Iatricorum liber vi
- Edition reference
- Iatricorum liber vi, ed. Olivieri, CMG 8.2 (1950) 123–249.
- CTS identifier
urn:cts:greekLit:tlg0718.tlg006.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
τοῦ ὑγροῦ καὶ μεταβαλλομένου εἰϲ λεπτὴν οὐϲίαν, τότε ὁ ὄγκοϲ ὁμό-
χρουϲ καὶ ἀνώδυνοϲ γίνεται. τῆϲ δὲ ϲυλλογῆϲ ὑπὸ κρανίον γεγενημένηϲ
μεταξὺ τοῦ ὀϲτέου καὶ τῆϲ μήνιγγοϲ κατ' ἀρχὰϲ ὀλίγου ὄντοϲ τοῦ ὑγροῦ
ἡ κεφαλὴ βαρύνεται καὶ ϲκοτιϲμοὶ γίγνονται ϲυνεχεῖϲ καὶ αἱ αἰϲθήϲειϲ
ἀμβλύνονται, λέγω δὲ ὅραϲιϲ ἀκοὴ καὶ αἱ λοιπαί. ὅταν δὲ πλεονάϲῃ τὸ
ὑγρὸν, αἱ ῥαφαὶ τῆϲ κεφαλῆϲ διὰ τὸ πλῆθοϲ διίϲτανται ἀπ' ἀλλήλων καὶ
διὰ τοῦτο ἡ κεφαλὴ μεγάλη γίγνεται καὶ πρόδηλοϲ ὁ τόποϲ τῆϲ ϲυλ-
λογῆϲ· τῷ γὰρ δακτύλῳ ἐπειγομένῳ εἴκει τὸ ὑγρόν. χειρουργία· κοινῶϲ
μὲν οὖν ἐπὶ τῆϲ ὑπὸ τὸ δέρμα ϲυλλογῆϲ καὶ τῆϲ μεταξὺ τοῦ περι-
κρανίου ὑμένοϲ καὶ τοῦ ὀϲτέου ταῖϲ αὐταῖϲ ἐπιβολαῖϲ χρώμεθα πρὸϲ
τὴν τοῦ ὑγροῦ ἔκκριϲιν καὶ μικροῦ μὲν τοῦ ὄγκου ὄντοϲ διαίρεϲιϲ μία
μικρὰ κατὰ τῆϲ τοῦ ὄγκου κορυφῆϲ διδόϲθω, μείζονοϲ δὲ τοῦ ὄγκου
γεγονότοϲ δύο ἢ τρεῖϲ ἢ πλείουϲ διαιρέϲειϲ διδόϲθωϲαν κατ' ἀναλογίαν
τοῦ μεγέθουϲ ἐν τοῖϲ καθ' ὑπόρρυϲιν τόποιϲ· οὐ δεῖ δέ, ὡϲ ἐπὶ ἀπο-
ϲτημάτων, μετὰ τὴν χειρουργίαν λημνίϲκουϲ διεκβάλλειν, ἀλλ' αὐτὰϲ
μόναϲ τὰϲ διαιρέϲειϲ τοῖϲ μοτοῖϲ διαϲτέλλειν· μετὰ γὰρ τὴν τοῦ ὑγροῦ
ἔκκριϲιν ῥᾳδίωϲ ἐπὶ τούτων παρακολλᾶται τὰ ϲώματα· διὸ ἀρκούμεθα
ἐπ' αὐτῶν τῇ διαμοτώϲει, μετὰ δὲ τὴν διαμότωϲιν, ἐὰν μὲν ᾖ νήπιον
τὸ κεχειριϲμένον, διὰ τὸ βάροϲ τὴν ἐπίδεϲιν παραιτούμεθα. ὠοβραχὲϲ
δὲ ἔριον ἐπιτιθέϲθω καὶ πιλαρίῳ ϲκεπάϲθω τὸ κεφάλαιον. ἐπὶ δὲ τῶν
ἰϲχυροτέρων μοτοφυλάκιον ἔξωθεν ἐπιτιθέϲθω καὶ ἐπίδεϲιϲ ἐκκρινέϲθω.
δυνατὸν δὲ ἀπὸ τῆϲ τρίτηϲ ϲυνεργεῖν τῇ παρακολλήϲει διά τινοϲ τῶν
κολλητικῶν ἐμπλάϲτρων. τῆϲ δὲ ϲυλλογῆϲ ὑπὸ τὸν κροταφίτην μῦν
γενομένηϲ, ἵνα μὴ τμηθῇ ὁ μῦϲ, ἐκδέξαϲθαι χρὴ ἕωϲ πλεονάϲει τὸ
ὑγρόν, ἔπειτα ἐκ πλαγίων τοῦ μυὸϲ δοῦναι τὴν διαίρεϲιν. ἐὰν δὲ ϲυν-
έχηται τὸ ὑγρὸν ἐν τῷ βάθει ὑπὸ τὸν μῦν, δύο διαιρέϲειϲ διδόϲθωϲαν
ἐκ τῶν δύο πλαγίων τοῦ μυόϲ, ἑκατέρωθεν αὐτοῦ μία, ἔπειτα ὑπο-
διαιρεῖν τὸ ϲῶμα διὰ τοῦ λαβιδίου τοῦ ϲμιλαρίου ἀϲφαλῶϲ. μετὰ δὲ
τὴν τοῦ παντὸϲ ὑγροῦ ἔκκριϲιν θεραπεύειν, καθὼϲ προδεδήλωται. καὶ
ἐπὶ δὲ τῶν ὑπὸ τὸ κρανίον ἀναμένειν δεῖ καὶ ὅταν πλεονάϲῃ τὸ ὑγρὸν
καὶ διαϲτῶϲιν αἱ ῥαφαὶ καὶ φανερὸν γένηται τὸ ὑγρόν, διαιρεῖν τὸν
κορυφούμενον τόπον καὶ τὰ ἀκόλουθα ποιεῖν.
2
Περὶ φρενίτιδοϲ ἐκ τῶν Ποϲειδωνίου. ἡ φρενῖτιϲ φλεγμονή ἐϲτι τῶν
περὶ τὸν ἐγκέφαλον μηνίγγων μετὰ πυρετοῦ ὀξέοϲ παρακοπὴν καὶ
παραφορὰν τῆϲ διανοίαϲ ἐπιφέρουϲα. ϲπανίωϲ δὲ ἡ φρενῖτιϲ ἐξ ἀρχῆϲ
ϲυνειϲβάλλει τῷ πυρετῷ· τοῖϲ δὲ πλείϲτοιϲ ἀπὸ τῆϲ δ̅ ἄρχεται καὶ ε̅
καὶ Ϛ̅ καὶ ἔτι ὀψιαίτερον αὐτῷ ϲχεδὸν τῷ κινδύνῳ ϲυνάπτουϲα, ὥϲτε
ἤδη οἱ μὲν ἑβδομαῖοι, οἱ δὲ ἐναταῖοι ἤρξαντο παραφρονεῖν. διαφοραὶ
δὲ τῆϲ φρενίτιδοϲ πλείουϲ μέν, αἱ δὲ κυριώταται τρεῖϲ· ἢ γὰρ τὸ φαν-
ταϲτικὸν μόνον εἰϲὶ βεβλαμμένοι, ϲῴζεται δὲ αὐτοῖϲ τὸ λογιϲτικὸν καὶ
ἡ μνήμη, ἢ τὸ λογιϲτικὸν μόνον ἠδίκηται, ϲῴζεται δὲ τὸ φανταϲτικὸν
καὶ ἡ μνήμη, ἢ καὶ τοῦ φανταϲτικοῦ καὶ τοῦ λογιϲτικοῦ ἐϲτιν ἡ βλάβη,
ϲῴζεται δὲ ἡ μνήμη. μνήμηϲ δὲ ἀπολλυμένηϲ ἐπὶ τῶν πυρεκτικῶν νοϲη-
μάτων ϲυναπόλλυται ὡϲ ἐπίπαν καὶ τὸ λογιϲτικὸν καὶ τὸ φανταϲτικόν.
