The Greek Library Catalogue

Anonymous

Iatricorum liber v

Edition reference
Iatricorum liber v, ed. A. Olivieri, Aëtii Amideni libri medicinales v–viii [Corpus medicorum Graecorum 8.2. Berlin: Akademie-Verlag, 1950]: 6–119.
CTS identifier
urn:cts:greekLit:tlg0718.tlg005.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

P

ο̅ζ̅ Περὶ τῶν ϲυνόχων πυρετῶν

ο̅η̅ Θεραπεία καύϲου Φιλουμένου

ο̅θ̅ Τριταίου ἀκριβοῦϲ ἐκτεταμένου καὶ

διπλοῦ διάγνωϲιϲ

π̅ Τριταίου ἀκριβοῦϲ θεραπεία

π̅α̅ Τριταίων νόθων θεραπεία

π̅β̅ Περὶ ἡμιτριταίου

π̅γ̅ Τεταρταίου ἀκριβοῦϲ διάγνωϲιϲ

π̅δ̅ Τεταρταίου θεραπεία

π̅ε̅ Ἀμφημερινοῦ διάγνωϲιϲ

π̅Ϛ̅ Ἀμφημερινοῦ θεραπεία

π̅ζ̅ Περὶ ἠπιάλων πυρετῶν

π̅η̅ Κοινὰ βοηθήματα τῶν κατὰ περίοδον

παροξυνομένων

π̅θ̅ Ϲυγχρίϲματα κοινὰ πάϲηϲ μετὰ ῥί-

γουϲ περιόδου

Ϟ̅ Περὶ τῶν περὶ τὰ ϲπλάγχνα ἐρυϲι-

πελατωδῶν διαθέϲεων

Ϟ̅α̅ Περὶ ϲυντήξεωϲ

Ϟ̅β̅ Περὶ τῶν ἐν ταῖϲ θερμαῖϲ καὶ ξηραῖϲ

κράϲεϲι γιγνομένων πυρετῶν χωρὶϲ

φλεγμονῆϲ καὶ ϲήψεωϲ. Κηρωτὴ ἐμ-

ψύχουϲα

Ϟ̅γ̅ Περὶ ἑκτικῶν καὶ μαραϲμωδῶν πυ-

ρετῶν

Ϟ̅δ̅ Ἑκτικῶν πυρετῶν θεραπεία

Ϟ̅ε̅ Περὶ πανδήμων καὶ ἐπιδήμων καὶ

λοιμωδῶν νοϲημάτων

Ϟ̅Ϛ̅ Ἐκ τῶν Ῥούφου περὶ λοιμοῦ

Ϟ̅ζ̅ Περὶ τῶν ἐπὶ πλήθει ὠμῶν χυμῶν

ϲυγκοπτομένων

Ϟ̅η̅ Περὶ τῶν διὰ ξανθὴν χολὴν ϲυγκοπτο-

μένων

Ϟ̅θ̅ Περὶ τῶν ἐπὶ λεπτοῖϲ χυμοῖϲ ϲυγ-

κοπτομένων

ρ̅ Περὶ τῶν ἄλλων προφάϲεων ἐφ'

ὧν γίνονται ϲυγκοπαί

ρ̅α̅ Περὶ ὀδύνηϲ ϲυγκοπὰϲ ἐπιφερούϲηϲ

ρ̅β̅ Περὶ λειποθυμίαϲ

ρ̅γ̅ Περὶ τῆϲ δι' ἄμετρον κένωϲιν λει-

ποθυμίαϲ

ρ̅δ̅ Περὶ τῆϲ ἐπὶ πλήθει χυμῶν λειπο-

θυμίαϲ

ρ̅ε̅ Περὶ τῆϲ ἐξ ὑϲτέραϲ λειποθυμίαϲ

ρ̅Ϛ̅ Περὶ τῶν (τῆϲ leg.) δι' ἄμετρον

κένωϲιν τῶν καταμηνίων λειποθυ-

μίαϲ

ρ̅ζ̅ Πρὸϲ τοὺϲ δι' ἀτονίαν λειποθυ-

μοῦνταϲ

ρ̅η̅ Περὶ τῶν διὰ μοχθηροὺϲ χυμοὺϲ

ἐνοχλοῦνταϲ τὸ ϲτόμα τῆϲ γαϲτρὸϲ

λειποθυμούντων

ρ̅θ̅ Περὶ τῶν διὰ φλέγμα ἀθροιϲθὲν ἐν

τῷ ϲτομάχῳ λειποθυμούντων

ρ̅ι̅ Πρὸϲ τὰϲ δι' ἰϲχυρὰν ψῦξιν λειπο-

θυμίαϲ

ρ̅ι̅α̅ Πρὸϲ τοὺϲ διὰ θερμαϲίαν πλείονα

λειποθυμοῦνταϲ

ρ̅ι̅β̅ Πρὸϲ τοὺϲ διὰ μέγεθοϲ φλεγμονῶν

ἢ κακοήθειαν πυρετῶν λειποψυ-

χοῦνταϲ ἐν ταῖϲ εἰϲβολαῖϲ

ρ̅ι̅γ̅ Πρὸϲ τοὺϲ διὰ ξηρότητα ἐν ταῖϲ

τῶν παροξυϲμῶν ἀρχαῖϲ ϲυγκοπτο-

μένουϲ

ρ̅ι̅δ̅ Πρὸϲ τοὺϲ διὰ ἔμφραξιν κυρίου

μορίου λειποθυμοῦνταϲ

ρ̅ι̅ε̅ Πρὸϲ τοὺϲ δι' ἀθρόαν κένωϲίν τινα

λειποθυμοῦνταϲ

ρ̅ι̅Ϛ̅ Πρὸϲ τοὺϲ διὰ λύπην ἢ χαρὰν ἢ

φόβον ἢ θυμὸν λειποψυχοῦνταϲ

ρ̅ι̅ζ̅ Περὶ καρδιακῶν καὶ βουλίμου ῥη-

θήϲεται ἐν τῷ περὶ ϲτομαχικῶν

λόγῳ

ρ̅ι̅η̅ Περὶ τῆϲ ἐν τοῖϲ πυρετοῖϲ κεφαλ-

αλγίαϲ Φιλουμένου

ρ̅ι̅θ̅ Περὶ ἀγρυπνίαϲ ἐν πυρετοῖϲ Γαληνοῦ

ρ̅κ̅ Ἔτι περὶ ἀγρυπνίαϲ Φιλουμένου καὶ

Ἡροδότου

ρ̅κ̅α̅ Περὶ καταφορᾶϲ

ρ̅κ̅β̅ Πῶϲ ἐπιμελητέον γλώττηϲ τραχύ-

τητοϲ ἐν πυρετῷ

ρ̅κ̅γ̅ Πῶϲ δίψαν θεραπευτέον

ρ̅κ̅δ̅ Περὶ ὠταλγίαϲ ἐν πυρετοῖϲ

ρ̅κ̅ε̅ Διαπυήϲαντοϲ ὠτὸϲ θεραπεία καὶ

περὶ δυϲηκοΐαϲ

ρ̅κ̅Ϛ̅ Περὶ ὀφθαλμίαϲ ἐν πυρετοῖϲ

ρ̅κ̅ζ̅ Περὶ ἀμαυρώϲεωϲ τῆϲ ἐκ νοϲημά-

των ἐπιγιγνομένηϲ

ρ̅κ̅η̅ Θεραπεία ἐφ' ὧν ἀπὸ τῶν ῥινῶν

ϲτάξιϲ αἵματοϲ ἐν πυρετοῖϲ γίγνεται

ρ̅κ̅θ̅ Πῶϲ κύϲτεωϲ ἐπιμελητέον καὶ δυϲ-

ουρίαϲ ἐν πυρετοῖϲ

ρ̅λ̅ Πῶϲ ἐπιμελητέον τῶν περὶ τὴν

ὀϲφὺν ἀλγημάτων

ρ̅λ̅α̅ Τῆϲ περὶ τὸ ἱερὸν ὀϲτέον ἐν πυρε-

τοῖϲ γιγνομένηϲ ἑλκώϲεωϲ θεραπεία

ρ̅λ̅β̅ Τίϲ θεραπεία τῆϲ περὶ τὸν ὄϲχεον

καὶ δακτύλιον ἑλκώϲεωϲ ἐν πυρετοῖϲ

ρ̅λ̅γ̅ Θεραπεία τῶν ἐν πυρετοῖϲ ἐξανθη-

μάτων ἐν ὅλῳ τῷ ϲώματι ἢ ἔν

τιϲι μέρεϲι

ρ̅λ̅δ̅ Περὶ τρόμων ἐν πυρετοῖϲ

ρ̅λ̅ε̅ Περὶ ϲπαϲμῶν ἐν πυρετοῖϲ Γαληνοῦ

ρ̅λ̅Ϛ̅ Περὶ ἡδέων καὶ χρηϲίμων πομάτων

ἐν πυρετοῖϲ ἐκ τῶν Φιλαγρίου

ρ̅λ̅ζ̅ Ἡ διὰ κωδυῶν ἀντίδοτοϲ

ρ̅λ̅η̅ Ὀμφακομέλιτοϲ ϲκευαϲία

ρ̅λ̅θ̅ Ῥοδομέλιτοϲ ϲκευαϲία

ρ̅μ̅ Ὑδροροϲάτου ϲκευαϲία

ρ̅μ̅α̅ Ἀπομέλιτοϲ ϲκευαϲία

ρ̅μ̅β̅ Ὑδρομήλου καὶ κουϲτουμηνάτου

ϲκευαϲία

ρ̅μ̅γ̅ Κυδωνάτου ϲκευαϲία

ρ̅μ̅δ̅ Ὀξυμέλιτοϲ ϲκευαϲία ἁπλῆ

Arg

{<Περὶ τῆϲ πυρετῶν διαγνώϲεωϲ καὶ θεραπείαϲ.>}

Τὸ μὲν διαιτητικὸν τῶν ὑγιεινῶν παραγγελμάτων ἀναγκαῖόν τε

καὶ χρήϲιμον πρὸϲ ὑγείαϲ τήρηϲιν ὑπάρχον ἤδη προγέγραπται. μεμά-

θηκαϲ οὖν ἐν αὐτῷ, ποίῳ καὶ τίνι τρόπῳ διαίτηϲ χρώμενοϲ καὶ ϲὺ

αὐτὸϲ ὡϲ οἷόν τε ὑγιαίνοιϲ ἂν μάλιϲτα καὶ τοῖϲ ὑπό ϲου ἐπιμελου-

μένοιϲ τὴν προϲήκουϲαν ἑκάϲτῳ ὑγείαν διαφυλάξειϲ. ἐπειδὴ δὲ λα-

θόνταϲ ἡμᾶϲ αὐτοὺϲ πολλάκιϲ ἀμελέϲτερόν τε ἁπτομένουϲ τῆϲ διαίτηϲ

ἢ κατά τιναϲ πράξεων περιϲτάϲειϲ, τῇ βίᾳ τοῦ περιέχοντοϲ ἡμᾶϲ ἀέροϲ

βλαβένταϲ, ἐγχωρεῖ ποτε ἁλῶναι νοϲώδεϲι καταϲκευαῖϲ ὀξέων ἢ χρο-

νίων παθῶν, ἄμεινον καὶ περὶ νοϲημάτων διαλαβεῖν, ἀπὸ δὲ τῆϲ καθ-

όλου τῶν πυρετωδῶν νοϲημάτων ἄρξαϲθαι ϲημειώϲεωϲ, ὅτι τε μᾶλλον

ἐπιπολάζει ταῦτα κοινὰ πάϲηϲ ἡλικίαϲ ὑπάρχοντα καί ἐϲτιν οὐκ ἀκίν-

δυνα, ταραχὴν καὶ θόρυβον αἰφνίδιον ἐπιφέροντα τῷ πλήθει τῶν

ϲυμπτωμάτων.

