Iatricorum liber iv
- Edition reference
- Iatricorum liber iv, ed. Olivieri, CMG 8.1 (1935) 358–408.
- CTS identifier
urn:cts:greekLit:tlg0718.tlg004.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
P
ο̅ Θερμοῦ καὶ ξηροῦ ἐγκεφάλου ϲημεῖα
ο̅α̅ Ψυχροῦ καὶ ξηροῦ ἐγκεφάλου ϲημεῖα
ο̅β̅ Ψυχροῦ καὶ ὑγροῦ ἐγκεφάλου ϲημεῖα
ο̅γ̅ Γαϲτρὸϲ γνωρίϲματα
ο̅δ̅ Θερμοτέραϲ γαϲτρὸϲ ϲημεῖα
ο̅ε̅ Ὑγροτέραϲ γαϲτρὸϲ ϲημεῖα
ο̅Ϛ̅ Ψυχροτέραϲ γαϲτρὸϲ ϲημεῖα
ο̅ζ̅ Πνεύμονοϲ γνωρίϲματα
ο̅η̅ Καρδίαϲ θερμοτέραϲ ϲημεῖα
ο̅θ̅ Ψυχροτέραϲ καρδίαϲ ϲημεῖα
π̅ Ξηροτέραϲ καρδίαϲ ϲημεῖα
π̅α̅ Ὑγροτέραϲ καρδίαϲ ϲημεῖα
π̅β̅ Θερμῆϲ καὶ ξηρᾶϲ καρδίαϲ ϲημεῖα
π̅γ̅ Θερμῆϲ καὶ ὑγρᾶϲ καρδίαϲ ϲημεῖα
π̅δ̅ Ψυχρᾶϲ καὶ ὑγρᾶϲ καρδίαϲ ϲημεῖα
π̅ε̅ Ψυχρᾶϲ καὶ ξηρᾶϲ καρδίαϲ ϲημεῖα
π̅Ϛ̅ Ἥπατοϲ θερμοτέρου ϲημεῖα
π̅ζ̅ Ψυχροτέρου ἥπατοϲ ϲημεῖα
π̅η̅ Ξηροτέρου ἥπατοϲ ϲημεῖα
π̅θ̅ Ὑγροτέρου ἥπατοϲ ϲημεῖα
Ϟ̅ Θερμοτέρου καὶ ξηροτέρου ἥπατοϲ
ϲημεῖα
Ϟ̅α̅ Θερμοῦ καὶ ὑγροῦ ἥπατοϲ ϲημεῖα
Ϟ̅β̅ Ψυχροῦ καὶ ὑγροῦ ἥπατοϲ ϲημεῖα
Ϟ̅γ̅ Ψυχροῦ καὶ ξηροῦ ἥπατοϲ ϲημεῖα
Ϟ̅δ̅ Ὄρχεων κράϲεωϲ γνωρίϲματα
Ϟ̅ε̅ Ἴαϲιϲ θερμοτέραϲ κράϲεωϲ
Ϟ̅Ϛ̅ Ἴαϲιϲ ψυχρᾶϲ δυϲκραϲίαϲ
Ϟ̅ζ̅ Ὑγρῶν δυϲκραϲιῶν διόρθωϲιϲ
Ϟ̅η̅ Ξηρᾶϲ δυϲκραϲίαϲ ἴαϲιϲ
Ϟ̅θ̅ Θερμῆϲ καὶ ξηρᾶϲ δυϲκραϲίαϲ ἐπα-
νόρθωϲιϲ
ρ̅ Ὑγρᾶϲ καὶ θερμῆϲ δυϲκραϲίαϲ ἴαϲιϲ
ρ̅α̅ Ὑγρᾶϲ καὶ ψυχρᾶϲ δυϲκραϲίαϲ ἴαϲιϲ
ρ̅β̅ Ψυχρᾶϲ καὶ ὑγρᾶϲ δυϲκραϲίαϲ ἴαϲιϲ
1
{<Διαιτητικὸν ὑγιεινῶν παραγγελμάτων.>}
Ἐκ τῶν ὑγιεινῶν Γαληνοῦ προοίμιον. Τῆϲ περὶ τὸ ϲῶμα ἀνθρώ-
που τέχνηϲ μιᾶϲ οὔϲηϲ, δύο αὐτῆϲ τὰ πρῶτα ἔϲται καὶ μέγιϲτα μόρια·
τὸ μὲν ἕτερον ὑγιεινόν, τὸ δὲ ἕτερον θεραπευτικόν. ἐπεὶ δὲ καὶ τῷ
ἀξιώματι καὶ τῷ χρόνῳ πρότερόν ἐϲτιν ὑγεία νόϲου, χρὴ δήπου καὶ
ἡμᾶϲ, ὅπωϲ ἄν τιϲ ταύτην φυλάξειεν, ἐϲκέφθαι πρότερον, ἐφεξῆϲ δὲ
καὶ ὡϲ ἄν τιϲ ἄριϲτα τὰϲ νόϲουϲ ἐξιῷτο. λέγεται δὲ ὑγεία διττῶϲ· ἡ
μὲν ἀκριβήϲ τε καὶ ἀρίϲτη καὶ τελεία καὶ ἄκρα, ἡ δὲ ἀπολειπομένη
μὲν ταύτηϲ, οὐ μὴν ἤδη γέ πωϲ τοϲοῦτον, ὥϲτε καὶ νοϲεῖν τὸ ζῷον·
καὐτῆϲ τῆϲ ὑποβάϲεωϲ οὐ μικρὰ διαφορὰ παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον
ἐν τοῖϲ ϲώμαϲιν ἐγγίγνεται. πρότερον δὲ χρὴ διελθεῖν, ὅπωϲ ἄν τιϲ
τῆϲ ἀρίϲτηϲ τε καὶ ἀμέμπτου φύϲεωϲ διαφυλάττοι τὴν ὑγείαν, ἔτι δὲ
τούτου πρότερον, ἥτιϲ πότ' ἐϲτιν ἡ ἀρίϲτη καταϲκευὴ τοῦ ϲώματοϲ,
ἀναμνηϲθῆναι. ἐϲτὶ δὲ δήπου κατὰ μὲν τὴν οὐϲίαν αὐτὴν τοῦ πράγμα-
τοϲ ἐξηγουμένοιϲ ἡ εὐκρατοτάτη τε ἅμα καὶ τὴν διάπλαϲιν τῶν μορίων
ἀκριβῶϲ ἁρμόττουϲαν ταῖϲ ἐνεργείαιϲ αὐτῶν ἔχουϲα, καὶ πρὸϲ τούτοιϲ
ἔτι τόν τε ἀριθμὸν ἅπαντα καὶ τὰ μεγέθη καὶ τὴν πρὸϲ ἄλληλα ϲύν-
ταξιν ἁπάντων αὐτῶν χρηϲτὴν ταῖϲ ἐνεργείαιϲ παρεχομένη. κατὰ δὲ
τὰ γνωρίϲματα τὸ ἀκριβῶϲ εὔϲαρκον ϲῶμα τοιοῦτόν ἐϲτιν, ὃ μέϲον
ἐϲτὶν ἰϲχνοῦ τε καὶ πολυϲάρκου καὶ μήτε λάϲιον μήτε ψιλὸν τριχῶν
μηδὲ μαλακώτερον τοῦ ϲυμμέτρου μηδὲ ϲκληρότερον μηδὲ λευκὸν ἢ
μέλαν ἢ ἄφλεβον ἢ εὐρύφλεβον ἢ θυμικὸν ἢ ἄθυμον ἢ ὑπνῶδεϲ ἢ
ἀγρυπνητικὸν ἢ ἀμβλὺ τὴν διάνοιαν ἢ πανοῦργον ἢ ἀφροδιϲιαϲτικὸν
ἢ τοὐναντίον. εἰ δὲ καὶ πᾶϲιν εἴη τοῖϲ μέρεϲιν ἀκριβῶϲ μέϲον ἁπαϲῶν
τῶν ὑπερβολῶν, ἔϲται μὲν δήπου καὶ κάλλιϲτον ὀφθῆναι τὸ τοιοῦτον
ὡϲ ἂν ϲύμμετρον ὑπάρχον, εἰϲ ἅπανταϲ δὲ τοὺϲ πόνουϲ ἐπιτήδειον·
ἕξει δὲ καὶ τὰ ἄλλα γνωρίϲματα καθ' ἕκαϲτον μόριον εὐκραϲίαϲ, περὶ
ὧν ὡϲ οἷόν τε διὰ βραχέων δηλώϲομεν περὶ τὰ τέλη τοῦδε τοῦ λόγου.
πολλὰ γὰρ τῶν ϲωμάτων εὔκρατα μέν, εἰ τύχοι, ταῖϲ κεφαλαῖϲ, δύϲ-
κρατα δὲ τοῖϲ θώραξίν ἐϲτιν ἢ τοῖϲ κατὰ γαϲτέρα τε καὶ τὰ γεννητικὰ
μόρια· τινῶν δὲ ἐν τοῖϲ κώλοιϲ ἐϲτὶν ἡ δυϲκραϲία καὶ πολλοῖϲ καθ'
ἕν τι τῶν ϲπλάγχνων ἤ τι μόριον ἕτερον. καὶ περὶ τούτων δὲ ἐν ταῖϲ
μοχθηραῖϲ τῶν ϲωμάτων καταϲκευαῖϲ μετὰ ταῦτα εἰρήϲεται ἐν τῷδε
τῷ λόγῳ. περὶ δὲ τῆϲ ἀρίϲτηϲ καταϲκευῆϲ ἤδη λέγομεν, ἧϲ ἕκαϲτον
μόριον ἄμεμπτον ἔχει τὴν ϲύμπαϲαν οὐϲίαν· εἰρήϲεται δὲ πρῶτον μὲν
ὡϲ ἄν τιϲ ἐξ ἀρχῆϲ παραλαβὼν ἄνθρωπον τοιοῦτον ὑγιαίνοντα διὰ
παντὸϲ ἀποδείξειεν τοῦ βίου, πλὴν εἰ μή τι τῶν ἔξωθεν αὐτῷ ϲυμ-
πίπτοι βίαιον.
2
Πῶϲ διαγιγνώϲκεται τὸ ὑγιεινὸν βρέφοϲ ἄρτι γεννώμενον. Κριθή-
ϲεται δὲ τὸ ὑγιεινὸν εὐθὺϲ ἐκ γενετῆϲ πρῶτον μὲν ἐκ τοῦ τὴν κυή-
ϲαϲαν ὑγιεινῶϲ ἐν τοῖϲ τῆϲ κυοφορίαϲ βεβιωκέναι χρόνοιϲ, εἶτα ἐκ τοῦ
τεθέντοϲ ἐπὶ τῆϲ γῆϲ τοῦ βρέφουϲ εὐθέωϲ αὐτὸ κλαυθμυρίϲαι μετὰ
τόνου τοῦ προϲήκοντοϲ, ἔκ τε τοῦ πᾶϲι τοῖϲ μορίοιϲ καὶ ταῖϲ αἰϲθή-
ϲεϲιν ἄρτιον ὑπάρχειν καὶ τοὺϲ φυϲικοὺϲ ἅπανταϲ πόρουϲ ἀπαραπο-
δίϲτουϲ ἔχειν, οἷον ὤτων, ῥινῶν, φάρυγγοϲ, οὐρήθραϲ, δακτυλίου, καὶ
τὰϲ ἑκάϲτου μορίου φυϲικὰϲ κινήϲειϲ μὴ νωθρὰϲ μήτ' ἐκλύτουϲ ἔχειν
καὶ τὰϲ τῶν ἄρθρων κάμψειϲ τε καὶ ἐκτάϲειϲ μεγέθη τε καὶ ϲχήματα
καὶ τὴν αἴϲθηϲιν ἀκριβῆ.
