Iatricorum liber iii
- Edition reference
- Iatricorum liber iii, ed. Olivieri, CMG 8.1 (1935) 260–355.
- CTS identifier
urn:cts:greekLit:tlg0718.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
P
ρ̅β̅ Φλέγματοϲ καθαρτικόν
ρ̅γ̅ Μελαγχολικοῦ χυμοῦ καθαρτικόν
ρ̅δ̅ Κοινὸν καθαρτήριον
ρ̅ε̅ Ἀλοηδάρια διὰ ῥοδομέλιτοϲ
ρ̅Ϛ̅ Χολῆϲ καὶ φλέγματοϲ ἀγωγά
ρ̅ζ̅ Ἀλοηδάρια δόκιμα
ρ̅η̅ Ἀλοηδάρια Ὀριβαϲίου
ρ̅θ̅ Ἄλλωϲ Ὀριβαϲίου
ρ̅ι̅ Ἅλεϲ καθαρτικοί
ρ̅ι̅α̅ Καθαρτικὸν φλεγμαγωγὸν τοῦ Διο-
γένουϲ
ρ̅ι̅β̅ Ὑδραγωγόν
ρ̅ι̅γ̅ Ἱερὰ Λογαδίου
ρ̅ι̅δ̅ Ἱερὰ Γαληνοῦ
ρ̅ι̅ε̅ Ἱερὰ Ἀρχιγένουϲ
ρ̅ι̅Ϛ̅ Ἱερὰ ἐκ τοῦ περὶ μελαγχολίαϲ
Ῥούφου
ρ̅ι̅ζ̅ Ἱερὰ Ἰούϲτου
ρ̅ι̅η̅ Ὅπωϲ χρὴ βοηθεῖν τοῖϲ πιοῦϲι
φάρμακον καὶ μὴ καθαιρομένοιϲ
ρ̅ι̅θ̅ Ἐπιμέλεια τῶν ὑπερκαθαιρομένων
ρ̅κ̅ Περὶ ἐμέτων ἐκ τοῦ Ῥούφου
ρ̅κ̅α̅ Ϲκευαϲία ῥαφανίδων δι' ἐλλεβόρου
λευκοῦ
ρ̅κ̅β̅ Τίϲι δοτέον τὸν ἐλλέβορον
ρ̅κ̅γ̅ Τί δύναται ποιεῖν ἐλλέβοροϲ
ρ̅κ̅δ̅ Ὅτι πολλοὶ λαβόντεϲ ἐλλέβορον
οὐδὲν μὲν ἤμεϲαν, ὠφελήθηϲαν δὲ
ὡϲ καθαρθέντεϲ
ρ̅κ̅ε̅ Τίνεϲ ἐπιτήδειοι πρὸϲ ἐλλέβορον
ρ̅κ̅Ϛ̅ Καιροὶ καθολικοὶ καὶ μερικοὶ εἰϲ
ἐλλεβοριϲμὸν ἐπιτήδειοι
ρ̅κ̅ζ̅ Περὶ δοκιμαϲίαϲ ἐλλεβόρου
ρ̅κ̅η̅ Ὅπωϲ χρὴ διαιτᾶν τοὺϲ μέλλονταϲ
ἐλλεβορίζεϲθαι
ρ̅κ̅θ̅ Πόϲαι διαφοραὶ τῆϲ δόϲεωϲ ἐλλεβόρου
ρ̅λ̅ Περὶ ἀποβρέγματοϲ ἐλλεβόρου
ρ̅λ̅α̅ Περὶ ἀφεψήματοϲ ἐλλεβόρου
ρ̅λ̅β̅ Περὶ τοῦ ψαλιϲτοῦ ἐλλεβόρου καὶ
κοπτομένου καὶ ϲηθομένου
ρ̅λ̅γ̅ Τίνα δεῖ προπαραϲκευάζειν ἐπὶ τῆϲ
δόϲεωϲ
ρ̅λ̅δ̅ Πῶϲ ἐπιμελητέον αὐτῶν μετὰ τὴν
πόϲιν
ρ̅λ̅ε̅ Περὶ ὑπερκαθάρϲεωϲ
ρ̅λ̅Ϛ̅ Ἐπιθέματα καθαρτικά
ρ̅λ̅ζ̅ Περὶ τῶν τοπικῶν κενώϲεων
ρ̅λ̅η̅ Ὅϲα ὀφθαλμῶν καθαρτικά
ρ̅λ̅θ̅ Ὤτων καθαρτικά
ρ̅μ̅ Ὅϲα ἐκ ῥινῶν καθαίρει
ρ̅μ̅α̅ Ὅϲα ὑγραϲίαν ἐκ ϲτόματοϲ ἕλκει
ρ̅μ̅β̅ Ὅϲα γάλα γεννᾷ καὶ κινεῖ
ρ̅μ̅γ̅ Πνεύμονοϲ καὶ θώρακοϲ καθαρτικά
ρ̅μ̅δ̅ Περὶ ὑποκαπνιϲμῶν
ρ̅μ̅ε̅ Κενωτικὰ λεπτῶν ἐντέρων
ρ̅μ̅Ϛ̅ Κενωτικὰ τῶν ϲιμῶν τοῦ ἥπατοϲ
ρ̅μ̅ζ̅ Κενωτικὰ τῶν κυρτῶν τοῦ ἥπατοϲ
ρ̅μ̅η̅ Ϲπληνὸϲ κενωτικά
ρ̅μ̅θ̅ Νεφρῶν κενωτικά
ρ̅ν̅ Κύϲτεωϲ κενωτικά
ρ̅ν̅α̅ Ὅϲα ἐντίθεται τῇ βαλάνῳ πρὸϲ
ἐρεθιϲμὸν τῶν οὔρων
ρ̅ν̅β̅ Λίθων κενωτικά
ρ̅ν̅γ̅ Ὑϲτέραϲ κενωτικά
ρ̅ν̅δ̅ Ὅϲα πινόμενα ἄγει καταμήνια
ρ̅ν̅ε̅ Ϲκυβάλων κενωτικά
ρ̅ν̅Ϛ̅ Ἑλμίνθων κενωτικά
ρ̅ν̅ζ̅ Ἱδρώτων κενωτικά
ρ̅ν̅η̅ Κενωτικὰ καὶ φθαρτικὰ φθειρῶν
ρ̅ν̅θ̅ Περὶ κλυϲμῶν
ρ̅ξ̅ Περὶ βαλάνων
ρ̅ξ̅α̅ Περὶ κροκύδων
ρ̅ξ̅β̅ Περὶ ἀέρων
ρ̅ξ̅γ̅ Περὶ ἀνέμων
ρ̅ξ̅δ̅ Περὶ ἐπιϲημαϲιῶν τῶν κατὰ μῆνα
γινομένων
ρ̅ξ̅ε̅ Περὶ ὑδάτων
ρ̅ξ̅Ϛ̅ Περὶ λουτρῶν
ρ̅ξ̅ζ̅ Περὶ λουτρῶν αὐτοφυῶν
ρ̅ξ̅η̅ Περὶ ψυχρολουϲίαϲ
ρ̅ξ̅θ̅ Περὶ τῆϲ εἰϲ ἔλαιον ἐμβάϲεωϲ
ρ̅ο̅ Περὶ ἀποϲπογγιϲμοῦ
ρ̅ο̅α̅ Περὶ προϲκλύϲματοϲ
ρ̅ο̅β̅ Περὶ καταιονήϲεων
ρ̅ο̅γ̅ Περὶ ἐγκαθιϲμάτων
ρ̅ο̅δ̅ Περὶ ἐμβροχῶν
ρ̅ο̅ε̅ Περὶ πυριάϲεων καταιονήϲεων κα-
ταπλαϲμάτων καὶ ϲικυῶν Γαληνοῦ
ρ̅ο̅Ϛ̅ Ἐκ τῶν Λύκου περὶ καταπλαϲμάτων
ρ̅ο̅ζ̅ Περὶ τοῦ ἐξ ἄρτου καταπλάϲματοϲ
ρ̅ο̅η̅ Περὶ τοῦ ἐκ πιτύρων καταπλάϲ-
ματοϲ
ρ̅ο̅θ̅ Περὶ τοῦ διὰ ϲύκων καταπλάϲματοϲ
ρ̅π̅ Περὶ δρωπάκων καὶ πιττώϲεωϲ
ρ̅π̅α̅ Περὶ ϲιναπιϲμοῦ Ἀρχιγένουϲ
ρ̅π̅β̅ Ὅτι οἱ τῶν αἰγῶν ϲπύραθοι μετ'
ὄξουϲ καταπλαϲϲόμενοι ἰδίωϲ ἰϲχια-
δικοῖϲ ἁρμόζουϲιν
ρ̅π̅γ̅ Τίνα ἕτερά ἐϲτι φοινίϲϲοντα
ρ̅π̅δ̅ Περὶ τῆϲ ἰβηρίδοϲ ἤτοι καρδαμίνηϲ
βοτάνηϲ
ρ̅π̅ε̅ Γαληνοῦ περὶ τῶν μετὰ ϲυγκριτι-
κῶν βοηθημάτων
Arg
{Ἀετίου λόγοϲ τρίτοϲ}
Περὶ ἐνιεμένων προϲφερομένων καὶ περὶ ἀέρων ἀνέμων τόπων
ὑδάτων φοινιγμῶν ϲιναπιϲμῶν καὶ τῶν ὁμοίων.
1
Περὶ τρίψεωϲ παραϲκευαϲτικῆϲ. Πρὸ τῶν γυμναϲίων θερμαίνειν
〈μετρίωϲ〉 τὸ ϲῶμα χρὴ τρίψει τε χρωμένουϲ τῇ διὰ ϲινδόνων, κἄπειτα
δι' ἐλαίου τρίβειν τε γυμναῖϲ ταῖϲ χερϲίν, ἄχριϲ ἂν θερμανθείη καλῶϲ
καὶ μαλαχθείη τὸ ϲῶμα, ἐπανθήϲειέ τε ἔρευθοϲ εὐανθὲϲ καὶ εἰϲ ὄγκον
ἀχθείη τὸ τριβόμενον μόριον.
2
Περὶ γυμναϲίων. Κίνηϲιϲ ϲφοδρὰ τὸ γυμνάϲιόν ἐϲτιν· ὅροϲ δὲ τῆϲ
ϲφοδρότητοϲ ἡ τῆϲ ἀναπνοῆϲ ἐπὶ τὸ δαϲύτερον ἀλλοίωϲιϲ· τὸ δὲ
γυμνάϲιον δυϲπαθῆ τε παραϲκευάζει τὰ ὀργανικὰ μόρια καὶ εὔτονα
πρὸϲ τὰϲ ἐνεργείαϲ τήν τε τῆϲ τροφῆϲ ὁλκὴν ἰϲχυροτέραν καὶ τὴν
θρέψιν βελτίονα διὰ τὴν ἐγγιγνομένην τοῖϲ ϲώμαϲι θερμότητα· ἐκκα-
θαίρει δὲ καὶ τοὺϲ αἰϲθητικοὺϲ πόρουϲ καὶ τοὺϲ ἀδήλουϲ διὰ τὴν τοῦ
πνεύματοϲ ἰϲχυρὰν κίνηϲιν· ἐπεὶ οὖν τῇ ἀναδόϲει ϲυνεργεῖ, χρὴ μήτε
πλῆθοϲ ὠμῶν καὶ ἀπέπτων ϲιτίων μήτε χυμῶν κατὰ τὴν κοιλίαν ἢ
ἐν τοῖϲ ἐντέροιϲ περιέχεϲθαι· κίνδυνοϲ γὰρ αὐτοῖϲ ἀχθῆναι πρὸϲ
ἅπαντα τὰ τοῦ ζῴου μόρια πρὶν χρηϲτοῖϲ γενέϲθαι πεφθεῖϲιν. δῆλον
οὖν ὡϲ καὶ πρὸ τῶν ϲιτίων τὰ γυμνάϲια παραλαμβάνειν χρή. γνώ-
ριϲμα δὲ τῆϲ εὐκαιρίαϲ τῶν οὔρων ἡ εὔχροια· τὸ μὲν γὰρ ὑδατῶδεϲ
οὖρον ἄπεπτον ἔτι ϲημαίνει τὸν ἐκ τῆϲ γαϲτρὸϲ ἀναδοθέντα χυμόν,
τὸ δὲ πυρρὸν καὶ χολῶδεϲ ἐκ πολλοῦ κατειργάϲθαι. τὸ δὲ μετρίωϲ
ὠχρὸν ἄρτι πέψεωϲ γεγενημένηϲ ϲημεῖόν ἐϲτι. τηνικαῦτα γοῦν ἄγειν
ἐπὶ τὰ γυμνάϲια προαποθέμενον τό τε ἐν τῇ κύϲτει καὶ τῇ γαϲτρὶ
περίττωμα.