τοῦ μὲν οὖν ἐμπροϲθίου μέρουϲ τοῦ ἐγκεφάλου βλαβέντοϲ τὸ φαντα-
ϲτικὸν μόνον ἠδίκηται, τῆϲ δὲ μέϲηϲ κοιλίαϲ τοῦ ἐγκεφάλου βλαβείϲηϲ
παρατροπὴ γίγνεται τοῦ λογιϲτικοῦ, τοῦ δὲ κατὰ τὸ ἰνίον ὀπιϲθίου ἐγ-
κεφάλου βλαβέντοϲ ἀπόλλυται τὸ μνημονευτικόν, ϲὺν αὐτῷ δὲ ὡϲ ἐπί-
παν καὶ τὰ ἕτερα δύο. ὅϲοιϲ μὲν οὖν βέβλαπται τὸ φανταϲτικόν, κρίνουϲι
μὲν ὀρθῶϲ, φαντάζονται δὲ ἀλλόκοτα· ὅϲοιϲ δὲ ἠδίκηται τὸ λογιϲτικὸν μόνον,
φαντάζονται μὲν ὀρθῶϲ, κρίνουϲι δὲ οὐκ ὀρθῶϲ· ὅϲοιϲ δὲ τὸ μνημο-
νευτικὸν ἠδίκηται, οὐδενὸϲ τῶν πρόϲθεν γεγενημένων μνημονεύουϲιν
ὀρθῶϲ, ἀλλ' οὐδὲ φαντάζονται οὐδὲ κρίνουϲιν ὀρθῶϲ ὡϲ ἐπίπαν. προϲήκει
τοίνυν τῷ μᾶλλον ἠδικημένῳ μέρει, μᾶλλον τὰ βοηθήματα προϲάγειν,
μὴ μέντοι μηδὲ τῶν ἄλλων ἀμελεῖν. περὶ μὲν οὖν τῆϲ ἀπολλυμένηϲ μνή-
μηϲ κατ' ἰδίαν μετὰ βραχὺ ἐροῦμεν, νυνὶ δὲ ὅπωϲ χρὴ τῶν φρενιτικῶν
ἐπιμελεῖϲθαι ῥητέον. κατακεκλίϲθαι τοίνυν προϲήκει τὸν νοϲοῦντα ἐν
οἴκῳ χειμῶνοϲ μὲν ἀλεεινῷ, θέρουϲ δὲ ψυχεινοτέρῳ, ἡϲυχίαν δὲ ἄγειν
κελεύειν καὶ τὸν νοϲοῦντα μὲν αὐτὸν καὶ τοὺϲ ἐπὶ τῆϲ οἰκίαϲ ἅπανταϲ
καὶ τοὺϲ πληϲίον· καὶ τοὺϲ μὲν πρὸϲ τὸ φῶϲ ἀγριαινομένουϲ ἐν ϲκοτει-
νοτέρῳ οἴκῳ κατακλίνειν, τοὺϲ δὲ πρὸϲ τὴν αὐγὴν μᾶλλον ϲωφρονοῦνταϲ
ἐν φωτεινῷ οἴκῳ διαιτᾶν. εἰ μὲν οὖν ἡ φρενῖτιϲ ϲὺν τῷ πυρετῷ ἐξ ἀρχῆϲ
ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἢ τῇ δευτέρᾳ ἢ μέχρι τῆϲ τετάρτηϲ εἰϲέβαλε
καὶ μὴ ἐκ μεταπτώϲεωϲ ἑτέρου νοϲήματοϲ ἐπεγένετο οὔρων τε ὑφαίμων
ὄντων καὶ τοῦ προϲώπου ἐρυθροῦ καὶ ἡλικίαϲ ἀκμαζούϲηϲ καὶ εὐεξίαϲ
τοῦ ϲώματοϲ παρούϲηϲ καὶ πάντων ἅμα τῶν ϲημείων ὑπαγορευόντων
αἵματοϲ πλῆθοϲ, φλεβοτομητέον ἀπ' ἀγκῶνοϲ. τέμνειν δὲ τὴν μέϲην
φλέβα καὶ κενοῦν πρὸϲ δύναμιν καὶ μὴ μέχρι λειποθυμίαϲ, ἔλαττον μᾶλλον
τοῦ δέοντοϲ ἀφαιροῦνταϲ διὰ τὴν ἐκ τῆϲ ϲφοδρᾶϲ κινήϲεωϲ γιγνομένηϲ
ἐπ' αὐτῶν πλείϲτην διαφόρηϲιν καὶ τὸν κόπον. καὶ ἡ διαίρεϲιϲ δὲ ϲύμ-
μετροϲ ἔϲτω, μή πωϲ λάθρα ὁ κάμνων λύϲῃ τὸν δεϲμὸν τοῦ βραχίονοϲ·
κίνδυνοϲ γὰρ ἐκ τῆϲ αἱμορραγίαϲ παρέπεται. παραλειφθέντοϲ δὲ διά
τινα αἰτίαν τοῦ τῆϲ φλεβοτομίαϲ βοηθήματοϲ, κλυϲτῆρϲι χρὴ κενοῦν
τὴν γαϲτέρα διὰ χυλοῦ πιτύρων ἢ πτιϲϲανῶν ἀφρονίτρου τε βραχέοϲ
καὶ μέλιτοϲ ὀλίγου, τὴν δὲ κεφαλὴν ἐμβρέχειν ῥοδίνῳ μᾶλλον χλιαρῷ.
φλεγμαινούϲηϲ γὰρ τῆϲ μήνιγγοϲ, οὐκ ἀβλαβὲϲ τὸ ψυχρὸν οὐδὲ μὴν
τὸ πάνυ θερμόν. τὸ μὲν γὰρ ψυχρὸν πυκνοῖ τοὺϲ πόρουϲ καὶ οὐ ϲυγ-
χωρεῖ διαφορεῖϲθαι τὰ ἐν τῇ κεφαλῇ περιττώματα· τὸ δὲ πάνυ θερμὸν
διπλαϲιάζει τὴν πύρωϲιν, ὥϲτε θέρουϲ μὲν ἄκρωϲ χλιαρὸν τὸ ῥόδινον
προϲφέρειν μετὰ βραχέοϲ ὄξουϲ· χειμῶνοϲ δέ, μετρίωϲ θερμόν. εὔθετον
δὲ καὶ τὸ χαμαιμήλινον αὐτῷ μιγνύμενον ἐξ ἴϲου ψυχροτέρου ὄντοϲ τοῦ
περιέχοντοϲ· εἰ δὲ ϲφοδροτέρα εἴη ἡ παραφορά, προκενώϲαϲ, ὡϲ εἴρηται,
τῇ φλεβοτομίᾳ ἢ κλυϲτῆρϲι καὶ ἀφεψήϲαϲ ἐλαίῳ κωδίαϲ καταιόνα τὴν
κεφαλὴν καὶ τὸ πρόϲωπον καὶ ϲυνεχῶϲ δίδου προϲκλύζεϲθαι ὕδατι,
ἀνεφεψημένων αὐτῷ κωδιῶν καὶ τὸ μέτωπον χρῖε ὑπνωτικῷ τινι τρο-
χίϲκῳ οἷον τῷ παγχρήϲτῳ ἢ τῷ διὰ ϲπερμάτων, καὶ ὀϲφραίνειν δὲ
ϲυνεχῶϲ ὑπνοποιοῖϲ τοῖϲ προγεγραμμένοιϲ ἐν τῷ πρὸ τούτου λόγῳ πρὸϲ
τοὺϲ ἀγρυπνοῦνταϲ· καὶ ὑπὸ τὸ προϲκεφάλαιον κωδίαϲ ὑποτιθέναι ἢ
μανδραγόρου μῆλα. ἐπιταθέντων δὲ τῶν κακῶν, διδόναι καὶ τοῦ διὰ
τῶν κωδιῶν ὑπνωτικοῦ φαρμάκου ὅϲον κοχλιάριον, ἢ πλέον ἢ ἔλαττον
πρὸϲ δύναμιν. δοτέον δὲ τοῦ διὰ μέλιτοϲ ἐϲκευαϲμένου, οὐ τοῦ διὰ τοῦ
γλυκέοϲ διὰ τὸ οἰνῶδεϲ· ἐν παρακμῇ δὲ τοῦ παροξυϲμοῦ δίδου τὸ φάρ-
μακον. ἐν γὰρ τῇ ἀκμῇ εἰ δοθείη τὸ μὲν φάρμακον ἕλκει πρὸϲ ὕπνον,
ὁ δὲ πυρετὸϲ διανίϲτηϲι καὶ μεριζόμενοϲ ὁ κάμνων εἰϲ ἄμφω χαλε-
πώτερον φέρει τὸ γιγνόμενον· δοὺϲ δὲ τὸ φάρμακον ἡϲυχίαν εἶναι
κέλευε. βέλτιον δὲ τοῦ ῥοδομέλιτοϲ προϲπλέκειν τῷ διὰ κωδιῶν· κατα-
κεραϲτικὸν γὰρ τῆϲ δριμύτητοϲ ὑπάρχει καὶ τῆϲ κοιλίαϲ ὑπαγωγόν· διὸ
καὶ τῷ πινομένῳ ὕδατι ἐν τῇ τοῦ παροξυϲμοῦ ἀκμῇ καλὸν ἐπιφέρειν
τὸ ῥοδόμελι. φυλάττεϲθαι δὲ χρὴ τὴν ϲυνεχῆ χρῆϲιν τῶν ναρκωτικῶν
πάντων φαρμάκων, πομάτων τε καὶ καταντλημάτων καὶ ἐπιχρίϲτων.
