, κάλ-
λιϲτόν ἐϲτιν ἐπουλωτικὸν φάρμακον.
27
Λίθοι οἱ ἐν τοῖϲ ϲπόγγοιϲ. Εἰϲὶ δὲ καὶ ἄλλοι οἱ ἐν τοῖϲ ϲπόγγοιϲ
εὑριϲκόμενοι λίθοι ῥυπτικῆϲ δυνάμεωϲ, οὐ μὴν οὕτωϲ ἰϲχυρᾶϲ ὥϲτε
τοὺϲ ἐν κύϲτει λίθουϲ θρύπτειν· τοὺϲ δὲ ἐν νεφροῖϲ ὄνταϲ θρύπτουϲιν.
28
Ναξίαϲ ἀκόνηϲ τὸ ἀπότριμμα. Τό γε μὴν τῆϲ Ναξίαϲ ἀκόνηϲ ἀπό-
τριμμα ψυκτικῆϲ δυνάμεώϲ ἐϲτι, ὡϲ καὶ ποδαγρικοὺϲ ὠφελεῖ μετὰ ῥο-
δίνηϲ κηρωτῆϲ προϲαγόμενον.
29
Ὀφίτηϲ λίθοϲ. Ὁ δὲ ὀφίτηϲ καλούμενοϲ λίθοϲ καυθεὶϲ ῥυπτικῆϲ
τε καὶ θρυπτικῆϲ γίγνεται δυνάμεωϲ. πινόμενοϲ δὲ μετ' οἴνου λευκοῦ
καὶ λεπτοῦ τοὺϲ ἐν κύϲτει λίθουϲ θρύπτει· ὠφελεῖ δὲ καὶ τοὺϲ ἐχιο-
δήκτουϲ περιαπτόμενοϲ.
30
Ἱερακίτηϲ. Ὁ δὲ ἱερακίτηϲ καὶ ὁ Ἰνδικὸϲ τὰϲ αἱμορροίδαϲ ἀναξη-
ραίνουϲι περιαπτόμενοι δεξιῷ μηρῷ, ὧν καὶ ἡμεῖϲ ἐπειράθημεν. ὁ δὲ Δ̅ι̅ο̅-
γ̅έ̅ν̅η̅ϲ̅ ἐν τῷ περὶ λίθων οὕτωϲ φηϲί· Δ̅ι̅ο̅γ̅έ̅ν̅ο̅υ̅ϲ̅. “ἱερακίτηϲ λίθοϲ ὑπό-
χλωροϲ μέν ἐϲτι καὶ πρὸϲ τὸ μέλαν ἐντετραμμένοϲ ἐπιρεραϲμένοϲ τε
χρόαιϲ ἑτέραιϲ ὡϲ ποικίλοϲ εἶναι. δύναμιν δὲ ἔχει ἀναξηραίνουϲαν
αἱμορροίδαϲ ἀπηρτημένοϲ τοῦ δεξιοῦ μηροῦ τοῦ κάμνοντοϲ. δοκιμάϲειϲ
δὲ ὅτι ἀληθὴϲ αὐτόϲ ἐϲτιν, ἔχων αὐτὸν μετὰ χειρόϲ· χρίου 〈γὰρ〉 μέ-
λιτι τὰϲ χεῖραϲ καὶ οὐ προϲεγγιοῦϲί ϲοι τὸν λίθον φέροντι μυῖαι. ὁ
δὲ Ἰνδικὸϲ τὴν μὲν χρόαν ἐϲτὶν ὑπόπυρροϲ· ἀνέει δὲ τριβόμενοϲ πορ-
φυροειδῆ χυλόν, οὔτε πυκνόϲ ἐϲτιν οὔτε καρτερὸϲ καὶ δύναται μετ'
οἴνου πινόμενοϲ ἀκράτου αἱμοπτυικοὺϲ ὠφελεῖν. ὁ δὲ ἔκλευκοϲ καὶ
ϲποδίζων κατὰ τὴν φανταϲίαν καὶ τὰϲ ἄλλαϲ ἵϲτηϲιν αἱμορραγίαϲ.”