1

Ὅτι χρὴ τὸν ἰατρὸν ἐπιϲτήμονα τῶν τῆϲ φύϲεωϲ ἔργων εἶναι

καὶ τί ὀφείλει ἐρωτᾶν. διὸ χρὴ γεγυμναϲμένον κατὰ τὸ Προγνωϲτικὸν

Ἱπποκράτουϲ καὶ τὰ ἄλλα τὸν ἰατρὸν εἶναι ἐπίϲταϲθαί τε τὰ τῆϲ

φύϲεωϲ ἔργα, “φύϲιεϲ γὰρ ζῴων ἰητροί”· ϲυνεργεῖν δὲ δεῖ τῇ φύϲει

πρὸϲ ϲωτηρίαν ἀγωνιζομένην πρὸϲ τὴν νόϲον. οὕτωϲ γὰρ ἡ φύϲιϲ

ϲύμμαχον λαβοῦϲα τὸν ἰατρὸν τὰ δέοντα ποιοῦντα αὐτόν τε τὸν ἄρρω-

ϲτον πειθήνιον καὶ μηδὲν ἐν τῇ διαίτῃ ἁμαρτάνοντα περιγένοιτο ἂν

τῆϲ νόϲου· ϲυνεργοὺϲ δὲ εἶναι χρὴ καὶ τοὺϲ ὑπηρέταϲ καὶ τοὺϲ ἔξω-

θεν πρὸϲ τὸ μηδὲν ὑπεναντίον γενέϲθαι τοῖϲ καλῶϲ πραττομένοιϲ.

2

Ὅτι ἄνευ τοῦ προγνῶναι τὴν νόϲον οὐχ οἷόν τε καλῶϲ θερα-

πεῦϲαι. πρόκειται δὲ ἡμῖν ϲημειωτικὸν ἐνϲτήϲαϲθαι λόγον πρότερον,

ὡϲ ἄνευ τοῦ προγινώϲκειν εἰϲ ὅτι τελευτήϲει τὸ νόϲημα οὐχ οἷόν τε

καλῶϲ εὐπορῆϲαι τοῦ τρόπου τῆϲ διαίτηϲ καὶ μάλιϲτα ἐπὶ τῶν ὀξέων

νοϲημάτων καὶ κίνδυνον ὀξὺν ἐπιφερόντων.

3

Τίνα ἐϲτὶν ἀγαθὰ ϲημεῖα. εὔϲημον πρόϲωπον· δυνήϲῃ γὰρ κἀκ

τοῦ προϲώπου μόνου βεβαίαν καὶ πιϲτὴν πρόγνωϲιν λαβεῖν, πρὶν

ἅψαϲθαι τοῦ νοϲοῦντοϲ, λέγω δὴ ἐκ τῶν ἐν αὐτῷ αἰϲθήϲεων, ὄψεωϲ

ἀκοῆϲ ὀϲφρήϲεωϲ· πρὸϲ τούτοιϲ δὲ καὶ ἐκ τῆϲ ἀναπνοῆϲ, ἧϲ χωρὶϲ

ζῆν οὐχ οἷόν τε, δηλούϲηϲ ἡμῖν ὅπωϲ ἡ καρδία διάκειται. πάρεϲτι δὲ

ἐν τῷ προϲώπῳ καὶ τὸ διαλεκτικὸν ὄργανον τῆϲ γλώττηϲ ἐμφαῖνον

ἡμῖν τὴν ῥώμην τε καὶ ἀρρωϲτίαν τοῦ λογιϲτικοῦ μορίου τῆϲ ψυχῆϲ.

ἀγαθὸν δὲ καὶ ἡ εὐϲχήμων κατάκλιϲιϲ, ὡϲ μάλιϲτα εἴθιϲτο ὑγιαίνων

ἐπιϲτρέφεϲθαι ῥᾳδίωϲ. εὔφορόν τε καὶ τὸ ϲῶμα πᾶν ὁμαλῶϲ θερμὸν

εἶναι, ἄδιψον ὡϲ οἷόν τε ὑπάρχειν καὶ τὸ ἐρρῶϲθαι τὴν διάνοιαν καὶ

εὖ ἔχειν πρὸϲ τὰϲ προϲφορὰϲ ἀγαθόν. ἀγαθὸν δὲ καὶ ἡ εὔπνοια καὶ ἡ

εὐταξία τῶν ϲφυγμῶν· ἐκ τούτων γὰρ καὶ τῶν λεχθηϲομένων γνωϲό-

μεθα τὴν ῥώμην τε καὶ ἀρρωϲτίαν τῶν τριῶν ἐνεργειῶν τῆϲ ψυχῆϲ·

τὸ γὰρ ἐρρῶϲθαι τὴν διάνοιαν καὶ τὸ μὴ καταρρεῖν ἐπὶ πόδαϲ, δηλοῖ

τὸν ἐγκέφαλον κατὰ πάντα ἐρρῶϲθαι· τὸ δὲ εὐανθὲϲ τοῦ προϲώπου

καὶ ἡ εὔπνοια καὶ ἡ εὐϲφυξία δηλοῖ τὴν καρδίαν ἐρρῶϲθαι. ἔϲτι γὰρ

ὅτε εὐανθὲϲ γίνεται τὸ πρόϲωπον μετὰ δυϲπνοίαϲ, ὡϲ ἐπὶ τῶν περι-

πνευμονικῶν· τὸ δὲ ἄδιψον εἶναι καὶ εὖ ἔχειν πρὸϲ τὰϲ προϲφοράϲ,

τὴν φυϲικὴν δύναμιν ἔν τε τῷ ἥπατι καὶ ἐν παντὶ τῷ ϲώματι ἐρρῶ-

ϲθαι δηλοῖ. ἀγαθὸν δὲ καὶ ὕπνοι χρηϲτοὶ καὶ ἱδρῶτεϲ δι' ὅλου τοῦ

ϲώματοϲ εὔκρατοί τε καὶ ὁμαλοὶ καὶ ϲύμμετροι καὶ ἐν τῷ δέοντι καιρῷ

ἐπιφαινόμενοι· ὑποχόνδριον ἀνώδυνόν τε εἶναι καὶ εὐαφὲϲ καὶ πρὸϲ

τούτοιϲ ἔτι τὰϲ διαχωρήϲειϲ κοιλίαϲ καὶ οὔρων καὶ πτυϲμάτων ἀπαρα-

ποδίϲτουϲ τε εἶναι καὶ χρηϲτά τινα πέψεωϲ φέρειν γνωρίϲματα.

4

Τίνα ἐϲτὶ φαῦλα ϲημεῖα. προϲώπου παντὸϲ καὶ κροτάφων ϲύμ-

πτωϲιϲ, ὀφθαλμοὶ πεπηγότεϲ καὶ κοῖλοι, δάκρυον ἀκούϲιον, τὰ λευκὰ

τῶν ὀφθαλμῶν ἐν τοῖϲ ὕπνοιϲ ὑποφαινόμενα μὴ ἔχουϲιν ἔθοϲ οὕτω

καθεύδειν, καὶ τὸ ϲῶμα καταρρεῖν γε ἐπὶ πόδαϲ καὶ τὸ πρηνὴϲ κεῖϲθαι,

ὃ μὴ ϲύνηθεϲ, ἀήθηϲ τριϲμὸϲ ὀδόντων, ἀνωμάλωϲ τὸ ϲῶμα πᾶν θερ-

μαίνεϲθαί τε καὶ ψύχεϲθαι, δύϲφορόν τε εἶναι καὶ δίψοϲ ἀφόρητον καὶ

καῦμα τῶν ἐντόϲ, τῶν ἔξω ψυχρῶν τυγχανόντων, ἔκϲταϲίϲ τε διανοίαϲ

οἷον παρακοπή τιϲ ἢ ἀναιϲθηϲία καὶ καταφορὰ καὶ ἀποϲτροφὴ πάϲηϲ

ὀρέξεωϲ, ψῦχοϲ ἐπὶ φλεγμονῇ τῶν περὶ θώρακα καὶ κατὰ τὰϲ πλευρὰϲ

γιγνόμενον, δύϲπνουν τε εἶναι καὶ ψυχρὸν ἀναπνεῖν καὶ ἔξω ἐν τῇ

ἐκπνοῇ μέγα, εἴϲω δὲ ϲμικρὸν εἰϲπνέοντα· ἤδη γὰρ τοῦτο μέλλουϲαν

νέκρωϲιν δηλοῖ τῆϲ καρδίαϲ, ὥϲπερ καὶ τὸ ἄϲφυγμον εἶναι ἢ κακό-

ϲφυγμον. “εὔπνοιαν” γάρ, φηϲὶν Ἱπποκράτηϲ, “χρὴ νομίζειν [πάνυ] κάρτα

μεγάλην δύναμιν ἔχειν ἐϲ ϲωτηρίην ἐν πᾶϲι τοῖϲιν ὀξέϲι νοϲήμαϲιν,

ὁκόϲα ξὺν πυρετῷ καὶ ἐν μ̅ ἡμέρῃϲι κρίνεται.” κακὸν δὲ καὶ ἀγρυπνίαι

ϲυνεδρεύουϲαι ἢ καὶ γιγνόμενοι μὲν ὕπνοι ταραχώδειϲ γε καὶ ἱδρῶτεϲ

ψυχροὶ καὶ ἀνώμαλοι καὶ μὴ περὶ πᾶν τὸ ϲῶμα καί ποτε κεγχρώδειϲ

καὶ γλίϲχροι· κατάψυξιν γὰρ ἰϲχυρὰν καὶ ταῦτα δηλοῖ. καὶ τὸ οὐκ ἐν

τῷ δέοντι καιρῷ ἐπιφαίνεϲθαι τοὺϲ ἱδρῶταϲ οὐκ ἀγαθὸν καὶ τὸν πυρε-

τὸν εὐθὺϲ διαδέχεϲθαι τοὺϲ ἱδρῶταϲ, ἐποχὴν τῶν κατὰ κοιλίαν καὶ

μάλιϲτα κύϲτιν καὶ τῶν ἄλλων ἐκκρίϲεων· ἀλλ' ἡνίκα φέροιντο μή,

τινὸϲ ὀλέθρου γνωρίϲματα φέροιεν· καὶ μάλιϲτα οὖρα δυϲώδη τε καὶ

παχέα καὶ μέλανα. τὰ γὰρ τοιαῦτα ἐπὶ ὀξέων καὶ κακοήθων νοϲημά-

των παντάπαϲι κινδύνου δηλωτικά· ὑποχονδρίων ἔνταϲιϲ ἢ ἀνάταϲιϲ

καὶ κυρίων μορίων φλεγμοναὶ μέγιϲται, ἐγκεφάλου τε λέγω καὶ καρ-

δίαϲ καὶ πνεύμονοϲ ἥπατόϲ τε καὶ γαϲτρὸϲ καὶ τοῦ τὰϲ πλευρὰϲ ὑπε-

ζωκότοϲ ὑμένοϲ. τινὸϲ γὰρ τῶν τοιούτων νοϲημάτων παρόντοϲ, τὰ

πάντα φαῦλα ϲημεῖα ἐπιφαινόμενα κινδυνώδη. χρὴ δὲ ἑκάϲτου ϲημείου

τὴν δύναμιν ἐκμανθάνειν· ἓν γάρ ποτε ϲημεῖον ἰϲχυρόν τε καὶ μέγι-

ϲτον πλειόνων ϲημείων ἀπίϲτων τε καὶ ἀϲθενῶν οἶδε κρατεῖν.