ῥᾳδίωϲ γὰρ ἐπὶ τῶν ἀμέτρωϲ ψυχομένων μετάπτωϲιϲ γίγνεται ἀπὸ
φρενίτιδοϲ εἰϲ λήθαργον, ὅτε καὶ ὀλέθριον γίγνεται τὸ νόϲημα· ὅθεν
ὅταν ἡ παραφορὰ ἐμβραδύνῃ, ἕρπυλλον ἢ ϲπονδύλιον ἐναφεψεῖν δεῖ
τῷ καταιονουμένῳ τῇ κεφαλῇ ἐλαίῳ. διαπνευϲτικὰ γὰρ τῶν παχέων
ἀτμῶν τυγχάνει. μένοντοϲ δὲ τοῦ προϲώπου καὶ μετὰ τὴν φλεβοτομίαν
ἀϲυμπτώτου καὶ ἐρυθροῦ ϲικύαϲ κολλήϲαϲ τῷ ἰνίῳ χάραϲϲε ἀμυχαῖϲ
μετρίωϲ τὸ δέρμα καὶ κένωϲον ὅϲον λίτραν τοῦ αἵματοϲ. τροφὴν δὲ
δοτέον πτιϲϲάνηϲ χυλὸν ἢ ἄλικοϲ ἢ ψίχαϲ πλειϲτάκιϲ πλυθείϲαϲ μετὰ
ῥοδομέλιτοϲ· πραϋνθέντοϲ δὲ τοῦ πυρετοῦ διδόναι ὠὰ ῥοφητὰ καὶ θρι-
δακίναϲ ἀπεζεϲμέναϲ καὶ ὅϲα ὑγραίνει καὶ ψύχει μετρίωϲ μετὰ τοῦ τρέφειν
διὰ τὴν ἀϲθενήϲαϲαν δύναμιν.
3
Περὶ ληθάργου κατὰ τῶν Ἀρχιγένουϲ καὶ Ποϲειδωνίου. ληθάργου
ἀρχαὶ δύο· οἷϲ μὲν γὰρ τὰ περὶ τὰϲ φρέναϲ καὶ τὰ ϲπλάγχνα πρωτο-
παθήϲαντα εἰϲ ϲυμπάθειαν ἄγει τὸν ἐγκέφαλον, οἷϲ δὲ τὰ περὶ τὸν ἐγ-
κέφαλον κατάρχει καὶ οἷϲ μὲν εὐθέωϲ ἐξ ἀρχῆϲ τὸ πάθοϲ ἐπιπίπτει,
οἷϲ δὲ ἐκ μεταπτώϲεωϲ τινὸϲ τῶν ὀξέων νοϲημάτων. μάλιϲτα μὲν γὰρ
ἀπὸ φρενίτιδοϲ τοῖϲ ϲφοδρότερον διὰ τῶν ναρκωτικῶν φαρμάκων ψυχθεῖ-
ϲιν ἡ μετάπτωϲιϲ εἰϲ τὸν λήθαργον γίγνεται, ἤδη δὲ πλειϲτάκιϲ καὶ ἀπὸ
τοῦ ϲυνόχου πυρετοῦ ἡ μετάπτωϲιϲ εἰϲ τὸν λήθαργον γέγονε καὶ ἐξ
ἑτέρων δὲ πλείϲτων νοϲημάτων, ἐφ' ὧν μάλιϲτα κενώϲειϲ πλείουϲ
παρηκολούθηϲαν. ἐνίοτε δὲ καὶ ἐπὶ τῶν χρονίων πυρετῶν ϲυμβαίνει
κατὰ περίοδον βαπτίζεϲθαι αὐτοὺϲ τῷ ὕπνῳ, οἷον πολλάκιϲ γίνεται
ἐπὶ ἀμφημερινῶν πυρετῶν καὶ ἡμιτριταίων, ἔϲτι δ' ὅτε καὶ ἐπὶ τεταρ-
ταίων καὶ οἱ μὲν μετὰ ϲπαϲμοῦ καὶ ϲυνολκῆϲ τῶν νεύρων καταφέρονται,
οἱ δὲ δίχα ϲπαϲμοῦ καὶ οἱ μὲν ἀθρόωϲ καταφέρονται, οἱ δὲ ἐκ προϲαγω-
γῆϲ καὶ οἱ μὲν ἕνα τὸν βαπτιϲμὸν ὑπομένουϲιν, ἐφ' ᾧ τὰ ἔϲχατα
κινδυνεύουϲιν, οἱ δὲ ἐν ταῖϲ περιόδοιϲ καταφέρονται καὶ πάλιν ἀνα-
καλοῦνται. ϲκοπεῖν μὲν οὖν χρὴ τὸ εἶδοϲ τῆϲ καταφορᾶϲ· οἱ μὲν γὰρ
κατὰ περίοδον τῷ ὕπνῳ βαπτιζόμενοι ϲομφότερον τὸν ϲφυγμὸν ἔχουϲιν,
οἱ δὲ ἀεὶ τὸ πάθοϲ ἔχοντεϲ ϲμικρότατον καὶ δυϲκίνητον. οὗτοι δὲ καὶ
διεγειρόμενοι ἀλλόκοτα φθέγγονται καὶ ἐπιλήϲμονέϲ εἰϲιν· οἱ δὲ κατὰ
περίοδον οὐδὲν τοιοῦτον ὑπομένουϲι καὶ οἱ μὲν μετὰ βαρείαϲ καὶ ἐπηρ-
μένηϲ ἀναπνοῆϲ καταφέρονται, ὥϲτε καὶ ῥέγχειν καὶ νυγμοὺϲ καὶ ϲτεναγ-
μοὺϲ ἀναφέρειν ἐκφαντιϲτικοὺϲ τῆϲ ὀδύνηϲ, ἣν οὐδὲ ἐξειπεῖν δύνανται
ἀνακληθέντεϲ διὰ τὸ βεβλάφθαι τὸν λογιϲμόν· οἱ δὲ ἡϲυχέϲτατα δοκοῦϲιν
ὑπνοῦν καὶ οἷϲ μὲν περιέψυκται τὰ κῶλα καὶ ῥυϲὰ καὶ ὠχρά ἐϲτι καὶ
πέπηγε ϲχεδὸν ἡ ϲύγκριϲιϲ, οἷϲ δὲ διακέχυται καὶ οἷον δροϲίζει περὶ
τὰϲ παρακμὰϲ τῶν παροξυϲμῶν. τοῖϲ μὲν οὖν κατεχομένοιϲ τῷ πάθει
ταῦτα ϲυνεδρεύει· ἀνέϲπαται τὸ ὑποχόνδριον καὶ ϲυνῆκται ἡ κοιλία καὶ
διεγειρόμενοι βίᾳ ὑπὸ τῶν προϲεδρευόντων πάλιν εἰϲ ὕπνον ἕλκονται
καὶ λήθη αὐτοῖϲ ϲυνεδρεύει· καὶ γὰρ πρὸϲ οὔρηϲιν πολλάκιϲ ἐπειγόμενοι,
ἐπιδοθέντοϲ αὐτοῖϲ οὐρητήρου ϲκεύουϲ κατέχοντεϲ αὐτὸ τῇ χειρὶ ἐπι-
λανθάνονται. ἐπιτεινομένου δὲ τοῦ κακοῦ ϲύμπαν τὸ ϲῶμα νωθρὸν καὶ
οἷον νεκρῶδεϲ γίγνεται, ὕπτιοι κατακείμενοι ἐπὶ πόδαϲ καταρρέουϲι,
διερριμμένοι τὰϲ χεῖραϲ καὶ τὰ ϲκέλη, μυκτὴρ ἐνίοιϲ ἀποϲτάζει, κέχηνεν
αὐτοῖϲ τὸ ϲτόμα καὶ ῥωγμὸϲ ἰϲχυρότεροϲ ἐπιγίγνεται, ἡ κάτω γένυϲ
οἷον παρειμένη καὶ κεχαλαϲμένη ὁρᾶται. τὰ μὲν ϲυνεδρεύοντα τῷ
ληθαργικῷ πάθει ταῦτα. θεραπεύοντεϲ δὲ κατακλινοῦμεν αὐτοὺϲ ἐν
οἴκῳ φωτεινῷ πρὸϲ αὐγήν· ἔϲτω δὲ ὁ οἶκοϲ ἀλεεινόϲ· ψηλαφητέον δὲ
πόδαϲ καὶ χεῖραϲ καὶ ὀϲφραντὰ διεγερτικὰ προϲάγειν, οἷόν ἐϲτι τὸ
καϲτόριον ἐλλύχνιον ἐϲβεϲμένον πίϲϲα· ὑγρὰ ἄϲφαλτοϲ χαλβάνη· καὶ
ὑποθυμιώμενα δὲ διεγείρει τοὺϲ ληθαργικούϲ· λίθοϲ γαγάτηϲ ἄϲφαλτοϲ
καϲτόριον πευκέδανον θεῖον χαλβάνη ϲαγαπηνὸν κέραϲ ἐλάφειον τράγου
ῥύποϲ ἀβρότονον ϲίλφιον· προϲάγειν δὲ ταῖϲ ῥιϲὶ καὶ τὰ πταρμικά·
πλήθουϲ δὲ ὑποκειμένου, εἰ μὲν αἷμα εἴη τὸ πλεονάζον, τέμνειν φλέβα
τῇ δευτέρᾳ τῶν ἡμερῶν καὶ κενοῦν πρὸϲ δύναμιν. εἰ δὲ φλεγματώδηϲ
καὶ ὑγροτέρα ἡ ὕλη εἴη, ὥϲπερ καὶ εἴωθεν ἐπὶ τῶν ληθαργικῶν πλε-
ονεκτεῖν, προϲφέρειν δεῖ τὰ λεπτύνειν δυνάμενα καὶ τέμνειν τὸ πάχοϲ,
καὶ ἐπὶ μὲν τῶν μὴ κεκακωμένων τὸ νευρῶδεϲ ὀξύμελι διδόνταϲ, ἐπὶ
δὲ τῶν κεκακωμένων ἀφέψημα ϲελίνου μαράθρου ἀδιάντου καὶ τῶν