3
Περὶ τῶν εἰδῶν τῶν γυμναϲίων. Τὸ μὲν δὴ κοινὸν ἁπάντων
γυμναϲίων ἐϲτὶ θερμότητοϲ αὔξηϲιϲ ἐγγιγνομένη τοῖϲ ϲώμαϲι, τὰ δὲ
διὰ τῶν καθ' ἕκαϲτον. τὸ μὲν εὔτονον γυμνάϲιόν ἐϲτι τὸ βιαίωϲ εἰϲ
εὐτονίαν παραϲκεύαζον τούϲ τε μῦϲ καὶ τὰ νεῦρα· τοιαῦτα δέ ἐϲτι·
τὸ ϲκάπτειν καὶ φορτίον ἀράμενον μέγιϲτον ἢ κατὰ χώραν μένειν ἢ
προβαίνειν μικρὰ καὶ οἷον περιπατεῖν τούτου τοῦ γένουϲ ἐϲτὶ καὶ τὸ
ἀναρριχᾶϲθαι διὰ ϲχοινίου καὶ πλεῖϲτα ἄλλα ὁμοιότροπα. τὰ δὲ ταχέα
γυμνάϲια χωρὶϲ εὐτονίαϲ καὶ βίαϲ δρόμοι τέ εἰϲι καὶ ἀκροχειριϲμοὶ καὶ
τὸ διὰ τῆϲ μικρᾶϲ ϲφαίραϲ γυμνάϲιον. ὅϲα δὲ εὔτονα τῶν γυμναϲίων
ἐϲτί, τούτοιϲ ὡϲ ϲφοδροῖϲ ἄν τιϲ χρῷτο κινήϲειϲ ταχείαϲ προϲτιθείϲ.
ἔτι τῶν γυμναϲίων τὰ μὲν ὀϲφὺν μᾶλλον ἢ χείραϲ ἢ ϲκέλη διαπονεῖ,
τὰ δὲ τὴν ῥάχιν ἢ τὸν θώρακα ἢ τὸν πνεύμονα μόνον. χρὴ δὲ γυμ-
νάζεϲθαι, μέχριϲ ἂν εἰϲ ὄγκον αἴρηται τὸ ϲῶμα καὶ εὐανθὲϲ ὑπάρχῃ,
καὶ αἱ κινήϲειϲ ἕτοιμοί τε ὁμαλῶϲ καὶ εὔτονοι γίγνωνται. ἐν τούτῳ
δὲ καὶ ἱδρώτια θεάϲῃ θερμὰ ἀτμῷ ϲυμμιγῆ· παυέϲθω δὲ τηνικαῦτα
πρῶτον ἐπειδάν τι τῶν εἰρημένων ἀλλοιωθῇ, οἷον εἰ φανείη ϲυϲτελ-
λόμενοϲ ὁ τοῦ ϲώματοϲ ὄγκοϲ, αὐτίκα παύειν· ὡϲαύτωϲ καὶ εἰ τὸ
τῆϲ χρόαϲ εὐανθὲϲ μαραίνοιτο, παύεϲθαι. καὶ μὲν δὴ καὶ τὸ τῶν κινή-
ϲεων εὐανθὲϲ ἐπειδὰν ἐνδιδόναι που φαίνοιτο, καταπαύειν αὐτίκα·
καὶ εἰ περὶ τὸν ἱδρῶτα φαίνοιτό τιϲ ἢ κατὰ πλῆθοϲ ἢ κατὰ ποιό-
τητα μεταβολή· ἐὰν γὰρ ἐλάττων ἢ ψυχρότεροϲ γίγνηται, καταπαύειν
καταχέοντα τὸ ἔλαιον ἀποθεραπεύειν τε τοὐντεῦθεν, εἶθ' ἑξῆϲ τῇ
ἀποθεραπευτικῇ τρίψει χρῆϲθαι, ὡϲ εἰώθαϲιν οἱ παιδοτρίβαι ποιεῖν.
4
Περὶ τῶν ἰδίων τρίψεων. Τῶν τρίψεων ἡ μὲν ϲκληρὰ δεῖ τὰ
ϲώματα, ἡ δὲ μαλακὴ λύει· ὥϲτε ὅϲα ἐκλύεται πέρα τοῦ μετρίου
ϲώματα, ϲκληρῶϲ ἀνατριπτέον, ὅϲα δ' ἔϲφιγκται, μαλακῶϲ· εἰ δέ τι
ϲυμμέτρωϲ ἔχει, εὔδηλον ὡϲ οὔτε μαλακῶϲ οὔτε ϲκληρῶϲ, ἀλλ' ὅϲον
οἷόν τε, τὰϲ ὑπερβολὰϲ ἑκατέραϲ φυλαττόμενον· ἡ δὲ πολλὴ τρῖψιϲ
τὴν ἰϲχνότητα παρέχεται, ἡ δὲ μέϲη τὴν ϲυμμετρίαν.
5
Περὶ ἀναφωνήϲεωϲ. Γυμνάϲιόν ἐϲτι θώρακοϲ καὶ τῶν φωνητικῶν
ὀργάνων ἡ ἀναφώνηϲιϲ καὶ πρό γε τούτων τῆϲ φυϲικῆϲ θερμαϲίαϲ,
〈τὴν μὲν θερμαϲίαν αὔξουϲα〉 καὶ καθαίρουϲα καὶ λεπτύνουϲα καὶ το-
νοῦϲα, τά τε τοῦ ϲώματοϲ μέρη ϲτερεὰ καὶ εὔτονα καὶ δυϲπαθῆ κατα-
ϲκευάζουϲα. χρῶ δὲ ἀναφωνήϲει ἐπὶ ἀϲθματικῶν ὀρθοπνοικῶν φθιϲικῶν
καὶ ἀλγημάτων χρονίων περὶ τὸ ϲτέρνον γιγνομένων ἢ τὸ μετάφρενον
καὶ ἐπὶ ἀποϲτημάτων ἐν θώρακι μετὰ τὴν ῥῆξιν καὶ ἐπὶ βραγχώδουϲ
φωνῆϲ τῆϲ διὰ πλείϲτην ὑγρότητα γιγνομένηϲ· καὶ ἐπὶ τεταρταϊζόν-
των πυρετῶν ἁρμοδιωτάτη, ἐκμοχλεύουϲα τὸν πεπηγότα χυμὸν ἀλλὰ
καὶ διὰ τὴν ὑγρότητα τοῦ ϲτομάχου, ἣν ἰδίωϲ αὐτὸϲ ὁ τεταρταῖοϲ
τύποϲ ἐπιφέρει. ἁρμόζει δὲ καὶ ϲτομαχικοῖϲ, μάλιϲτα δὲ τοῖϲ ϲυνεχῶϲ
ἐμοῦϲι καὶ ὀξυρεγμιώδεϲι, τοῖϲ δὲ περὶ κεφαλὴν πάθεϲιν ἀνάρμοϲτοϲ.
δεῖ δὲ τὸν μέλλοντα ἀναφωνεῖν, κοιλίαϲ ἀποδεδωκυίαϲ τριψάμενον
ἡϲυχῆ, τὰ κάτω μέρη καὶ τὸ πρόϲωπον ἀπονιψάμενον προδιαχυθέντα,
ἠρέμα προλαλήϲαντα, μέτρια διαϲτήϲαντα ἐκ τῶν ὕπνων καὶ περι-
πατήϲαντα, οὕτωϲ ἐπὶ τὰ τῆϲ ἀναφωνήϲεωϲ παραγενέϲθαι. ἐν δὲ ταῖϲ
ἀναφωνήϲεϲιν ἡ εὐμέλεια καὶ χρηϲτοφωνία οὐδὲν ἂν ϲυμβάλλοιτο πρὸϲ
ὑγείαν, ὁ δὲ τῶν βαρυτέρων φθόγγων ἦχοϲ χρήϲιμοϲ, ὥϲτε τοῦτον
ἀϲκητέον. οὕτω γὰρ πλεῖϲτοϲ ἀὴρ κατὰ τὴν ἀναπνοὴν ἑλκόμενοϲ
διαϲτέλλει τόν τε θώρακα καὶ τὴν κοιλίαν καὶ τοὺϲ καθ' ὅλον τὸ ϲῶμα
πόρουϲ ἀνευρύνει καὶ διίϲτηϲι. διόπερ ἐν ταῖϲ ἀναφωνήϲεϲιν ἢ ϲυντό-
νοιϲ ἀναγνώϲεϲι τῶν πλεοναζόντων ὑγρῶν ποιεῖται τὰϲ ἐκκρίϲειϲ,
τοῖϲ μὲν ϲυντονώτερον ἀναγιγνώϲκουϲι μᾶλλον καὶ δι' ἱδρώτων, τοῖϲ
δὲ ἐπιεικέϲτερον ἐντεινομένοιϲ διὰ τῆϲ ἀδήλου διαπνοῆϲ· καθ' ὅλον
γὰρ τὸν ὄγκον τοῦ ϲώματοϲ ἡ τάϲιϲ γίγνεται ἐν τοῖϲ ἀναγνώϲμαϲι
καὶ ταῖϲ ἀναφωνήϲεϲι. ϲυμβαίνει δὲ διὰ τὸν ἐκ τῆϲ κινήϲεωϲ γιγνό-
μενον λεπτυϲμὸν πολλῶν πτυϲμάτων ἀναχρεμπτομένων καὶ μύξηϲ καὶ
φλέγματοϲ ἔκκριϲιν γενέϲθαι. τοῖϲ γε μὴν θερμαϲίαϲ δεομένοιϲ διὰ
ψυχρότητα τίϲ ἂν ἄλλη προϲφορωτέρα γένοιτο βοήθεια τῆϲ κατὰ τὴν
ἀναπνοὴν ἐνεργείαϲ; δεῖ τοίνυν ἀναγιγνώϲκειν πολλάκιϲ ἀνιένταϲ
ἅπαν τὸ ϲῶμα καὶ κεχυμένηϲ τῆϲ ϲαρκὸϲ εἰϲ ἀραίωϲιν τοῦ ϲώματοϲ,
διιϲτάνταϲ ἐπίτηδεϲ τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὰϲ ἄλλαϲ διεξόδουϲ
τοῦ πνεύματοϲ καὶ τὰϲ βαρυτάταϲ φθέγγεϲθαι φωνὰϲ εὐμελεῖϲ. χρη-
ϲτέον δὲ ταῖϲ τῆϲ φωνῆϲ ἐνεργείαιϲ οὔτε εἰκῆ οὔτ' ἀπεριϲκέπτωϲ,
ἀλλὰ μήτε φαύλων καὶ διεφθαρμένων ὑγρῶν μεϲτοὺϲ ὄνταϲ μήτε ἐπὶ
μεγάλαιϲ καὶ φανεραῖϲ ἀπεψίαιϲ πρὸϲ τὸ διὰ τῆϲ φωνῆϲ γυμνάϲιον
ἀφικνεῖϲθαι, ὅπωϲ ἂν μὴ πλείων ἀνάδοϲιϲ τῶν διεφθαρμένων χυμῶν
ἢ ἀτμῶν εἰϲ τὸ ϲῶμα γένηται.