5

Ποίαν λέγειν δεῖ πρώτην ἡμέραν τοῦ παντὸϲ νοϲήματοϲ. ἀρχὴν

δὲ λέγειν δεῖ τοῦ παντὸϲ νοϲήματοϲ ἐκεῖνον τὸν χρόνον ἡνίκα πυρέτ-

τειν ἀρξάμενοϲ ὁ ἄνθρωποϲ οὕτω ϲαφῶϲ, ὡϲ τὴν ϲυνέχειαν αὐτῷ

λελύϲθαι τοῦ ϲώματοϲ καὶ μηκέτι ἰϲχύειν προιέναι ἐπ' ἀγορᾶϲ καὶ τὰ

ϲυνήθη πράττειν καὶ διὰ τοῦτο κατακλίϲεωϲ ἐδεήθη. οὐ γὰρ δὴ ταὐτόν

ἐϲτι δυϲαρεϲτεῖν καὶ πυρέττειν. ὁ μὲν γὰρ κεφαλαλγῶν ἢ δυϲαρεϲτῶν

καὶ βεβαρημένοϲ τῷ ϲώματι δύναται ὡϲ ἐπίπαν κατ' ἀρχὰϲ τὰ ϲυνήθη

πράττειν, μέχριϲ ἂν κατιϲχύϲειεν αὐτοῦ τὸ νόϲημα καταβαλεῖν τὴν

δύναμιν.

6

Ὅτι ἀρχὴ τῶν νοϲημάτων τριχῶϲ λέγεται. ἀρχὴ λέγεται κυρίωϲ

ἡ ἀμερὴϲ καὶ ἀκαριαία καὶ πρώτη τοῦ νοϲήματοϲ εἰϲβολή, ἐν ᾗ νικη-

θεὶϲ ὁ ἄνθρωποϲ κατεκλίθη. ἀρχὴ δὲ λέγεται καὶ ἣν κατὰ πλάτοϲ

ὀνομάζουϲιν, ἡ μέχρι τῆϲ τρίτηϲ ἡμέραϲ ἐπεκτεινομένη. ἀρχὴ δὲ λέγε-

ται καὶ κυρία καὶ ἀναγκαιοτάτη τυγχάνουϲα καὶ ἣν ὡϲ μέροϲ ὅλου τοῦ

νοϲήματοϲ ἀρχὴν ὀνομάζομεν, ἥτιϲ γνωρίζεται οὐχ ἡμερῶν ἀριθμῷ,

ἀλλ' ἢ τῇ πραότητι τῶν παροξυϲμῶν 〈ἢ〉 καὶ τῇ τῶν ϲυνεδρευόντων ϲυμ-

πτωμάτων ἐπιεικείᾳ· ἔν τε τῇ ἀναβάϲει αὔξηϲιϲ καὶ τῶν νοϲημάτων καὶ

τῶν ϲυμπτωμάτων γίνεται· οἱ γὰρ παροξυϲμοὶ προλαμβάνουϲι καὶ μα-

κρότεροι γίγνονται ἐν τῇ ἀναβάϲει, τά τε ϲυμπτώματα δεινότερα.

ἀρχὴ οὖν λέγεται τοῦ παντὸϲ νοϲήματοϲ, ἄχριϲ ἂν φανῇ ϲαφῆ καὶ

χρηϲτὰ φέρειν πέψεωϲ γνωρίϲματα. εἰ μὲν οὖν ὀλιγοχρόνιοϲ ἡ ἀρχὴ

γίγνοιτο, ἐν τάχει λυθήϲεϲθαι τὸ νόϲημα δηλοῖ, ὡϲ Ἱπποκράτει δοκεῖ,

“οἷον ἐν πλευριτικοῖϲι πτύελον αὐτίκα ἢν ἐπιφαίνηται, ἀρχομένου μέν,

βραχύνει· ἢν δὲ ὕϲτερον ἐπιφαίνηται, μηκύνει”, ἡ νόϲοϲ δηλονότι· ὅθεν

καθ' ἡντιναοῦν ἡμέραν ἐπιφανείη ἐν τοῖϲ ἐκκρινομένοιϲ περιττώμαϲι

ϲαφοῦϲ πέψεωϲ γνωρίϲματα, λέγομεν πεπαῦϲθαι τὴν ἀρχὴν τοῦ παντὸϲ

νοϲήματοϲ, ἄρχεϲθαι δὲ τὴν ἐπίδοϲιν. πέψεωϲ γὰρ ϲημεῖα οὐκ ἔϲτιν

ὅτε κακῶϲ ἐπιφαίνεται.

7

Τί ἐϲτι πυρετόϲ. πυρετόϲ ἐϲτι θερμότηϲ παρὰ φύϲιν καρδίαϲ καὶ

ἀρτηριῶν βλάπτουϲα τὸν ζωτικὸν τόνον, ἀναφερομένη τε ἐκ βάθουϲ

καὶ δριμεῖα καὶ δακνώδηϲ προϲπίπτουϲα τῇ ἁφῇ καὶ μάλιϲτα κατὰ τὸν

θώρακα καὶ ἔνθα ἀρτηρίαι μεγάλαι εἰϲὶ τεταγμέναι. πρὸϲ δὲ τῇ αὐτῇ

θερμαϲίᾳ ἀνωμαλία τιϲ καὶ ἀταξία κατὰ τὸ εἶδοϲ τοῦ πυρετοῦ προϲγί-

νεται τοῖϲ ϲφυγμοῖϲ.

8

Τί ἐϲτι παροξυϲμόϲ. παροξυϲμόϲ ἐϲτι κίνημα νοϲήματοϲ μερικὸν

ἐπὶ τὸ χεῖρον ἀπὸ ἀνέϲεωϲ· μερικὸν δὲ κίνημα εἴρηται πρὸϲ διάκριϲιν

τῆϲ καθόλου τῶν νοϲημάτων ἐπιδόϲεωϲ.

9

Τί ἐϲτιν ἄνεϲιϲ. ἄνεϲίϲ ἐϲτι μερικοῦ παροξυϲμοῦ πρὸϲ καιρόν τινα

παῦλα τῶν ϲυνεδρευόντων τῷ ϲώματι νοϲημάτων καὶ ϲυμπτωμάτων.

10

Ὅτι ἡ ἄνεϲιϲ διττὴ λέγεται· ϲυμπεριλαμβάνεται γὰρ καὶ τὸ διά-

λειμμα. τῆϲ δὲ ἀνέϲεωϲ ἡ μὲν εἰλικρινήϲ ἐϲτι καὶ καθαρά, ἡ δὲ δυϲκρι-

νὴϲ καὶ οὐ καθαρά. ἡ μὲν οὖν εἰλικρινὴϲ ἄνεϲιϲ ἐπιγιγνώϲκεται ἐκ τῆϲ

παντελοῦϲ ἠρεμίαϲ τῶν ϲυνεδρευόντων τῷ παροξυϲμῷ ϲυμπτωμάτων

περιγραφείϲηϲ· καὶ διὰ τοῦτο λέγεται διάλειμμα, ὡϲ ἐπὶ τῶν κατὰ

περίοδόν τινα παροξυνόντων, οἷον τριταίων τεταρταίων ἀμφημερινῶν

κεφαλαίαϲ ἐπιληψίαϲ ποδάγραϲ καὶ τῶν παραπληϲίων. ἡ δὲ δυϲκρινὴϲ

ἄνεϲιϲ καὶ οὐ καθαρὰ καταλαμβάνεται ἐκ τῆϲ τῶν ϲυμπτωμάτων ὑφαι-

ρέϲεωϲ, ὡϲ ἐπὶ ϲυνεχῶν μάλιϲτα πυρετῶν γίγνεται· ἐπὶ γὰρ τούτων,

πρὶν παντελοῦϲ λύϲεωϲ τοῦ νοϲήματοϲ, οὐκ ἂν καθαρὰ γίνεται ἡ ἄνεϲιϲ.

ἐπικαταλαμβάνει γὰρ τὴν παρακμὴν τοῦ προτέρου ἕτεροϲ παροξυϲμόϲ.

11

Τίϲ ἀρχὴ πυρεκτικῆϲ ἐπιϲημαϲίαϲ. ἀρχὴ γοῦν ἐϲτι πυρεκτικοῦ

παροξυϲμοῦ ὡϲ ἐπίπαν ϲυϲτολὴ τῶν ἄκρων μορίων πάντων καὶ μά-

λιϲτα τῆϲ ῥινὸϲ καί ποτε καὶ κατάψυξιϲ ὅλου τοῦ ϲώματοϲ, βηχίον

ἔϲθ' ὅτε ϲμικρὸν ἐρεθίζον τῇ καταψύξει ϲυνειϲβάλλον χάϲμη τε καὶ

ϲκορδινιϲμὸϲ ἢ ναυτία ἢ ἔμετοϲ ἢ λειποθυμία, ἄλγημα κεφαλῆϲ ἢ ἄλλου

τινὸϲ μορίου, εἰϲ ὕπνον τε καταφορὰ πολλάκιϲ· ϲφυγμόϲ τε πρὸϲ

τούτοιϲ ϲμικρὸϲ καὶ ϲυνεϲταλμένοϲ, βραδέωϲ ἀνακύπτων καὶ τῶν εἰω-

θότων ϲυνεδρεύειν ϲυμπτωμάτων τῷ παρόντι νοϲήματι ἐρεθιϲμόϲ.

12

Ἐπιδόϲεωϲ τοῦ μερικοῦ παροξυϲμοῦ ϲημεῖα. κατὰ δὲ τὴν ἐπίδοϲιν

τοῦ παροξυϲμοῦ τῶν μὲν ἄλλων ϲυμπτωμάτων αὔξηϲίϲ τε καὶ δεινότηϲ

ἐπιγίνεται· τὰ δὲ τῆϲ ϲυϲτολῆϲ τε καὶ καταψύξεωϲ ἀπολήγει καὶ ὁ

ϲφυγμὸϲ ἀνωμάλωϲ ἀνακύπτει καὶ τὸ ϲῶμα θερμαίνεται μέν, οὐκ

ἀκριβῶϲ δέ.

13

Ἀκμῆϲ τοῦ μερικοῦ παροξυϲμοῦ ϲημεῖα. κατὰ δὲ τὴν ἀκμὴν τοῦ

παροξυϲμοῦ ἡ μὲν θερμαϲία ὁμαλῶϲ διαχεῖται καὶ κατακερματίζεται

καθ' ὅλον τὸ ϲῶμα· οἵ τε ϲφυγμοὶ τὸ πᾶν τῆϲ αὐξήϲεωϲ μέγεθοϲ ἀπο-

λαμβάνοντεϲ ἀνάλογον τῆϲ ὑποκειμένηϲ ὕληϲ ϲτάϲιν ἴϲχουϲι καὶ τὰ

ἄλλα τοῦ παροξυϲμοῦ ϲυμπτώματα. τότε δὲ ἤδη καιρὸϲ ποτὸν διδόναι

τῷ κάμνοντι.