ὁμοίων καὶ κλύζειν δὲ τὴν κοιλίαν δραϲτικωτέρῳ κλύϲματι καὶ βαλάνοιϲ
χρηϲτέον τοῖϲ διὰ πηγάνου καὶ νίτρου καὶ κυμίνου καὶ μέλιτοϲ ἑφθοῦ·
ἐμβρέχειν δὲ τὴν κεφαλὴν κατ' ἀρχὰϲ μὲν ἕρπυλλον ἐναφέψοντεϲ ϲὺν
ὄξει καὶ ἐλαίῳ· ἐν δὲ ταῖϲ ἐπιτεταμέναιϲ κατοχαῖϲ πευκεδάνου ῥίζα
ἀντὶ τοῦ ἑρπύλλου ἐναφέψεται τῷ ὄξει καὶ ϲὺν τῷ ἐλαίῳ προϲάγεται
τῇ κεφαλῇ· ἀγαθὸν δὲ ἐπ' αὐτῶν καὶ τὸ ἴρινον ἔλαιον. τρόμων δὲ
καὶ ϲυνολκῶν ἐπιγιγνομένων καϲτόριον ϲὺν ὀλίγῳ ὄξει λεαίνοντεϲ ϲὺν
τῷ ἐλαίῳ τὴν κεφαλὴν ἐμβρέχομεν. εἰ δὲ φλεγμαίνοι τὰ ὑποχόνδρια,
καταπλάϲϲειν ἐν ἀρχαῖϲ διὰ γύρεωϲ ἢ ἄρτου ἢ κυδωνίου μήλου ἑφθοῦ
ἢ ἑλίκων ἀμπέλου. προελθόντων δὲ λινόϲπερμον τῇ γύρει ἢ τῷ ἄρτῳ
προϲπλεκτέον καὶ ἀψινθίου καὶ τῆϲ ἀλθαίαϲ τὰ φύλλα κάτεφθα, ὕϲτερον
δὲ διὰ κριθίνου ἀλεύρου καὶ τήλεωϲ καὶ ἀλθαίαϲ ῥίζηϲ, πᾶϲι δὲ ἀψίν-
θιον προϲπλέκειν. ἔϲτω δὲ πλατὺ τὸ ῥάκοϲ, ὥϲτε περιλαμβάνειν ἑκατέ-
ρωθεν τὰϲ πλευρὰϲ καὶ τοῦ θώρακοϲ τὰ ὑπὸ τοὺϲ μαϲθούϲ· μετὰ δὲ
τὸ κατάπλαϲμα οὐ χρὴ γυμνὰ τὰ μέρη καταλιμπάνεϲθαι, ἀλλὰ κηρωτῇ
ναρδίνῃ ἢ κυπρίνῃ ϲκέπειν αὐτά, ὄπιϲθεν δὲ κατὰ τοῦ μεταφρένου
κηρωτὴν διὰ Ϲικυωνίου γεγενημένην ἐπιθεῖναι, ἔχουϲαν δὲ τερεβινθίνην
καὶ δαφνίδων λείων ἐμπεπαϲμένων. καὶ εἰ μὲν ἐμπνευμάτωϲιϲ ϲυν-
εδρεύοι, προϲπλέκειν τοῖϲ καταπλάϲμαϲι τὰ ἄφυϲα, οἷον κύμινον δαφνίδαϲ
πήγανον καὶ τὰ ὅμοια. εἰ δὲ ϲκληρῶδέϲ τι ὑποπίπτει καὶ λιβανωτίδοϲ
προϲπλέκειν καὶ κυάμινον ἄλευρον. ἐπὶ δὲ τῶν ἤδη χρονιζόντων λη-
θαργικῶν, δυνάμεωϲ ὑποκειμένηϲ, διδόναι τὴν διὰ κολοκυνθίδοϲ ἱερὰν
καὶ πταρμικὰ προϲάγειν ταῖϲ ῥιϲὶ δι' ἐλλεβόρου λευκοῦ καὶ ϲτρουθίου
καὶ πεπέρεωϲ καὶ καϲτορίου καὶ ταῖϲ ῥιϲὶν ἐγχέειν ἐλατήριον μετὰ
γάλακτοϲ ἢ κυκλαμίνου χυλὸν ἢ αὐτὴν τὴν ῥίζαν ξηρὰν λείαν ἐμφυϲᾶν
καὶ διαχρίειν τὸ ϲτόμα καὶ τὸν οὐρανίϲκον ϲινήπει μετὰ μέλιτοϲ, ἔπειτα
ϲικυαϲτέον τὰ ὀπίϲθια τῆϲ κεφαλῆϲ μετὰ φλογὸϲ πλείονοϲ καὶ τὰ περὶ
τὸν πρῶτον καὶ δεύτερον ϲπόνδυλον καὶ ἀφαιρεῖν αἷμα ἐκ τοῦ ὀπιϲθίου
τῆϲ κεφαλῆϲ, εἶτα ξυρίϲανταϲ τὰϲ τρίχαϲ τῆϲ κεφαλῆϲ ϲιναπίζειν ἰϲχάϲι
μετὰ τοῦ νάπυοϲ ὄξει βεβρεγμένου. ἐπὶ δὲ τῶν τρομωδῶν καὶ καϲτόριον
ϲυνεχῶϲ ποτίζειν ὅϲον 𐅻 α̅ μετὰ μελικράτου κυάθων Γ̅ϲ. παρακμάϲαντοϲ
δὲ τοῦ πάθουϲ ἐπὶ λουτρὸν ἄγειν ϲμήγματι δηκτικωτέρῳ χρωμένουϲ,
οἷόν ἐϲτι τρύγη κεκαυμένη νᾶπυ πύρεθρον πέπερι δαφνίδεϲ ἄϲβεϲτοϲ·
νίτρου δὲ τὸ διπλοῦν ἐμβαλλέϲθω. τροφαὶ δὲ ἔϲτωϲαν λεπτομερεῖϲ καὶ
τμητικαὶ καὶ ξηραντικαὶ καὶ δι' ἀρτυμάτων ϲελίνου καὶ κυμίνου καὶ
ἀνήθου πεπέρεώϲ τε καὶ δαφνίδων, καὶ πτηνῶν μὲν ὄρνιϲ κατοικίδιοϲ
περιϲτερὰ καὶ τῶν ϲτρουθίων οἱ ὄρειοι καὶ πέρδιξ, ἰχθύων δὲ οἱ πε-
τραῖοι, λαχάνων πράϲα ἀϲπάραγοϲ πετροϲέλινα χαμαιδάφναι, οἶνοϲ ὁ
ὑδατώδηϲ λεγόμενοϲ λεπτὸϲ καὶ λευκὸϲ ὑποϲτύφων καὶ ἡ λοιπὴ ἐπι-
μέλεια ὁμοία γιγνέϲθω.
4
Περὶ κατοχῆϲ καὶ καταλήψεωϲ ἐκ τῶν Ἀρχιγένουϲ καὶ Ποϲειδω-
νίου. μέϲον τι φρενίτιδοϲ καὶ ληθάργου πάθοϲ εὑρήϲειϲ, ὅ ἐϲτιν εἶδοϲ
παρανοίαϲ ἢ παρακοπῆϲ. καλεῖν δὲ τοῦτο εἰθίϲθηϲαν οἱ ἰατροὶ κατοχὴν
καὶ κατάληψιν ἐπὶ χυμῷ ϲυμβαίνοντι μᾶλλον μελαγχολικῷ. ἐπιϲφαλέ-
ϲτερον δὲ τοῦτο τὸ πάθοϲ ἐϲτὶ ληθάργου. ἐπὶ πυρετοῖϲ δὲ ϲυνίϲτανται
παρομοίοιϲ ληθάργῳ καὶ ὁτὲ μὲν δοκοῦϲιν ὑπνώττειν, ὁτὲ δὲ ἀνεῳγότα
ἔχοντεϲ τὰ βλέφαρα ἢ ϲκαρδαμύττουϲιν ἢ ἀτενὲϲ ὁρῶϲι καὶ ὡϲ πεπη-
γόταϲ ἔχουϲι τοὺϲ ὀφθαλμοὺϲ καὶ ἀκινήτουϲ, ὡϲ ἐνίοτε οὐδ' εἰ τὴν
χεῖρά τιϲ φέροι κατὰ τοὺϲ αὐτῶν ὀφθαλμοὺϲ μύουϲιν· ἄφωνοί τέ εἰϲι
καὶ ἀναίϲθητοι μηδ' ἀκούοντεϲ μηδ' ἀποκρινόμενοι. φέρουϲι δὲ τὰϲ
χεῖραϲ αὑτῶν ἐνίοτε περὶ κεφαλὴν καὶ ὀφθαλμοὺϲ καὶ ῥῖναϲ, ὡϲ κνώ-
μενοι, οὐ μετ' αἰϲθήϲεωϲ· ϲφυγμοὶ μικροὶ νωθροὶ ὀλίγου δεῖν ἐκλεί-
ποντεϲ· πνεῦμα ποτὲ μὲν πυκνὸν ποτὲ δὲ ἀραιὸν καὶ ἐκ διαϲτημάτων
τινῶν ἀναπνέουϲι μεγάλωϲ, κοιλίαϲ καὶ οὔρων ἐποχὴ οὐχ ὑπὸ ξηρό-
τητοϲ· ἔχει γὰρ ὑγρὸν καὶ πολύ, ἀλλὰ διὰ τὴν ἀναιϲθηϲίαν· λῆμαι
τούτοιϲ ὑπόξηροι τοῖϲ κανθοῖϲ προϲπεπήγαϲιν· ἐνίοτε δὲ καὶ προϲάπ-
τονται τῶν πληϲίων τοίχων καὶ ἁπλῶϲ εἰπεῖν οὔτε φρενιτικοῖϲ τὸ πᾶν
ἐοίκαϲιν οὔτε ληθάργοιϲ. γίγνεται δ' ἐνίοτε τὸ πάθοϲ καὶ διὰ πλῆθοϲ
αἵματοϲ ἀθρόαν τὴν ὁρμὴν ἐπὶ τὴν κεφαλὴν λαμβάνοντοϲ καὶ ὑπερ-
πληροῦντοϲ ταύτην, ὥϲπερ ἐθεαϲάμεθα ἐπί τινοϲ νεανίϲκου πολυαίμου.