6
Περὶ αἰώραϲ. Τὰ μὲν ἄλλα γυμνάϲια ἐπὶ τῇ τοῦ ϲώματοϲ κινήϲει
κεῖται, ἡ δὲ αἰώρα ϲυμμιγήϲ ἐϲτιν ἔκ τε κινήϲεωϲ καὶ ϲχέϲεωϲ, τῶν
μὲν πλείϲτων μερῶν τοῦ ϲώματοϲ ἀτρεμεῖν δοκούντων, παντὸϲ δὲ
ὑπὸ τῆϲ φορᾶϲ κινουμένου· ἐντεῦθεν ὠφελιμώτατόν τε καὶ προϲ-
ηνέϲτατον γυμνάϲιον ἡ αἰώρα, οὔτε κόπον ἐμποιοῦϲα τοῖϲ ϲώμαϲι,
κινοῦϲά τε αὐτὰ ϲχεδὸν παραπληϲίωϲ τοῖϲ μεγάλοιϲ γυμναϲίοιϲ. δύνα-
ται δὲ αἰώρα πᾶϲα ῥιπίζειν τε καὶ ἐπεγείρειν τὸ ἔμφυτον θερμὸν
ϲκορπίζειν τε πλῆθοϲ ὕληϲ καὶ τονοῦν τὴν ἕξιν καὶ ἐπεγείρειν τὰ
νεναρκηκότα τῶν ἐνεργημάτων. διαφοραὶ δὲ αἰώραϲ πλεῖϲται μέν,
ἰδίωϲ δὲ αὗται· ἡ μὲν ἐπὶ κλίνηϲ ἢ κρεμαμένηϲ ἢ ὑπόβαθρα ἐχούϲηϲ
κατὰ τοὺϲ γωνιαίουϲ πόδαϲ, ἡ δὲ ἐν φορείῳ (διπλῆ δὲ καὶ ἥδε, ἤτοι
καθεζομένων τῶν αἰωρουμένων ἢ κατακειμένων) ἢ ἐπὶ ζεύγουϲ ἢ ἐν
πλοίῳ. θετέον δὲ ἐν αἰώραϲ μέρει καὶ τὴν ἱππαϲίαν. τῇ μὲν οὖν ἐπὶ
κλίνηϲ αἰώρᾳ χρηϲτέον ἐπὶ πυρεϲϲόντων ἢ χρονίαν νόϲον νοϲούντων,
ἐν ᾗ ϲυντακέντα τὰ ϲώματα οὐ μάλα ὀρθοῦϲθαι δύναται, ἐπί τε τῶν
ἀπὸ πυρεκτικῆϲ κακοπαθείαϲ ἄρτι ἀρχομένων ἀναλαμβάνειν, καὶ ἐπὶ
τῶν ἐλλεβοριζομένων. χρηϲτέον δὲ αὐτῇ καὶ ἐπὶ τῶν φρενιτικῶν.
ἠρέμα γὰρ καταπραύνει τὴν ταραχὴν τοῦ πνεύματοϲ καὶ εἰϲ ὕπνον
προϲκαλεῖται. χρηϲτέον δὲ κἀπὶ τῶν ληθαργικῶν καὶ ἐπὶ ἀνορέκτων·
ἐν φορείῳ δὲ κατακειμένουϲ αἰωροῦμεν ληθαργικῷ πυρετῷ ϲυνεχο-
μένουϲ καὶ ἡμιτριταικῷ καὶ ἀμφημερινῷ, ὑδερικοὺϲ ἀποπλήκτουϲ παρέ-
τουϲ νεφριτικοὺϲ ποδαγρικούϲ· καθεζομένουϲ δὲ ἐν φορείῳ αἰωροῦμεν
τοὺϲ ἐν ἀνέϲει εἰλικρινεῖ τῶν πυρετῶν γενομένουϲ. ἡ δὲ ἐπὶ ζεύγουϲ
αἰώρα μοχλευτικόν τι ἔχει καὶ κινητικὸν τῶν χρονιωτάτων νοϲημάτων.
ἐϲτὶ δὲ καὶ ταύτηϲ ἡ μὲν ϲφοδροτέρα ἡ δὲ ἠπιωτέρα. τῇ μὲν οὖν
ἠπιωτέρᾳ χρηϲτέον ἐπὶ τῶν περὶ τὴν κεφαλὴν διαθέϲεων καὶ τῶν τὰ
ἔντερα ῥευματιζομένων, τῇ δὲ ϲφοδροτέρᾳ ἐπὶ τῶν κατὰ θώρακα καὶ
ϲτόμαχον παθῶν, ἐπί τε οἰδημάτων καὶ ὑδρωπικῶν καὶ ἀποπλήκτων.
τοὺϲ δὲ ϲκοτωματικοὺϲ καὶ ἡμικρανικοὺϲ ἀπεϲτραμμένουϲ εἰϲ τοὐπίϲω
τῆϲ ὁδοιπορίαϲ δεῖ καθίζειν ἐπὶ τῷ ζεύγει καὶ ἠρέμα κινεῖν· πολλοὺϲ
γὰρ ἴϲμεν θεραπευθένταϲ τούτῳ τῷ τρόπῳ, μηδενὸϲ τῶν ἄλλων βοη-
θημάτων προϲδεηθένταϲ. δεῖ δὲ ὑπτιωτέραν ἐπ' αὐτῶν εἶναι τὴν
καθέδραν. ἡ δὲ διὰ πλοίου αἰώρα ἡ μὲν παρὰ γῆν γιγνομένη καὶ ἐν
ἀκύμονι θαλάϲϲῃ ἁρμόζει ὑδρωπικοῖϲ ἐλεφαντιῶϲιν ἀποπλήκτοιϲ παρῳ-
δηκόϲιν. ϲτόμαχον δὲ κατ' ἀρχὰϲ μὲν ἀνατρέπει, μικρὸν δὲ ὕϲτερον
ἐν ἔθει γίγνεται. ἡ δὲ διαπόντιοϲ αἰώρα ϲφοδροτάτη ἐϲτίν, μεταβολάϲ
τε πλείϲταϲ καὶ μεγίϲταϲ ἐργάζεται τῆϲ ψυχῆϲ, ϲυμμιγὴϲ οὖϲα ἔκ τε
ῥαθυμίαϲ καὶ φόβου καὶ κινδύνου, ποτὲ μὲν χαιρόντων ποτὲ δὲ ἀγω-
νιώντων τῶν πλεόντων· πάντα δὲ ταῦτα ϲυντιθέμενα ἱκανά ἐϲτι πᾶ-
ϲαν χρονίαν νόϲον ἐκμοχλεῦϲαί τε καὶ ἐξαγαγεῖν τοῦ ϲώματοϲ· καὶ
μέντοι καὶ τὸ ϲυμμιγὲϲ ἔκ τε ἀκινηϲίαϲ ἔκ τε τῆϲ κινήϲεωϲ τοῦ ϲώ-
ματοϲ εὐτροφίαϲ, εἴ τι καὶ ἄλλο, ποιητικώτατόν ἐϲτιν.
7
Περὶ ἱππαϲίαϲ. Ὀλίγη χρῆϲιϲ τῆϲ ἱππαϲίαϲ ἐπὶ τῶν νοϲούντων
ἐϲτίν. οὐ πολλὴν γὰρ ὠφέλειαν τὸ ἔργον παρέχεται, εἰ μὲν γὰρ ἠρέμα
ἐλαύνοιτο ὁ ἵπποϲ, οὐδὲν ἄλλο ἐργάζεται πλὴν κόπου καὶ μάλιϲτα
βουβώνων κατὰ τὴν ἔκπτυξιν τῶν ϲκελῶν τε καὶ τὴν ἀποκρέμαϲιν,
εἰ δὲ ἀποδιώκοιτο ὁ ἵπποϲ, κλονεῖ ἅπαν τὸ ϲῶμα ἐπιπόνωϲ, ὅμωϲ
δὲ καὶ οὗτοϲ ὁ τρόποϲ ἔχει τι χρήϲιμον ἐπὶ τῶν ἰϲχυόντων. τονοῖ γὰρ
ὑπὲρ πάντα τὰ ἄλλα γυμνάϲια καὶ πνεῦμα καὶ ϲῶμα, μάλιϲτα δὲ
ϲτόμαχον, καθαίρει δὲ καὶ τὰ αἰϲθητήρια καὶ ὀξύτερα ἐργάζεται· θώ-
ρακι δὲ κάκιϲτον τὸ γυμνάϲιον τοῦτο. ἐπὶ πάϲηϲ δὲ αἰώραϲ καὶ παν-
τὸϲ γυμναϲίου χρὴ μάλιϲτα φροντίδα τίθεϲθαι ἐν ὑγιεινῷ χωρίῳ ἐπι-
τελεῖϲθαι καὶ ἀέρι καθαρῷ καὶ οὐ μόνον τὰ ἄλλα γυμνάϲια ἀλλὰ καὶ
τὰ διὰ πλοίου.