14

Παρακμῆϲ τοῦ μερικοῦ παροξυϲμοῦ ϲημεῖα. παρακμὴ δέ ἐϲτιν ἀρχο-

μένων μειοῦϲθαί τινων ἢ πάντων τῶν εἰρημένων ϲυμπτωμάτων καὶ

τῶν ϲφυγμῶν ποϲῶϲ εἰϲ εὐταξίαν ἐρχομένων. ἔϲθ' ὅτε δὲ καὶ νοτίδεϲ

ἐπιγίγνονται καὶ ἡ θερμαϲία δηλονότι μαραίνεται· ποτὲ δὲ καὶ ὕπνοι

χρηϲτοὶ ϲυντρέχουϲιν, εἰ μέλλει μακρὸϲ μεταξὺ ὁ χρόνοϲ ἔϲεϲθαι τῆϲ

ἐπιϲημαϲίαϲ, ὡϲ ἐν ταῖϲ καθαραῖϲ ἀνέϲεϲιν ὀφείλει γίγνεϲθαι. εἴωθε

γὰρ ἐνίοτε ἐπικαταλαμβάνειν ἐπί τινων νοϲημάτων παροξυϲμὸϲ ἕτεροϲ

τὴν παρακμὴν τοῦ προτέρου, καθάπερ ἐπὶ τῶν ϲυνεχῶν πυρετῶν

γίνεται.

15

Τίϲ ἀρχὴ ὅλου τοῦ νοϲήματοϲ. ἤδη προείρηται ὡϲ ἀρχὴν τοῦ

παντὸϲ νοϲήματοϲ ἐκεῖνον τὸν καιρὸν λέγομεν, ἡνίκα ἡττηθεῖϲα τῇ βίᾳ

τοῦ νοϲήματοϲ ἡ δύναμιϲ τοῦ ἀνθρώπου ἀρχὴ τῆϲ κατακλίϲεωϲ γέγονε.

16

Τίϲ ἐπίδοϲιϲ ἤτοι ἀνάβαϲιϲ ὅλου τοῦ νοϲήματοϲ. ἡ δὲ ἐπίδοϲιϲ

τοῦ παντὸϲ νοϲήματόϲ ἐϲτιν, ὅταν οἱ παροξυϲμοὶ τῆϲ ϲυνήθουϲ ὥραϲ

καὶ προλαμβάνοιεν καὶ μακρότεροι καὶ κακοηθέϲτεροι καὶ μετὰ πλειό-

νων καὶ βαρυτέρων ϲυμπτωμάτων γίγνωνται.

17

Ἀκμῆϲ διάγνωϲιϲ ὅλου τοῦ νοϲήματοϲ. ϲτάϲιν δὲ τῶν παροξυϲμῶν

λαμβανόντων ὁμοίωϲ τε γιγνομένων ἐφεξῆϲ κατὰ πάντα τῶν ϲυν-

εδρευόντων ϲυμπτωμάτων καὶ μήτε ἀφαιρούντων μήτε προϲτιθέντων,

τότε ἀκμάζειν λέγεται τὸ νόϲημα. ἡ γὰρ ἀκμή ἐϲτι τὸ ϲφοδρότατον

μέροϲ ὅληϲ τῆϲ νόϲου, ὅτε καὶ ἀγαθαὶ κρίϲειϲ μάλιϲτα γίνεϲθαι φιλοῦϲι.

18

Παρακμῆϲ διάγνωϲιϲ ὅλου τοῦ νοϲήματοϲ. ἐπὶ δὲ τῆϲ παρακμῆϲ

τοῦ ὅλου νοϲήματοϲ τὰ ἐναντία τῆϲ ἐπιδόϲεωϲ γίνεται· ὑϲτερίζει μὲν

γὰρ κατὰ τὴν εἰϲβολὴν τῆϲ ϲυνήθουϲ ὥραϲ ὁ παροξυϲμόϲ, χρόνον δὲ

ἐλάχιϲτον κατέχει τά τε ϲυμπτώματα ἐπιεικέϲτερα καὶ ἁπλούϲτερα γί-

νεται ἢ οὐδόλωϲ ἐπιφαίνεται, εὐφορία τε καὶ ἄνεϲιϲ κατὰ πάντα.

19

Ὅτι ἡ παρακμὴ τοῦ παντὸϲ νοϲήματοϲ ἐπὶ τῶν ἀθρόωϲ γιγνο-

μένων κρίϲεων λανθάνει τὴν αἴϲθηϲιν. ὅϲα ἀθρόωϲ κατὰ τὴν ἀκμὴν

κρίνεται νοϲήματα καὶ τελείαν ἀποδέχεται λύϲιν, δυϲθήρατον ἴϲχει τὴν

παρακμήν, ὡϲ μηδὲ κατάδηλον αἰϲθήϲει γίγνεϲθαι, ἀλλ' οὐδὲ χρήϲιμόν

ἐϲτιν αὐτὴν ζητεῖν. ἀρκεῖ γὰρ γιγνώϲκειν ὅτι λέλυται πιϲτῶϲ καὶ

ἀϲφαλῶϲ καὶ τελείωϲ τὸ νόϲημα.

20

Ὅτι ὁ μέλλων ϲώζεϲθαι ἄρρωϲτοϲ διεξέρχεται τοὺϲ δ̅ καιροὺϲ ὅληϲ

τῆϲ νόϲου. ἐὰν μὲν οὖν ἀκίνδυνον εἴη τὸ νόϲημα ὀξέωϲ τε κινοῖτο

καὶ πρὸϲ τούτοιϲ ἀγαθὰ καὶ χρηϲτὰ ϲημεῖα παρείη τῷ κάμνοντι, διεξέρ-

χεται ταχέωϲ τοὺϲ δ̅ καιροὺϲ ὅλου τοῦ νοϲήματοϲ καὶ δηλονότι

καὶ ϲωθήϲεται· εἰ δὲ τἀναντία τούτων παρείη, πρὸ τῆϲ ἀκμῆϲ μάλιϲτα

τεθνήξεται.

21

Πότερον βράδιον ἢ τάχιον κρίνεται τὸ νόϲημα. πότερον δὲ βρά-

διον ἢ τάχιον κριθήϲεται, ἔκ τε τοῦ μεγέθουϲ τοῦ νοϲήματοϲ καὶ τοῦ

ϲφοδροῦ τῆϲ κινήϲεωϲ ἔϲται δῆλον. τὰ γὰρ μεγάλα νοϲήματα ὀξέωϲ

κινεῖται, τὰ δὲ ὀξέωϲ κινούμενα ταχέωϲ κρίνεται.

22

Ὅπωϲ δεῖ προγινώϲκειν εἴτε κρίνεται τὸ νόϲημα εἴτε μὴ καὶ

πότε. τὰ μεγάλα τῶν νοϲημάτων καὶ ὀξέωϲ καὶ ϲφοδρῶϲ κινούμενα

κρίνεται πάντωϲ, ὅϲα δὲ ϲμικρὰ καὶ ἀργοτέρωϲ καὶ βληχρῶϲ κινεῖται,

εἰ χρόνιά εἰϲι, λύεται μόνον κατὰ βραχὺ χωρὶϲ κρίϲεωϲ· ϲπανίωϲ δὲ

εἰϲ ἀπόϲταϲιν ὁρμᾷ τὰ τοιαῦτα. ὁ γὰρ τριταῖοϲ καίτοι διαλείπων

ὀξέωϲ καὶ ϲφοδρῶϲ κινούμενοϲ κρίνεται· ὁ δὲ τεταρταῖοϲ διότι χρόνιοϲ

κατὰ βραχὺ ὡϲ ἐπίπαν λύεται καὶ οἱ ἀργοτέρωϲ κινούμενοι πάντεϲ.

Πρόγνωϲιϲ νοϲήματοϲ δι' ἐκκρίϲεωϲ λυομένου. τὴν τοίνυν τοῦ

νοϲοῦντοϲ ἐπίϲκεψαι φύϲιν εἴτε πικρόχολόϲ ἐϲτιν εἴτε φλεγματώδηϲ

εἴτε μελαγχολική· δεύτερον δὲ ἐπὶ τούτοιϲ τὴν ὥραν τοῦ ἔτουϲ καὶ

τὴν τοῦ κάμνοντοϲ ἡλικίαν καὶ τὴν κρᾶϲιν καὶ τὸ ἐπιτήδευμα καὶ τὴν

προγεγενημένην δίαιταν· οὐ μὴν ἀλλὰ καὶ τὴν χώραν καὶ τὴν κατά-

ϲταϲιν τοῦ περιέχοντοϲ ἡμᾶϲ ἀέροϲ. μετὰ δὲ ταῦτα ϲκοπεῖϲθαι τὰϲ

περιόδουϲ τῶν παροξυϲμῶν, ὡϲ προείρηται, καὶ εἴτε διαλείπουϲιν εἴτε

μή, καθάπερ ἐπὶ ϲυνόχων ἐϲτὶν ἰδεῖν. εἰ μὲν γὰρ ἐπείγοιντο καὶ

προλαμβάνοιεν ἀεὶ τῆϲ ἀναλόγου ὥραϲ καὶ ϲφοδρότεροι γίγνοιντο καὶ

διὰ τρίτηϲ ἀπαντῷεν, ἐν τάχει κριθήϲεϲθαι δηλοῦϲιν· εἰ δὲ ἀργῶϲ κινοῖντο

καὶ κατ' αὐτὴν τὴν ὥραν εἰϲβάλλοιεν, ἐφ' ἑκάϲτῃ τε γίγνοιντο ἡμέ-

ρῃ, χρονίζειν τὴν κρίϲιν ϲημαίνουϲι. προϲεπιβλέπειν δὲ καὶ τοὺϲ πε-

παϲμοὺϲ τῶν περιττωμάτων, εἰ χρηϲτοὶ καὶ εἰ ἐν ἐπιδήλοιϲ ἡμέραιϲ

γίγνοιντο μετὰ δυνάμεωϲ ἐρρωμένηϲ. τὰ γὰρ χολώδη νοϲήματα καὶ

ὀξέωϲ κινούμενα μετὰ δυνάμεωϲ ἐρρωμένηϲ, εἰ εὐθὺϲ ἐξ ἀρχῆϲ ἀκίν-

δυνα πάντα ἐνδείξηται τὰ ϲημεῖα, κατὰ τὴν πρώτην τετράδα τὴν

κρίϲιν ἐπαγγέλλεται· εἰ δὲ ἐν τῇ τετάρτῃ προϲημάνῃ, τὴν ἑβδόμην

οὐχ ὑπερβαίνει. “οἵ τε γὰρ εὐηθέϲτατοι τῶν πυρετῶν καὶ ἐπὶ ϲημείων

ἀϲφαλεϲτάτων γιγνόμενοι τεταρταῖοι παύονται ἢ πρόϲθεν”, φηϲὶν

Ἱπποκράτηϲ, “οἵ τε κακοηθέϲτατοι τῶν πυρετῶν καὶ ἐπὶ ϲημείων δει-

νοτάτων γιγνόμενοι τεταρταῖοι κτείνουϲιν ἢ πρόϲθεν.”

23

Μελλούϲηϲ ἤδη γίγνεϲθαι κρίϲεωϲ ϲημεῖα. μελλούϲηϲ ἤδη παρεῖναι

τῆϲ κρίϲεωϲ, προηγεῖται οὐ ϲμικρὰ ταραχὴ κατὰ τὸ τοῦ κάμνοντοϲ

ϲῶμα καὶ μάλιϲτα κατὰ τὴν πρὸ τοῦ κριτικοῦ παροξυϲμοῦ νύκτα.