3
Περὶ παιδοτροφίαϲ. Τὸ τοίνυν νεογενὲϲ παιδίον, τοῦτο δὴ τὸ
ἄμεμπτον ἐν ἁπάϲῃ τῇ καταϲκευῇ, πρῶτον μὲν τὸν ὀμφαλὸν ἀπο-
τεμνέϲθω ἀπὸ τεϲϲάρων δακτύλων τῆϲ γαϲτρὸϲ ϲμιλίῳ ἐπάκμῳ, παραι-
τουμένουϲ τὴν ἄλλην ὕλην καλάμων τε καὶ ὑάλων, χάριν τοῦ μηδεμίαν
περίθλαϲιν γενέϲθαι. εἶτα τὸ ἐν αὐτῷ περιεχόμενον αἷμα θρομβῶδεϲ
ἐκθλίβειν καὶ ἀποϲφίγγειν ἐρίῳ ἐϲτραμμένῳ, ἔπειτα ϲυμμέτροιϲ ἁλϲὶ
καθ' ἑαυτοῖϲ λεπτοτάτοιϲ περιπάττομεν. ἔϲθ' ὅτε δὲ καὶ ϲὺν ἐλαίῳ
ἐπὶ τῶν τρυφερωτέρων ἀποϲμήχειν ὅλον τὸ ϲῶμα ἢ χυλῷ πτιϲϲάνηϲ
ἢ τήλεωϲ καὶ ὕδατι χλιαρῷ περιπλύνειν τὸ ἐπικείμενον τῷ ϲώματι
γλίϲχραϲμα χρὴ καὶ δακτύλοιϲ ἀποθλίβειν τὸ ἐγκείμενον ταῖϲ ῥιϲὶ
γλινῶδεϲ, ἀποκαθαίρειν τε καὶ τὸ ϲτόμα καὶ τοὺϲ τῶν ὤτων πόρουϲ,
διαϲτέλλειν δὲ καὶ τὰ βλέφαρα καὶ ἀπομάττειν τοὺϲ ὀφθαλμούϲ, ἔλαιον
αὐτοῖϲ ἐνϲτάζονταϲ, διαϲτέλλειν δὲ δακτύλῳ καὶ τὸν δακτύλιον. παρα-
χρῆμα γοῦν ἐκκρίνειν διὰ τῆϲ ἕδραϲ τὸ καλούμενον ϲυνήθωϲ μηκώ-
νειον. κατὰ δὲ τοῦ ὀμφαλοῦ πτυγμάτιον ἐλαιοβραχὲϲ ἐπιρρίπτειν ἐϲχη-
ματιϲμένον ὀμφαλοῦ τρόπον, παραιτεῖϲθαι δὲ κύμινον αὐτῷ ἐπιπάττειν,
ὥϲ τινεϲ, διὰ τὸ δριμύ· εἶτα διπλώϲαντα τὸν ὀμφαλὸν καὶ τῷ ἐριδίῳ
ἐκτυλίξαντα πράωϲ ϲυντιθέναι αὐτὸ κατὰ τὸ μεϲαίτατον, εἶτα ϲπαρ-
γανούϲθω τὸ βρέφοϲ κατὰ τὸ ἔθοϲ. δοτέον δὲ αὐτῷ πρὸ πάϲηϲ τροφῆϲ
μέλι κάλλιϲτον ἀπηφριϲμένον ἐκλείχειν παραιτουμένουϲ τὸ βούτυρον
ὡϲ κακοϲτόμαχον, εἶτα χλιαρὸν ὑδρόμελι παρενϲτάζειν. εἶτα προαμέλ-
ξαϲα ἡ μήτηρ τῶν μαϲτῶν τὸ παχὺ καὶ πυριάϲαϲα αὐτοὺϲ ὕδατι θερμῷ
διδότω τὸ γάλα τῷ βρέφει· βέλτιον δὲ μὴ λαμβάνειν τὸ τῆϲ μητρὸϲ
γάλα μέχρι τῆϲ τετάρτηϲ ἡμέραϲ. λούειν δὲ χρὴ τὸ παιδίον, διαϲτῆϲαν
χρόνον τινὰ μετὰ τροφήν, δὶϲ τῆϲ ἡμέραϲ· ἐκπεϲόντοϲ δὲ τοῦ ὀμφαλοῦ
μετὰ τὴν τρίτην ἢ τὴν τετάρτην ἡμέραν κοχλίου ὄϲτρακον κεκαυμένον
ἐπιπάϲϲειν τῷ τόπῳ λεῖον ἢ ἀϲτράγαλον χοίρου κεκαυμένον ἢ μόλι-
βδον κεκαυμένον ἐπίχριε μετ' οἴνου καὶ ἐπίδηϲον.
4
Περὶ ἐκλογῆϲ τιτθῆϲ. Πρὸ δὲ τούτων πάντων ἐκλεκτέον τὴν τιτ-
θὴν οὔτε νεωτέραν ἐτῶν κ̅ οὔτε πρεϲβυτέραν ἐτῶν μ̅, προκεκυηκυῖαν
δὶϲ ἢ τρίϲ, ἄνοϲον, εὐεκτοῦϲαν, εὐμεγέθη τῷ ϲώματι, εὔϲτερνον, μαϲτοὺϲ
ἔχουϲαν ϲυμμέτρουϲ, ἀρυϲώτουϲ, θηλὰϲ μήτε μεγάλαϲ μήτε μικρὰϲ μήτε
ϲτενοτέραϲ μήτ' ἄγαν εὐρυτέραϲ ἢ ϲηραγγώδειϲ. οἱ μὲν γὰρ μεγάλοι
τιτθοὶ πλεῖον τοῦ δέοντοϲ παραϲκευάζουϲι τὸ γάλα καὶ μένον ἐν αὐτοῖϲ
διαφθείρεται καὶ ἀδικεῖ τὸ βρέφοϲ, μετὰ τοῦ καὶ τὴν γυναῖκα βαρύ-
νειν· οἱ δὲ μικροὶ ὀλίγον παρέχουϲι τὸ γάλα. καὶ αἱ μὲν μεγάλαι
θηλαὶ θλίβουϲι τὰ οὖλα καὶ κωλύουϲι τὴν γλῶτταν ϲυνεργεῖν τῇ κατα-
πόϲει, αἱ δὲ μικραὶ δύϲληπτοι καὶ διὰ τοῦτο κακοπαθεῖν ταῖϲ ϲιαγόϲι
τῶν βρεφῶν πρὸϲ τὰϲ ἐκμυζήϲειϲ, ὥϲτε φλεγμοναῖϲ ὑποπίπτειν· καὶ
αἱ μὲν ϲτεναὶ θηλαὶ οὐ ῥᾳδίωϲ πέμπουϲι τὸ γάλα καὶ διὰ τοῦτο κόπον
παρέχουϲι ταῖϲ ϲιαγόϲι τῶν βρεφῶν, ἀλλὰ καὶ ἀκοντιζόμενον διὰ τῶν
ϲτενῶν πόρων τὸ γάλα πλήττει τὸν ὑπαλείφοντα τὸ ϲτόμα ὑμένα καὶ
ἄφθαν γεννᾷ. αἱ δὲ εὐρύτεραι καὶ ϲηραγγώδειϲ θηλαὶ ἀθρόον ἀφιεῖϲαι
τὸ γάλα πνιγμοῦ αἴτιαι γίγνονται. πρὸϲ τούτοιϲ δὲ εἶναι χρὴ τὴν
τιτθὴν ϲώφρονα ἀμέθυϲον ἀόργητον καθάριον εὔχυμον καὶ μὴ ἐπί-
ληπτον. [ἔγωγ' οὖν ποτε, φηϲὶν ὁ Γαληνόϲ, παιδίου κλαίοντοϲ δι'
ὅληϲ τῆϲ ἡμέραϲ καὶ θυμουμένου, ἐπειδὴ ἐθεαϲάμην τήν τε ϲτρωμνὴν
αὐτοῦ καὶ τὰ ἱμάτια ῥυποῦντα καὶ αὐτὸ τὸ παιδίον ῥυπαρὸν ἐκέλευϲα
αὐτό τε λοῦϲαι καὶ τὴν ϲτρωμνὴν αὐτοῦ καὶ τὰ ἱμάτια ὑπαλλάξαι καὶ
τούτου γενομένου τοῦ τε κλαυθμοῦ καὶ τῆϲ ὀργῆϲ ἐπαύϲατο καὶ καθ-
ύπνωϲεν.]
5
Δοκιμαϲία γάλακτοϲ. Δοκιμαϲτέον δὲ τὸ γάλα γεύϲει καὶ ὄψει
καὶ ὀϲφρήϲει· καὶ γὰρ γευομένοιϲ ἡδὺ καὶ θεωμένοιϲ λευκόν τε καὶ
ὁμαλὸν καὶ μέϲωϲ ἔχον ὑγρότητόϲ τε καὶ πάχουϲ εἶναι αὐτὸ χρή· τὸ
δὲ μοχθηρὸν ἤτοι παχὺ καὶ τυρῶδεϲ ἢ ὑγρὸν καὶ ὀρρῶδεϲ ἢ πελιδνὸν
ἢ διαφύϲειϲ ἔχον ξηρὰϲ ἢ ἀφρῶδεϲ ἢ βρομῶδεϲ ἢ δυϲῶδεϲ ἢ ταχέωϲ
ἀποξυνόμενον ἢ γευομένῳ πικρότητοϲ ἢ ἅλμηϲ ἤ τινοϲ ἑτέραϲ ἀλλο-
κότου ποιότητοϲ ἔμφαϲιν παρέχον. ταυτὶ μὲν οὖν ἔϲτω ϲοι γνωρίϲματα
μοχθηροῦ τε καὶ χρηϲτοῦ γάλακτοϲ, οἷϲ τεκμαιρόμενοϲ νοϲώδη τὴν
γυναῖκα εἶναι, ἐφ' ἑτέραν μεταβαίνειν. ἐπὶ δὲ τῶν εὐπορούντων πλείοναϲ
εἶναι δεῖ τὰϲ τιτθάϲ.