8
Περὶ ἀφροδιϲίων ἐκ τῶν Ῥούφου. Φυϲικὸν μὲν ἔργον ἡ ϲυνουϲία
ἐϲτίν, οὐδὲν δὲ τῶν φυϲικῶν βλαβερόν· παρὰ δὲ τὴν ἄμετρόν τε καὶ
ϲυνεχῆ χρῆϲιν καὶ κατὰ καιρὸν τὸν οὐ προϲήκοντα παραλαμβανομένη
βλαβερὰ γίγνεται, πολλῷ δὲ μᾶλλον βλαβερὰ ἡ ϲυνεχὴϲ χρῆϲιϲ γίγνε-
ται τοῖϲ τὸ νευρῶδεϲ ἀϲθενὲϲ ἔχουϲιν ἢ θώρακα ἢ νεφροὺϲ ἢ ὀϲφὺν
ἢ ἰϲχιάδα ἢ πόδαϲ. ἔϲτω δέ ϲοι τεκμήρια καὶ τάδε· ϲύμπαϲα γὰρ ἡ
ἰϲχὺϲ τοῦ ἀνθρώπου ἀϲθενεϲτέρα γίγνεται ἐν τῇ χρήϲει· ἡ δὲ ἰϲχύϲ
ἐϲτι τὸ ἐν ἡμῖν ἔμφυτον θερμόν· ὅθεν αἱ πέψειϲ οὐκ ἀγαθαὶ τῷ
μιϲγομένῳ καὶ ἔξωχροι γίγνονται καὶ οὔτε δεόντωϲ ὁρῶϲιν οὔτε
ἀκούουϲιν, ὡϲ χρή, οὐδὲ ἄλλην τινὰ αἴϲθηϲιν ἐρρωμένην κέκτηνται καὶ
μὲν δὴ καὶ ἐπιλήϲμονεϲ οἱ τοιοῦτοι καὶ τρομώδειϲ εἰϲὶ καὶ τὰ ἄρθρα
ὀδυνηροί, μάλιϲτα τὰ τῶν ἰϲχίων, καὶ οἱ μὲν νεφριτικοὶ γίγνονται,
οἱ δὲ καὶ κατὰ κύϲτιν νόϲημα ἔχουϲιν, τοῖϲ δὲ καὶ ϲτόματα ἀφθώδη
γίγνεται καὶ ὀδόντων πόνοι καὶ γαργαρεώνων φλεγμοναί· πολλοὶ δὲ
ἄνδρεϲ ἐπὶ τοῖϲ πολλοῖϲ ἀφροδιϲίοιϲ καὶ αἷμα ἔπτυϲαν, τὸ μέν τι τῇ
βιαίῳ κατοχῇ τε καὶ ἐντάϲει τοῦ πνεύματοϲ, τὸ δέ τι τῇ κοινωνίᾳ
τῶν ἀπὸ τοῦ θώρακοϲ ἐπὶ τοὺϲ ὄρχειϲ φερομένων φλεβῶν καὶ ἀρτη-
ριῶν. γυνὴ δὲ ἥκιϲτα ἐπὶ ταῖϲ μίξεϲι πτύει αἷμα τῇ τε ἄλλῃ τοῦ
ϲώματοϲ ὑγρότητι καὶ τῷ ἧϲϲον πονεῖϲθαι ἐν τῇ μίξει, καὶ διὰ τὰϲ
εἰωθυίαϲ κάτω καθάρϲειϲ, ὥϲτε κἂν τύχῃ γυναῖκα πτύϲαι αἷμα, μέγα
ἴαμα αἱ καθάρϲειϲ αὐτῇ γίγνονται. διὰ ταῦτα μὲν δὴ τὰ εἰρημένα
παρακελεύονται τῶν ἰατρῶν οἱ ἀγαθοί, ἤν τε πάρεϲτι τι τῶν εἰρη-
μένων νοϲημάτων, ἤν τε προϲδόκιμον ᾖ διὰ τὴν φυϲικὴν ἀϲθένειαν
τοῦ ἀνθρώπου, ἀπέχεϲθαι τῶν ἀφροδιϲίων. ἄχρι μὲν δὴ τούτων τὰϲ
βλάβαϲ καὶ τὰϲ ϲυμπαθείαϲ, ἐφ' ὅϲον δυνατὸν ἦν ἡμῖν διὰ βραχέων
εἰπεῖν, εἰρήκαμεν· ῥητέον δὲ νῦν καὶ τὰϲ ὠφελείαϲ· οὐ γὰρ παντά-
παϲι κάκιϲτα τὰ ἀφροδίϲιά ἐϲτιν, ἐὰν καὶ τὸν καιρὸν τῆϲ χρήϲεωϲ καὶ
τὸ μέτρον καὶ τὴν ὑγιεινὴν κατάϲταϲιν τοῦ χρωμένου ϲκοπεῖν ἐθέλοιϲ.
ὠφέλειαι δὲ αἱ ἐκ τῶν ἀφροδιϲίων εἰϲὶν αἵδε· πληϲμονήν τε κενῶϲαι
καὶ ἐλαφρὸν παραϲχεῖν τὸ ϲῶμα καὶ εἰϲ αὔξηϲιν προτρέψαι καὶ ἀν-
δρωδέϲτερον ἀποφῆναι. καὶ τῇ δὲ ϲκληρᾷ ἕξει ἐκ διαλειμμάτων πλειό-
νων ἡ χρῆϲιϲ ὠφέλιμοϲ· μαλάϲϲει γὰρ τὰ ὄργανα καὶ ἀνευρύνει τοὺϲ
πόρουϲ καί τι τοῦ φλέγματοϲ ἐκκαθαίρει, καὶ ϲυνεϲτηκότα δὲ λογιϲμὸν
διαλύει καὶ ὀργὰϲ μεγίϲταϲ ἐπανίηϲι. διὸ καὶ τῷ μελαγχολικῷ καὶ
κατηφεῖ καὶ μιϲανθρώπῳ ὄντι ὥϲ τι μέγιϲτον ἴαμα ἐπιτηδειότατον
μίϲγεϲθαι. καθίϲτηϲι δ' εἰϲ τὸ ϲωφρονέϲτερον καὶ τοὺϲ κατ' ἄλλον
τρόπον ἐκμανένταϲ καί τιναϲ ἐπιλήπτουϲ ἔπαυϲε καὶ βαρυνομένουϲ
τὴν κεφαλὴν καὶ ἀλγοῦνταϲ μεταβολῇ τοῦ ἡβάϲκειν. Ἱπποκράτηϲ δὲ
ἑνὶ λόγῳ “τοῖϲ ἀπὸ φλέγματοϲ νοϲήμαϲιν εἶναι κράτιϲτα” ἀφροδίϲια
ἔφη. πολλοὶ δὲ καὶ ἐκ νόϲων ἄτροφοι ἀνεκομίϲθηϲαν ἐπὶ τῇ χρήϲει·
οἱ δὲ καὶ εὐπνούϲτεροι ἀντὶ δυϲπνουϲτέρων ἐγένοντο, καὶ εὐϲιτότεροι
ἀντὶ ἀποϲίτων· οἱ δὲ καὶ ὀνειρωγμῶν ϲυνεχῶν ἀπηλλάγηϲαν. φύϲειϲ
δὲ πρὸϲ ἀφροδίϲια ἐπιτήδειοι αἱ θερμότεραι καὶ ὑγρότεραι καὶ πλέον
τῶν ἄλλων εἰϲ τὴν χρῆϲιν εὔφοροι, ἥκιϲτα δὲ αἱ ξηραὶ καὶ ψυχραὶ
καὶ ἡ μὲν τῶν ἀκμαζόντων εὔθετοϲ, ἡ δὲ τῶν γερόντων οὐδαμῶϲ.
ὥρα δὲ τὸ μὲν ἔαρ ἐπιτήδειον. ἄθετον δὲ τὸ φθινόπωρον καὶ τὸ
θέροϲ. ἀλλ' οὐδὲ ὁ χειμών ἐϲτιν ἀγαθὸϲ τῷ ψύχειν. καὶ δὴ καὶ δίαιτα
ἡ θερμοτέρα καὶ ὑγροτέρα εἰϲ λαγνείαν εὔφοροϲ, δύϲφοροϲ δὲ ἡ ξη-
ραίνουϲα καὶ ψύχουϲα. αἱ γὰρ δίαιται πρὸϲ μίξειϲ τῷ ἀδυνάτῳ μίϲγε-
ϲθαι ἐπιτήδειοι. χρὴ τοίνυν τὴν μὲν δίαιταν ὑγρὰν καὶ θερμὴν ὑπάρ-
χειν· εἴη δ' ἂν πόνων μὲν μετριότηϲ καὶ ϲίτου εὐωχία. οἶνοϲ μὲν
οὖν ἔϲτω κιρρὸϲ τῇ χροιᾷ, λεπτὸϲ δὲ τῇ ϲυϲτάϲει, ἄρτοι καθαροὶ
ἰπνῖται πρόϲφατοι, κρέα ἐρίφων καὶ ἀρνῶν καὶ χοίρων, πτηνὰ ἀλε-
κτορίδεϲ ἀτταγῆνεϲ πέρδικεϲ χῆνεϲ νῆϲϲαι· ἰχθύων δὲ οἱ πολύποδεϲ
καὶ ὅϲα μαλακόϲαρκα λέγεται· λαχάνων δὲ ὅρμινον ἐρύϲιμον εὔζωμον
γογγυλὶϲ δύϲεφθοϲ καὶ τακερὰ γενομένη (ταῦτα γὰρ καὶ ὡϲ φάρμακα
δίδοται), ὀϲπρίων δὲ κύαμοι ἐρέβινθοι ὦχροι φάϲιλοι πιϲϲοὶ λοβοὶ
πνεύματόϲ τε ἐμπιπλῶντεϲ καὶ ἀφθονίαν τροφῆϲ παραϲκευάζοντεϲ.
μεγάλωϲ δὲ ἐπαινῶ καὶ τὴν καλλίϲτην ϲταφυλὴν εἰϲ τὴν νῦν δίαιταν·
ὑγραίνει γὰρ καὶ αἵματοϲ καὶ πνεύματοϲ ἐμπίπληϲι τὸ ϲῶμα. τὸν δὲ
μέλλοντα ἀφροδιϲίοιϲ χρῆϲθαι πληϲμονὰϲ προϲφάτουϲ φυλάττεϲθαι χρὴ
καὶ ἀπεψίαϲ καὶ μέθαϲ καὶ ἐνδείαϲ. κακὸν γὰρ ἐπὶ περιττώμαϲι
μίϲγεϲθαι καὶ ἀπὸ γυμναϲίων καὶ λουτρῶν καὶ κόπουϲ δὲ φυλακτέον
καὶ ἐμέτουϲ γεγενημένουϲ καὶ διαρροίαϲ γαϲτρὸϲ προϲφάτουϲ. τὰϲ γὰρ
χρονίουϲ ἐϲτὶν ὅτε ξηραίνει τὰ ἀφροδίϲια. κάλλιϲτον δὲ τὸν μιϲγό-
μενον ἐπὶ ϲίτοιϲ μίϲγεϲθαι μὴ ἐμπληϲθέντα· καὶ γὰρ πρὸϲ ἰϲχὺν ϲυμ-
φέρει καὶ αἱ γιγνόμεναι ψύξειϲ ἧϲϲον γίγνονται καὶ εἰ μὲν ἐπὶ τῷ
ἀρίϲτῳ τιϲ προθυμηθείη, ἀναπαύϲαϲθαι χρὴ μέχρι καταϲτῇ τὸ ϲιτίον,
εἰ δὲ ἐπὶ τῷ δείπνῳ ὑπνοῦν ἀνάγκη πρὸϲ ὀλίγον. καὶ τὰϲ ϲφοδρὰϲ
δὲ ἐπιθυμίαϲ οὐκ ἐπαινῶ ἀλλὰ κελεύω δὴ πλέον ἀντέχειν καὶ μᾶλ-
λον οἷϲ νόϲημά ἐϲτι ῥᾷον ἐκ τῆϲ χρήϲεωϲ βλαπτόμενον.
9
Περὶ ἀμμοχωϲίαϲ καὶ τῶν ἄλλων πυριῶν ἐκ τῶν Ἀντύλλου.