“οἷϲι γὰρ κρίϲιϲ μέλλει γίγνεϲθαι, τουτέοιϲιν ἡ νὺξ δύϲφοροϲ ἡ πρὸ

τοῦ παροξυϲμοῦ”, φηϲὶν Ἱπποκράτηϲ. καὶ γὰρ δυϲφορίαι καὶ ἀγρυπνίαι

καὶ παραφροϲύναι καὶ κώματα καὶ δύϲπνοιαι καὶ ϲκοτόδινοι καὶ δυϲ-

αιϲθηϲίαι καὶ ἀλγήματα κεφαλῆϲ καὶ τραχήλου καὶ ϲτομάχου καὶ πολ-

λῶν ἄλλων μορίων, ἐπί τινων δὲ καὶ ὤτων ἦχοι καὶ μαρμαρυγαὶ πρὸ τῶν

ὀφθαλμῶν φαίνονται καὶ δάκρυον ἀκούϲιον ῥεῖ καὶ οὖρον ἴϲχεται καὶ

χεῖλοϲ ϲείεται ἢ καὶ ἄλλο τι μέροϲ τρομῶδεϲ γίγνεται· καὶ λήθη καὶ ἄγνοια

τῶν παρόντων καὶ ῥῖγοϲ ϲφοδρὸν ἐνίοτε ἐμπίπτει, καύϲου πρότερον

μὴ γενομένου καὶ τοὐπίπαν ὁ παροξυϲμὸϲ προειϲβάλλει τῆϲ ϲυνήθουϲ

ὥραϲ καὶ καῦμα πολὺ καὶ δίψοϲ ἀφόρητον ἕπεται καὶ βοῶϲι καὶ ἀνα-

πηδῶϲιν, ὥϲπερ ἔκπληκτοι. καὶ τὸ τῆϲ κατακλίϲεωϲ ϲχῆμα φυλάττειν

οὐ δύνανται, καὶ φόβοϲ ἐπικρέμαται τοῖϲ ὁρῶϲιν. ὁ δὲ ἰδιώτηϲ ἰατρὸϲ

θεωρῶν τὴν ζάλην τῶν ϲυμπτωμάτων ταράττεται καὶ μετὰ τῶν οἰκείων

τοῦ κάμνοντοϲ τὴν ϲυμφορὰν ὀδύρεται, διὰ δὲ τῆϲ ϲυμπαθείαϲ τὴν

ἀμαθίαν κρύπτει. ἰατροῦ γε μήν ἐϲτι γενναίου μὴ ταράττεϲθαι μηδ'

ἀγνοεῖν τὸ μέλλον ἀποβήϲεϲθαι, ἀλλ' ἐκ τῶν παρόντων προγιγνώϲκειν

οὐ μόνον ὅτι κρίϲιϲ μέλλει γίγνεϲθαι, ἀλλὰ καὶ ὁποία τιϲ ἔϲεϲθαι μέλλει.

24

Ὅπωϲ δεῖ προγιγνώϲκειν εἴτε ἀγαθὴ εἴτε φαύλη γενήϲεται κρίϲιϲ.

τὴν δὲ ἀρίϲτην κρίϲιν, ἣν καὶ μόνην κρίϲιν ἁπλῶϲ ὀνομάζεϲθαί φαμεν,

οὐ ϲτοχαϲτικῶϲ ἄν τιϲ ὥϲπερ τὰϲ ἄλλαϲ, ἀλλὰ βεβαίωϲ προγιγνώϲκει.

πάντα γὰρ ἐπὶ τῶν τοιούτων νοϲημάτων εὐθὺϲ ἐξ ἀρχῆϲ ἀκίνδυνα

φαίνεται τὰ ϲημεῖα, ὥϲπερ αὖ πάλιν ἐπὶ τῶν τεθνηξομένων ὡϲ ἐπὶ

τὸ πολὺ ἐξ ἀρχῆϲ πάντα φαῦλα φαίνεται. πρῶτον μὲν οὖν ἁπάντων

ἐπιϲκέπτεϲθαι χρὴ τὴν δύναμιν τοῦ νοϲοῦντοϲ, ἔπειτα δὲ τοὺϲ πεπαϲ-

μοὺϲ ἐξ οὔρων τε καὶ διαχωρημάτων καὶ πτυϲμάτων. οὐδένα γὰρ πώ-

ποτε τῶν ἐπὶ προδηλωθείϲῃ χρηϲτῇ πέψει κριθέντων ἀπολλύμενον

ἐθεαϲάμην. τρίτον δὲ τὸ ἐν ἀκμῇ τοῦ τε ὅλου νοϲήματοϲ καὶ τοῦ

μερικοῦ παροξυϲμοῦ καὶ ἡμέρᾳ μαρτυρούϲῃ ἀπαντῆϲαι τὴν κρίϲιν, ἐφ-

εξῆϲ δὲ τό τε εἶδοϲ τοῦ νοϲήματοϲ καὶ τὸ ἦθοϲ· εἶδοϲ μὲν λέγω εἰ

τριταῖοϲ ἢ τεταρταῖοϲ ἢ ἀμφημερινὸϲ ἢ εἴ τιϲ ἕτεροϲ, ἦθοϲ δὲ εἰ

μέτριον καὶ ἐπιεικὲϲ ἢ πονηρὸν καὶ κακόηθεϲ. μάλιϲτα δὲ τὸ ἦθοϲ

δηλώϲει ϲοι εἴτε ϲωθήϲεται εἴτε τεθνήξεται. καὶ ἐν μὲν τοῖϲ κατὰ θώ-

ρακα καὶ πνεύμονα πάθεϲι προϲέχειν μὲν μάλιϲτα χρὴ τοῖϲ πτύϲμαϲι,

μὴ μέντοι μηδὲ τῆϲ τῶν οὔρων ἐπιϲκέψεωϲ ἀμελεῖν, προϲεπιβλέπειν

δὲ καὶ τὰ διαχωρήματα. ἐπὶ δὲ τῶν πυρεττόντων ἄνευ φλεγμονῆϲ

τινοϲ τῶν ϲπλάγχνων τοῖϲ οὔροιϲ μάλιϲτα προϲέχειν τὸν νοῦν. ἐπὶ δὲ

τῶν ὀλεθρίων νοϲημάτων πρῶτον καὶ μέγιϲτόν ἐϲτι ϲημεῖον τοῦ χωρὶϲ

κρίϲεωϲ τεθνήξεϲθαι ἡ ἐϲχάτη ἀρρωϲτία τῆϲ δυνάμεωϲ· οὐ γὰρ ἐπ-

εγείρεται πρὸϲ διαμάχηϲιν. δεύτερον δὲ εἰ μηδὲν ὅλωϲ εἴη μηδὲ τοὐλά-

χιϲτον ϲημεῖον πεπαϲμοῦ· ἀλλ' εἰ καὶ προδηλώϲειεν ἐπίδηλοϲ ἡμέρα

τὴν μέλλουϲαν ἔϲεϲθαι κρίϲιν, ἅμα τε προδηλοῖ καὶ κακὴν ἔϲεϲθαι κρί-

ϲιν. πρὸϲ τούτοιϲ δὲ ἐπιβλέπειν εἰ μέγα εἴη καὶ κακόηθεϲ τὸ νόϲημα

καὶ μὴ μέντοι ταχέωϲ κινοῖτο. μέγα δὲ λέγω ἡμιτριταῖον περιπνευ-

μονίαν καύϲωνα καὶ τὰ παραπλήϲια. φέρε γὰρ ἐν τῇ τετάρτῃ τῶν

ἡμερῶν ὀφθῆναι πρῶτον ἐν τοῖϲ οὔροιϲ νεφέλην μέλαιναν ἢ ἐναιώ-

ρημα ἢ ὑπόϲταϲιν μέλαιναν, εἶναι δὲ καὶ ϲύμπαντα ϲημεῖα καὶ ϲυμπτώ-

ματα ὀλέθρια, τεθνήξεται μὲν ὁ τοιοῦτοϲ ἄρρωϲτοϲ, ἀλλ' εἰ μὲν ὀξέωϲ

κινοῖτο κατὰ τὴν ἕκτην, εἰ δὲ βραδέωϲ κατὰ τὴν ἑβδόμην.

25

Ὅϲαι ἀγαθαὶ κρίϲιμοι ἡμέραι καὶ ὅϲαι φαῦλαι. ἡ ἑβδόμη ἀπὸ τῆϲ

ἀρχῆϲ τοῦ νοϲήματοϲ ἡμέρα παϲῶν μάλιϲτα [καὶ] τῶν ἡμερῶν λύει

τελέωϲ ἀεὶ καὶ πιϲτῶϲ καὶ ἀγαθῶϲ καὶ ἀκινδύνωϲ καὶ ϲαφῶϲ καὶ εὐ-

ϲήμωϲ. τῆϲ ζʹ δὲ τὴν φύϲιν ἡ ι̅δ̅ μάλιϲτα μιμεῖται. πληϲίον δὲ αὐτῶν

ἐϲτιν ἡ θ̅ καὶ ι̅α̅ καὶ ταύταιϲ ἐγγὺϲ ι̅ζ̅ καὶ ε̅· μετὰ δὲ ταύταϲ ἡ δ̅ καὶ

μετὰ ταύτην γ̅ καὶ κ̅· ἡ δὲ Ϛ̅ πολλάκιϲ μὲν κρίνει, ἀλλὰ τὰϲ πλείουϲ

κρίϲειϲ μοχθηρὰϲ ἢ καὶ θανατώδειϲ ἐπιφέρει, εἰ δὲ μή γε, οὐ τελείαϲ

οὐδὲ πιϲτάϲ. ὑποτροπιάζει γὰρ τὰ ἐν τῇ Ϛ̅ κρινόμενα νοϲήματα κἂν

λελύϲθαι δοκῇ. εἰ δὲ καὶ τελεία κρίϲιϲ, ὅπερ ἐϲτὶ ϲπάνιον, ἐν τῇ Ϛ̅

γένηται, μετὰ κινδυνωδῶν ϲυμπτωμάτων καὶ χαλεπῶν γίγνεται. τῆϲ

μὲν οὖν Ϛ̅ τὴν φύϲιν οὐδεμία ἄλλη ἐμιμήϲατο τῶν ἡμερῶν. εἰ δέ

ποτε εἰϲ τὴν η̅ ἡμέραν ἢ τὴν ι̅ ἢ τὴν ι̅β̅ ἢ τὴν ι̅Ϛ̅ ἐμπέϲῃ λύϲιϲ ἀθρόα

νοϲήματοϲ, ὁμοιοῦταί πωϲ τῇ κατὰ τὴν Ϛ̅. ϲπανίωϲ γὰρ καὶ ἐν ταύταιϲ

λύεται καὶ οὔτε πιϲτῶϲ οὔτε ἀγαθῶϲ οὔτε τελέωϲ ἀλλὰ καὶ ἀϲαφῶϲ

καὶ ἀϲήμωϲ. μεταξὺ δέ πωϲ τῶν πρώτων εἰρημένων ἀγαθῶν καὶ τῶν

μετὰ ταύταϲ κακῶν ἡ ι̅γ̅ μάλιϲτα κατεφάνη τετάχθαι, μήτε ὁμοίωϲ

ἀπόβλητοϲ οὖϲα ταῖϲ κακαῖϲ, μήθ' ὁμοίωϲ ταῖϲ ἀγαθαῖϲ πεφυκυῖα· δεῖ

δὲ πάντωϲ εἰ μέλλοι ἀγαθὴ γενήϲεϲθαι κρίϲιϲ, προδεδηλῶϲθαι μάλιϲτα

μὲν ἐν τοῖϲ οὔροιϲ, ἤδη δὲ καὶ τοῖϲ λοιποῖϲ ϲημείοιϲ. ἡ μὲν οὖν γ̅

καὶ δ̅ καὶ ε̅ τῶν ἡμερῶν προδηλοῦνται εὐθὺϲ ἐξ ἀρχῆϲ· ἡ δὲ δ̅ προ-

δηλοῖ τὴν ζ̅, ἡ δὲ ζ̅ τὴν ι̅α̅, ἡ δὲ ι̅α̅ τὴν ι̅δ̅, ἡ δὲ ι̅δ̅ τὴν ι̅ζ̅, ἡ δὲ ι̅ζ̅ τὴν κ̅.