6
Δίαιτα τιτθῆϲ. Γυμνάζειν δὲ τὴν τιτθὴν χρὴ ϲυμμέτροιϲ γυμναϲίοιϲ
καὶ μάλιϲτα τοῖϲ ἄνω μέρεϲι· τροφὰϲ δὲ εὐχύμουϲ τε ἅμα καὶ εὐδιοι-
κήτουϲ καὶ κατὰ καιρὸν τὸν προϲήκοντα καὶ κατὰ τὰ μέτρα τὰ δέοντα
διδόναι, ὥϲπερ καὶ πόματα. ἀφεκτέον δὲ πράϲων κρομύων ϲκόρδων
ταρίχων καὶ τῶν δυϲωδῶν πάντων καὶ βρομωδῶν καὶ τῶν πλείϲτων
τραγημάτων καὶ μάλιϲτα ϲτροβίλων· ἐλαιώδη γὰρ ταῦτα· καὶ διὰ τοῦτο
χολοποιὰ καὶ ἐπιπολαϲτικὰ ἀλλὰ καὶ ἀφροδιϲίων ὑπομνηϲτικά, ὧν παν-
τάπαϲιν ἀπέχεϲθαι χρὴ τὴν τιτθήν· ἐρεθίζονται γὰρ κατὰ τὰϲ ϲυν-
ουϲίαϲ αἱ ἐπιμήνιοι καθάρϲειϲ καὶ διὰ τοῦτο καὶ τὸ γάλα φθείρεται καὶ
μοχθηρὸν καὶ βραχύτατον γίγνεται. τινὲϲ δὲ αὐτῶν καὶ ἐν γαϲτρὶ
λαμβάνουϲιν, οὗ βλαβερώτερον οὐδὲν ἂν εἴη τῷ τρεφομένῳ βρέφει·
ἐλαττουμένου δὲ τοῦ γάλακτοϲ ἢ φθειρομένου ἢ καὶ παντάπαϲι ϲβεν-
νυμένου ἢ παχυνομένου ἢ λεπτυνομένου καλὸν μὲν ἑτέραϲ τιτθῆϲ γάλα
διδόναι, μὴ ἐπιτρεπούϲηϲ δὲ τῆϲ ἐπιϲτάϲεωϲ διαιτᾶν αὐτὴν τὴν τιτθήν,
ὥϲτε μὴ νόϲῳ περιπεϲεῖν τὸ βρέφοϲ. ἀποϲβεννυμένου τοίνυν τοῦ
γάλακτοϲ ἐπιθεωρητέον εἴτε τὸ πᾶν ϲῶμα νοϲεῖ ἢ ἓν μόριον καὶ τὴν
λυποῦϲαν διάθεϲιν ἀναϲκευάζειν. εἰ δὲ δι' ἔνδειαν ἀπεϲβέθη τὸ γάλα,
προϲθετέον ταῖϲ τροφαῖϲ καὶ εὐχυμοτέραϲ διδόναι καὶ τοὺϲ πλείοναϲ
περιπάτουϲ περιαιρετέον, τήν τε κοιλίαν, εἰ πλεῖον τοῦ δέοντοϲ φέ-
ροιτο, ϲυϲτρεπτέον. γυμναϲίοιϲ τε τῶν ἄνω μερῶν χρῆϲθαι καὶ τρίψει
τῶν μαϲτῶν καὶ πυρίαιϲ διὰ ϲπόγγων κηρωταῖϲ τε κατὰ τῶν μαϲτῶν
ὑγροτέραιϲ χρῆϲθαι δι' ἰρίνου ἐλαίου ἢ ἑρπύλλου, ἐκλείχειν τε λινό-
ϲπερμον μετὰ μέλιτοϲ ἢ γλυκέοϲ· ἢ ϲήϲαμον ὠμὸν μετὰ φοίνικοϲ πατη-
τοῦ ἴϲα λεάναϲ δίδου ἐϲθίειν καὶ πινέτω ζύθον καὶ αὐθημερὸν πλη-
ϲθήϲονται οἱ μαϲτοὶ τοῦ γάλακτοϲ· δόξει δὲ ἡ γυνὴ ἅμα τῷ λαμβά-
νειν τὸ πότημα πάντα ἑαυτῆϲ τὰ μέλη παραλελύϲθαι, ἄχριϲ οὗ γένηται
ἐν τοῖϲ μαϲτοῖϲ τὸ γάλα· ἢ ἕλμινθαϲ ἁλιέων τὰϲ εὑριϲκομέναϲ ἐν τῇ
ἰλύι τοῦ ποταμοῦ ἃ καλεῖται γῆϲ ἔντερα, λειοτριβήϲαϲ ὅϲον ε̅ ἢ ζ̅
ἐπίβαλλε φοίνικαϲ πατητοὺϲ καὶ ἅμα λεάναϲ δὸϲ ἐν ζύθῳ πίνειν, προ-
λούϲαϲ τὴν γυναῖκα νῆϲτιν ἐπὶ ἡμέραϲ ι̅ καὶ θαυμάϲειϲ τὸ γάλα ὡϲ
πολὺ καὶ καλόν· βέλτιον δὲ καὶ τὸ πρὸ τούτου ὁμοίωϲ ϲυνλεαίνειν
τῷ ζύθῳ καὶ διδόναι πίνειν· οἶνον δὲ διδόναι γλυκύτερον· καὶ μάρα-
θρον ἢ ἄνηθον χλωρὸν ϲὺν πιϲϲάνῃ ἑψήϲαϲ δίδου ῥοφεῖν. εἰ δὲ λεπτὸν
εἴη τὸ γάλα τὰ λουτρὰ ἀποδοκιμάζειν, ὡϲ ἐξυδατοῦντα τοὺϲ χυμούϲ,
χρηϲτέον δὲ ἐν τροφῇ χόνδρῳ ὠοῖϲ ῥοφητοῖϲ ἄρτοιϲ ϲεμιδαλίταιϲ καὶ
χοιρείοιϲ ποϲὶ καὶ ἀκροκωλίοιϲ καὶ ὀρνιθίοιϲ πιοτέροιϲ ἐριφείοιϲ τε
κρέαϲι καὶ οἴνῳ γλυκεῖ. εἰ δὲ παχύτερον εἴη τὸ γάλα τῆϲ τιτθῆϲ
λεπτυνούϲῃ τροφῇ χρηϲτέον καὶ ἀτροφωτέρᾳ καὶ βαλανείοιϲ ϲυνεχέ-
ϲτερον. τὸ γὰρ παχύτερον γάλα ἀποϲτήματα καὶ δοθιῆναϲ περὶ τὸ
ϲῶμα τοῦ βρέφουϲ γεννᾷ καὶ ἡ γαϲτὴρ αὐτοῦ ἐπέχεται, ἀλλ' οὐδὲ τὰ
οὖρα κατὰ λόγον φέρεται· ἔμετοί τε ἐνοχλοῦϲι φλεγματώδειϲ δυϲ-
κίνητόν τε καὶ δύϲπνουν γίγνεται τὸ βρέφοϲ καὶ ἀνόρεκτον καὶ ἄχρουν
καὶ λήμαϲ ἔχει παχείαϲ καὶ μύξαϲ ὁμοίαϲ φῦϲαί τε πολλαὶ διαχωροῦϲιν.
εἰ δὲ δριμύτερον γένηται τὸ γάλα, ἐκκρίϲειϲ διὰ γαϲτρὸϲ τοῦ βρέφουϲ
πλείονεϲ γίγνονται μετὰ δήξεωϲ καὶ ἀνορεξία κρατεῖ ἐξανθήματά τε
δριμύτατα κατὰ τὸ ϲῶμα γίγνεται καὶ μάλιϲτα περὶ τὰ ἄνω μέρη, ἤδη
δὲ καὶ τὰ κάτω καὶ ἰϲχνότερον τὸ βρέφοϲ κατὰ βραχὺ γίγνεται· ὅθεν
παντοίῳ τρόπῳ κατακεραϲτέον τὸ ϲῶμα τῆϲ τιτθῆϲ βαλανείοιϲ τε γλυ-
κέϲι καὶ εὐχύμῳ τροφῇ. ἐπὶ πολὺ δὲ φερόμενον τὸ γάλα, εἰ βούλει
ἐλαττῶϲαι, ἀποτροφώτερα δίδου ϲιτία καὶ ἐλάχιϲτα, κατάπαϲϲε δὲ τοὺϲ
μαζοὺϲ φακῷ ἑφθῷ ἢ κύμινον μετ' ὄξουϲ ἐπίχριε ἢ λίθον λευκὸν τὸν
ἁπαλόν, ᾧ εἰϲ τὰϲ οἰκοδομὰϲ χρώμεθα, ὁμοίωϲ μετ' ὄξουϲ ἢ ὑοϲκύα-
μον μετ' ὄξουϲ ἢ ῥάκοϲ ὄξει βρέχων ἐπιτίθει καὶ ϲυνεχῶϲ ἐπίβρεχε·
κατάντλει δὲ θαλάϲϲῃ ἢ ἅλμῃ θερμῇ ἢ μυρϲίνηϲ ἀφεψήματι.
7
Πρὸϲ τὰ ῥώχοντα βρέφη. Ἐπεὶ δὲ αἱ πλείουϲ τῶν τιτθῶν, ὡϲ
εἴρηται, ἀνεπιτηδείοιϲ χρώμεναι τροφαῖϲ μοχθηρὸν τὸ ἑαυτῶν γάλα
καταϲκευάζουϲι καὶ ἐκ τούτου διαφόροιϲ νοϲήμαϲι περιβάλλουϲι καὶ
τὰ τῆϲ ἀρίϲτηϲ καταϲκευῆϲ λαχόντα τῶν βρεφῶν, ἔϲθ' ὅτε δὲ κἀκ
τῶν ἔξωθεν προϲπιπτόντων τῷ ϲώματι νοϲήματα ἐπιγίγνεται, ἀναγ-
καῖον καὶ περὶ τῶν ἐνοχλούντων τοῖϲ βρέφεϲι διαφόρων παθῶν καθ'
ὅϲον οἷόν τε διὰ βραχέων διελθεῖν. εἰ μὲν οὖν παχυτέρᾳ τροφῇ τρε-
φόμενον τὸ βρέφοϲ ἀθροίϲει ἐν τῇ γαϲτρὶ φλέγμα καὶ διὰ τοῦτο ῥώχοι,
λινόϲπερμον μετὰ μέλιτοϲ δοτέον ἐκλείχειν ἢ κύμινον βραχὺ μετὰ μέ-
λιτοϲ καὶ μελίκρατον ἐνϲτάζειν τῷ ϲτόματι ϲυνεχῶϲ θερμόν· εἰ δ' ἐπι-
μένοι θλιβόμενον, ἐλαίῳ τὸν λιχανὸν δάκτυλον βάπτων διάχριε τὰ
παρίϲθμια καὶ παραπιέζων τὴν ῥίζαν τῆϲ γλώττηϲ κάτω ἐρέθιζε πρὸϲ
ἔμετον· ἐμέϲαντα γὰρ πάντων τῶν ὀχληρῶν ἀπαλλάττεται παραχρῆμα.
8
Πρὸϲ τὰ ἄφωνα γιγνόμενα βρέφη. Πρὸϲ δὲ τὰ ἄφωνα γιγνόμενα
βρέφη δι' οἵαν δήποτε πρόφαϲιν προηγουμένην—μάλιϲτα δὲ τοῦτο
ϲυμβαίνει ἐπεχομένηϲ τῆϲ κοιλίαϲ—, κράμβηϲ οὖν χυλὸν μετὰ ἐλα-
χίϲτου ἁλὸϲ δίδου πίνειν ἢ ἔνϲταζε· παραχρῆμα γὰρ λύει τὴν κοιλίαν
καὶ ἀποκαθίϲτηϲιν. ἀλλὰ καὶ βαλανιϲτέον τὸν δακτύλιον.