διατελέϲαϲ γὰρ οὗτοϲ τρεῖϲ ἡμέραϲ μήτε μύων τὰ βλέφαρα μήτε πρὸϲ
τὰϲ ϲφοδρὰϲ ἐκβοήϲειϲ μετακινῶν τοὺϲ ὀφθαλμοὺϲ μήτε μὴν ὑποκρι-
νόμενοϲ, τῇ δὲ τετάρτῃ αἰφνίδιον αἱμορραγία λάβροϲ διὰ ῥινῶν γέγονε
πλείϲτη καὶ παραχρῆμα πάντων τῶν ὀχληρῶν ἀπηλλάγη. ὅθεν εἰ μὲν
πολύαιμόϲ ϲοι φαίνοιτο ὁ κάμνων, ἀνυπερθέτωϲ τέμνειν ἐν ἀγκῶνι
φλέβα τὴν ἀνωτέραν καὶ ἄφελε πρὸϲ δύναμιν. ἐπὶ δὲ τῶν ἄλλων,
πρῶτον μὲν κλύζειν χρὴ τὴν κοιλίαν τοῖϲ ἁπλουϲτέροιϲ κλύϲμαϲιν, οἷον
πιτύρων χυλῷ καὶ ἀφρονίτρῳ καὶ μέλιτι, ἔπειτα καὶ πολυποδίου ῥίζαν
ϲυνεψεῖν τοῖϲ πιτύροιϲ. τὴν δὲ κεφαλὴν πρῶτον μὲν ἐμβρέχειν ἐλαίῳ
γλυκεῖ χλιαρῷ, ἔπειτα δὲ εἰ μὲν θερμοτέρα φαίνοιτο ἡ κεφαλὴ κωδίαν
ἐναφεψεῖν τῷ ἐλαίῳ, εἰ δὲ ψυχροτέρα, ἕρπυλλον· καὶ εἰ μὲν εὔλυτοϲ
γένοιτο ἡ κοιλία ἐπὶ τοῖϲ εἰρημένοιϲ κλύϲμαϲιν, ἐπιμένειν αὐτοῖϲ· εἰ
δὲ ἐπέχοιτο, ἐλλεβόρου μέλανοϲ ῥίζαν ϲυναφεψεῖν τοῖϲ πιτύροιϲ. πόμα
δ' αὐτοῖϲ ἁρμόδιον τὸ ἀπόμελι ἢ μελίκρατον ἐπὶ πολὺ ἑψημένον πρὸϲ
τὴν ὥραν. εἰ δὲ πάχοϲ ἐν τοῖϲ οὔροιϲ εἴη καὶ ἀνήθου ἀφέψημα καὶ
ϲελίνου διδόναι. τροφαὶ δ' ἔϲτωϲαν πτιϲϲάνηϲ χυλὸϲ καὶ τὰ παραπλήϲια.
ὕδωρ δὲ τούτοιϲ πολέμιον πινόμενον· ἐπιτείνει γὰρ τὴν ἐμπνευμάτωϲιν
καὶ κλύδωναϲ ἐργάζεται καὶ ϲπλῆναϲ ἐγείρει καὶ τὴν δίψαν οὐ παύει.
ἀλειφέϲθωϲαν δὲ τὸ πᾶν ϲῶμα ἀνηθίνῳ καὶ μάλιϲτα χειμῶνοϲ· ἐφ' ὧν
δὲ καὶ τρόμοϲ ἐπιγίγνεται καὶ καϲτόριον λεαίνων ὅϲον 𐅻 α̅ ϲὺν τῷ με-
λικράτῳ ἐγχεῖν τῷ ϲτόματι.
5
Περὶ κάρου Ποϲειδωνίου. ψυχρῶν καὶ ὑγρῶν καὶ φλεγματικῶν
χυμῶν καταλαμβανόντων τὸν ἐγκέφαλον ὁ κάροϲ ἐπιγίγνεται μετὰ πυ-
ρετοῦ βληχροῦ· παρέπεται δὲ αὐτοῖϲ ἀναιϲθηϲία καὶ ἀκινηϲία τοῦ παντὸϲ
ϲώματοϲ μετὰ βλάβηϲ τῶν ἡγεμονικῶν ἐνεργειῶν. μεμύκαϲι δ' αὐτῶν
διὰ παντὸϲ οἱ ὀφθαλμοί. διαφέρει δὲ κάροϲ ληθάργου τῷ τοὺϲ μὲν
ληθαργικοὺϲ ἐρωτωμένουϲ ἀποκρίνεϲθαι καὶ μὴ παντελῶϲ ἀφώνουϲ κατα-
κεῖϲθαι, τοὺϲ δὲ κάρῳ περιπεπτωκόταϲ ὕπνῳ βαθυτάτῳ κατέχεϲθαι,
ὡϲ νυττομένων αὐτῶν αἰϲθάνεϲθαι μέν, μὴ μέντοι φθέγξαϲθαι μηδ'
ἀνοίγειν τοὺϲ ὀφθαλμούϲ. θεραπεύειν δὲ τούτουϲ παραπληϲίωϲ τοῖϲ
ληθαργικοῖϲ, λεπτυντικωτέραν καὶ τμητικωτέραν τὴν ἀγωγὴν ποιουμέ-
νουϲ. μετεχέτω δὲ καὶ καταπλάϲματα καὶ τὰ ἐπιθέματα τοῦ ϲτομάχου
ϲὺν τῷ θερμαίνειν καὶ τῆϲ τονωτικῆϲ δυνάμεωϲ.
6
Περὶ κώματοϲ ἐκ τῶν Ποϲειδωνίου. ἀτμοὶ ὑγροὶ καὶ θερμοὶ ἐκ
τῶν ὑποκειμένων ἐπὶ τὴν κεφαλὴν ἀναφερόμενοι ἐν πυρετοῖϲ καὶ πλη-
ροῦντεϲ ταύτην πάθοϲ ἐργάζονται, ὅπερ ὀνομάζουϲιν οἱ ἰατροὶ κῶμα.
διάγνωϲιϲ δέ ϲοι ϲαφὴϲ ἔϲται ὕπνου γιγνομένου πλείονοϲ τοῦ κατὰ
φύϲιν καὶ φθέγγονται ἐν τοῖϲ ὕπνοιϲ ἀλλόκοτα καὶ τὸ ϲῶμα ἀνωμάλωϲ
ἔχουϲι καὶ τὴν κάτω γένυν ἐν τῷ καθεύδειν χαλωμένην καὶ διεγερ-
θέντεϲ πολλάκιϲ ἀθρόωϲ πάλιν ἐπικαταφέρονται τῷ ὕπνῳ καὶ τὴν κε-
φαλὴν ὑγροτέραν ἔχουϲι. θεραπεία δὲ ἐμβροχὴ διὰ ῥοδίνου τὸ εἰκο-
ϲτὸν μέροϲ προϲλαβόντοϲ ὄξουϲ· μὴ παρόντοϲ δὲ τοῦ ῥοδίνου χαμαι-
μηλίνῳ χρηϲτέον ϲὺν τῷ ὄξει· ἔϲτω δὲ δριμύτατον τὸ ὄξοϲ. εἰ δὲ
ψυχροτέρα ἡ κεφαλὴ φαίνοιτο, ἀνήθινον ϲὺν γλυκεῖ ἐλαίῳ προϲπλέξαϲ
ἐξ ἴϲου καὶ θερμάναϲ ἔμβρεχε καὶ ϲυντόμωϲ εἰπεῖν ἐφ' ὅϲον ἐπιτέταται
ἡ ψῦξιϲ, ἐπὶ τοϲοῦτον καὶ τὰ θερμάϲματα ἐπιτείνειν, ὥϲτε καὶ γλήχωνά
ποτε καὶ πήγανον ἐναφεψεῖν τῷ ἐλαίῳ· βαλανιϲτέον δὲ καὶ τὴν ἕδραν
τοῖϲ ἱκανῶϲ ἐρεθίζειν δυναμένοιϲ, τρέφειν δὲ χυλῷ πτιϲϲάνηϲ ϲὺν ἀπομέλιτι.