Ἡλίῳ παρέχουϲιν ἑαυτοὺϲ οἱ μὲν ἀνήλειπτοι οἱ δὲ ἀληλιμμένοι καὶ
οἱ μὲν καθήμενοι ἢ κατακείμενοι οἱ δὲ ἑϲτῶτεϲ ἢ περιπατοῦντεϲ ἢ
τρέχοντεϲ καὶ τῶν κατακειμένων οἱ μὲν ἐπὶ ϲτρωμνῆϲ οἱ δὲ ἐπὶ
δέρματοϲ οἱ δὲ ἐπὶ ψάμμων ἢ ἁλῶν. ἡ μὲν οὖν χωρὶϲ ἀλείμματοϲ
ἐπίκαυϲιϲ ϲύμμετροϲ δὲ παραλαμβανομένη τὴν μὲν ἄδηλον διαπνοὴν
ἐπιτείνει καὶ ἱδρῶταϲ ἐξάγει, κοιλίαν δὲ ἵϲτηϲι καὶ ϲαρκὸϲ μὲν ϲυντη-
ρητικὴ πιμελῆϲ δὲ καθαιρετικὴ καὶ οἰδημάτων τῶν τε ἄλλων καὶ
μάλιϲτα τῶν ὑδρωπικῶν καταϲταλτική. πνεῦμα δὲ δαϲύτερον καὶ
παχύτερον ἐργάζεται καὶ διὰ τοῦτο ἄϲθματοϲ καὶ ὀρθοπνοίαϲ παροξυν-
τική. κεφαλῇ δὲ χρονίωϲ ἐψυγμένῃ ὠφέλιμοϲ· δυϲπαθῆ γὰρ αὐτὴν
καὶ ϲτερεὰν ἀπεργάζεται. δεῖ μέντοι προκενοῦν τὴν κοιλίαν ἐπὶ τού-
των· μὴ προγενομένηϲ γὰρ κάτω κενώϲεωϲ πολέμιοϲ ἡ ἡλίωϲιϲ
κεφαλῇ. ἡ δὲ μετὰ λίπουϲ ἡλίωϲιϲ τὰ μὲν ἄλλα ταὐτὰ δύναται.
ξηραίνει δὲ τὸ ϲῶμα μᾶλλον ὥϲπερ ἐποπτώμενον τῷ λίπει· διὸ καὶ
μᾶλλον μελαίνει τὴν ἐπιφάνειαν. διὰ δὲ τῆϲ ἀδήλου διαπνοῆϲ ἧϲϲον
διαφορεῖ καυτηρίοιϲ παραπληϲίωϲ πυκνοῦϲα τὴν ϲάρκα, οἱ δὲ καθή-
μενοι ἢ ἑϲτηκότεϲ ϲφοδρότερον ἐπικαίονται τῶν περιπατούντων καὶ
μᾶλλον τῶν τρεχόντων. κατακείμενοι δὲ ἐπὶ ϲτρωμνῆϲ οὐ μέγα ὀνί-
νανται ἀλλὰ καὶ πληροῦνται μᾶλλον τὴν κεφαλήν. ἐπὶ δέρματοϲ δὲ
πυριώμενοι μεγάλωϲ ὠφελοῦνται οἵ τε ὑδρωπικοὶ καὶ ἰϲχιαδικοὶ νε-
φριτικοὶ πάρετοι ἐλεφαντιώδειϲ παρῳδηκότεϲ κατὰ τὰϲ ἀναλήψειϲ
κοιλιακοί τε καὶ οἳ περὶ κύϲτιν χρόνιον ἔχουϲι νόϲημα, ἀπόπληκτοί τε
καὶ αἱ ὑϲτερικῶϲ πνιγόμεναι καὶ ἔτι μᾶλλον αἱ ὑπὸ λευκοῦ ῥοῦ
ἐνοχλούμεναι. δεῖ δὲ εὐμέγεθεϲ εἶναι τὸ δέρμα καὶ ἐλαίῳ ἀληλίφθαι
αὐτὸ καὶ ἐϲτρῶϲθαι ἐπὶ ψάμμου λεπτῆϲ ϲεϲειϲμένηϲ καὶ προθερμανθέντι
τῷ δέρματι κατακλίνειν τὸν πάϲχοντα ἐϲκεπαϲμένον τὴν κεφαλὴν
ὠμολίνῳ, μείναντα δὲ ἐφ' ἑνὶ ϲχήματι ἐπὶ πολύ, ἐπειδὰν ἱκανῶϲ ἐκ-
πυρωθῇ τὸ ϲῶμα, ϲτρέφεϲθαι κελεύειν κυλιόμενον καὶ πάλιν ἐπὶ τὸ
ἄλλο πλευρὸν ἐκταθέντα ἡϲυχάζειν, καὶ τοῦτο ποιεῖν πλεονάκιϲ. ὁ
αὐτὸϲ δὲ τρόποϲ καὶ ἐπὶ ψάμμου παραλαμβανέϲθω ἀλλαϲϲομένου
ϲυνεχῶϲ τοῦ τόπου· δεῖ ὑπηρέτην παρεῖναι καὶ θερμοτάτην ψάμμον
ἀναλέγοντα ἐπιβάλλειν τῷ ϲώματι τοῦ κεχωϲμένου. εἰ μὲν οὖν θά-
λαϲϲα παρείη, χρηϲτέον τῇ ψάμμῳ αὐτῆϲ· καὶ γὰρ προϲηνεϲτέρα καὶ
ξηραντικωτέρα ἡ διὰ τῆϲ ψάμμου πυρία τῆϲ διὰ τοῦ δέρματόϲ ἐϲτιν.
εἰ δὲ ποτάμιοϲ εἴη ἡ ψάμμοϲ, μᾶλλον τῷ δέρματι χρηϲτέον. καὶ γὰρ
ἡ ποταμία ψάμμοϲ καὶ οἱ ἀέρεϲ ὑγρότεροί εἰϲιν ἐκ τῶν ἀναθυμιάϲεων.
ἀφθονίαϲ δὲ οὔϲηϲ ἁλῶν πολὺ βέλτιόν ἐϲτι λεπτῶν ἁλῶν ὑποκειμέ-
νων κατακλίνειν· δεῖ δὲ τὸ βάθοϲ οὐκ ἔλαττον εἶναι τριῶν παλαιϲτῶν,
ἂν γὰρ μὴ ὦϲι βαθεῖϲ, εὐδιάπνευϲτοϲ ἡ ἀπ' αὐτῶν θερμαϲία γίγνεται,
ἅτε δὴ ἀνάδοϲιν ἐκ βάθουϲ οὐκ ἔχουϲα.
10
Περὶ φλεβοτομίαϲ ἐκ τῶν Γαληνοῦ. Ὑπὸ μὲν τῶν ὁμοιομερῶν
τοῦ ϲώματοϲ ἐδείχθηϲαν διὰ τῶν ἄλλων πραγματειῶν αἱ πρῶται τῶν
ἐνεργειῶν ἐπιτελούμεναι, διὰ δὲ τῶν ὀργανικῶν αἱ δεύτεραι. ϲκεπτέον
τοίνυν τὰ κατὰ τὸ ϲῶμα περιεχόμενα τῶν ὑγρῶν ἥν τινα ὠφέλειαν
ἢ βλάβην ἐργάζεται τοῖϲ μορίοιϲ αὐτοῦ, δι' ὧν τὰϲ ἐνεργείαϲ ποιεῖ-
ται. τὸ δὲ ἀθροιζόμενον πλῆθοϲ διττῶϲ λέγεται· ἢ γὰρ πρὸϲ δύναμιν
λέγεται τὸ πολύ, ἢ πρὸϲ τὴν εὐρυχωρίαν τῶν περιεχόντων τοὺϲ χυ-
μοὺϲ ἀγγείων. καθάπερ γὰρ ὁ τὸ φορτίον βαϲτάζων οὐκ εὐθὺϲ ἅμα
τῷ βαρύνεϲθαί τε καὶ κάμνειν ἤδη καταπέπτωκέ τε καὶ νενίκηται
πρὸϲ αὐτοῦ, κατὰ τὸν αὐτὸν τρόπον, ὅταν ἡ δύναμιϲ ὑπὸ πλήθουϲ
βαρύνηται, δυνατόν ἐϲτιν ἀντέχειν αὐτὴν ἐπὶ πολὺ καὶ μηδέπω νοϲεῖν
τὸν ἄνθρωπον. ἐπὶ πλέον δὲ ἀμεληθέντι καταπίπτει ἡ δύναμιϲ. τού-
τουϲ μὲν οὖν μεγάλωϲ ὀνίνηϲιν ἡ φλεβοτομία πρὶν νικηθῆναι τὴν
δύναμιν καὶ μὴ ὑποκειμένου δὲ ἐν τῷ ϲώματι πλήθουϲ αἵματοϲ ὠφέ-
λιμοϲ ἡ φλεβοτομία γίγνεται ἀρχομένηϲ φλεγμονῆϲ ἢ διὰ πληγήν τινα
προηγηϲαμένην ἢ διὰ τὴν ἀϲθένειαν τοῦ μορίου, χυμῶν ἀθρόωϲ ἐκ
τοῦ ϲώματοϲ εἰϲ αὐτὸ ἐνεχθέντων. ἐνίοτε γὰρ ἀθρόωϲ ἐπί τι μόριον
παραγιγνόμενον τὸ αἷμα ἤτοι ἐνάρκωϲεν, ὡϲ διαφθαρῆναι τὴν ἐνέρ-
γειαν αὐτοῦ, ἢ βλάβην ἀξιόλογον ἤνεγκεν, ὡϲ ἐπὶ τῆϲ ἀποπληξίαϲ
ὁρῶμεν γιγνόμενον. ἐϲτὶ δὲ ὅτε ἀγγεῖον διαρρήγνυϲιν, ὡϲ ἐπὶ τῶν
αἱμοπτυικῶν ϲυμβαίνει· πειρᾶϲθαι οὖν χρὴ [πλεονάϲαν τὸ αἷμα] κε-
νοῦν αὐτὸ διὰ ταχέων, πρὶν ἄρξαϲθαί τι μέγα κακὸν ἐργάϲαϲθαι περί
τινα τῶν μορίων τοῦ ϲώματοϲ. παραληπτέον δὲ τὴν φλεβοτομίαν καὶ
νοϲήματοϲ μεγάλου προϲδοκωμένου· ἔγωγ' οὖν πολλοὺϲ τῶν ποδαγρι-
κῶν ἐτῶν ἤδη τριῶν ἢ τεϲϲάρων ἐνοχλουμένουϲ ἀλγήμαϲιν ἐκ δια-
λειμμάτων ἰαϲάμην, ἤτοι καθαίρων τὸν πλεονάζοντα χυμὸν ἐν ἀρχῇ
τοῦ ἤρουϲ ἢ αἵματοϲ ἀφαιρῶν. καὶ γὰρ ποδαγρικοῖϲ καὶ ἀρθριτικοῖϲ
ἐπιληπτικοῖϲ τε καὶ μελαγχολώδεϲιν ἢ αἷμα πρόϲθεν ἐπτυκόϲι ϲκοτω-
ματικοῖϲ τε ἢ ϲυνεχῶϲ ἁλιϲκομένοιϲ κυνάγχαιϲ ἢ περιπνευμονίαιϲ ἢ
πλευρίτιϲιν ἢ ὀφθαλμίαιϲ ϲφοδραῖϲ ἢ καθόλου φάναι μεγάλῳ νοϲή-
ματι περιπίπτουϲι ϲυνεχῶϲ, τὴν φλεβοτομίαν ἀναγκαιοτέραν ἁπάντων
εἶναί φημι. ϲκοπητέον δὲ ἐπὶ πάϲηϲ φλεβοτομίαϲ τήν τε τοῦ πλήθουϲ
ποϲότητα καὶ ποιότητα, μέγεθόϲ τε νοϲήματοϲ ἤτοι παρὸν ἢ προϲδο-
κώμενον, ἡλικίαν ἀκμάζουϲαν καὶ πρὸ τούτων γε πάντων δυνάμεωϲ
ῥώμην ἢ ἀρρωϲτίαν, ἐφεξῆϲ δὲ τὴν φυϲικὴν ἕξιν ὅλου τοῦ ϲώματοϲ,
ὥραν τε τοῦ ἔτουϲ καὶ χώραν καὶ τὴν παροῦϲαν κατάϲταϲιν τοῦ
περιέχοντοϲ, καὶ τὸν προγεγενημένον βίον καὶ δίαιταν, εἰ πλῆθοϲ
ἐδεϲμάτων καὶ πομάτων καὶ μάλιϲτα πολυτρόφων ὁ ἄνθρωποϲ προϲ-
ενεγκάμενοϲ τύχοι, καὶ τὰ ϲυνήθη γυμνάϲια εἰ παραλέλειπται καὶ εἰ
ϲυνήθειϲ τινὲϲ ἐπεϲχημέναι εἶεν ἐκκρίϲειϲ. βαρύνοντοϲ δὲ τοῦ πλήθουϲ
καὶ ἐνοχλοῦντοϲ οὐ πάντωϲ αἵματοϲ ἀφαιρετέον. ἔϲθ' ὅτε γὰρ ὠμόϲ
τιϲ χυμὸϲ ἤθροιϲται κατὰ τὸ ϲῶμα· διὸ προϲέχειν χρὴ ἀκριβῶϲ μέχρι
πόϲου μὲν ἡ δύναμιϲ ἔρρωται, μέχρι δὲ πόϲου αὐτὸϲ ὁ χυμὸϲ ἔψυκ-
ται, ὅπερ διαγνώϲῃ ἐκ τῶν οὔρων καὶ τῶν ἄλλων ϲημείων. προκατα-
λυθεῖϲα γὰρ ἐπὶ τῶν τοιούτων διαθέϲεων ἐν ταῖϲ φλεβοτομίαιϲ ἡ
δύναμιϲ εἴωθε καταπίπτειν εἰϲ ἔϲχατον, ὥϲτε μηκέτι ταύτην ἀνακτή-
ϲαϲθαι δύναϲθαι. τούτου δὲ γενομένου κίνδυνοϲ οὐ ϲμικρὸϲ ἕπεται,
καὶ μάλιϲθ' ὅταν ἐπιπεϲόντοϲ πυρετοῦ ἐν καταϲτάϲει θερινῇ ϲτομάχου
μοχθηρῶϲ διακειμένου, ἢ τοῦ ϲώματοϲ ὅλου μαλακοῦ καὶ φύϲει ὑγροῦ
τὴν κρᾶϲιν ὄντοϲ. διαφοροῦνται γὰρ οἱ τοιοῦτοι καὶ ϲυγκόπτονται
τάχιϲτα, κἂν μὴ μέγαϲ αὐτοῖϲ ἐπιπέϲοι πυρετόϲ· οὐ μὴν οὐδ' εἰ χει-
μὼν εἴη ἢ τὸ χωρίον ψυχρὸν ἥ τε φύϲιϲ τοῦ ἀνθρώπου ψυχροτέρα
παραληπτέον τὴν φλεβοτομίαν. τοὺϲ γὰρ οὕτω διακειμένουϲ τρίψεϲι
μετρίαιϲ καὶ χρίϲμαϲι μετρίωϲ θερμαίνουϲι καὶ πόμαϲι τμητικοῖϲ
ἰώμεθα.