9
Περὶ ὀδοντιάϲεωϲ. Περὶ δὲ τὸν ἕβδομον μῆνα ἄρχεται τὰ βρέφη
φέρειν τοὺϲ ὀδόνταϲ καὶ νυττομένων καὶ κεντουμένων ὡϲ ὑπὸ ϲκό-
λοποϲ ὑποδιαιροῦντοϲ τὰ οὖλα τοῦ ὀδόντοϲ, φλεγμοναὶ ἐπιγίγνονται
αὐτῶν τε τῶν οὔλων καὶ ϲιαγόνων καὶ τενόντων, οἷϲ καὶ πυρετοὶ ὡϲ
ἐπίπαν ἐπιγίνονται. παρέπεται δὲ καὶ κνηϲμὸϲ τῶν ἀκουϲτικῶν πόρων
καὶ τὰ ὦτα ὑγραίνεται. ἔνιοι δὲ καὶ ὀφθαλμίαιϲ ἁλίϲκονται καὶ αἷμα
ἐκ τῶν κανθῶν ῥεῖ. ἐκταράττεται δὲ τοῖϲ πλείϲτοιϲ ἡ γαϲτὴρ διὰ τὴν
τοῦ ϲτομάχου φλεγμονὴν καὶ τὴν τῆϲ γαϲτρὸϲ ἔκλυϲιν. λιπαίνειν τοίνυν
προϲήκει τένοντα καὶ ϲιαγόναϲ, τρυφερῶν ἐρίων καὶ καθαρῶν περι-
βολῇ, τραχήλου καὶ ἰνίου διὰ γλυκέοϲ ἐλαίου καὶ θερμοῦ· παρενϲτάζειν
δὲ καὶ τοῖϲ ἀκουϲτικοῖϲ πόροιϲ ἔλαιον θερμόν. ἐπιμενούϲηϲ δὲ τῆϲ
φλεγμονῆϲ καὶ κηρωτὴν ῥοδίνην ὑγρὰν ἐπιρρίπτειν τοῖϲ τόποιϲ. ψωμί-
ζειν δὲ τὸ παιδίον ἐγκέφαλον μάλιϲτα μὲν λαγωοῦ ἑφθὸν ἢ ὀπτόν,
εἰ δὲ μή, προβάτου· φυϲικῶϲ γὰρ ὠφελεῖ. καὶ μέλιτι δὲ ϲυμμέτρωϲ
ἑφθῷ διαχρίειν τὰ οὖλα· παραϲκευάζει γὰρ ἀταλαίπωρον τὴν ἔκφυϲιν
τῶν ὀδόντων. μηδὲν δὲ ϲκληρὸν αὐτοῖϲ διδόναι διαμαϲᾶϲθαι, ἵνα μὴ
τυλωδέϲτερα τὰ οὖλα γενόμενα παρεμποδὼν γένηται τῇ τῶν ὀδόντων
ἐκφύϲει. βαλανείῳ δὲ κατὰ τὰϲ ἀνέϲειϲ τῶν πυρετῶν χρῆϲθαι, μὴ
ϲπουδάζειν δὲ τὴν κοιλίαν ϲυϲτρέφειν, ἵνα μὴ ἀνώφοροϲ γενομένη ἡ
ὕλη ἀδικήϲῃ μάλιϲτα μὲν τοὺϲ ὀφθαλμοὺϲ καὶ τοὺϲ πυρετοὺϲ δὲ ϲφο-
δροτέρουϲ ἐργάϲηται. καὶ τὴν τιτθὴν δὲ ὑδρωποτεῖν ἀναγκαϲτέον καὶ
τὴν τροφὴν ἀδηκτοτάτην καὶ ῥοφηματώδη λαμβάνειν. φαϲὶ δὲ φυϲικῶϲ
βοηθεῖν τοῖϲ ὀδοντιῶϲι παιδίοιϲ κολοκυνθίδοϲ ἀγρίαϲ ἡ ῥίζα ἐν
χρυϲῷ ἢ ἀργυρῷ ϲωληναρίῳ φορουμένη καὶ ἡ τοῦ βάτου ῥίζα καὶ
ἔχεωϲ ἄρρενοϲ μάλιϲτα τὸν ὀδόντα λαβὼν καὶ ἐμβαλὼν τῷ ἀργύρῳ
περίαπτε· φορείτωϲαν δὲ ἀεὶ περὶ τὸν ϲτόμαχον τὸν χλωρίζοντα ἴαϲπιν.
10
Πρὸϲ φλεγμονὰϲ ὀφθαλμῶν. Λύκιον ἰνδικὸν μάλιϲτα, εἰ δὲ μή γε,
τὸ παταρικὸν ἀνέϲαϲ μετὰ γάλακτοϲ, ἐπίχριε τὰ ἄνω βλέφαρα ϲὺν ταῖϲ
ὀφρύϲιν· ἐνίοτε δὲ καὶ αὐτοῖϲ τοῖϲ ὀφθαλμοῖϲ ἔνϲταζε ἐξυδαρώϲαϲ αὐτὸ
τῷ γάλακτι. θαυμαϲτῶϲ δὲ ποιεῖ καὶ τὸ Νείλου διάροδον κολλύριον καὶ
ἐπιχριόμενον· ἀπόνιπτε δὲ αὐτοὺϲ τοὺϲ ὀφθαλμοὺϲ ὠκίμου ἀφεψήματι.
11
Πρὸϲ λευκώματα. Πρὸϲ δὲ τὰ γιγνόμενα τοῖϲ παιδίοιϲ λευκώματα
ἀπὸ κλαυθμοῦ ϲτρύχνου μέλανοϲ χυλὸν ἔγχριε.
12
Πρὸϲ φλεγμονὰϲ ὤτων καὶ ὑγρότηταϲ. Πρὸϲ δὲ τὰϲ φλεγμονὰϲ
καὶ ὀδύναϲ τῶν ὤτων ὠοῦ τὸ λευκὸν μετὰ γάλακτοϲ γυναικείου ἔν-
ϲταζε ἢ γῆϲ ἔντερα ἑψήϲαϲ μετὰ ῥοδίνου ἔνϲταζε. πρὸϲ δὲ τὰϲ τῶν
ὤτων ὑγρότηταϲ ϲτυπτηρίαν διεὶϲ οἴνῳ καὶ ἔριον καθαρὸν καὶ ἁπαλὸν
ἐν αὐτῷ βρέχων ξήραινε ἐν ἡλίῳ καὶ πάλιν βρέχων ξήραινε καὶ τὸ
αὐτὸ ἐκ τρίτου ποιήϲαϲ φύλαττε ξηρὸν τὸ ἔριον. ἐπὶ δὲ τῆϲ χρείαϲ
λαβὼν ἐξ αὐτοῦ ἐντίθει εἰϲ τὸ οὖϲ. πρὸϲ δὲ τὰ ἐν τοῖϲ ὠϲὶν ἕλκη
χρῶ τροχίϲκῳ τῷ Μούϲα ἀνέϲαϲ αὐτὸν μετὰ ἑψήματοϲ καὶ ὄξουϲ ὀλί-
γου. εἰ δὲ ὑπερϲάρκωμα εἴη, πρῶτον κατάϲτελλε τῷ Βιθυνῷ τροχίϲκῳ
ἀνιὼν αὐτὸν ϲὺν οἴνῳ· ἔπειτα χρῶ τῷ Μούϲα, ὡϲ προείρηται.
13
Περὶ ϲιριάϲεωϲ. Τῶν μετὰ πυρετοῦ ϲυμβαινόντων παθῶν ἐϲτιν
ἡ καλουμένη ἐπὶ τῶν νηπίων ϲιρίαϲιϲ, ἥτιϲ ἐϲτὶ φλεγμονὴ τῶν περὶ
τὸν ἐγκέφαλον καὶ μήνιγγαϲ μερῶν, ὥϲτε κοιλότητα τοῦ βρέγματοϲ
καὶ τῶν ὀφθαλμῶν παρακολουθεῖν μετὰ πυρετοῦ καυϲώδουϲ καὶ ὠχριά-
ϲεωϲ καὶ ξηρότητοϲ τοῦ ϲώματοϲ καὶ ἀνορεξίαϲ. ϲιρίαϲιϲ δὲ κέκληται
ἀπὸ τῆϲ κατὰ τὸ βρέγμα κοιλότητοϲ· ϲιρὸϲ γὰρ παρ' Ἕλληϲι λέγεται
ϲῶμα κοῖλον εἰϲ ὃ φυλάττουϲι ϲπέρματα· ὅθεν ὡϲ πρὸϲ φλεγμονὰϲ
πάντα ποιεῖν χρὴ παρηγοροῦνταϲ καὶ μετρίωϲ ἐμψύχονταϲ τὴν κεφα-
λήν. ἐμβρεχέϲθωϲαν οὖν κορίου χυλῷ μετὰ ῥοδίνου καὶ τὸ ϲῶμα ὅλον
αὐτῷ χριέϲθωϲαν ἢ κολοκύνθηϲ ξέϲματα ἐπιτίθει τῷ βρέγματι ἢ ἀμ-
πέλου φύλλα ἢ ἀνδράχνην μετὰ ῥοδίνου ἢ ἡλιοτροπίου τοῦ ϲκορπι-
ούρου χυλῷ ἐπίβρεχε τῷ βρέγματι ἢ ὠοῦ τὸ πυρρὸν μετὰ ῥοδίνου
ἀνακόψαϲ χρίε τὸ βρέγμα καὶ ϲυνεχῶϲ ἄλλαϲϲε.
14
Πρὸϲ τὸ ἱδρῶϲαι τὸ βρέφοϲ ἐν πυρετῷ. Καλάμου χλωροῦ καρδίαν
λεάναϲ, ἄλειφε τὸ βρέγμα τῆϲ κεφαλῆϲ καὶ τοὺϲ πόδαϲ καὶ περίβαλλε
αὐτὸ ἱματίοιϲ.
15
Περὶ τῆϲ ἐν ϲτόματι ἄφθηϲ καὶ τῶν ἐν παριϲθμίοιϲ γιγνομένων
φλεγμονῶν εἰρήϲεται τελεώτατα ἐν τῷ περὶ τῶν καὶ τοῖϲ τελείοιϲ ϲυμ-
βαινόντων περὶ τὰ μόρια ταῦτα παθῶν λόγῳ, λέγω δὴ ἐν τῷ η̅.
16
Πρὸϲ τὰϲ τῶν ἀκανθῶν ἢ ἑτέρων τινῶν καταπόϲειϲ, ὥϲτε ἀνα-
βάλλειν. Ϲτυπτηρίαν, ᾗ χρῶνται εἰϲ τὰ δέρματα, ϲὺν ἐλαίῳ λεάναϲ,
διάχριε τὴν κατάποϲιν, παραπιέζων ἱκανῶϲ τῷ δακτύλῳ τὴν ῥίζαν τῆϲ
γλώττηϲ καὶ ἀναβάλλει ῥᾳδίωϲ.
17
Πρὸϲ τοὺϲ ϲυνεχεῖϲ πταρμοὺϲ τῶν νηπίων καὶ κόρυζαν. Ὤκιμον
ξηρὸν κόψαϲ ϲήϲαϲ πρόϲαγε ταῖϲ ῥιϲίν, ὥϲτε ἕλκεϲθαι διὰ τῆϲ ἀναπνοῆϲ,
ἢ ἐμφύϲα.
18
Πρὸϲ βῆχα παιδίων. Ϲτροβίλων ἐπ' ὀλίγον πεφωγμένων 𐅻 δ̅
ϲικύου ϲπέρματοϲ ἐπ' ὀλίγον πεφωγμένου 𐅻 α̅ τραγακάνθηϲ 𐅻 γ̅ μέ-
λιτοϲ ἀπηφριϲμένου 𐆄 θ̅ ϲκεύαζε καὶ δίδου ἐκλείχειν· τὴν δὲ τραγά-
κανθαν βρέχε οἴνῳ παλαιῷ γλυκυτάτῳ. ἄλλο. Ἱπποκράτειον· λέκιθον
ὠοῦ ὀπτὴν καὶ ϲηϲάμου διπλαϲίονα ὄγκον καὶ ἁλὸϲ χόνδρον ἕνα ϲύμ-
μετρον λεάναϲ ἱκανῶϲ μετὰ μέλιτοϲ δίδου ἐκλείχειν. ἄλλο· ϲτροβίλια
πεφωγμένα ἀριθμῷ λ̅ ἀμύγδαλα λελεπιϲμένα λ̅ λινοϲπέρμου πεφωγμένου
𐅻 β̅ γλυκυρίζηϲ χυλοῦ 𐅻 β̅ μέλιτοϲ τὸ ἀρκοῦν δίδου ἐκλείχειν. ποιεῖ
δὲ καλῶϲ καὶ τὸ κύμινον μετὰ μέλιτοϲ καὶ τὸ ἄμμι.