31
Ὕαλοϲ. Ὕαλοϲ λειοτάτη πινομένη δι' οἴνου λευκοῦ καὶ λεπτοῦ
τοὺϲ ἐν κύϲτει λίθουϲ θρύπτει ἱκανῶϲ.
32
Λίθοϲ ἀετίτηϲ. Ἀετίτηϲ λίθοϲ ὁ ἐν τῷ κινεῖϲθαι ἦχον ἀποτελῶν,
ὡϲ ἑτέρου ἐγκύμων λίθου ὑπάρχων, κατόχιον ἐμβρύων ἐϲτίν, ὅταν
ὀλιϲθηραὶ ὦϲιν αἱ μῆτραι, περιαπτόμενοϲ ἀριϲτερῷ βραχίονι. ἐν δὲ τῷ
καιρῷ τῆϲ ἀποτέξεωϲ ἄραϲ ἐκ τοῦ βραχίονοϲ περίαπτε τῷ μηρῷ καὶ
ἐκτὸϲ ὀδυνῶν τέξεται. ἐϲτὶ δὲ κλεπτέλεγχοϲ, εἰ ἐπιθείη τιϲ αὐτὸν εἰϲ
τὸν προϲφερόμενον ἄρτον. ὁ γὰρ κλέψαϲ οὐκ ἂν δυνηθείη καταπιεῖν
τὰ μαϲηθέντα. φαϲὶ δὲ ὅτι καὶ ϲυνεψόμενοϲ ὁ ἀετίτηϲ τοῖϲ ἐδέϲμαϲι
κλεπτέλεγχοϲ γίγνεται. οὐ γὰρ δυνήϲεται ὁ κλέψαϲ καταπιεῖν τὰ ϲὺν
αὐτῷ ἑψόμενα. λειωθεὶϲ δὲ καὶ ἀναλαμβανόμενοϲ κηρωτῇ ϲκευαϲθείϲῃ
διὰ κυπρίνου ἐλαίου ἢ γλευκίνου ἤ τινοϲ ἑτέρου τῶν θερμαινόντων
ὀνίνηϲι μεγάλωϲ τοὺϲ ἀρθριτικοὺϲ καὶ παραλυτικούϲ.
33
Ἀλαβανδικὸϲ λίθοϲ. Τῷ μὲν χρώματι οὗτόϲ ἐϲτιν ὑπομελανίζων
μετὰ τοῦ πυρροῦ· διαυγεῖ δὲ ὡϲ πῦρ διαφύϲειϲ παρέχων ἢ ῥαγάδαϲ.
οὗτοϲ λεῖοϲ τριβόμενοϲ μελαίνει τὴν ἐπιφάνειαν τῶν λευκῶν τριχῶν.
34
Γαγάτηϲ. Θαυμάϲιοϲ λίθοϲ πυρὶ προϲαγόμενοϲ οὗτοϲ καὶ ἀναπτό-
μενοϲ ἔπειτα ϲβεννύμενοϲ οἴνῳ, ὁ οἶνοϲ καρδιακοῖϲ δίδοται εἰϲ πο-
τόν· αὐτίκα γὰρ παύονται καρδιαλγοῦντεϲ, τοῦ τε ἱδρῶτοϲ ϲταλέντοϲ
καὶ διεγερθέντων τῶν ϲφυγμῶν. [ἄλλοι δὲ χνοώδη ποιήϲαντεϲ τὸν
γαγάτην λίθον ἐπὶ ἑπτὰ ἡμέραϲ δεδώκαϲι κωλικοῖϲ καὶ τέλεον ἀπηλ-
λάγηϲαν τοῦ πάθουϲ. ἡμερικὴ δόϲιϲ δραχμὴ α̅. ἐξ αὐτοῦ δὲ καπνίζον-
τεϲ τὸ ποτήριον ἔνθα ἐδίδουν μετ' οἴνου ποτίζοντεϲ.] καὶ γὰρ ἡ
ἄϲφαλτοϲ πινομένη τὸ αὐτὸ ποιεῖ ἀπαραβάτωϲ. διώκει δὲ θηρία θυ-
μιώμενοϲ καὶ ἔμμηνα ἄγει καὶ τὰ δεύτερα. ἐλέγχει δὲ καὶ τὰϲ ἐπιλη-
ψίαϲ, λύει δὲ καὶ χοιράδαϲ λεῖοϲ μιγνύμενοϲ τοῖϲ ἐπιτηδείοιϲ φαρμά-
κοιϲ. θεραπεύει δὲ καὶ τὰϲ περὶ τὸν δακτύλιον διαθέϲειϲ λειότατοϲ γε-
νόμενοϲ καὶ ἀφεψηθεὶϲ ὀμφάκων χυλῷ εἰϲ τὸ τρίτον. δύναται δὲ οὗτοϲ
καὶ τὰ ἄλλα πάντα ῥεύματα τοῦ ϲώματοϲ ἀναϲτεῖλαι.