ὅροϲ δὲ τῶν ὀξέων νοϲημάτων ἡ ι̅δ̅ ἐϲτίν, ὡϲ εἴ γε ταύτην ὑπερβαίνοι

τὸ νόϲημα ἐκπέπτωκε τῶν ὀξέων.

26

Ἐφ' ὧν ἀμφιβάλλεται ἡ ἡμέρα τῆϲ ἀρχῆϲ τοῦ νοϲήματοϲ καὶ

μηδεμιᾶϲ προδήλου προγεγενημένηϲ ἐξαίφνηϲ ἐγένετο κρίϲιϲ, πῶϲ δεῖ

ἐξευρεῖν τὸ ἀμφιβαλλόμενον. ἐφ' ὧν δὲ μηδεμιᾶϲ προδήλου προγεγε-

νημένηϲ ἐξαίφνηϲ ἐγένετο κρίϲιϲ καὶ ἐφ' ὧν οὐ γιγνώϲκομεν ἀκριβῶϲ

τὴν ἀρχὴν τοῦ νοϲήματοϲ, εἰϲ ταῦτα ἀποβλέπων τὰ γνωρίϲματα εὑ-

ρήϲειϲ τὸ ἀμφιβαλλόμενον· τῇ τῶν παροξυϲμῶν ἀναλογίᾳ δεῖ προϲ-

έχειν τὸν νοῦν καὶ τῇ τῶν ἡμερῶν φύϲει. εἰ μὲν γὰρ ἐν περιτταῖϲ

ἡμέραιϲ γίγνοιτο ὁ παροξυϲμὸϲ ἐπὶ τῶν διαλειπόντων ἢ ϲφοδρότεροϲ

ἑαυτοῦ γίγνοιτο ἐπὶ τῶν ϲυνεχῶν πυρετῶν, λογίζου τὴν παροῦϲαν

κρίϲιν οἰκειοτέραν τῆϲ περιττῆϲ ἡμέραϲ εἶναι. εἰ δὲ ἐν ταῖϲ ἀρτίαιϲ

ἀεὶ παροξύνοιτο, ἐκείνων ἴδιοϲ ἡ κρίϲιϲ ἔϲται· τοῖϲ γὰρ ϲφοδροτέροιϲ

παροξυϲμοῖϲ αἱ κρίϲειϲ ἕπονται τοὐπίπαν. εἰϲ δὲ αὐτὴν τῶν ἡμερῶν

τὴν φύϲιν ὧδέ πωϲ προϲέχειν δεῖ τὸν νοῦν, εἴπερ ἀμφιϲβητοῖτο, πότε-

ρον ἐνάτηϲ ἢ δεκάτηϲ ἡμέραϲ ἡ κρίϲιϲ ἐϲτίν. εἰ μὲν γὰρ τὰ ϲυμπτώματα

πάντα ἠπιώτερα φαίνοιτο καὶ ἀκίνδυνοϲ καὶ ἀγαθὴ γένοιτο ἡ κρίϲιϲ

καὶ παρέποιτο τῇ κρίϲει εὐφορία, θ̅ μᾶλλον εἶναι χρὴ λέγειν τὴν κρι-

τικὴν ἡμέραν. εἰ δὲ κινδυνώδηϲ καὶ φαύλη γένοιτο ἡ κρίϲιϲ καὶ μετὰ

χαλεπῶν ϲυμπτωμάτων καὶ δυϲφορία μετὰ τὴν κρίϲιν παρέποιτο, ι̅

μᾶλλον εἶναι χρὴ λέγειν τὴν ἡμέραν.

27

Περὶ τῆϲ ἐκ τῶν ϲφυγμῶν ϲημειώϲεωϲ. προϲδοκωμένηϲ ἤδη τῆϲ

κρίϲεωϲ, πρὸ πάντων ἅπτεϲθαι δεῖ τῶν ϲφυγμῶν. ὁ μὲν γὰρ ὑψηλὸϲ

ϲφυγμόϲ, ὥϲπερ καὶ ὁ ϲφοδρόϲ, ἐκκρίϲεωϲ ἁπάϲηϲ ἐϲτὶ γνώριϲμα καὶ

βέβαιον ϲημεῖον τοῦ παρεῖναι ἤδη τὴν κρίϲιν τοῦ νοϲήματοϲ. εἰ δὲ

καὶ ϲφοδρῶϲ καὶ εὐρώϲτωϲ πλήττοι τοὺϲ δακτύλουϲ, ϲὺν τούτῳ δὲ

καὶ μέγαϲ εἴη καὶ πρὸϲ διαϲτολὴν μᾶλλον ἐπείγοιτο ἤπερ πρὸϲ ϲυϲτο-

λήν, τῆϲ ἔξω κινήϲεωϲ μᾶλλον ϲημεῖόν ἐϲτιν· ἔξω δὲ λέγω αἱμορρα-

γίαν καὶ ἱδρῶταϲ, εἴϲω δὲ γαϲτρὸϲ ἐκτάραξιν καὶ τοὺϲ ἐμέτουϲ. εἰ μὲν

οὖν μέγαϲ εἴη ὁ ϲφυγμὸϲ καὶ κυματώδηϲ καὶ οἷον μαλθακίζοιτο ϲὺν

τῷ εἶναι αὐτὸ τὸ ϲῶμα τῆϲ ἀρτηρίαϲ νοτιῶδεϲ καὶ πρὸϲ διαϲτολὴν

μᾶλλον ἐπείγοιτο, δι' ἱδρώτων προϲδοκητέον τὴν κρίϲιν ἔϲεϲθαι. καὶ

μέγαϲ δὲ ἁπλῶϲ εἴπερ εἴη καὶ ϲφοδρὸϲ καὶ εἰ πρὸϲ διαϲτολὴν μᾶλλον

ἤπερ πρὸϲ ϲυϲτολὴν ἐπείγοιτο, αἱμορραγίαν διὰ ῥινῶν ἔϲεϲθαι δηλοῖ,

ϲυνεπιμαρτυρούντων δηλονότι τῶν ἐπὶ τῆϲ αἱμορραγίαϲ ῥηθηϲομένων

ϲημείων. εἰ δὲ ϲφοδρὸϲ μὲν εἴη, οὐ μέγαϲ δὲ καὶ ϲκληρότεροϲ ἑαυτοῦ

γένοιτο καὶ ἀνώμαλοϲ καὶ εἰϲ ϲυϲτολὴν μᾶλλον ἐπείγοιτο, τῆϲ ῥοπῆϲ

ἤδη ἐπὶ τὰ ἔντερα λαβούϲηϲ, διὰ τῆϲ γαϲτρὸϲ τὴν κρίϲιν δεῖ προϲδο-

κᾶν ἔϲεϲθαι.

28

Περὶ τῆϲ ἐκ τῶν οὔρων ϲημειώϲεωϲ, πρότερον δὲ ὁποῖον τὸ κατὰ

φύϲιν ἄριϲτον οὖρόν ἐϲτι διδάϲκει. ἐπὶ τῶν πυρεκτικῶν μάλιϲτα νοϲη-

μάτων ἡ ἐκ τῶν οὔρων ϲημείωϲιϲ χρηϲιμωτάτη καθέϲτηκεν. ἡ ἐπειδὴ δὲ

πᾶν τὸ παρὰ φύϲιν ἀπὸ τοῦ κατὰ φύϲιν εὑρίϲκεται, ἀπὸ τῶν κατὰ

φύϲιν ἀρξώμεθα. οὖρον μὲν οὖν ἄριϲτόν ἐϲτιν ἐπὶ τῶν ἐν ὑγείᾳ καὶ

εὐεξίᾳ διακειμένων ἀνθρώπων ὑπόπυρρόν τε ἢ ὑπόξανθον καὶ τῷ

πάχει ϲύμμετρον καὶ μένον τοιοῦτον τῇ χρόᾳ ὁποῖον ἀπουρηθῇ, λείαν

δὲ καὶ λευκὴν καὶ ὁμαλὴν ἴϲχον ἀπόϲταϲιν παρὰ πάντα τὸν χρόνον·

πλῆθοϲ δὲ πρὸϲ λόγον τοῦ πινομένου. ἐπὶ δὲ τῶν γυναικῶν τὸ κατὰ

φύϲιν οὖρον τῇ χρόᾳ λευκότερον τοῦ ἀνδρῴου εἶναι χρὴ καὶ ὑπόϲτα-

ϲιν ἔχειν πλείονα. ἐπὶ δὲ τῆϲ παιδικῆϲ ἡλικίαϲ ἱκανῶϲ παχεῖαν ἔχειν

αὐτὸ ὑπόϲταϲιν χρὴ διὰ τὰϲ τῶν παίδων ἀδηφαγίαϲ καὶ ἀτάκτουϲ καὶ

ἀκαίρουϲ κινήϲειϲ. “λείαν δὲ ὑπόϲταϲιν” Ἱπποκράτηϲ καλεῖ τὸ ϲυνεχὲϲ

καὶ ἀδιάϲπαϲτον δηλῶϲαι βουλόμενοϲ· “ὁμαλὸν” δέ φηϲιν, ἵνα διόλου

ἀεὶ ὅμοιον οὐρῆται καὶ μὴ ϲήμερον μὲν πεπεμμένον, τῇ δὲ ἑξῆϲ ἄπε-

πτον, μήτε μὴν τὴν ὑπόϲταϲιν ἢ τὸ χῦμα ὅλον ἔχειν ἀνώμαλον. ζη-

τοῦμεν οὖν ἐπὶ τοῦ κατὰ φύϲιν οὔρου χρῶμα καὶ ϲύϲταϲιν τοῦ χύμα-

τοϲ καὶ τὰ παρεμφερόμενα ἐν τῷ χύματι, οἷον νεφέλην ἐναιώρημα

καὶ τὴν ἐν τῷ πυθμένι ὑπόϲταϲιν. εὔδηλον οὖν ὅτι κατά τι τούτων

τρεπόμενον τὸ οὖρον ἀπεψίαν τὴν ἐν ταῖϲ φλεψὶν ἐνδείκνυται.

29

Ὁποῖον οὖρον ἄριϲτόν ἐϲτιν ἐπὶ τῶν νοϲούντων. ἄριϲτον μὲν

οὖν ἐϲτιν οὖρον ἐπὶ τῶν νοϲούντων τὸ τοῖϲ ὑγιαίνουϲιν ὁμοιότατον,

ὕπωχρον ἢ ὑπόξανθον, λευκὴν καὶ λείαν καὶ ὁμαλὴν ἔχον ὑπόϲταϲιν.