19
Πρὸϲ κοιλίαν παιδίων φερομένην. Ῥευματιζομένου δὲ τοῦ βρέ-
φουϲ τὴν κοιλίαν τὸ μὲν λουτρὸν καὶ τὴν αἰώραν παραιτούμεθα, χρώ-
μεθα δὲ ἐμβροχῇ ϲτομάχαυ δι' οἴνου καὶ μηλίνου. εἰ δ' ἐπιταθείη
ὁ ῥευματιϲμόϲ, οἰνάνθην λειοτάτην καὶ ἀκακίαν καὶ μαϲτίχην ἴϲα ἕκαϲτα
λειότατα ποιήϲαϲ, ἐπίβαλλε ὠοῦ τὸ πυρρὸν ὅϲον ἐξαρκεῖ, καὶ ἀναμα-
λάξαϲ ἐπίχριε τὸν ϲτόμαχον καὶ τὸ μετάφρενον καὶ ἐπιτιθεὶϲ ἐρέαϲ
πορφυρᾶϲ πτυγμάτια ἐπίδηϲον· ποιεῖ γὰρ ἀλύπωϲ. πρὸ δὲ πάντων τὴν
τιτθὴν διαιτᾶν χρὴ τροφαῖϲ εὐχύμοιϲ καὶ πόμαϲι ϲταλτικοῖϲ. ἐὰν δὲ ἡ
κοιλία τοῦ νηπίου ἀλευρώδη ἐκκρίνῃ, ἡδύοϲμον λεάναϲ ϲὺν οἴνῳ μέλανι
ἐπιτίθει τῇ κοιλίᾳ καὶ ἐπίδηϲον.
20
Πρὸϲ κοιλίαν ἐπεχομένην. Εἰ δὲ ἐπέχοιτο ἡ κοιλία, βαλάνῳ ἐρε-
θιϲτέον ἢ μελικράτῳ μόνῳ κλυϲτέον καὶ μέλι ταῖϲ τροφαῖϲ παρα-
πλεκτέον. ἄνθοϲ δὲ ἀρτεμιϲίαϲ λεάναϲ ϲὺν ἐλαίῳ, τρίβε τὰ περὶ τὸν
ὀμφαλὸν κύκλῳ καὶ ῥεύϲει. περὶ δὲ ἑλμίνθων εἰρήϲεται ἐν τοῖϲ καθολι-
κοῖϲ βοηθήμαϲιν ἐν τῷ θ̅ λόγῳ.
21
Περὶ ἐξανθημάτων παιδίων. Προείρηται ἤδη ὡϲ μοχθηρᾷ τροφῇ
χρηϲάμενα τὰ νήπια διαφόροιϲ περιπίπτει νοϲήμαϲιν, ὥϲτε ϲὺν τοῖϲ
ἄλλοιϲ καὶ ἐξανθήματα καὶ φλυκταίναϲ καὶ κάθυγρα ἕλκη κατὰ τῆϲ
ἐπιφανείαϲ γίγνεϲθαι, ἃ καλοῦϲι βουβαϲτικὰ καὶ ἕτερα παραπλήϲια. τὴν
μὲν οὖν ἅλμην καὶ τὸ οὖρον, ἅ τινεϲ προϲάγουϲι, παραιτούμεθα διὰ
τὴν δριμύτητα, λούομεν δὲ αὐτοὺϲ ἀφεψήματι ῥόδων ἢ φακοῦ, κἂν
πλείονοϲ ϲτύψεωϲ χρῄζωμεν, μυρϲίνηϲ ἢ ϲιδίων. τὰ δὲ μᾶλλον ἡλκω-
μένα καταπλάϲϲομεν ἀρνογλώϲϲῳ ἢ ϲέριδι μετ' ἄρτου ἢ πάλῃ ἀλφί-
των μετὰ ἀνδράχνηϲ ἢ ἀειζώου ἢ κοτυληδόνοϲ ἢ ὑοϲκυάμου ἢ ῥόδοιϲ
χλωροῖϲ ἢ ξηροῖϲ ἡψημένοιϲ μετὰ μελιλώτου καὶ φοίνιξι καταχρίομεν,
ἢ λιθάργυρον μελίλωτα ϲτυπτηρίαν λεάναϲ μετ' ὄξουϲ καὶ μύρϲινον
ἢ ῥόδινον ἐπιβαλὼν κατάχριε.
Πρὸϲ τὰ τῆϲ βουβάϲτεωϲ ἕλκη ἄλλο· ϲκωρίαϲ μολίβδου καὶ ἀμύ-
λου τὸ ἴϲον λεάναϲ μετὰ ϲτρύχνου χυλοῦ καὶ ῥόδινον ἐπιβαλὼν ἐπί-
χριε. ἄλλο κάλλιϲτον. καδμίαν λεάναϲ μεθ' ὕδατοϲ κατάχριε, ἢ κιμω-
λίαν μετ' οἴνου. ἄλλο· λιθαργύρου ψιμιθίου ἀνὰ 𐅻 δ̅ ϲιδίων ξηρῶν
λειοτάτων 𐅻 β̅ χυλοῦ ϲτρατιωτῶν ποταμίων τὸ ἱκανόν, χρῶ· μὴ παρ-
όντων δὲ ϲτρατιωτῶν φακοῦ τοῦ ἐπὶ τῶν τελμάτων τὸν χυλὸν λαβὼν
χρῶ, ἢ τῆϲ εὑριϲκομένηϲ ἐν τοῖϲ ὕδαϲι χλωρᾶϲ πόαϲ παραπληϲίαϲ τοῖϲ
ϲτρατιώταιϲ. καλῶϲ δὲ ποιεῖ καὶ ὁ τῆϲ ϲεραπιάδοϲ χυλὸϲ τῆϲ τριόρ-
χεωϲ. ἄλλο· ϲκωρίαν ϲιδήρου λεάναϲ μετ' οἴνου ἐπίχριε· πάνυ καλόν.
καλῶϲ δὲ ποιεῖ καὶ ἡ διὰ λαδάνου καὶ ἡ διὰ κριθῶν ἀνιέμεναι ὠοῦ
τῷ λευκῷ καὶ ῥοδίνῳ ἢ μυρϲίνῳ.
Πρὸϲ τὰ τῶν βρεφῶν ἐξανθήματα καὶ φλυκταίναϲ μετὰ τὴν ῥῆξιν.
καδμίαϲ πεπλυμένηϲ χαλκοῦ κεκαυμένου πεπλυμένου ἀκακίαϲ κρόκου
ἀνὰ 𐅻 α̅ τραγακάνθηϲ 𐅻 β̅· βρέχε τὴν τραγάκανθαν ὕδατι καὶ λειώϲαϲ
ἀναλάμβανε αὐτῇ τὰ λοιπὰ καὶ πλάϲϲε τροχίϲκουϲ καὶ ἐπὶ τῆϲ χρείαϲ
ἀνέϲαϲ χυλῷ ἠριγέροντοϲ ἢ ϲέρεωϲ ἢ ϲτρύχνου καὶ ῥόδινον ἐπιβαλὼν
ἐπίχριε. ἐγώ, φηϲι, χυλῷ ἠριγέροντοϲ ἢ ϲέρεωϲ ἀναλαμβάνω τὴν τρα-
γάκανθαν καὶ τὰ λοιπὰ καὶ ἀναπλάττω τροχίϲκουϲ.
22
Πρὸϲ τὰ ἐν κεφαλῇ ἕλκη καὶ ἀχῶραϲ, ᾧ ἐγὼ χρώμενοϲ εὐδο-
κιμῶ· λιθαργύρου 𐅻 η̅ ἢ ψιμιθίου 𐅻 η̅ ἐρείκηϲ καρποῦ 𐅻 δ̅ λιβάνου
𐅻 δ̅ οἴνῳ καὶ ἐλαίῳ ῥαφανίνῳ ϲυλλεάναϲ χρῶ. ἄλλο· ἀκακίαϲ κιρρᾶϲ
𐅻 η̅ λαδάνου 𐅻 δ̅ ϲμύρνηϲ 𐅻 β̅ ὀπίου 𐅻 α̅ ὕδατι λακκαίῳ ἀναλάμβανε
τροχίϲκουϲ καὶ χρῶ ϲὺν αὐτῷ. ἄλλο. κοχλίουϲ λευκοὺϲ ϲὺν τῷ ὀϲτράκῳ
καύϲαϲ ἐπίπαϲϲε. ἄλλο· ἀλόην λειοτάτην μετ' ἀρνογλώϲϲου ξηροῦ λείου,
χρῶ ξηρῷ. ἄλλο· βαλαύϲτιον ξηρὸν λεῖον ἐπίπαϲϲε ἢ ϲὺν ὕδατι λεάναϲ
ἐπίχριε. ἄλλο· βοτάνην, ἣν ἐν Ἀλεξανδρείᾳ λιπάρωνα καλοῦϲι, τινὲϲ
δὲ κνῆϲτρον, καύϲαϲ καὶ τὴν τέφραν λεάναϲ μετ' οἴνου ἐπίχριε. χρῶ
δὲ καὶ τοῖϲ λοιποῖϲ τοῖϲ μετὰ διοριϲμῶν ῥηθηϲομένοιϲ ἐν τῷ περὶ τῶν
καθολικῶν βοηθημάτων περὶ ἀχώρων τόπῳ ἐν τῷ Ϛ̅ λόγῳ.
23
Πρὸϲ ἕλκοϲ μελικηρῶδεϲ τὸ λεγόμενον γλυκύ, ὃ καλοῦϲι Ϲύροι
ϲαναλία. Λιθαργύρου δαφνοκόκκων ἶϲα λεάναϲ μετ' ὄξουϲ καὶ ἐλαίου
ἐπίχριε· πεπείραται πλειϲτάκιϲ.
24
Πρὸϲ τὰ τῶν μεϲομηρίων παρατρίμματα· μυρϲίνην ξήρανον λείαν
ἐπίπαϲϲε ἢ κύπερον μετὰ ῥόδων.