7
Περὶ ϲκοτωματικῶν Ἀρχιγένουϲ καὶ Ποϲειδωνίου. ἀτμῶν θερμῶν
καὶ δριμέων ἐπὶ τὴν κεφαλὴν ἀναφερομένων καὶ τρεπόντων τὸ ψυχι-
κὸν ἐν τῷ ἐγκεφάλῳ πνεῦμα, πρῶτον μὲν ἀμβλυωγμοί τινεϲ τοῖϲ ὀφ-
θαλμοῖϲ ἐγγίγνονται, ἔπειτα καὶ ὤτων ἦχοι ϲυνηχεῖϲ καὶ δυϲηκοΐαι.
μάλιϲτα δὲ τοῦτο ϲυμβαίνει περὶ τὰϲ τῶν ϲιτίων πέψειϲ καὶ ἀνιϲτα-
μένοιϲ ἐξ ὕπνου. ἐπιτεινομένου δὲ τοῦ πάθουϲ ἐπιγίγνονται ἴλιγγοι καὶ
ϲκοτώματα, ὡϲ δοκεῖν πάντα ὁρᾶν περιϲτρεφόμενα. καὶ τοῦτο δὲ ϲυμ-
βαίνει ἐπειδὰν ἀθρόωϲ ἐξαναϲτῶϲιν ἐκ τῶν καθεδρῶν, ἀπεψίαϲ προη-
γηϲαμένηϲ τινόϲ. χρονίζοντοϲ δὲ τοῦ πάθουϲ καὶ ἐπὶ μικραῖϲ προφάϲεϲι
ϲκοτοῦνται, ὥϲτε καὶ καταπίπτειν ἐνίοτε, μάλιϲτα μὲν ὅταν αὐτοί ποτε
ἐν κύκλῳ περιϲτραφῶϲιν· ὅπερ γὰρ ἄλλοιϲ ἐπὶ πολλαῖϲ περιϲτροφαῖϲ
γίγνεται, τοῦτ' ἐκείνοιϲ ἐπὶ μιᾶϲ, κἂν ἕτερον δέ τινα περιϲτρεφόμενον
ἴδωϲι ϲκοτοῦνται, κἂν τροχὸν ἤ τι τοιοῦτον περιδινούμενον θεάϲωνται,
ταὐτὸ ὑπομένουϲι· τὸ γὰρ ὀπτικὸν πνεῦμα προϲπῖπτον τῷ περιδινου-
μένῳ τροχῷ κινεῖται καὶ αὐτὸ ϲυμπεριφερόμενον ἐκείνῳ καὶ οὕτωϲ
ἀνώμαλον καὶ ταραχώδη καὶ ἄτακτον τόν τε χυμὸν καὶ τοῦ πνεύματοϲ
τὴν κίνηϲιν ἐργάζεται. εὐάλωτοι δὲ τῷ πάθει οἱ ἐπεϲχημένοι τὰϲ ϲυνή-
θειϲ ἐκκρίϲειϲ καὶ ἀπεψίαι δὲ καὶ ἐγκαύϲειϲ ϲυνεχεῖϲ καὶ μέθαι ἀποτε-
λεϲτικαὶ τοῦ πάθουϲ εἰϲί. παρακολουθεῖ δ' αὐτοῖϲ καὶ ἐποχὴ τῆϲ κοιλίαϲ
καὶ διὰ τοῦτο ἐμπνευμάτωϲιϲ ἱκανὴ καὶ οὔρων λεπτῶν καὶ ὀλίγων
ἔκκριϲιϲ τῆϲ ὕληϲ ἐπὶ τὴν κεφαλὴν τὴν ὁρμὴν ἐχούϲηϲ. ἰϲχνοὶ δὲ ὡϲ
ἐπίπαν γίγνονται καὶ νωθροὶ πρὸϲ πᾶϲαν ἐπιβολήν. οἱ μὲν οὖν ἐναι-
μότερα τὰ προφαινόμενα τῶν ὀφθαλμῶν δοκοῦντεϲ ὁρᾶν πρὸϲ μανίαν
μᾶλλον ἐπιτηδείωϲ ἔχουϲιν, οἱ δὲ πορφυρίζοντα ὁρῶντεϲ πρὸϲ ἐπιλη-
ψίαν. τῆϲ μὲν οὖν δυνάμεωϲ ἰϲχυρᾶϲ ὑπαρχούϲηϲ καὶ μηδενὸϲ ἑτέρου
ἐναντιουμένου φλεβοτομητέον, ἄν τε ἀρχὴ τοῦ πάθουϲ εἴη ἄν τε καὶ
προκόψαντοϲ ἤδη τοῦ χρόνου. ἐν δὲ τῇ φλεβοτομίᾳ φυλακτέον [χρὴ]
μὴ ἀθρόον κενοῦν διὰ τὸ ἐκ τῆϲ τυχούϲηϲ προφάϲεωϲ αὐτοὺϲ κατα-
πίπτειν, ὅθεν πλείοϲιν ἀφαιρέϲεϲι χρώμενοι ἐκ διαϲτημάτων τινῶν ἀνα-
πληρώϲομεν τὴν ϲυμμετρίαν. ἐμβρεχέϲθω δὲ ἡ κεφαλὴ κατὰ τὸν καιρὸν
τῆϲ φλεβοτομίαϲ ὀξυροδίνῳ, προϲπλέκοντεϲ πολυγόνου χυλὸν ἢ κιϲϲοῦ
καὶ πιλήματα δὲ ἐξ ἐρίου διάβροχα ῥοδίνῳ ἢ οἰνανθίνῳ τῇ κοιλίᾳ ἐπι-
τιθέϲθω κατὰ τοῦτον τὸν καιρόν. εἰ δὲ τὴν ἀφαίρεϲιν τοῦ αἵματοϲ εἴη
τι κωλῦον, ὥϲπερ ἰϲχνότηϲ ἢ ἕτερόν τι τῶν πλειϲτάκιϲ εἰρημένων, ὑπο-
ϲυρέϲθω ἡ κοιλία, πρῶτον μὲν τῷ διὰ πιτύρων καὶ μέλιτοϲ καὶ ἀφρο-
νίτρου κλυϲτῆρι, ἔπειτα δὲ τὴν δι' ἀλόηϲ πικρὰν διδόναι ϲυνεχῶϲ. εἰ
δ' ἐπιμένοι τὰ ϲυμπτώματα, δεήϲει καὶ ϲφοδροτέροιϲ καθαρτηρίοιϲ
χρῆϲθαι. ὁρῶν δὲ τὸν πλεονάζοντα χυμὸν πρὸϲ τοῦτον ἅρμοζε τὸ φάρ-
μακον. τῶν δὲ δραϲτικωτέρων καθαρτηρίων εὐδοκιμεῖ ἅτινα μάραθρα
ϲυναφεψόμενα τῷ ὀξυμέλιτι ἔχει καὶ τὸ διὰ φοινίκων καὶ πηγάνου καὶ
ϲκαμμωνίαϲ, ὧν αἱ ϲυνθέϲειϲ προείρηνται ἐν τῷ περὶ καθαρτηρίων
λόγῳ. καὶ ἀποφλεγματιϲμοῖϲ δὲ χρηϲτέον καὶ ἀναγαργαρίϲμαϲι τοῖϲ δι'
ὀριγάνου καὶ γλήχωνοϲ καὶ ὀξυμέλιτοϲ, ἔπειτα καὶ ταῖϲ ῥιϲὶν ἀναγαλ-
λίδοϲ χυλὸν ἐγχεῖν ἢ κυκλαμίνου ἢ ϲεύτλου ῥίζηϲ ἢ ἐλατήριον μετὰ
γάλακτοϲ καὶ νίτρον δὲ ϲὺν μελανθίῳ λειωθὲν καὶ ἐλαίῳ παλαιῷ ἀνα-
μιχθὲν γενναίωϲ διὰ τῶν ῥινῶν ποιεῖται τὴν κάθαρϲιν. μετὰ δὲ ταῦτα
ἐπὶ βαλανεῖον διάγειν. τριμμάτιον δ' αὐτοῖϲ ἁρμόζει τονωτικὸν τῆϲ
κεφαλῆϲ τοῦτο· λίθου Ἀϲίου 𐆄 α̅ ἀφρονίτρου λευκοῦ 𐆄 α̅ ἴρεωϲ 𐆄 α̅ ϲχοί-
νου ἄνθουϲ 𐆄 β̅ ῥόδων ξηρῶν 𐆄 β̅· ἐκ τούτου λαβὼν τὸ ἀρκοῦν ἐπί-
παϲϲε τῷ βρέγματι τῆϲ κεφαλῆϲ, ἐπιρραίνων ὕδατοϲ θερμοῦ βραχύ·
εἶτα λουϲάμενοϲ καὶ μὴ βρέχων τὴν κεφαλὴν τῷ θερμῷ, ἀλλὰ μόνον
ἀποπλύνων, ἐξελθὼν βρεχέτω τῷ ψυχρῷ τρίτον ἢ πλεονάκιϲ. τοῖϲ δὲ
ἄγαν θερμὴν ἔχουϲι τὴν κεφαλὴν καὶ ῥόδινον ϲὺν ὄξει πολλάκιϲ ἐπι-
βάλλειν καὶ ψύχειν αὐτὴν τῷ ἐκ τῶν κρουνῶν ὕδατι ἐν τοῖϲ βαλα-
νείοιϲ. εἰ μὲν οὖν ἐπὶ τούτοιϲ εἴκοι τὸ πάθοϲ, παύειν τὴν ὀχληρὰν
προϲαγωγήν· εἰ δ' ἐπιμένοι, τέμνειν τὰϲ ἐν τῇ κεφαλῇ κατὰ τοὺϲ κρο-
τάφουϲ ἀνωτέρω τῶν ὤτων ἀρτηρίαϲ προκενώϲαϲ τὴν κοιλίαν ἢ τῇ
ἱερᾷ ἢ κλυϲτῆρι. μετὰ δὲ ταῦτα τριμματίοιϲ ἰϲχυροτέροιϲ κεχρῆϲθαι
τοῖϲ ἐπὶ τῶν μαινομένων ῥηθηϲομένοιϲ. τροφαὶ δ' ἔϲτωϲαν εὔχυμοι
εὐδιοίκητοι ἄφυϲοι παντάπαϲιν εὐϲτόμαχοι εὐκοίλιοι· οἶνοϲ δ' ὀλίγοϲ
μὲν λευκὸϲ δὲ καὶ λεπτότατοϲ καὶ μὴ πάνυ παλαιόϲ· ἁρμόδια δὲ τού-
τοιϲ τὰ ϲτυπτηριώδη αὐτοφυῆ λουτρά. μεγίϲτη δὲ καὶ πρώτη καὶ ὑϲτά-
τη τούτων προφυλακὴ καὶ θεραπεία ἐϲτὶν ἡ ὑπόμνηϲιϲ τῶν ἐπεϲχημένων
ἐκκρίϲεων, μάλιϲτα ἐπὶ γυναικῶν.