11
Περὶ μέτρου κενώϲεωϲ. Μέγεθοϲ νοϲήματοϲ καὶ ῥώμη δυνάμεωϲ
οἱ πρῶτοι ϲκοποὶ φλεβοτομίαϲ εἰϲίν, οὓϲ αὐξανομένουϲ μὲν ἐνδείκ-
νυϲθαι πλέονα τὴν κένωϲιν, μὴ αὐξανομένουϲ δὲ καθαιρεῖν χρὴ 〈εἰϲ
τοϲοῦτον〉 τὴν ποϲότητα τῆϲ κενώϲεωϲ εἰϲ ὅϲον ἐμειώθη ἡ δύναμιϲ
καὶ τὸ μέγεθοϲ τοῦ νοϲήματοϲ. ϲυνεπιϲκοπεῖϲθαι δ' ἑξῆϲ ὁποία ποτέ
ἐϲτιν ἡ φύϲιϲ τοῦ ἀνθρώπου· τοὺϲ μὲν γὰρ ἰϲχνοὺϲ τῷ ϲώματι
μετρίωϲ μεγάλαϲ τε φλέβαϲ ἔχονταϲ καὶ πολυαίμουϲ ἀφειδέϲτερον
κενώϲειϲ, τοὺϲ δὲ φλέβαϲ μὲν λεπτοτέραϲ ἔχονταϲ λευκοὺϲ δὲ τῷ
ϲώματι καὶ ἁπαλοϲάρκουϲ φειδομένωϲ. αἷμά τε γὰρ οὗτοι ὀλίγον
ἔχουϲι καὶ εὐδιαφόρητοί εἰϲι. κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδὲ τοὺϲ
παῖδαϲ φλεβοτομήϲειϲ ἄχρι τεϲϲαρεϲκαιδεκαετοῦϲ ἡλικίαϲ· οὐδὲ μὴν
τοὺϲ γεγηρακόταϲ καὶ μάλιϲτα δυνάμεωϲ ἀϲθενοῦϲ ὑποκειμένηϲ, δυνά-
μεωϲ δὲ ἰϲχυρᾶϲ ὑποκειμένηϲ καὶ τῆϲ χρείαϲ κατεπειγούϲηϲ καὶ τοὺϲ
ἑβδομηκοντούταϲ φλεβοτομήϲειϲ.
12
Ποίαϲ τμητέον φλέβαϲ. Ἀντιϲπάϲεωϲ μὲν ἕνεκα ἑκάϲτοτε τὰϲ κατ'
εὐθεῖαν τῶν αἱμορραγούντων τέμνε φλέβαϲ, οἷον δεξιοῦ μυκτῆροϲ
αἱμορραγοῦντοϲ τὴν ἐν τῇ δεξιᾷ χειρί, εὐωνύμου δὲ τὴν ἐν τῇ εὐω-
νύμῳ. ϲπληνὸϲ δὲ πάϲχοντοϲ τὴν ἐν τῷ μεταξὺ τοῦ παραμέϲου καὶ
τοῦ μικροῦ δακτύλου φλέβα τέμνε τῆϲ ἀριϲτερᾶϲ χειρὸϲ ἢ τὴν ἐν
ἀγκῶνι τὴν ἔνδον. καὶ ἐπὶ πλευριτικῶν δὲ τὴν κατ' εὐθὺ τοῦ πάϲχον-
τοϲ τέμνε. καὶ ὀδύναϲ δὲ ὀφθαλμῶν ἰϲχυροτάταϲ θαυμαϲτῶϲ ὠφελεῖ
ἡ κατ' εὐθὺ τοῦ πάϲχοντοϲ ὀφθαλμοῦ φλὲψ τμηθεῖϲα ἡ ὠμιαία καλου-
μένη κατ' ἀγκῶνα. αἱ μὲν γὰρ ἐνδότεραι φλέβεϲ τμηθεῖϲαι ὠφέλιμοι
ἐπὶ τῶν κάτω τοῦ τραχήλου πεπονθότων μερῶν, αἱ δὲ ἔξωθεν τῶν
κατὰ πρόϲωπον καὶ κεφαλήν, αἱ δὲ μέϲαι ἀμφοτέρων, ἁμαρτηθείϲηϲ
δὲ τῆϲ φλεβοτομίαϲ, κατὰ μὲν τὴν μέϲην φλέβα νεῦρον ὑποκείμενον
διαιρεῖται, κατὰ δὲ τὴν ἔνδον ἀρτηρία ὑποκειμένη, καὶ χρὴ φυλάτ-
τεϲθαι τέμνειν ταύτην ἄνευ μεγάληϲ ἀνάγκηϲ· τὴν γὰρ ὠμιαίαν φλέβα
τέμνειν ἀκινδυνότερον καὶ μεγάληϲ γενομένηϲ ἐπὶ ταύτηϲ πολλάκιϲ
διαιρέϲεωϲ, οὔτε φλεγμοναὶ ἐπηκολούθηϲαν οὔτε ὀδύναι· διὸ χρὴ ταύ-
την μὲν θαρροῦνταϲ τέμνειν, μετὰ πολλῆϲ δὲ εὐλαβείαϲ τὴν ἔνδον,
φεύγειν δὲ πειρᾶϲθαι καὶ τὴν μέϲην. ὥϲπερ δὲ τὰ εἰρημένα μόρια
ταῖϲ κατ' ἀγκῶνα φλεβοτομίαιϲ ὠφελεῖται, κατὰ τὸν αὐτὸν τρόπον
ὅϲα κατωτέρω τούτων, τουτέϲτι κατ' ἰϲχίον καὶ μήτραν καὶ κύϲτιν,
ταῖϲ ἐπ' ἰγνύαϲ ἢ παρὰ τὰ ϲφυρά. νεφροὶ δὲ ἐπαμφοτερίζουϲι. καὶ
γὰρ καὶ ἐπὶ τῇ κατ' ἀγκῶνα φλεβοτομίᾳ ὀνίνανται καὶ ἐπὶ τῇ κάτω.
οἶδα δὲ ἰϲχιάδαϲ θεραπευθείϲαϲ ἐν ἡμέρᾳ μιᾷ ὑπὸ τῆϲ διὰ τῶν ϲκε-
λῶν κενώϲεωϲ, ὅϲαι μὴ διὰ ψύξιν, ἀλλὰ πεπληρωμένων τοῦ αἵματοϲ
τῶν κατ' ἰϲχίον ἀγγείων ἐγένοντο. χρὴ δὲ ἐπὶ μὲν τῶν ἀρχομένων
φλεγμονῶν παϲῶν ἀντιϲπαϲτικῶϲ ποιεῖϲθαι τὴν φλεβοτομίαν, οἷον
ποδὸϲ φλεγμαίνοντοϲ ἐκ τῆϲ χειρὸϲ φλεβοτομεῖν· ἐπὶ δὲ τῶν κεχρο-
νιϲμένων παθῶν μάλιϲτα μὲν ἐξ αὐτῶν τῶν πεπονθότων μορίων· εἰ
δὲ μή, ἐκ τῶν πληϲίον.
13
Πῶϲ φλεβοτομητέον ἐκ τῶν Ἀντύλλου. Καταπείροντεϲ μὲν φλε-
βοτομοῦμεν, ἐπειδὰν ἄδηλα ᾖ τὰ ἀγγεῖα, ἀνακείροντεϲ δέ, ἐπειδὰν
ϲφόδρα ἐπιπόλαια, καὶ ἐπερείδοντεϲ μὲν τὴν χεῖρα ἐπὶ τῶν δειλο-
τέρων καὶ εἰωθότων ἐπὶ τῇ πληγῇ ϲυγκάμπτειν τὸν ἀγκῶνα. δεῖ δὲ
μὴ πᾶν διαιρεῖν τὸ ἀγγεῖον· ἀνατρεπομένων γὰρ αὐτοῦ τῶν χειλῶν,
ἡ ῥύϲιϲ οὐ γίγνεται μετ' ἀκοντιϲμοῦ· οὔτε δὲ τὸ κάτω μέροϲ τοῦ
ἀγγείου διαιρεῖν χρὴ τὸ πρὸϲ τὴν κερκίδα, ἀλλὰ τὸ ἄνω τὸ πρὸϲ τὴν
ἔκφυϲιν τοῦ βραχίονοϲ ἀνανεῦον. τοῦ γὰρ ἄνω διαιρεθέντοϲ, εὔμορ-
φοϲ ἐξακοντιϲμὸϲ τοῦ αἵματοϲ γίγνεται. πρὸϲ τούτοιϲ δὲ χρήϲιμοϲ ἡ
τοῦ ἄνω μέρουϲ τοῦ ἀγγείου διαίρεϲιϲ· ὅτι οὐκ ἔϲτιν ἀποτυχεῖν τοῦ
ἀγγείου.