25
Πρὸϲ ἕδραν προπίπτουϲαν. Ϲπογγίτιδι βοτάνῃ ἀπόματτε τὸν δακ-
τύλιον ϲυνεχῶϲ. ἄλλο. ἀκακίαν μετὰ ἑψήματοϲ καὶ οἴνου μέλανοϲ
λεάναϲ χρίε τὸν δακτύλιον. ἄλλο· κοχλίαν καύϲαϲ λεάναϲ ὅταν ἐκ-
πορεύηται προπλύναϲ ἐπίπαϲϲε καὶ ἰάϲῃ. ἄλλο. ὀϲτρέων ὄϲτρακα ὠμὰ
κόψαϲ ϲήϲαϲ λεπτοτάτῳ κοϲκίνῳ ἐπίπαϲϲε. ἄλλο. μύρτα χλωρὰ μετ'
οἴνου λεῖα ἐπιτίθει· καταντλήματι δὲ χρῶ τῷ τῶν χαλκέων ὕδατι ἐν
ᾧ τὸν ϲίδηρον ἀποβάπτουϲιν. ἐγὼ δὲ χρῶμαι ἀεὶ ἅλμῃ χλιαρᾷ καὶ
πάνυ καλῶϲ ποιεῖ, ὁμοίωϲ καὶ ἡ θάλαϲϲα. χρῶ δὲ καὶ τοῖϲ ῥηθηϲο-
μένοιϲ ἐν τοῖϲ καθολικοῖϲ βοηθήμαϲι· καὶ πρὸϲ τὰ λοιπὰ δὲ πάθη
ῥηθήϲεται ἐν ταῖϲ καθολικαῖϲ θεραπείαιϲ.
26
Περὶ ἐξομφάλων νηπίων. Γίγνεται παιδία ἐξόμφαλα ἢ διατεινό-
μενα ἐπὶ πολὺ ἐν τῷ κλαυθμῷ ἢ ἐκ πληγὴϲ ἢ πτώματοϲ· πρὸϲ μὲν
οὖν τὰ τοιαῦτα ἄμι λεάναϲ κατάχριε τὸν ὀμφαλὸν καὶ ξυϲμάτια ὀθόνηϲ
ἐπιθεὶϲ ἐπίδηϲον ἐπὶ ἡμέραϲ γ̅ καὶ πάλιν λύϲαϲ τὸ αὐτὸ ποίει.
Ἄλλο πρὸϲ τὰ ἐξόμφαλα. θέρμουϲ πικροὺϲ καὶ ὀνύχιϲμα ὄνου
κεκαυμένον καὶ πλινθάριον ὠπτημένον ἅμα λεάναϲ ἐπιτίθει καὶ ἐπί-
δηϲον. εἰ δὲ δραϲτικωτέρων χρεία γένηται τοῖϲ πρὸϲ βουβωνοκηλήταϲ
ῥηθηϲομένοιϲ χρῶ.
Κρίτωνοϲ πρὸϲ τὰ ἐξόμφαλα παιδία, δι' ἥν ποτ' οὖν αἰτίαν ἐξ-
έχοντα, πιτυίνηϲ 𐅻 ι̅Ϛ̅ ϲχιϲτῆϲ 𐅻 ι̅ μέλιτοϲ 𐅻 κ̅· τὴν ϲτυπτηρίαν λεάναϲ
ἕψε ἐπ' ἀνθράκων μετὰ τοῦ μέλιτοϲ καὶ ὅταν ϲύϲταϲιν καλὴν λάβοι,
ἐπίβαλλε τὴν πιτυίνην λείαν κινῶν ϲυνεχῶϲ καὶ ὅταν διαλυθῆ λαβὼν
ἐκ τοῦ φαρμάκου πλάτυϲμα ἐπιτίθει κατὰ τοῦ ὀμφαλοῦ ἀλλάϲϲων καθ'
ἡμέραν, κατὰ δὲ τοῦ πλατύϲματοϲ ἐπιτίθει φύλλα ἀρνογλώϲϲου, μά-
λιϲτα δὲ κιϲϲοῦ.
Ἄλλο. Ϲτυπτηρίαϲ ϲχιϲτῆϲ 𐅻 ι̅ε̅ τρυγὸϲ οἴνου αὐϲτηροῦ 𐅻 ι̅ κηκί-
δων 𐅻 β̅ οἴνῳ διαλύϲαϲ ὥϲτε ἔχειν πάχοϲ, ἐπίχριε τὸν ὀμφαλόν, καὶ
ἐπιτίθει ἔξωθεν ϲπόγγον ὀξυκράτῳ βεβρεγμένον καὶ ἐκπιαϲθέντα.
27
Πρὸϲ τὰ δαϲέα παιδία. Παχυτέρων καὶ πλειόνων αἰθαλωδῶν
περιττωμάτων ἀθροιζομένων ὑπὸ τὸ δέρμα, ἐξ ὧν ἐϲτιν ἡ γένεϲιϲ τῶν
τριχῶν, δαϲύτερα παραϲκευάζει τὰ νήπια. ἰϲχάδαϲ οὖν καύϲαϲ καὶ
λεάναϲ τούτῳ ἀπότριβε τοὺϲ τετριχωμένουϲ τόπουϲ. ἐξ ἄλλου ἀντι-
γράφου· ῥητίνην, φηϲίν, ἑψήϲαϲ ἐν ὕδατι λοῦε τὸ παιδίον καὶ ἀπόϲμα
ἐλαφρῶϲ ἰϲχάδων κεκαυμένων ϲποδῷ μετὰ ϲμήγματοϲ κυαμίνου. ἄλλο
ϲμίγμα ἐπ' αὐτῶν ῥωϲτικόν. κυαμίνου ἀλεύρου κιμωλίαϲ ἀφρονίτρου
ὠῶν λευκῶν καὶ ὀϲτράκων ἶϲα λεάναϲ χρῶ ϲμίγματι.
28
Πότε ἀπογαλακτιϲτέον τὰ νήπια. Μέχριϲ ἂν οὖν παγῇ τὸ νήπιον,
γάλακτι τρεφέϲθω. ἐϲτερεωμένου δὲ ἤδη τοῦ ϲώματοϲ τροφὴν δίδου
ψίχαϲ τρυφερὰϲ ἐξ ὑδρομέλιτοϲ ἢ οἰνομέλιτοϲ ἢ γλυκέοϲ οἴνου ἢ γά-
λακτοϲ, εἶτα καὶ ὠὰ ῥοφητά· τὰ γὰρ μαϲητὰ ἐπὶ τούτων ϲιάλου
ἀνάπλεα γίγνεται· ποτὸν δὲ διδόναι οἶνον κεκραμένον· ἤδη δὲ τοῦ
βρέφουϲ λαμβάνοντοϲ ἀδεῶϲ τὴν ϲιτώδη τροφήν, ὅπερ ὡϲ ἐπὶ τὸ πολὺ
γίγνεται περὶ τὸν κ̅ μῆνα, τότε λεληθότωϲ καὶ κατ' ὀλίγον ἀποϲυνη-
θίζειν αὐτὸ τοῦ μαϲτοῦ· εἰ δ' ἀπογαλακτιϲθὲν νόϲῳ περιπέϲοι, πάλιν
αὐτὸ δεῖ μεταγαγεῖν ἐπὶ τὸ γάλα. καὶ μετὰ τὸ παύϲαϲθαι τὴν νόϲον
ἀναλαβεῖν τὸ ϲωμάτιον καὶ οὕτωϲ ἀπογαλακτίζειν.
29
Δίαιτα μετὰ τὸν ἀπογαλακτιϲμὸν τῶν νηπίων καὶ τῶν ἐφεξῆϲ
ἡλικιῶν. Ἀπὸ γάλακτοϲ δὲ γεγονόταϲ τοὺϲ νηπίουϲ ἐν ἀνέϲει ἐατέον
καὶ ἱλαρότητι γυμναϲίων, καὶ τροφὰϲ αὐτοῖϲ διδόναι ἐλαφρὰϲ καὶ
εὐχύμουϲ. οἴνου δὲ πλείονοϲ ἀπέχεϲθαι δεῖ τὸν εὔκρατον τῷ ϲώματι·
ἐμπίπληϲι γὰρ ἐπὶ τῶν ὑγρῶν καὶ θερμῶν ϲωμάτων τὴν κεφαλὴν
ἀτμῶν ὁ οἶνοϲ. οὐ μὴν οὐδὲ ψυχροῦ πόματοϲ εἰϲ τὸ παντελὲϲ εἴργειν
κελεύω τοὺϲ τοιούτουϲ παῖδαϲ, ἀλλ' ἐπί τε ϲιτίοιϲ τὰ πολλὰ καὶ κατὰ
τὰϲ θερμοτέραϲ ὥραϲ ἐπιτρέπω χρῆϲθαι τῷ καλλίϲτῳ ὕδατι. ἀπὸ δὲ
τῶν ἑπτὰ ἐτῶν ἐπὶ γράμματα φέρειν παραδοῦναί τε πραέϲι καὶ φι-
λανθρώποιϲ διδαϲκάλοιϲ. ἀπὸ δὲ τῶν ι̅δ̅ ἐτῶν μέχρι τῶν κ̅α̅ ἁρμόζει
μαθημάτων ἄϲκηϲιϲ καὶ φιλοϲόφων λόγων 〈κατήχηϲιϲ〉· κωλυτέον δὲ
χρῆϲθαι ἀφροδιϲίοιϲ. ϲυναιρετέον δὲ καὶ τὸν πολὺν οἶνον, γυμνάϲια δὲ
πλείονα παραλαμβάνειν ἤδη. τοῖϲ δὲ ἤδη ἀκμάζουϲι τῇ ἡλικίᾳ δίαιτα
ἁρμόζει ὑφειμένη καὶ ψυχῆϲ καὶ ϲώματοϲ· καὶ τὰ γυμνάϲια, ὁποῖά
ποτ' ἂν εἴη, κατὰ λόγον τούτοιϲ ὑφαιρετέον, καὶ τὰϲ τροφὰϲ ἐκ
προϲαγωγῆϲ ϲυϲταλτέον τῆϲ ἕξεωϲ αὐτῶν ἀρχὴν ἤδη ψύξεωϲ λαμβα-
νούϲηϲ. μέγιϲτον δὲ γνώριϲμα τοῦ ἄριϲτα κατεϲκευαϲμένου ϲώματοϲ
λέγω δὴ τὴν περὶ ἕκαϲτον, ὧν ἂν πράττῃ, προθυμίαν, αὐτῆϲ τῆϲ
φύϲεωϲ ἑαυτῆϲ τὸ μέτρον ἐξευριϲκούϲηϲ ἐν ταῖϲ ἀρίϲταιϲ καταϲκευαῖϲ·
καὶ γὰρ γυμναζόμενοι καὶ ἀνατριβόμενοι ἢ ὁτιοῦν ἄλλο πράττοντεϲ,
τό τε πρῶτον ὀκνήϲουϲιν, ὅταν αὐτάρκωϲ γυμναϲθῶϲι· καὶ δὴ καὶ
ϲιτίων τε καὶ πομάτων ἀποϲτήϲονται τότε, ὅταν ἱκανῶϲ ἐμπληϲθῶϲιν,
οὔτε πλέον τοῦ δέοντοϲ ὀρεγόμενοι οὔτ' ἔλαττον προϲφερόμενοι· ὥϲτε
οὐδεὶϲ φόβοϲ οὔθ' ὑπερπονέϲαι τὸν ἄριϲτα κατεϲκευαϲμένον ἄνθρωπον
οὔθ' ὑπερεμπληϲθῆναι ϲιτίων. αὐτὸ γὰρ ἑαυτῷ πάντ' ἐξευρίϲκει τὸ
ὑγιεινὸν ϲῶμα ταῖϲ τῆϲ φύϲεωϲ ὁρμαῖϲ ἐπιτροπευόμενον, καὶ μάλιϲτα
εἰ καλῶϲ εἴη τὰ τῆϲ ψυχῆϲ αὐτῶν πεπαιδαγωγημένα. πολλοὶ γὰρ
ἔθεϲι μοχθηροῖϲ ἐντραφέντεϲ, ἀκολαϲτότερον ἢ ἀργότερον διαιτώμενοι
διαφθείρουϲι φύϲειϲ χρηϲτάϲ, ὥϲπερ αὖ πάλιν ἔνιοι μοχθηρῶϲ φύντεϲ
τὸ ϲῶμα βίῳ ϲώφρονι καὶ γυμναϲίοιϲ εὐκαίροιϲ ἐπανωρθώϲαντο τὰ
πολλὰ τῶν ἐλαττωμάτων. τὸ δὲ μέτριον τῶν γυμναϲίων καὶ ὁ τρόποϲ
τῆϲ χρήϲεωϲ αὐτῶν εἴρηται ἐν τῷ πρὸ τούτου λόγῳ.