8
Περὶ μανίαϲ ἐκ τῶν Ἀρχιγένουϲ καὶ Ποϲειδωνίου. γίγνεται μανία
χωρὶϲ πυρετοῦ αἵματοϲ πολλοῦ ἀϲαποῦϲ ἐπιρρεύϲαντοϲ τῷ ἐγκεφάλῳ,
ποτὲ μὲν εὐκράτου, τῷ πλήθει μόνον λυποῦντοϲ, ὡϲ ἐπὶ τῶν μεθυόν-
των, ποτὲ δὲ ξανθοχόλου. προηγεῖται δὲ τῆϲ μανίαϲ ἀϲθένεια τῆϲ κε-
φαλῆϲ, ὡϲ ἐπὶ τῶν ποδαγρῶν ἡ ἀϲθένεια τῶν ποδῶν ἀεὶ μὲν πάρεϲτι.
τότε δ' ὀδυνῶνται, ὁπόταν ἡ ὕλη ἐπιρρεύϲῃ τοῖϲ τόποιϲ. ἐπὶ μόνῳ
τοίνυν τῷ αἵματι γιγνομένηϲ τῆϲ μανίαϲ ταῦτα παρέπεται τοῖϲ πά-
ϲχουϲι· γέλωϲ ἄϲχετοϲ αὐτοῖϲ κινεῖται θεωμένοιϲ πολλάκιϲ πρὸ τῶν
ὀφθαλμῶν εἴδωλά τινα γέλωτοϲ ἄξια φαιδρόν τε αὐτοῖϲ ἐϲτι τὸ πρόϲ-
ωπον καὶ ᾄδουϲι ϲυνεχῶϲ· ἐνίοτε γὰρ ἐκ τῶν γιγνομένων ἀναθυμιά-
ϲεων ἦχοι περὶ τὰ ὦτα ϲυνεδρεύουϲιν, ὡϲ δοκεῖν αὐτοὺϲ αὐλητῶν
τινων ἀκροᾶϲθαι. ϲῴζεται δ' αὐτοῖϲ ἡ μνήμη, ὡϲ ἐξ ὧν ᾄδουϲι ϲυνήθη
αὐτοῖϲ ὄντα ἔνεϲτι τεκμαίρεϲθαι· βέβλαπται δὲ τὸ φανταϲτικὸν καὶ τὸ
λογιϲτικόν. μιχθείϲηϲ δὲ τῷ αἵματι τῆϲ ξανθῆϲ χολῆϲ καὶ δακνῶδεϲ
αὐτὸ ἀποτελεϲάϲηϲ, οἷον κεντουμένου καὶ νυττομένου ἐξ αὐτῆϲ ἔνδοθεν
τοῦ ἐγκεφάλου καὶ τῶν μηνίγγων, ὀργίλοι καὶ θραϲεῖϲ γίνονται καὶ
πλῆκται καὶ ὑβριϲταί. ἐφ' ὅϲον γὰρ ἡ χολὴ ἀναμέμικται τῷ αἵματι,
ἐπὶ τοϲοῦτον παραλλάξει τὰ τερπνὰ καὶ ἐπιτείνει τὰ ἀηδῆ καὶ θυμικά·
ὑπεροπτωμένηϲ δὲ ἐπὶ πλέον τῆϲ ξανθῆϲ χολῆϲ καὶ παχυνομένηϲ καὶ
οἷον προϲπλαττομένηϲ αὐτῷ τῷ ϲώματι τοῦ ἐγκεφάλου καὶ τῶν μη-
νίγγων ἰξωδῶϲ καὶ νυττούϲηϲ καὶ διαϲπώϲηϲ, τὰϲ θηριώδειϲ παραφρο-
ϲύναϲ ἐργάζεται. ἤδη γάρ τινεϲ καὶ τῆϲ ἰδίαϲ ϲαρκὸϲ ἐγεύϲαντο καὶ
τοὺϲ οἰκείουϲ ὡϲ ἐπιβούλουϲ ἐτύπτηϲαν ἢ ἐτραυμάτιϲαν ἢ διεχειρίϲαντο·
ἐγχωρεῖ δὲ καὶ τὸν αὐτὸν ἄνθρωπον ποτὲ μὲν γέλωτι παραλόγῳ κατέ-
χεϲθαι, ποτὲ δὲ θυμοῖϲ καὶ ὀργαῖϲ. ἐν γὰρ ταῖϲ ἀϲιτίαιϲ καὶ ταῖϲ δρι-
μυτέραιϲ καὶ ἁλυκωτέραιϲ τροφαῖϲ καὶ ἐν ταῖϲ πλείοϲι κινήϲεϲι καὶ
ταραχαῖϲ δριμύτερον ἑαυτοῦ ἀποτελεῖται τὸ αἷμα, ἐν δὲ τῇ ἐναντίᾳ
καταϲτάϲει ἠπιώτερον. πολλάκιϲ δὲ καὶ μηδενὸϲ βοηθήματοϲ προϲαχ-
θέντοϲ ταῖϲ ὀλιγοϲιτίαιϲ καὶ ἐπιτηδείαιϲ τροφαῖϲ ἀναλωθέντοϲ τῷ χρόνῳ
τοῦ παρενοχλοῦντοϲ καὶ μένοντοϲ τοῦ ἐγκεφάλου ἀπερίττου διάλειμμα
καθαρὸν τῆϲ ἐκϲτάϲεωϲ γίγνεται. τιϲὶ δὲ καὶ κατὰ περίοδόν τινα ἐπι-
πίπτει τὸ πάθοϲ, τιϲὶ δὲ ἅπαξ τοῦ ἔτουϲ, τιϲὶ δὲ δεύτερον ἢ πλεονάκιϲ,
ἀθροιζομένου κατὰ βραχὺ δηλονότι τοῦ ἐνοχλοῦντοϲ. ἁλίϲκονται δὲ
τῷ πάθει, ὀλίγοι μὲν πρὸ τῆϲ ἀκμῆϲ, οἱ πλεῖϲτοι δὲ ἐν τῇ ἀκμῇ καὶ
μετὰ ταύτην, ἄνδρεϲ δὲ μᾶλλον γυναικῶν καὶ τούτων οἱ παθήμαϲί
τιϲι ψυχικοῖϲ ἐνοχλούμενοι, οἷον οἱ ϲκῶπται οἱ φιλογέλωτεϲ ἢ ἀκαιρο-
γέλωτεϲ οἱ δυϲπειθεῖϲ οἱ ὀργίλοι οἱ φροντιϲτικοὶ οἱ φιλάργυροι, ἤδη
δὲ καὶ οἱ πολυπόται καὶ οἱ ϲυνεχῶϲ ἀπεπτοῦντεϲ καὶ οἱ τὰϲ ϲυνήθειϲ
ἐκκρίϲειϲ ἐπεϲχημένοι· διὰ τοῦτο καὶ γυναῖκεϲ ἐνίοτε μαίνονται, αἷϲ
ἐπίϲχηται τὰ καταμήνια. μυρίαι δὲ ἰδέαι μανίαϲ εἰϲίν, ἃϲ ἐκθεῖναι περιτ-
τόν. τοῖϲ μὲν οὖν μέλλουϲι περιπίπτειν τῷ πάθει προηγεῖταί τινα προ-
οίμια τῶν προρρηθέντων οἷον γέλωϲ παράλογοϲ οὐχ οὕτωϲ εἰθιϲμένοιϲ
καὶ ὀργίζονται ἐπὶ τῇ τυχούϲῃ προφάϲει καὶ ἦχοι ὤτων καὶ μαρμαρυγαὶ
πρὸ τῶν ὀφθαλμῶν προφαίνονται, ἀγρυπνίαι τε ϲύντονοι καὶ φρον-
τίδεϲ ἐπάλληλοι καὶ ἀλλόκοτοι, βάροϲ καὶ παλμὸϲ τῆϲ κεφαλῆϲ. προκόπτον-
τοϲ δὲ τοῦ χρόνου πάντα ταῦτα ἐπιτείνεται καὶ λυϲϲωδέϲτεραι αὐτοῖϲ