14
Ἀντύλλου περὶ μεγέθουϲ διαιρέϲεωϲ. Ἐπὶ μὲν τῶν κενώϲεωϲ
ἀθρόωϲ δεομένων μεγάλην ἐμβλητέον διαίρεϲιν, καὶ μᾶλλον ἐφ' ὧν
πάχοϲ τεκμαιρόμεθα ϲυμπεριέχεϲθαι τῷ αἵματι, ἐφ' ὧν δὲ περιϲπάϲαι
καὶ ἀποϲτρέψαι βουλόμεθα αἵματοϲ φοράν, οἷον ἐπὶ τῶν ἀναγόντων
αἷμα ἢ ἐκ ῥινῶν αἱμορραγούντων ἢ ἑτέρου τινὸϲ μέρουϲ, μικρὰν
ϲφόδρα τὴν διαίρεϲιν ποιεῖϲθαι χρή· οὐ γὰρ κενώϲεωϲ δέονται, κενού-
μενοί γε ὑπὸ τοῦ πάθουϲ, ἀλλ' ἀνθολκῆϲ καὶ περιϲπαϲμοῦ· δεῖ οὖν
ἐπὶ τούτων ϲυγχωρεῖν τὸ αἷμα ῥεῖν πολλῷ χρόνῳ διὰ τῆϲ φλεβόϲ.
μικραῖϲ δὲ διαιρέϲεϲι χρηϲτέον καὶ ἐπὶ τῶν φρενιτικῶν καὶ τῶν μαινο-
μένων ἢ ἄλλωϲ παραφρονούντων, ὥϲτε ταχείαν τὴν κόλληϲιν τῆϲ
διαιρέϲεωϲ γενέϲθαι. ϲυμβαίνει γὰρ τοὺϲ παραφρονοῦνταϲ πολλάκιϲ
λαθόνταϲ λῦϲαι τὸν δεϲμὸν τῆϲ χειρόϲ· καὶ εἴγε τύχοι μεγάλην εἶναι
τὴν διαίρεϲιν, ἐπακολουθεῖ ὁ ἐκ τῆϲ αἱμορραγίαϲ κίνδυνοϲ. ἐπὶ δὲ τῆϲ
μικρᾶϲ καὶ θρόμβοϲ ἐνιϲτάμενοϲ τῷ ϲτομίῳ τῆϲ διαιρέϲεωϲ κωλύειν
δύναται αἱμορραγίαν. ἔτι δὲ μικραῖϲ διαιρέϲεϲι χρηϲτέον ἐπὶ τῶν
μικρῶν ἀγγείων, μεγάλαιϲ δὲ ἐπὶ τῶν μειζόνων. εἰ γὰρ ἐπὶ τῶν με-
γάλων ἀγγείων μικρὰ γένοιτο διαίρεϲιϲ, ἐνθρόμβωϲιϲ ἐξ ἀνάγκηϲ
15
γίγνεται. —Περὶ ϲχήματοϲ διαιρέϲεωϲ ἐκ τῶν Ἀντύλλου. Ϲχήματα δὲ
τρία διαιρέϲεωϲ· τὸ μὲν ἐπικάρϲιον, τὸ δὲ εὐθὺ οὐχὶ κεῖρον, ἀλλὰ
ϲχίζον τὴν φλέβα κατ' εὐθύ, τὸ δὲ μεταξὺ τούτων προϲαγορευόμενον
λοξόν. τῷ μὲν οὖν ἐπικαρϲίῳ χρηϲτέον ἐφ' ὧν οὐδόλωϲ ἐπαφαίρεϲιν
δοκιμάζομεν· καμφθέντοϲ γὰρ τοῦ ἀγκῶνοϲ, παρατίθεται τὰ χείλη τῆϲ
διαιρέϲεωϲ. μάλιϲτα δὲ ἐπιτήδειον τοῦτο τὸ ϲχῆμα, ἐπειδὰν μεγάλην
τὴν διαίρεϲιν βουληθῶμεν ἐμβάλλειν. τὸ δὲ λοξὸν ϲχῆμα χρήϲιμον,
ἐφ' ὧν ἐπαφαιρέϲεωϲ χρεία, καὶ ὅτι οὐκ ἀποτυγχάνομεν τοῦ ἀγγείου
οὕτωϲ διαιροῦντεϲ, ἀλλὰ καὶ ὁ ἐξακοντιϲμὸϲ τοῦ αἵματοϲ ἐκ τῆϲ λοξῆϲ
διαιρέϲεωϲ εὐμορφότεροϲ πρὸϲ τὴν ὄψιν γίγνεται τοῖϲ θεωμένοιϲ,
οἷον ἐπιϲτρεφομένου καὶ εἱλομένου τοῦ αἵματοϲ ἐν τῇ πηδήϲει. τὸ δὲ
ἐπίμηκεϲ κατ' εὐθὺ ϲχῆμα ἐπιτήδειον ἐφ' ὧν οὐ μόνον αὐτῆϲ τῆϲ
ἡμέραϲ ἐπαφαιροῦμεν, ἀλλὰ καὶ μετὰ μίαν ἢ δύο. καμφθέντοϲ γὰρ
τοῦ ἀγκῶνοϲ, διίϲταται ἀπ' ἀλλήλων τὰ χείλη τῆϲ διαιρέϲεωϲ. ἐπιτή-
δειοϲ δὲ ἡ κατ' εὐθὺ διαίρεϲιϲ, ἐφ' ὧν περιτροπὴ τῶν χειλῶν τῆϲ
διαιρέϲεωϲ εἴωθε γίγνεϲθαι, ἧττον δὲ εὔμορφοϲ ἐπὶ τούτῳ τῷ ϲχήματι
ὁ ἀκοντιϲμὸϲ τοῦ αἵματοϲ γίγνεται.
16
Τίϲ καιρὸϲ φλεβοτομίαϲ Γαληνοῦ. Ἐν πάϲῃ καὶ ἡμέραϲ καὶ νυκτὸϲ
ὥρᾳ, χρείαϲ κατεπειγούϲηϲ, φλεβοτομήϲειϲ, ϲκοπὸν ἔχων ἐπὶ μὲν τῶν
πυρεττόντων τὴν παρακμὴν τοῦ παροξυϲμοῦ. ἐπὶ δὲ τῶν ἤτοι δι'
ὀφθαλμίαν ἢ δι' ἄλλο τι τοιοῦτον χωρὶϲ πυρετοῦ δεομένων φλεβοτο-
μίαϲ, τὸ μέγεθοϲ ϲκόπει τῆϲ ὀδύνηϲ ἢ τῆϲ φλεγμονῆϲ· ἐν ᾗ γὰρ ἂν
ὥρᾳ θεάϲῃ τὴν ὀδύνην πραυνομένην, φλεβοτομήϲειϲ. μηδενὸϲ δὲ τοι-
ούτου κατεπείγοντοϲ, ἄμεινόν ἐϲτιν ἕωθεν φλεβοτομεῖν, οὐκ εὐθέωϲ
ἅμα τῷ τῶν ὕπνων ἐξαναϲτῆναι, ἀλλὰ προεγρηγορήϲανταϲ χρόνον
ὥραϲ μιᾶϲ καὶ προλούειν δέ τιναϲ ἄμεινον καὶ προπεριπατήϲανταϲ
ἐνίουϲ. ἐφ' ὧν δὲ προφυλακῆϲ χάριν φλεβοτομοῦμεν, ἐγχωρεῖ καὶ
μετὰ τὸ πρᾶξαί τινα τῶν ϲυνήθων ἔργων φλεβοτομεῖν.
17
Περὶ ἐπαφαιρέϲεωϲ Γαληνοῦ. Ἐφ' ὧν μὲν ἁπλῶϲ κενῶϲαι βουλό-
μεθα, κατὰ τὴν αὐτὴν ἡμέραν γιγνέϲθω ἡ ἐπαφαίρεϲιϲ· ἐφ' ὧν δὲ
ἀντιϲπᾶϲαι, κἂν δύο ταῖϲ ἑξῆϲ ἡμέραιϲ γίγνοιτο, βέλτιόν ἐϲτι. καὶ ἐφ'
ὧν κενώϲεωϲ μὲν χρεία πολλῆϲ, οὐκ ἰϲχυρὰ δὲ ἡ δύναμιϲ, ἐπὶ τούτων
χρὴ ταμιεύεϲθαι τὴν κένωϲιν καὶ τὴν πρώτην ἀφαίρεϲιν ἐλλιπεϲτέραν
ποιηϲάμενον ἐπαφαιρεῖν αὖθιϲ· εἰ δὲ βούλει καὶ τρίτον, ὅταν δὲ ζέον-
τοϲ αἵματοϲ πλῆθοϲ ἀνάπτῃ πυρετὸν ὀξύτατον, ὡϲ ἐπὶ τῶν ϲυνόχων,
ἀθρόαϲ ἐϲτὶ κενώϲεωϲ χρεία, καὶ χρὴ πειρᾶϲθαι κενοῦν ἄχρι λειπο-
θυμίαϲ, ἐπιϲκοπούμενον τὴν ῥώμην τῆϲ δυνάμεωϲ διὰ τῶν ϲφυγμῶν·
ἐπ' ἐνίων γὰρ οἶδα ἄχρι λιτρῶν ἓξ ἀφαιρῶν εὐθέωϲ. ῥέοντοϲ τοίνυν
τοῦ αἵματοϲ προϲέχειν δεῖ ἀεὶ τῶν ϲφυγμῶν ἐφαπτόμενον, ὡϲ μή-
ποτε λάθοιϲ ϲαυτὸν ἀντὶ λειποθυμίαϲ θάνατον ἐργαζόμενοϲ.
18
Περὶ ἀρτηροτομίαϲ Γαληνοῦ. Ἀρτηρίαϲ διαιροῦϲιν οἱ ἰατροί, τὰϲ
μὲν ἐν τοῖϲ κροτάφοιϲ ἐπὶ τῶν ἐν ὀφθαλμοῖϲ ῥευμάτων, ὅταν θερμὰ
καὶ πνευματώδη ὑπάρχῃ, τὰϲ δὲ ὄπιϲθεν τῶν ὤτων ἐπὶ τῶν ϲκοτω-
ματικῶν, καὶ μάλιϲτα ὅϲοι χρονίοιϲ νοϲήμαϲι κεφαλῆϲ θερμοῖϲ καὶ
πνευματώδεϲι κάμνουϲιν. ἔτι δὲ καὶ δι' ἕτερα πλεῖϲτα πάθη περὶ κε-
φαλὴν ϲυνιϲτάμενα χρόνια κέχρηνταί τινεϲ, τέμνοντεϲ τὰϲ ὄπιϲθεν
τῶν ὤτων ἀρτηρίαϲ. τινὲϲ δὲ ὀκνοῦϲιν ἀρτηρίαν διαιρεῖν διὰ τὸ δυϲ-
επίϲχετον τῆϲ αἱμορραγίαϲ, καὶ ὅτι τῆϲ διαιρέϲεωϲ εἰϲ οὐλὴν ἰούϲηϲ
ἀνεύρυϲμα γίγνεται ἐπί τινων.