30
Δίαιτα γερόντων. Τὸ κατὰ φύϲιν γῆραϲ ἡ ξηρὰ καὶ ψυχρὰ κρᾶϲιϲ
τῶν ϲωμάτων ἐϲτίν, ἐκ πολυετίαϲ γιγνομένη· κατὰ βραχὺ γὰρ τῆϲ
τῶν ϲωμάτων οὐϲίαϲ ϲὺν τῇ ἐμφύτῳ θερμαϲίᾳ ἀπορρυείϲηϲ καὶ περαι-
τέρῳ τοῦ προϲήκοντοϲ ἤδη ξηροτέρων τῶν ὀργάνων γιγνομένων αἵ τε
ἐνέργειαι χεῖρον ἐπιτελοῦνται, καὶ ἔτι ἀϲαρκότερόν τε καὶ ἰϲχνότερον
ἑαυτοῦ γίγνεται τὸ ζῷον. ἐπὶ πλέον δὲ ἀποξηραινομένων οὐκ ἀϲαρ-
κότερον μόνον ἀλλὰ καὶ ῥυϲὸν ἀποτελεῖται καὶ τῶν κώλων ἀκρατὲϲ
καὶ ϲφαλερὸν ἐν ταῖϲ κινήϲεϲιν. ὁ τοίνυν γνοὺϲ τὴν διάθεϲιν ἐπι-
ϲτημονικῶϲ ὅτι ξηρότηϲ ἐϲτὶ μετὰ ψύξεωϲ, ἀγαθὸϲ ἂν εἴη γερόντων
ἰατρόϲ· γνώϲεται γὰρ ὡϲ ἡ τούτων ἐπανόρθωϲιϲ διὰ τῶν ὑγραινόν-
των τε καὶ θερμαινόντων γίγνεται· τοιαῦτα δέ ἐϲτι λουτρὰ θερμὰ
γλυκέων ὑδάτων καὶ οἴνου χρηϲτοῦ πόϲιϲ, ὅϲαι τε τῶν τροφῶν ὑγραί-
νουϲί τε ἅμα καὶ θερμαίνουϲιν, τρίψειϲ τε δι' ἐλαίου ἕωθεν ϲυμμέτρωϲ
ἐπιτελούμεναι, ἐφεξῆϲ περίπατοί τε καὶ αἰωρήϲειϲ ἄκοποι, ϲτοχαζομένῳ
τῆϲ τοῦ γέροντοϲ δυνάμεωϲ· οὐ γὰρ μικρά τιϲ ἐϲτι καὶ ἐν τοῖϲ γέρουϲι
διαφορά. διδόναι δὲ τροφὴν ὀλίγην μέν, πολλάκιϲ δέ, καὶ γάρ, ἐὰν
βραχύ τι τοῦ προϲήκοντοϲ μέτρου ὑπερβῶϲιν οἱ γέροντεϲ, οὐ ϲμικρὰ
βλάπτονται. ἀϲφαλέϲτερον οὖν ἐϲτι τοῖϲ ἀϲθενέϲι γέρουϲιν ὀλίγα μὲν
προϲφέρειν ἐν τροφαῖϲ, τρὶϲ δὲ τῆϲ ἡμέραϲ, περὶ μὲν τρίτην ὥραν
ἄρτον καλῶϲ ἐϲκευαϲμένον πρόϲφατον μετὰ μέλιτοϲ καλλίϲτου ἀπη-
φριϲμένου, περὶ δὲ ἑβδόμην ὥραν προτριψαμένοιϲ καὶ γεγυμναϲμένοιϲ
τὰ πρέποντα γέρουϲι γυμνάϲια καὶ λουϲαμένοιϲ ἐπὶ τὸ ἄριϲτον ἰέναι·
καὶ πρῶτα μὲν προϲφέρειν ὅϲα λαπάττει γαϲτέρα, οἷον λάχανα ἐκ
ϲεύτλου καὶ μαλάχηϲ, ἐφεξῆϲ δὲ ἰχθύων πετραίων ἢ πελαγίων, κἄπειθ'
ἡϲυχάϲανταϲ ἐπὶ κλίνηϲ βραχύ, εἶτα διακινήϲανταϲ ϲύμμετρα. εἰϲ ἑϲπέ-
ραν δειπνοῦντεϲ τῆϲ μὲν τῶν ἰχθύων ἐδωδῆϲ ἀπεχέϲθωϲαν· προϲ-
φερέτωϲαν δὲ τῶν εὐχυμοτάτων τε καὶ δυϲφθάρτων, οἷον ὄρνιν ἐξ
ἁπλοῦ ζωμοῦ. οἶνοϲ δὲ τοῖϲ γέρουϲι χρηϲιμώτατοϲ. ἔϲτω δὲ τῶν φύϲει
θερμοτέρων οἷόϲ ἐϲτιν ὁ τῇ μὲν ϲυϲτάϲει λεπτόϲ, τῇ δὲ χρόᾳ κιρρὸϲ
ἢ ξανθόϲ. ἓν μὲν οὖν τοῦτο μέγιϲτον ἀγαθὸν ἐξ οἴνου τοῖϲ γέρουϲι
περιγίνεται, τὸ θερμαίνεϲθαι πάντ' αὐτῶν τὰ μόρια, δεύτερον δὲ τὸ
δι' οὔρων καθαίρεϲθαι τὸν ὀρρὸν τοῦ αἵματοϲ. ὅϲοι δὲ τῶν ὠχρῶν
ἢ ξανθῶν οἴνων παχεῖϲ εἰϲιν αἷμα γεννῶϲιν οὗτοι καὶ τρέφουϲι τὸ
ϲῶμα. διὸ καὶ γίγνοιντο ἄν ποτε καὶ αὐτοὶ χρήϲιμοι τοῖϲ γέρουϲι, καθ'
ὃν δηλονότι χρόνον οὔτ' ὀρρῶδεϲ ὑγρὸν ἔχουϲιν ἐν ταῖϲ φλεψὶ καὶ
δέονται θρέψεωϲ περιϲϲοτέραϲ· ὡϲ τὸ πολὺ γὰρ τῶν οὐρητικῶν
οἴνων χρῄζουϲιν οἱ γέροντεϲ, διὰ τὸ πλεονάζειν ἐν αὐτοῖϲ ὑδατῶδεϲ
περίττωμα· τῶν δὲ μελανῶν καὶ ϲτρυφνῶν καὶ παχέων καὶ τῶν ὁμοίων
ἀπέχεϲθαι αὐτοὺϲ χρή· μένουϲι γὰρ ἐπὶ πλέον ἐν τῇ γαϲτρί, καὶ διὰ
τοῦτο γέρουϲιν ἀνοίκειοι. γλυκεῖ δὲ εἰ βούλοιτο γέρων χρῆϲθαι μετὰ
τὸ λουτρὸν προϲφερέτω γλυκύν τε ἅμα καὶ ὠχρὸν κατὰ τὴν χρόαν.
οὐ κωλύω δὲ οὐδὲ τοῖϲ ἐϲκευαϲμένοιϲ διὰ μέλιτοϲ οἴνοιϲ χρῆϲθαι, καὶ
μάλιϲθ' ὅϲοιϲ τῶν γερόντων ὑποψία τίϲ ἐϲτιν ἐν νεφροῖϲ λίθων γενέ-
ϲεωϲ ἢ καὶ ποδάγρα τιϲ ἢ ἀρθρῖτιϲ ἐνοχλεῖ· ἐπεμβάλλειν δὲ τῷ οἴνῳ
τηνικαῦτα πετροϲελίνου καὶ μόνον· ἀρκεῖ γὰρ τοῦτο τοῖϲ ἀρθριτικοῖϲ.