35
Ἤλεκτρον ἢ ϲούκινον ἢ λιγγούριον. Πινόμενον ἰᾶται δυϲουρίαν
καὶ ϲτομαχικοὺϲ ὠφελεῖ, καὶ ὁ χρυϲήλεκτροϲ δὲ πινόμενοϲ ϲὺν μαϲτίχῃ
ἀλγήματα ϲτομάχου ἰᾶται.
36
Ἴαϲπιϲ ὁ ὑπόχλωροϲ περιαπτόμενοϲ ἀλγήματα ϲτομάχου παύει
καὶ παραλύϲεων καὶ ὀδυνῶν ἐϲτι πραϋντικόϲ. ὁ δὲ καπνίαϲ ὀνο-
μαζόμενοϲ ἴαϲπιϲ ὁ χλωρὸϲ τεθαλωμένην ϲφόδρα ἔχων τὴν χρόαν
φυλακτήριόν ἐϲτι μέγα γυναικῶν δυϲτοκουϲῶν καὶ ὑδερικοῖϲ ἐπαρκεῖ πε-
ριαπτόμενον καὶ τραύματα μέγιϲτα τηρεῖ ἀφλέγμαντα. καὶ ἀνωδύ-
νουϲ τοὺϲ τραυματιζομένουϲ ποιεῖ ὑπεραρτώμενοϲ.
37
Ἰαϲπαχάτηϲ ἐκ τῆϲ ϲμαραγδιζούϲηϲ ἐϲτὶν ἰάϲπιδοϲ καὶ τοῦ ἀχά-
του. δύναμιν δὲ ἔχει δίψουϲ παρηγορικὴν καὶ ὑδρωπικοῖϲ βοηθεῖ καὶ
ἡπατικοῖϲ καὶ περιπνευμονικοῖϲ καὶ πλευριτικοῖϲ πινόμενοϲ καὶ τὸ ϲῶμα
εὐανθὲϲ ποιεῖ.
38
Ϲάπφειροϲ λίθοϲ μετὰ γάλακτοϲ ποθεὶϲ λεῖοϲ ἰᾶται τὰϲ ἐντὸϲ
ἑλκώϲειϲ πάϲαϲ καὶ ἱδρῶταϲ παύει, τάϲ τε ἐκτὸϲ ἑλκώϲειϲ πάϲαϲ ἰᾶται
μετὰ γάλακτοϲ ἐπιχριϲθείϲ. τὰϲ δὲ ἐν τῇ γλώϲϲῃ διακοπὰϲ λεῖοϲ ξηρὸϲ
ἐπιπαϲϲόμενοϲ ἰᾶται· καθόλου γὰρ ξηραντικὸϲ τὴν δύναμίν ἐϲτιν.
39
Ϲμάραγδοϲ λίθοϲ. Ὀπτηθεῖϲα καὶ λεῖα μετὰ μέλιτοϲ ἀττικοῦ μιγνυ-
μένη ἀμβλυωπίαϲ ἰᾶται, μεθ' ὕδατοϲ δὲ καὶ κόμμεωϲ καταχριομένη τοῖϲ
ἐλεφαντιῶϲιν ὠφελιμωτάτη ἐϲτί· πινομένη τε μεθ' ὕδατοϲ ἀναϲκευάζει
τὸ πάθοϲ, αἷμα τε ἐπέχει περιαπτομένη, ὁπόθεν ἂν τύχοι φερόμενον.