ἀεὶ γὰρ ὑγιαίνοντοϲ οὖρον ὑπόϲταϲιν ἔχει τοιαύτην. ὑποδεέϲτερον δὲ

τὸ ἔχον ἐναιώρημα λευκὸν καὶ λεῖον καὶ ὁμαλόν. ἔτι δὲ τούτου

ἀπεπτότερον τὸ νεφέλην τοιαύτην ἔχον. ἐφ' ὧν γὰρ πνεῦμά ἐϲτιν ἐν

τῷ βάθει παχὺ καὶ ἄπεπτον, εἰ μὲν ὀλίγον εἴη, ϲυγχωρεῖ μὲν τὴν

ὕλην ἐπὶ τὸν πυθμένα τοῦ ἀγγείου καταφέρεϲθαι· διαμερίζον δὲ αὐ-

τὴν οὐ ϲυγχωρεῖ ἑνοῦϲθαι. εἰ δέ τι πλεονάϲει τὸ ἄπεπτον ἐν τῷ

βάθει πνεῦμα, μετεωρίζει τὴν ὑπόϲταϲιν κατὰ τὸ μέϲον τοῦ χύματοϲ

καὶ ποιεῖ τὸ καλούμενον ἐναιώρημα· εἰ δὲ ἔτι καὶ μᾶλλον πλεῖον εἴη

τὸ ἄπεπτον πνεῦμα, πρὸϲ τὴν ἄνω ἐπιφάνειαν τοῦ χύματοϲ φέρει

τὴν ὑπόϲταϲιν καὶ ποιεῖ τὴν καλουμένην νεφέλην. ἐφ' ὅϲον οὖν ἰϲχύει

τὸ πνεῦμα μερίζειν καὶ μετεωρίζειν τὴν ὑπόϲταϲιν, ἐπὶ τοϲοῦτον

ἀπεπτότερον νόμιζε τὸ οὖρον. εἰ δὲ μήτε ὑπόϲταϲιν μήτε ἐναιώρημα

μήτε νεφέλην ἴϲχει τὸ οὖρον, εἰδέναι χρὴ ὅτι οὔπω τὸν νοϲοποιὸν

χυμὸν ἔπεψεν ἡ φύϲιϲ. εἰ δέ ποτε μὲν ἔχει ὑπόϲταϲιν ἢ ἐναιώρημα ἢ

νεφέλην, ποτὲ δὲ οὐ, μάχην δηλοῖ τῆϲ φύϲεωϲ πρὸϲ τὸ νόϲημα, κακεῖ-

θεν ποτὲ μὲν ἄπεπτον, ποτὲ δὲ οὔ. ἐπὶ δὲ τῶν ἀκριβῶν τριταίων

καὶ τῶν ἐφημέρων πυρετῶν νεφέλη μόνη ἢ ἐναιώρημα πολλάκιϲ ἤρκεϲε

πρὸϲ λύϲιν τοῦ νοϲήματοϲ, ἐνίοτε δὲ καὶ τὸ εὔχρουν γενέϲθαι τὸ

οὖρον μόνον.

30

Ὅτι οὐ πᾶϲα λευκὴ ὑπόϲταϲιϲ ἀγαθόν τι ϲημαίνει καὶ περὶ ὠμοῦ

χυμοῦ καὶ πύου. πολλάκιϲ δὲ τὸ λευκὸν χρῶμα τοῦ παρεμφερομένου

ἐν τῷ χύματι ἀπατᾷ τοὺϲ ἰδιώταϲ, ὡϲ ὑπόϲταϲιν χρηϲτὴν νομίζεϲθαι

μὴ οὖϲαν χρηϲτήν. ϲυμβαίνει γὰρ ὠμὸν χυμὸν καὶ λευκὸν ϲυνεκκρι-

νόμενον τῷ οὔρῳ ὑφίϲταϲθαι καὶ φανταϲίαν ὑποϲτάϲεωϲ χρηϲτῆϲ παρ-

έχειν. ἐνίοτε δὲ ἥπατοϲ ἢ νεφρῶν πεπονθότων πῦον ἐκκρίνεται ϲὺν

τῷ οὔρῳ καὶ ὑφιϲτάμενον ἀπατᾷ καὶ τὸν τεχνίτην. ἀλλὰ τοῦτο πρῶ-

τον διορίζεται τῷ προπεπονηκέναι τὸν ἄνθρωπον τὸν νεφρὸν ἢ τὸ

ἧπαρ ἤ τι ἕτερον μόριον τῶν εἰωθότων ἐκκαθαίρεϲθαι διὰ τῶν οὔρων·

ἔπειτα δὲ καὶ δυϲῶδεϲ εὑρίϲκεται τὸ μετέχον πύου. ὁ δὲ ὠμὸϲ χυμὸϲ

διορίζεται τῶν χρηϲτῶν ὑποϲτάϲεων τῇ ἀνωμάλῳ ϲυϲτάϲει τοῦ παρ-

υφιϲταμένου· οὐ γὰρ ϲυνεχὴϲ ἑαυτῷ μένει, ἀλλὰ διαμερίζεται εἰϲ μικρὰ

οἷον ψάμμια καὶ οὐδόλωϲ λεῖόϲ ἐϲτι καθὼϲ ἡ ἀληθὴϲ ὑπόϲταϲιϲ. ἐπὶ

μὲν οὖν τῶν χρηϲτῶν οὔρων πρῶτον μὲν ἐπιφαίνεται νεφέλη, ἔπειτα

ὑποκαταβαίνουϲα ποιεῖ τὸ ἐναιώρημα· ἐπὶ τέλει δὲ ὑφιζάνουϲα ἐν τῷ

πυθμένι τοῦ ἀγγείου ποιεῖ τὴν ὑπόϲταϲιν, δηλονότι ὅταν τελείωϲ πε-

φθῇ. ἐπὶ δὲ τῶν ὠμῶν χυμῶν εὐθὺϲ ἐξ ἀρχῆϲ εἰϲ τὸν πυθμένα τοῦ

ἀγγείου ὑποχωρεῖ πλῆθοϲ πολὺ μετὰ τοῦ εἶναι κακόχροον καὶ τὸ

χῦμα ὅλον, ἔπειτα δὲ κατὰ βραχὺ πεττόμενον καὶ λεπτυνόμενον αἰω-

ρεῖται κατὰ τὸ μέϲον τοῦ χύματοϲ καὶ ποιεῖ τὸ ἐναιώρημα. ὅταν δὲ

ἐπὶ πλεῖον λεπτυνθῇ καὶ πεφθῇ, ἐφίϲταται ἐπιπολῆϲ τοῦ χύματοϲ καὶ

ποιεῖ τὴν νεφέλην καὶ πλανᾷ τοὺϲ ἰδιώταϲ, ὡϲ ὑπολαμβάνειν ἐπὶ τὸ

χεῖρον προκόπτειν τὴν νόϲον.

31

Τί δηλοῖ τὸ λεπτὸν καὶ ὠχρὸν οὖρον. τὸ δὲ λεπτὸν καὶ ὠχρὸν

οὖρον ἄπεπτον μέν ἐϲτι τῇ ϲυϲτάϲει, πεπεμμένον δὲ μετρίωϲ τῇ χρόᾳ.

ἀϲθένειαν δὲ καὶ τοῦτο δηλοῖ τῆϲ φύϲεωϲ· τῷ μὲν γὰρ χρώματι

ἔπεψεν ὡϲ ἂν ῥᾴδιον ὑπάρχον, οὐκέτι δὲ καὶ τῇ ϲυϲτάϲει διὰ τὸ

δυϲκολώτερον. εἰ δὲ καὶ πολὺν χρόνον φέρεται τοῦτο, κίνδυνοϲ μὴ

οὐ δυνήϲηται διαρκέϲαι ὁ ἄνθρωποϲ, ἕωϲ ἂν πεφθῇ ἡ νόϲοϲ. τὸ γὰρ

πάνυ λεπτὸν φαῦλον· δηλοῖ γὰρ ἀπεψίαν παρ' ὅϲον τὸ θερμὸν ἐκβό-

ϲκεται τὸ λεπτομερέϲτερον.

32

Τί δηλοῖ τὸ λεπτὸν καὶ πυρρόν. τὸ δὲ λεπτὸν τῇ ϲυϲτάϲει καὶ

πυρρὸν τῷ χρώματι βέλτιον τοῦ ὠχροῦ, ὅμωϲ ἄπεπτον διὰ τὴν ϲύϲταϲιν.

33

Τί δηλοῖ τὸ ἐρυθρὸν οὖρον. τὸ ἐρυθρὸν οὖρον ἀπεψίαν ϲημαίνει,

οὐ θάνατον, ἀλλὰ χρόνου δεῖται εἰϲ πέψιν. ἔϲτι γὰρ ἐξ αἵματοϲ ἰχω-

ροειδοῦϲ, μήπω τελείαν πέψιν λαβόντοϲ, μηδὲ τὴν ἰδίαν χρόαν καὶ

διὰ τοῦτο χρονιώτερον ϲημαίνει τὸ νόϲημα. ἐπὶ δὲ τῶν ϲυνόχων πυ-

ρετῶν ἐπὶ πλήθει αἵματοϲ ϲυνιϲταμένων ἐκκρίνεται οὖρον ἐρυθρὸν καὶ

παχὺ καὶ ὑπόϲταϲιν ἐρυθρὰν ἔχον. καὶ δηλονότι ἐϲτὶ τοῦτο καὶ τῷ χρώ-

ματι καὶ τῇ ϲυϲτάϲει τοῦ χύματοϲ καὶ τῷ παρυφιϲταμένῳ ἄπεπτον.

34

Τί δηλοῖ τὸ λεπτὸν οὐρούμενον καὶ μετὰ ταῦτα ἔξω ἀναθολούμενον.

τὸ δὲ λεπτὸν οὐρούμενον καὶ μετὰ ταῦτα ἔξω ἀναθολούμενον, ἄπε-

πτόν ἐϲτι διὰ περιουϲίαν πνεύματοϲ παχέοϲ. δηλοῖ δὲ τὴν φύϲιν

ἄρχεϲθαι πέττειν.

35

Τί δηλοῖ τὸ παχὺ οὐρούμενον καὶ μένον παχύ. τὸ δὲ παχὺ οὐ-

ρούμενον καὶ μένον παχὺ καὶ μὴ καθιϲτάμενον, οἷόν ἐϲτι τὸ τῶν

ὑποζυγίων, ἀκμάζειν δηλοῖ τὴν τῶν παχέων πνευμάτων τε καὶ χυμῶν

οἷον ζύμωϲιν· ἐπὶ τούτων κεφαλαλγίαι ἢ πάρειϲιν ἢ παρέϲονται διὰ

τὴν ἐν τοῖϲ χυμοῖϲ ταραχὴν καὶ τὰϲ ἀναθυμιάϲειϲ.

36

Τί δηλοῖ τὸ οὐρούμενον παχὺ καὶ μετὰ ταῦτα καθιϲτάμενον. τὸ

δὲ οὐρούμενον παχὺ καὶ μετὰ ταῦτα καθιϲτάμενον παύεϲθαι μὲν τὴν

ἐν τοῖϲ χυμοῖϲ ζύμωϲιν καὶ λελεπτύϲθαι ποϲῶϲ δηλοῖ, ἄρχεϲθαι δὲ

τὴν διάκριϲιν.

37

Τί δηλοῖ τὸ λευκὸν καὶ λεπτὸν οὐρούμενον καὶ μένον τοιοῦτον.