ἐπὶ δὲ τῶν λιθιώντων καὶ βετονίκη μίγνυται καὶ κέϲτρου τῆϲ καλου-
μένηϲ ϲαρξιφάγου. ἀπέχεϲθαι δὲ χρὴ τοὺϲ γέρονταϲ ἐδεϲμάτων καὶ
πομάτων ὅϲα γλίϲχρον καὶ παχὺν ἐργάζεται χυμόν, οἷά ἐϲτι χόνδροϲ
τυροὶ ὠὰ τὰ ἑφθὰ κοχλίαι βολβοὶ μύκητεϲ φακὴ καὶ τῶν ὀϲτρέων ἡ
ϲὰρξ καὶ τὰ λοιπὰ τὰ προρρηθέντα ἐν τῷ περὶ παχυχύμων τροφῶν
χωρίῳ, ἐν τῷ β̅ λόγῳ. εἰ δ' ὑπ' ἀνάγκηϲ ποτὲ χρῆϲθαί τινι τῶν τοι-
ούτων ϲυμβαίῃ, αὐτίκα προϲφέρεϲθαι χρὴ τὸ διὰ καλαμίνθηϲ φάρμα-
κον ἢ τὸ διὰ τριῶν πεπέρεων. εἰ δὲ μὴ παρείη τι τούτων πέπερι
κόπτονταϲ καὶ ϲήθονταϲ ἀκριβῶϲ, ὡϲ χνοῶδεϲ γενέϲθαι, ἅμα τε τοῖϲ ὄψοιϲ
ἐϲθίειν, ἐπιπάττειν τε καὶ τῷ ποτῷ καὶ ϲκόρδου γεύεϲθαι τηνικαῦτα
ϲυμφέρει. λυθείϲηϲ δὲ τῆϲ ἐμφράξεωϲ καὶ ὑπαχθείϲηϲ τῆϲ κοιλίαϲ καὶ
τὴν θηριακὴν ἀντίδοτον ἢ τὴν Μιθριδάτου ἢ ἑτέραν τινὰ τὴν δι'
ἀρωμάτων ϲυγκειμένην διδόναι. μετὰ δὲ τὴν τῶν τοιούτων χρῆϲιν
μετιέναι χρὴ ταχέωϲ ἐπὶ τὴν ὑγραίνουϲαν καὶ θερμαίνουϲαν δίαιταν
τὴν προειρημένην. διδόναι δὲ αὐτοῖϲ καὶ τὰ πέπειρα καὶ γλυκύτατα
χλωρὰ ϲῦκα πρὸ τῆϲ ἄλληϲ τροφῆϲ καὶ κατὰ τὸν χειμῶνα τὰϲ ἰϲχάδαϲ,
εἰ μή τι ϲύμπτωμα κατὰ τὸ δεξιὸν μάλιϲτα ὑποχόνδριον παρῇ. ἐπειδὴ
δέ, ὡϲ προείρηται, τὰ ὀρρώδη καὶ φλεγματώδη περιττώματα κατὰ τὸ
τῶν πρεϲβυτῶν ἀθροίζεται ϲῶμα, τὴν οὔρηϲιν ἐφ' ἡμέρᾳ προτρέπειν
χρὴ μὴ διὰ τῶν φαρμακωδῶν, ἀλλὰ ϲελίνων ἀφεψήματι μετὰ μέλιτοϲ
καὶ τοῖϲ οὐρητικοῖϲ οἴνοιϲ, ὑπάγειν τε τὴν γαϲτέρα δι' ἐλαίου χρηϲτοῦ
μάλιϲτα καταρροφοῦνταϲ αὐτὸ πρὸ τῶν ϲιτίων. εὔδηλον δέ, ὅτι καὶ
τὰ λαχανώδη πάντα πρὸ τῶν ἄλλων ϲιτίων ἐϲθίειν χρὴ δι' ἐλαίου τε
καὶ γάρου. λαπάττει δὲ γαϲτέρα καὶ τὰ ξηρὰ κοκκύμηλα, μάλιϲτα τὰ
ἀπὸ τῆϲ Ϲπανίαϲ κομιζόμενα, οὐ τὰ Δαμαϲκηνά· προβρεχέϲθω δὲ ἐν
μελικράτῳ ἀκρατεϲτέρῳ ἢ ἀφεψείϲθω ἐν αὐτῷ καὶ τῶν ἀπὸ ἅλμηϲ
λευκῶν ἐλαιῶν ἐγχωρεῖ προλαμβάνειν. ἐπὶ πλέον δὲ ἐπιϲχεθείϲηϲ τῆϲ
γαϲτρόϲ, καὶ ἡ λινόζωϲτιϲ διδόϲθω ἑφθὴ καὶ κνῆκοϲ ϲὺν πτιϲϲάνῃ καὶ
ἡ τερεβινθίνη δὲ ῥητίνη. λαμβάνειν δὲ ταύτηϲ χρή, ἐνίοτε μὲν καρύου
βαϲιλικοῦ μέγεθοϲ, ἐνίοτε δὲ δυοῖν ἢ τριῶν· οὐ μόνον γὰρ ἀλύπωϲ
λαπάττειν πέφυκεν ἀλλὰ καὶ τὰ ϲπλάγχνα διαρρύπτειν καὶ τὸν πνεύ-
μονα καὶ νεφρούϲ. ἡ δὲ τελεία δόϲιϲ αὐτῆϲ ἐϲτιν 𐆄 α̅. ἐπιτήδειον δὲ
αὐτοῖϲ καὶ τοῦτο· ἰϲχάδαϲ λιπαρὰϲ λαβὼν καὶ ἀφελὼν τὸ ἐπικείμενον
αὐταῖϲ ἔξωθεν δέρμα, ἔπειτα ὁλμοκοπήϲαϲ ἐπίβαλλε αὐτοῖϲ κνίκου
κεκαθαρμένου τὸ ἐντόϲ, τὸ δέκατον τῶν ἰϲχάδων μέροϲ ἢ πλέον ἢ
ἔλαττον· εἶτ' ἄμφω κοπτόμενα μιγνύϲθω· ἐκ τούτου δὲ λαμβάνειν
μέγεθοϲ ἰϲχάδων δύο ἢ τριῶν. ἱκανῶϲ δὲ δαψιλὲϲ οὐδέν, οὐδέ ποτε
χρὴ τῶν εἰρημένων φαρμάκων λαμβάνειν, ἐν γὰρ τῷ παραχρῆμα χαί-
ρουϲιν ἔνιοι ϲφοδρῶϲ κενωθέντεϲ, ὅϲῳ δ' ἂν μᾶλλον ἐκκενωθῷϲι,
τοϲοῦτον μᾶλλον ἡ γαϲτὴρ ἴϲχεται κατὰ τὰϲ ἑξῆϲ ἡμέραϲ. ἐπιϲχεθείϲηϲ
δὲ τῆϲ γαϲτρὸϲ αὐτῶν, ἐνιέναι χρὴ ἔλαιον μόνον θερμόν· καὶ γὰρ
διαβρέχεται τὰ ϲκληρὰ τῶν ϲωμάτων καί τιϲ ὄλιϲθοϲ ἐν τῇ διεξόδῳ
γίγνεται καὶ τὸ ϲῶμα τῶν γερόντων αὐτὸ μαλάττεται ταῖϲ ξηραῖϲ
διφθέραιϲ ὁμοίωϲ ἐϲκληρυϲμένον.
31
Δίαιτα τοῖϲ ἐν ἀϲχόλῳ βίῳ διάγουϲι. Τὸν ἐν ἀϲχόλῳ βίῳ διάγοντα
χρὴ ϲκοπεῖν, εἴτε γυμνάζεϲθαι κατὰ τὸν ἔμπροϲθεν βίον ἔθοϲ εἶχεν
εἴτ' ἀγύμναϲτοϲ λούεϲθαι· καὶ γὰρ μετρίωϲ φέρουϲι τὸ τοιοῦτον ἔθοϲ
ἔνιοι, ὥϲ τιναϲ αὐτῶν μὴ νοϲεῖν ϲυνεχῶϲ, ὅταν ὦϲιν εὐδιάπνευϲτοι,
τὴν μὲν δὴ τοιαύτην φύϲιν ϲώματοϲ οὐ χρὴ μετάγειν ἐφ' ἕτερον
ἔθοϲ, οὐδ' ὅλωϲ ὥϲπερ οὐδεμίαν ἄλλην ὅϲαι διὰ πολλοῦ χρόνου νο-
ϲοῦϲιν. εἰ δὲ ϲυνεχῶϲ τιϲ νοϲοίη, ϲκεπτέον ἐπ' αὐτοῦ τὴν αἰτίαν, εἴτε
διὰ πλῆθοϲ εἴτε διὰ κακοχυμίαν νοϲεῖ. εἰ μὲν δὴ πληθωρικὰϲ νόϲουϲ
νοϲεῖν φαίνοιτο, ϲκοπὸϲ ἔϲτω ϲοι καθόλου τὴν ὑγιεινὴν αὐτοῦ δίαιταν
τηρεῖν. ὅπωϲ ἀεὶ ϲυμμέτρουϲ ἕξει τοὺϲ χυμούϲ, εἰ δὲ διὰ κακοχυμίαν
νοϲεῖν εἴωθεν, ἀρίϲτουϲ ἐργάζεϲθαι τοὺϲ χυμούϲ. πλῆθοϲ μὲν οὖν ἀθροί-
ζουϲί τινεϲ, ὅταν τὰ διαπνεόμενα τοῦ ϲώματοϲ ἐλάττω ᾖ τῶν λαμ-
βανομένων. φυλακτέον οὖν ἐϲτιν ἐπὶ τούτων τὴν ϲυμμετρίαν τῶν
ἐϲθιομένων τε καὶ πινομένων πρὸϲ τὰ κενούμενα. ϲύμμετρα δὲ ἔϲται,
ϲκεψαμένων ἡμῶν ἐν ἑκατέροιϲ τὴν ποϲότητα τῶν τε προϲφερομένων
καὶ τῶν κενουμένων. τοὺϲ μὲν γὰρ ἐν τῷ πρώτῳ βίῳ ἄντικρυϲ πρὶν
γυμνάϲαϲθαι εἰϲ τὸ βαλανεῖον εἰϲιόνταϲ, ἐπὶ τούτων νῦν τρίψει μετρίᾳ
χρῆϲθαι καὶ βραχὺ κινῆϲαι· ὅϲοι δὲ ἐγυμνάζοντο πρὸ τοῦ βαλανείου,
νῦν ἐπ' ὀλίγον αὐξῆϲαι τὰ κατ' ἔθοϲ ϲυμβουλεύϲομεν. ἀφελεῖν δέ τι
χρὴ καὶ τῶν τροφῶν καὶ κατὰ ποϲότητα καὶ κατὰ ποιότητα ϲύμμετρα
προϲφέρειν. ποιότητα δὲ λέγω ὡϲ ἐπὶ τῶν χοιρείων κρεῶν· πλῆθοϲ
γὰρ εὐχυμίαϲ ἀθροίζουϲι τάχιϲτα. ἐπὶ λάχανα τοίνυν αὐτοὺϲ ἀκτέον
καὶ ἰχθῦϲ ὁμοίωϲ καὶ ὄρνιθαϲ, ὅϲα μὴ πολύτροφα. τῶν δὲ κακοχυμίαν
ἀθροιζόντων οὐχ εἷϲ ἐϲτιν ὁ ϲκοπόϲ, ὅτι μηδὲ τῆϲ κακοχυμίαϲ ἡ ἰδέα
μία. τινὲϲ μὲν γὰρ ψυχροτέραν καὶ φλεγματικωτέραν ἀθροίζουϲι κακο-
χυμίαν, τινὲϲ δὲ θερμοτέραν καὶ χολωδεϲτέραν, ὥϲπερ ἄλλοι μελαγ-
χολικωτέραν. φευκτέον οὖν ἐϲτιν ἕκαϲτον τῶν ϲιτίων τε καὶ ποτῶν
ὅϲα πέφυκε γεννᾶν ἑτοίμωϲ τὸν ἀθροιζόμενον αὐτοῖϲ χυμόν. εἴρηται
δὲ περὶ αὐτῶν ἱκανῶϲ ἐν τῷ περὶ τῶν εὐχύμων καὶ κακοχύμων ἐδε-
ϲμάτων τόπῳ, ἐν τῷ β̅ λόγῳ τῆϲδε τῆϲ πραγματείαϲ, ἐν ᾧ καὶ περὶ
τῶν λεπτυνόντων ἐδεϲμάτων εἴρηται ἅτινα ἐπιτήδειά ἐϲτι τοῖϲ τὸν
καλούμενον ὠμὸν χυμὸν ἀθροίζουϲι, παχὺν μὲν ὑπάρχοντα [αἷμα] οὐ
μὴν ἀεὶ γλίϲχρον. ἐπὶ πάντων δὲ τούτων κοινὸν βοήθημα ἡ τῆϲ
γαϲτρὸϲ ϲύμμετροϲ ὑπαγωγή, καὶ μάλιϲθ' ὅϲοιϲ ἐϲτὶ φύϲει ϲκληρο-
τέρα ἡ γαϲτήρ, κοινὸν δὲ καὶ τὸ τῶν ἀφροδιϲίων ϲύμμετρον.
32
Περὶ ϲαρκῶν καθαιρέϲεωϲ. Ὅταν εἰϲ πολυϲαρκίαν ἄμετρον
ἐκτραπῇ τὸ ϲῶμα, τήκειν αὐτὸ καὶ καθαίρειν χρή· δέδεικται δὲ ἡ
θερμοτέρα κρᾶϲιϲ ἰϲχνὸν ἐργαζομένη τὸ ϲῶμα· τοιαύτην οὖν ϲοι πονη-
τέον ἐϲτὶν τὴν τῶν πολυϲάρκων ἀνθρώπων, εἰ μέλλοι γενήϲεϲθαι
ϲύμμετροϲ· μεμάθηκαϲ δὲ ἤδη ὡϲ ὀξέα γυμνάϲια καὶ δίαιτα λεπτύνουϲα
καὶ φάρμακα τὰ τοιαῦτα καὶ τῆϲ ψυχῆϲ αἱ φροντίδεϲ ἀποφαίνουϲι τὴν
κρᾶϲιν ὅλην ξηροτέραν καὶ αὐτὸ τὸ ϲῶμα λεπτότερον. τὰ μὲν οὖν
τῆϲ λεπτονούϲηϲ διαίτηϲ πρόδηλα· φάρμακα δὲ τὰ ϲφοδρότερα πηγά-
νου τὸ ϲπέρμα,…
ϲτρ…
The complete text is available when the reading interface loads.