40
Περὶ τῶν μεταλλικῶν καὶ τῶν ἐξ ὕδατοϲ γεννωμένων. Μεταλλικὰ
προϲαγορεύειν ἔθοϲ ἐϲτὶ τοῖϲ ἰατροῖϲ ὧν ἡ γένεϲιϲ ἐν τοῖϲ μετάλλοιϲ
ἐϲτίν, ἤτοι αὐτοφυῆ ἢ διὰ καμίνου γιγνόμενα. καὶ τρίτα γε ἐπ' αὐτοῖϲ
ἐϲτιν ὅϲα πάλιν ἐκ τούτων αὐτῶν οἱ ἄνθρωποι ϲκευάζουϲιν· οἷον ἰὸν
ψιμύθιον ϲάνδυκα καὶ τὰ ὅμοια. ἐφεξῆϲ οὖν ὑπὲρ ἁπάντων κατὰ τὴν
τῶν γραμμάτων τάξιν εἰρήϲεται.
41
Ἀδάρκηϲ. Ἀδάρκιον δριμύτατόν ἐϲτι καὶ θερμαντικώτατον, διὸ
μίγνυται τοῖϲ ἀμβλύνουϲι τὴν δύναμιν αὐτοῦ καὶ οὕτω γίνεται πολύ-
χρηϲτον ἐπὶ τῶν θερμανθῆναι δεομένων διαθέϲεων ἔξωθεν προϲαγόμενον.
42
Ἀλκυόνια. Ῥύπτει μὲν πάντα καὶ διαφορεῖ δριμεῖαν ἔχοντα ποιό-
τητα παρὰ τὸ μᾶλλον καὶ ἧττον. τὸ δὲ τραχὺ καλούμενον τὴν μὲν
ἐκτὸϲ ἐπιφάνειαν λείαν κέκτηται, τὴν δὲ ἐντὸϲ οὐϲίαν ἔχει τραχεῖαν.
ἐϲτὶ δὲ θερμότατον ἁπάντων ἀλκυονίων, ὡϲ καὶ τρίχαϲ ἀποκαίειν δύ-
ναϲθαι. διὸ πρὸϲ λέπραϲ ἀλφοὺϲ ψώραϲ καὶ λειχῆναϲ τοῖϲ ἄλλοιϲ
ἠπιωτέροιϲ οὖϲι χρώμεθα· τὸ γὰρ τραχὺ ἀλκυόνιον οὐ μόνον ἀπορ-
ρύπτει τὴν ἐπιφάνειαν ἀλλὰ καὶ ἀποδέρει καὶ ἑλκοῖ. τὸ δὲ Μιλήϲιον
λεγόμενον ϲκώληκι ἐοικὸϲ τὸ ϲχῆμα πορφυρίζον τῇ χρόᾳ καὶ τῇ ϲυ-
ϲτάϲει μαλακόν, λεπτότατον πάντων ἐϲτί. διὸ καὶ καυθὲν ἀλωπεκίαϲ
ἰᾶται μετ' οἴνου κιρροῦ καὶ λεπτοῦ χριόμενον.
43
Ἅλεϲ. Εἰϲὶ μὲν τῆϲ αὐτῆϲ κατὰ γένοϲ δυνάμεωϲ οἵ τε ὀρυκτοὶ
καὶ οἱ θαλάττιοι. διαφέρουϲι δὲ τῷ μᾶλλον καὶ ἧττον πεπιλῆϲθαι τὴν
οὐϲίαν τῶν ἐκ τῆϲ γῆϲ ἁλῶν. διὸ καὶ τὸ παχυμερέϲ τε καὶ ϲτῦφον
ἐν τούτοιϲ μᾶλλον. κάλλιϲτοι δὲ ἐν τοῖϲ…
κ…
The complete text is available when the reading interface loads.