ἐϲχάτην ἀπεψίαν τὸ λεπτὸν καὶ λευκὸν οὖρον ϲημαίνει· οὐ γὰρ ἐν-

εχείρηϲεν ἡ φύϲιϲ ἐπὶ τούτου ὅλωϲ πρὸϲ τὴν πέψιν. γίνεται δὲ τοῦτο

ἢ δι' ἀϲθένειαν τῆϲ δυνάμεωϲ ἢ δι' ἔμφραξιν ἢ διὰ τὸ χρόνιον εἶναι

τὸ νόϲημα. ἐπὶ γὰρ τῶν τεταρταίων χρονιωτάτων ὄντων ἐν ἀρχαῖϲ

διὰ τὸ πάχοϲ καὶ τὸ δυϲπειθὲϲ τῆϲ ὕληϲ, διηθούμενον τὸ οὖρον λε-

πτὸν οὐρεῖται. οὐρεῖται δὲ λεπτὸν καὶ λευκὸν δι' ἔμφραξιν ἥπατοϲ ἢ

νεφρῶν, ἀλλὰ διαγιγνώϲκεται ἐκ τῆϲ τοπικῆϲ ὀδύνηϲ. οὐρεῖται δὲ

ἐνίοτε λεπτὸν καὶ λευκὸν καὶ ἐπὶ τῶν διακαῶν πυρετῶν καὶ ϲημαίνει

φρενῖτιν ἀπειλουμένην. καὶ γὰρ ὁ καύϲων πυρετὸϲ πλῆθοϲ δηλοῖ

χολῆϲ· οὐ χρώννυται δὲ τὸ οὖρον. εὔδηλον ὅτι οὐ μένει ἐν τοῖϲ ἀγ-

γείοιϲ ἡ χολή, ἀλλὰ τῇ κουφότητι εἰϲ ἐγκέφαλον ἀνέδραμεν. εἰ μὲν

οὖν μὴ πάρεϲτι φρενῖτιϲ, ἐπὶ τούτων γίγνωϲκε αὐτὴν μέλλουϲαν

ἤδη ἔϲεϲθαι. εἰ δὲ καὶ παρούϲηϲ φρενίτιδοϲ οὐρεῖται λεπτὸν καὶ

λευκὸν οὖρον ἐπὶ διακαεϲτάτου πυρετοῦ, προαγγέλλει θάνατον ὡϲ

ἐπὶ τὸ πολύ. οὐ γὰρ ὑπομένει ἡ ἐν ἐγκεφάλῳ δύναμιϲ ἤδη προκατα-

βεβλημένη τῷ διακαεῖ πυρετῷ ἐνέγκαι δριμύτητα καὶ δῆξιν χολῆϲ ἤδη

ϲεϲηπυίαϲ.

38

Πόϲαι διαφοραὶ τῶν ἐλαιωδῶν οὔρων καὶ τί ϲημαίνουϲιν. εἴωθεν

ὁ πυρετὸϲ πρότερον τὴν πιμελὴν ἐκτήκειν, ἔπειτα τὴν ϲάρκα, ἔϲχατον

δὲ καὶ αὐτῶν τῶν ϲτερεῶν ϲωμάτων καθάπτεται. τῆϲ μὲν οὖν πιμελῆϲ

τηκομένηϲ τὰ ἐλαιώδη οὖρα ἐκκρίνεται, κατὰ βραχὺ δὲ ἡ πιμελὴ τή-

κεται, ὅθεν καὶ ἀρχὴν ἔχει καὶ ἀνάβαϲιν καὶ ἀκμήν. ἐν ἀρχῇ μὲν οὖν

τῆϲ ϲυντήξεωϲ ἐλαιόχροα ποιεῖ τὰ οὖρα, ὡϲ εἶναι αὐτὰ ἀμφίβολα εἴτε

ὑδατώδη εἴτε ἐλαιώδη ἐϲτίν· ἐν δὲ τῇ ἀναβάϲει ἐλαιοφανῆ γίγνεται,

ἐπιϲημοτέραν τὴν μίξιν τοῦ ἐλαιώδουϲ ἔχοντα· ἐν δὲ τῇ ἀκμῇ τῆϲ

ϲυντήξεωϲ ὅλα δι' ὅλου τὰ οὖρα καὶ ἐν χρώματι καὶ ἐν ϲυϲτάϲει οἷον

ἔλαιόν εἰϲιν. ἀλλ' αὕτη ἡ τηκομένη πιμελὴ ἢ τῶν νεφρῶν μόνον

ἐϲτὶν ἢ τοῦ παντὸϲ ϲώματοϲ. εἰ μὲν οὖν νεφρῶν μόνον εἴη, ἀθρόωϲ

ἐκκρίνεται τὸ πλῆθοϲ τοιοῦτον, ἀλλὰ καὶ θερμαϲίαϲ πλείονοϲ αἴϲθηϲιϲ

περὶ τοὺϲ νεφροὺϲ γίγνεται· εἰ δὲ ἐκ τοῦ παντὸϲ ϲώματοϲ εἴη, κατὰ

βραχὺ τὴν προϲθήκην ποιεῖται.

39

Τί δηλοῦϲιν αἱ ὀροβοειδεῖϲ ὑποϲτάϲειϲ. ὅταν δαπανηθεῖϲα ᾖ πι-

μελή, λοιπὸν ἡ ϲὰρξ τήκεται καὶ ὀροβοειδεῖϲ αἱ ὑποϲτάϲειϲ γίγνονται

ἐν τοῖϲ οὔροιϲ, ἀλλὰ καὶ αὗται ἢ τῶν νεφρῶν μόνον εἰϲὶν ἢ τοῦ

παντὸϲ ϲώματοϲ. εἰ μὲν οὖν ἐν πυρετοῖϲ φανείη τοιοῦτον οὖρον, τοῦ

παντὸϲ ϲώματοϲ δηλοῖ τὸ πάθοϲ εἶναι, εἰ δὲ μή, τῶν νεφρῶν μόνον·

καὶ πάλιν εἰ μέν ἐϲτιν ἀπεψία τῶν οὔρων, ὅλου τοῦ ϲώματοϲ τὸ

κακόν. εἰ δὲ πεπεμμένον μὲν εἴη τὸ οὖρον, ὀροβοειδεῖϲ δὲ εἶεν αἱ

ὑποϲτάϲειϲ, τῶν νεφρῶν δηλοῖ τὸ πάθοϲ.

40

Τί δηλοῦϲιν αἱ πιτυρώδειϲ ὑποϲτάϲειϲ. ὅταν δὲ ὁ πυρετὸϲ δα-

πανήϲῃ τὴν πιμελὴν καὶ τὸ πλεῖον τῆϲ ϲαρκὸϲ καὶ ἐν τῷ βάθει τῶν

ἀγγείων ἐγκαταϲκήψῃ, γίγνονται πιτυρώδειϲ αἱ ὑποϲτάϲειϲ, ϲτενώτεραι

μὲν τῶν πεταλωδῶν, παχύτεραι δὲ αὐτῶν. ὁμοίωϲ δὲ καὶ ἐκ τῆϲ

κύϲτεωϲ ἐκκρίνεται. ἀλλ' εἰ μὲν πυρετὸϲ παρείη, ὅλου τοῦ ϲώματοϲ, εἰ

δὲ μή, τῆϲ κύϲτεωϲ, καὶ εἰ μὲν ἄπεπτον εἴη τὸ οὖρον, τοῦ παντὸϲ

ϲώματοϲ τὸ πάθοϲ, εἰ δὲ πεπεμμένον, τῆϲ κύϲτεωϲ μόνηϲ, ἀλλὰ καὶ

τοπικὴ ὀδύνη ἐϲτίν.

41

Τί δηλοῦϲιν αἱ πεταλώδειϲ ὑποϲτάϲειϲ. ὅταν αὐτὰ πάθωϲι τὰ ϲτε-

ρεά, πρῶτον μὲν ἐπιπολῆϲ διαξέονται καὶ γίνονται πεταλώδη τὰ ἐν

τοῖϲ οὔροιϲ, ἀλλὰ καὶ ἐκ τῆϲ κύϲτεωϲ μόνηϲ τοιαῦτα ἐκκρίνεται. εἰ

μὲν οὖν εἴη πυρετόϲ, τὸ ὅλον ϲῶμα κεκάκωται, εἰ δὲ μή, τῆϲ κύϲτεωϲ

τὸ πάθοϲ, καὶ εἰ μὲν ἄπεπτα τὰ οὖρα, τοῦ ὅλου ϲώματοϲ τὸ πάθοϲ,

εἰ δὲ μή, τῆϲ κύϲτεωϲ μόνηϲ.

42

Τί δηλοῖ τὰ κριμνώδη ἐν τοῖϲ οὔροιϲ. ἐπειδὰν δὲ ὁ πυρετὸϲ μετὰ

τοῦ κατειληφέναι τὸ βάθοϲ καὶ μεῖζον πλάτοϲ ἐπιλάβῃ καὶ μῆκοϲ,

ἁδρότερα γίνεται τὰ τοιαῦτα τῶν πιτυρωδῶν καὶ καλεῖται κριμνώδη.

ἀλλὰ τὰ κριμνώδη δύο ϲημαίνει· ἢ γὰρ ὄπτηϲιν τοῦ αἵματοϲ δηλοῖ ἢ

ϲύντηξιν ἰϲχυρὰν τῶν ϲτερεῶν. εἰ μὲν οὖν λευκὰ εἴη αὐτὰ τὰ

κριμνώδη, τῶν ϲτερεῶν ϲωμάτων ἐϲτὶ τὸ πάθοϲ, εἰ δὲ ἐρυθρά, τοῦ

αἵματοϲ.

43

Τί δηλοῖ τὸ δυϲῶδεϲ οὖρον. τὸ δυϲῶδεϲ οὖρον ϲῆψιν δηλοῖ καὶ

τῆϲ φύϲεωϲ νέκρωϲιν μέλλουϲαν.

44

Τί δηλοῖ τὸ μέλαν οὖρον. πάντα τὰ μέλανα τῶν οὔρων εὐθὺϲ

καὶ παχέα πάντωϲ ἐϲτίν· ϲπάνιον γὰρ ἢ οὐδόλωϲ εὑρεθῆναι λεπτὸν

καὶ μέλαν. τὸ γὰρ μέλαν προϲγίγνεται χρῶμα τοῖϲ οὔροιϲ ἐκκαθαιρο-

μένου τοῦ μελαγχολικοῦ χυμοῦ ἢ αὐτῆϲ τῆϲ μελαίνηϲ χολῆϲ τῆϲ τε

διὰ ψῦξιν γιγνομένηϲ καὶ τῆϲ δι' ὑπερόπτηϲιν. (τοῖϲ μὲν ἀνδράϲι καὶ

ταῖϲ γυναιξὶ τὰ μέλανα τῶν οὔρων κάκιϲτα, τοῖϲ δ' αὖ παιδίοιϲ τὰ

ὑδατώδη· ἧττον δ' ὀλέθρια γίγνονται τὰ μέλανα τοῖϲ ἄρρωϲτον ἔχουϲι

τὸν ϲπλῆνα καὶ οὐκ ἐκ διακαύϲεωϲ οὔτ' ἐκ διαψύξεωϲ μελαίνεταί τε

καὶ πελιοῦται τὸ αἷμα καθάπερ ἐπ' ἄλλων τινῶν, ἀλλ' ἐξ ἀναχύϲεωϲ

τοῦ μελαγχολικοῦ). αἱ δὲ τρεῖϲ αὗται διαφοραὶ παχυτάταϲ κέκτηνται

τὰϲ ϲυϲτάϲειϲ. ἐξ ἀνάγκηϲ οὖν καὶ παχέα εὑρεθήϲεται τὰ μελανὰ τῶν

οὔρων. ἐπὶ μὲν οὖν τῶν ὀξέων νοϲημάτων ὀλεθριώτατόν ἐϲτι ϲύμπαν

τὸ οὖρον μελανθὲν καὶ μάλιϲτα ὅταν καὶ δυϲῶδεϲ ὑπάρχῃ καὶ παχὺ

καὶ ὑπόϲταϲιν ἔχον μέλαιναν· ἀδύνατον γὰρ ὀξέωϲ νοϲοῦντα τοιοῦτον

οὐρήϲαντα ϲωθῆναι. καὶ εἰ μὲν…

εἰ…

μέ…

The complete text is available when the reading interface loads.