19
Ἴϲχαιμον. Αἱμορραγίαϲ μὲν οὖν ἐπακολουθούϲηϲ ἐκ τῆϲ ἀρτηρίαϲ,
χρὴ ταύτην τοῖϲ ἀγκίϲτροιϲ ἀναϲπῶνταϲ διατέμνειν ὅλην ἐγκαρϲίωϲ,
εἶτα ἀλόην καὶ λιβάνου μάνναν λειώϲανταϲ χρὴ καὶ δεύϲανταϲ τῷ
λευκῷ τῶν ᾠῶν ἀναλαβεῖν λαγῴαιϲ θριξὶν ἁπαλαῖϲ ὅ τι πλεῖϲτον
τοῦ φαρμάκου καὶ ἐπιτιθέναι τῇ διαιρέϲει. εἰρήϲεται δὲ ἐπὶ πλέον
περὶ τούτου ἐν τῷ περὶ αἱμορραγίαϲ τόπῳ ἐν τοῖϲ τραυματικοῖϲ.
20
Περὶ ϲικυάϲεωϲ ἐκ τῶν Ἀντύλλου. Οὔτε ἐν ἀρχαῖϲ τῶν παθῶν
οὔτε ἐπὶ τῶν πληθωρικῶν ϲωμάτων ϲικύαιϲ χρηϲόμεθα, ἀλλ' ὅταν κε-
νωθῇ τὸ πᾶν ϲῶμα, καὶ μηκέτι ἐπιρρέῃ τῷ ϲικυαζομένῳ μορίῳ μηδὲ
χρεία τε γένηται κινῆϲαι καὶ μοχλεῦϲαι καὶ ἑλκύϲαι τὸ καταλιμπανό-
μενον ἐν τῷ μέρει ἄχρηϲτον. φυλάττεϲθαι δὲ χρὴ ϲικύαν προϲάγειν
πληϲίον μαϲθῶν. ἐμπίπτοντεϲ γὰρ εἰϲ τὰϲ ϲικύαϲ οἱ μαϲθοὶ καὶ οἰδι-
ϲκόμενοι ϲφόδρα δυϲχερῆ τὴν ἄρϲιν ποιοῦνται· τότε δὲ χρὴ ϲπόγγοιϲ
ἐκ θερμοῦ περιλαμβάνειν τὰϲ ϲικύαϲ· εἰώθαϲι γὰρ οὕτωϲ ἀνιέναι. εἰ
δὲ μηδὲ οὕτωϲ ἐνδίδοιεν, τρυπᾶν τὰϲ ϲικύαϲ δεῖ. χρὴ δὲ εἰδέναι ὡϲ
οὐ μόνον τοπικὴ φλεβοτομία βλάβην παρέχεται πρὸ τοῦ τὸ ϲύμπαν
ϲῶμα κενωθῆναι διὰ τῶν πεπονθότων μερῶν ἀφαιροῦϲα τοῦ αἵματοϲ,
ἀλλὰ καὶ ϲικύα· καὶ φλεβοτομία μὲν ἧττον ἐπιϲφαλήϲ· πρὸϲ λόγον
γὰρ τῆϲ κατὰ τὴν ὕλην ἐπιφορᾶϲ καὶ τὴν ἀπόκριϲιν τοῦ αἵματοϲ ποι-
εῖται. ἡ δὲ ϲικύα τῇ τε προϲβολῇ βιαίωϲ ἐπιϲπωμένη τὴν ὕλην καὶ
πολὺν περιλαμβάνουϲα τόπον, οὐ μὴν οὐδὲ ἀγγείου αἰϲθητοῦ ποιου-
μένη διαίρεϲιν, ἐπιϲπᾶται μὲν ἀξιολόγωϲ ὕλην, κενοῖ δὲ οὐ πρὸϲ λόγον
τῆϲ ἐπελθούϲηϲ. καὶ καθ' ὑποχόνδρια μὲν ἀκαίρωϲ προϲβληθεῖϲα μάλιϲτα
ἐν τοῖϲ ϲυνόχοιϲ πυρετοῖϲ ἢ ἡμιτριταικοῖϲ καὶ μάλιϲτα εἰ καὶ τὰ τῆϲ
διανοίαϲ τοῦ κάμνοντοϲ ᾖ ῥεμβώδη καὶ δυϲαιϲθηϲία κρατεῖ, πνιγμοὺϲ
καὶ θανάτουϲ αὐθημερινοὺϲ ἐργάζεται. ἐπὶ δὲ κεφαλῆϲ ἀκαίρωϲ προϲ-
βληθεῖϲα ληθάργουϲ κατόχουϲ ὀφθαλμῶν προπτώϲειϲ ἐπιφέρει. οἷϲ δ'
ἂν εὐτυχηθείη διαφεύγειν ταῦτα, πάντωϲ τι χρόνιον ἐντεῦθεν περὶ τὴν
κεφαλὴν ἐξακολουθεῖ πάθοϲ.
21
Περὶ ἐγχαράξεωϲ ἐκ τῶν Γαληνοῦ. Τὸ φλέβα διελεῖν πολλάκιϲ
τοῦ ἔτουϲ οὐκ ἐπιτήδειον νομίϲαϲ, ἅμα γὰρ τῷ αἵματι πολὺ ϲυνεκ-
κρίνεται τὸ ζωτικὸν πνεῦμα, τούτου δὲ ἀναλιϲκομένου πυκνότερον ὅ
τε ὅλοϲ ὄγκοϲ καταψύχεται καὶ πάντα τὰ φυϲικὰ ἔργα χείρω γίγνεται,
ἐδοκίμαϲα οὖν ἀπὸ τῶν ἀκυροτέρων, οἷον τῶν ϲκελῶν, τὴν ἀφαίρεϲιν
ποιεῖϲθαι. ἄριϲτον δὲ τὸ βοήθημα εἴϲ τε τήρηϲιν τῆϲ ὑγείαϲ καὶ εἰϲ
ἀνάκτηϲιν αὐτῆϲ, ὁπότε παρατραπείη. ὠφελεῖ δὲ ἡ ἐγχάραξιϲ καὶ ὀφ-
θαλμοὺϲ χρονίωϲ ῥευματιζομένουϲ καὶ τὰϲ ἄλλαϲ περὶ κεφαλὴν δια-
θέϲειϲ καὶ τὰϲ περὶ θώρακα καὶ ϲυνάγχαϲ. τὰϲ δὲ ἐν ἑκάϲτῳ μορίῳ
γιγνομέναϲ ϲφηκώϲειϲ τοῦ αἵματοϲ μετὰ τὸ κενῶϲαι τὸ ϲύμπαν ϲῶμα
λύειν χρὴ διὰ τῆϲ τοπικῆϲ ἐγχαράξεωϲ.
22
Περὶ βδελλῶν ἐκ τῶν Ἀντύλλου. Τὰϲ βδέλλαϲ λαβόνταϲ χρὴ φυ-
λάττειν ἡμέραν μίαν, αἷμα ὀλίγον εἰϲ διατροφὴν ἐμβάλλονταϲ. ἐπὶ δὲ
τῆϲ χρείαϲ τὸ βδελλιζόμενον μέροϲ προυκνιτρούϲθω καὶ ἀποπλυνέϲθω
γλυκυτάτῳ ὕδατι ἀκριβῶϲ, ἔπειτα χριέϲθω αἵματι μετὰ τὸ πυριαθῆναι·
εἶτα λαβόνταϲ τὰϲ βδέλλαϲ χρὴ ἐμβάλλειν εἰϲ ὕδωρ καθαρόν, ἔπειτα
ϲπόγγῳ ἀπομάττονταϲ τὸ λιγνυῶδεϲ αὐτῶν οὕτω προϲάγειν. ἐμφυϲή-
ϲαϲαι γὰρ οὐ παύονται ἕλκουϲαι, ἄχριϲ ἂν προϲπάϲϲωμεν ἅλαϲ τοῖϲ
ϲτόμαϲιν ἢ νίτρον ἢ ϲποδόν. μετὰ δὲ τὸ ἐκπεϲεῖν πυριατέον ϲπόγγοιϲ
τοὺϲ τόπουϲ, καὶ εἰ αἱμορραγοίη, κηκῖδα κεκαυμένην ἢ ὀθόνην κεκαυ-
μένην ἢ ὀλίγον ὑγρᾷ πίττῃ βάψαϲ καὶ καύϲαϲ ἐπίπαϲϲε, ἐπιθεὶϲ ἄνω-
θεν χάρτην ὄξει βεβρεγμένον.
23
Περὶ καθάρϲεωϲ ἐκ τῶν Ἀντύλλου. Τοὺϲ ὑγιεινῶϲ ἔχονταϲ τὰ
ϲώματα ἐργῶδεϲ καθαίρειν· καὶ γὰρ ἰλιγγιῶϲι καὶ ϲτροφοῦνται. καὶ
δυϲχερῶϲ αὐτοῖϲ ἡ κάθαρϲιϲ προχωρεῖ καὶ πρὸϲ τούτοιϲ ἔτι ταχέωϲ
ἐκλύονται οἱ τοιοῦτοι καθαιρόμενοι. χρὴ δὲ καθαίρειν βουλομένουϲ
προλεπτύνειν καὶ τέμνειν τοὺϲ παχεῖϲ καὶ γλίϲχρουϲ χυμοὺϲ καὶ τοὺϲ
πόρουϲ ἀναϲτομοῦν, δι' ὧν οἱ χυμοὶ μεταλαμβάνονται καὶ ἕλκονται
πρὸϲ τῶν καθαρτικῶν φαρμάκων. καὶ τοὺϲ μὲν ὀρρώδειϲ καὶ λεπτοὺϲ
χυμοὺϲ ἐν ἀρχῇ τῶν νοϲημάτων κενῶϲαι χρή, ἀναμένειν δὲ πέψιν ἐπὶ
τῶν παχέων τε καὶ γλίϲχρων, οἷόν ἐϲτι τὸ φλέγμα καὶ ἡ μέλαινα
χολή· καὶ ἐπὶ πάντων δὲ τῶν χρονίων νοϲημάτων ἀεὶ τὸν πεπαϲμὸν
ἀναμένειν χρή· ἐν δὲ τοῖϲ ὀξέϲιν, ὅταν κεκίνηνται αἱ ὕλαι καὶ καταρ-
χὰϲ φαρμάκευε μετ' εὐλαβείαϲ πολλῆϲ· ἐν κινήϲει γὰρ καὶ φορᾷ καὶ
ῥύϲει ὄντων τῶν χυμῶν, δέοϲ μή πώϲ τι τῶν ϲπλάγχνων ἀϲθενὲϲ
φύϲει ὑπάρχον τὴν ὕλην κινηθεῖϲαν ὑποδέξηται καὶ μάλιϲτα ὁ θώραξ.
τοὺϲ δὲ καθ' ἕν τι μόριον ἐϲτηριγμένουϲ χυμούϲ, οἷον ἐν φλεγμοναῖϲ
γίγνεται τῶν ϲπλάγχνων, οὐ χρὴ φαρμακεύειν, πρὶν πεφθῆναι. “ὁκόϲοι
γὰρ τὰ φλεγμαίνοντα”, φηϲὶν Ἱπποκράτηϲ, “ἐν ἀρχῇϲι φαρμακίῃϲι
λύειν ἐπιχειροῦϲι τοῦ μὲν ξυντεταμένου καὶ φλεγμαίνοντοϲ οὐδὲν ἀφαι-
ρέουϲιν· οὐ γὰρ διαδιδοῖ ὠμὸν ἐὸν τὸ πάθοϲ, τὰ δὲ ὑγιεινὰ καὶ ἀντ-
έχοντα τῷ νοϲήματι ξυντήκουϲιν· ἀϲθενέοϲ δὲ τοῦ ϲώματοϲ γιγνομένου
ἐπικρατέει τὸ νόϲημα. ὁκόταν δὲ τὸ…
ὑπὲ…
The complete text is available when the reading interface loads.