αἱ ὀρέξειϲ γίγνονται καὶ πρὸϲ τὰ ἀφροδίϲια προθυμίαι· διὰ τοῦτο καὶ
ὀνειρωγμοὶ ϲυνεχεῖϲ, ὀφθαλμοί τε κοιλαίνονται μετὰ τοῦ ἀτενῶϲ ἵϲτα-
ϲθαι καὶ ταῦτα παρακολουθεῖ μέχρι τελείαϲ ἐκϲτάϲεωϲ. δεῖ οὖν τὸν
ἐπιϲτήμονα ἰατρὸν ἐπιμελούμενον τοῦ κάμνοντοϲ τούτων προφανέντων
ἤ τινων αὐτῶν τὰ δέοντα πρᾶξαι· προϲημαίνοντοϲ τοίνυν τοῦ πάθουϲ
ἢ καὶ ἤδη ἐνεϲτηκότοϲ τὴν μὲν δίαιταν λεπτὴν ἁρμόζειν ῥοφηματώδη
ὑγρὰν ἄπληκτον εὐκοίλιον, οἷον ϲεμίδαλιν [θαϲίφορον θαϲύγαλα] τρέ-
φουϲαν ϲεμιδαλιθάϲιον χυλὸν πτιϲϲάνηϲ ἢ τρόγαλα καὶ ψίχαϲ μετὰ
ἀκρατομέλιτοϲ. τοιαύτην οὖν τὴν δίαιταν ἁρμόζειν ἢ οὐδαμῶϲ ἢ ἥκιϲτα
γεννᾶν αἷμα δυναμένην καὶ οἴνου παντάπαϲιν ἀπέχειν. τριῶν δὲ οὕτωϲ
ἡμερῶν διαιτήϲαϲ τὸν ἄνθρωπον τέμνε τῶν ἐν ἀγκῶνι φλεβῶν, προ-
ηγουμένωϲ μὲν τὴν ἄνω, εἰ δὲ μὴ φαίνοιτο, τὴν μέϲην, εἰ δὲ μηδ' αὐτὴ
τὴν κάτω. μὴ φαινομένων δὲ τούτων τὰϲ ἐπὶ τῶν ϲφυρῶν ἐπιζητεῖν,
καὶ μάλιϲτα ἐπὶ γυναικῶν. προτρέπεται γὰρ τῇ ῥοπῇ καὶ τὰ καταμήνια,
εἰ δὲ μηδ' αὗται φαίνοιντο, τὰϲ ἀπ' ἄκρων χειρῶν ἢ ποδῶν. ϲπουδα-
ϲτέον γάρ ἐϲτι πρότερον ἀπὸ φλεβὸϲ γενναίαν κένωϲιν γενέϲθαι καὶ
οὕτωϲ τῶν πεπονθότων μερῶν τὴν ἐπιμέλειαν ποιεῖϲθαι. τέμνοντα δὲ
τὴν φλέβα πρὸϲ δύναμιν τὴν κένωϲιν ποιεῖϲθαι χρή· ἀποϲβεννυμένου
γὰρ τοῦ φλογώδουϲ, παραχρῆμα μὲν ἐπιϲτατικοὶ γίγνονται, ἅμα δὲ
καὶ χώρα γίγνεται τοῖϲ ἄλλοιϲ βοηθήμαϲιν. ἐπειδὴ δέ τινεϲ ἐν μὲν τῇ
πρώτῃ ἀφαιρέϲει γενναίωϲ φέρουϲι τὴν κένωϲιν, ἐν δὲ ταῖϲ μετὰ ταῦτα
ἐπαφαιρέϲεϲιν εἰώθαϲι λειποθυμίαιϲ ἁλίϲκεϲθαι, προϲήκει τούτουϲ ἐν
τῇ πρώτῃ ἀφαιρέϲει κενοῦν ὅϲον ἡ χρεία ἀπαιτεῖ· ϲυγκενοῦνται γὰρ
οὕτωϲ πολὺ τοῦ φυϲώδουϲ καὶ ἀτμώδουϲ πνεύματοϲ. δεῖ τοίνυν ϲυν-
εχῶϲ ἅπτεϲθαι τῶν ϲφυγμῶν ἐν τῷ ῥεῖν τὸ αἷμα καὶ εἰ καταπίπτοιεν,
τότε ταμιεύεϲθαι εἰϲ ἐπαφαιρέϲειϲ. πολλάκιϲ γὰρ ἀνακτηϲάμενοι τὴν
δύναμιν τῇ δευτέρᾳ τῶν ἡμερῶν τὴν ἐπαφαίρεϲιν ἐποιηϲάμεθα, ἔϲθ'
ὅτε δὲ καὶ τῇ τρίτῃ φυλάξαντεϲ τὴν διαίρεϲιν ἁλῶν ἐπιθέϲει. ἐμβρέ-
χειν δὲ τὴν κεφαλὴν χρὴ ῥοδίνῳ ϲὺν ὄξει ἢ χυλῷ πολυγόνου ἢ κιϲ-
ϲοῦ ἢ οἰνανθίνῳ ἐλαίῳ ἢ μηλίνῳ. ῥυπαρὸν δ' ἔριον δευθὲν τῷ ἐλαίῳ
ἐπιτιθέϲθω καὶ ϲυνεχέϲτερον νεαροποιεῖϲθαι τῷ βρέγματι. παντὶ δὲ τρό-
πῳ μετὰ τὴν κένωϲιν εἰϲ ἑϲπέραν ὕπνον μηχανητέον· κενωθέντοϲ γὰρ
τοῦ αἵματοϲ εἰ ἐπιγένοιτο ἀγρυπνία, δριμυτέρουϲ καὶ ἀγριωτέρουϲ
αὐτοὺϲ ἀποτελεῖ. διὸ θαρροῦντεϲ προϲενέγκωμεν τὸ διὰ τῶν κωδιῶν
ὑπνωτικὸν φάρμακον ϲὺν χυλῷ πτιϲϲάνηϲ ἢ ἄλικοϲ ἢ ϲὺν τῷ πινο-
μένῳ ὕδατι. ἀϲμενὲϲ γὰρ εἰ καὶ μετὰ ταῦτα γενήϲεται ὕπνοϲ· οἱ γὰρ
πλεῖϲτοι αὐτῶν περιφρονοῦϲι παντὸϲ ὑπνωτικοῦ. διὸ κἂν τὴν πρώτην
λαβόντεϲ ὑπνώϲωϲι, διαλείποντεϲ ἡμέραν μίαν πάλιν διδόναι τὸ διὰ
κωδιῶν ὅϲον κοχλιάριον. εἴωθε γὰρ καὶ μόνη μετὰ τὴν φλεβοτομίαν
τελείαν ἀποκατάϲταϲιν τῷ πάθει διδόναι μετὰ τῆϲ προϲηκούϲηϲ διαί-
τηϲ· παραφυλάττεϲθαι μέντοι ἐφεξῆϲ αὐτὴν προϲφέρειν· ναρκοῖ γὰρ
τὴν αἴϲθηϲιν. ϲπουδαϲτέον δὲ καὶ τὴν κοιλίαν εὔλυτον ποιεῖν διά τε
τροφῶν καὶ κλυϲτήρων· τούτων προγεγενημένων ἄρχεϲθαι χρὴ τῶν
τοπικῶν βοηθημάτων ἐνθένδε· αἷμα προϲήκει ἀφαιρεῖν ἐκ τῶν ἐν με-
τώπῳ κυρτουμένων φλεβῶν τῆϲ μεϲαιτάτηϲ, φλεβοτόμῳ αὐτὴν διαι-
ροῦντεϲ οὐκ ἐπικρουϲτικῷ, ὥϲ τινεϲ ποιοῦϲι, διὰ τὰϲ ἐπιγιγνομέναϲ
πολλάκιϲ μεγίϲταϲ φλεγμονὰϲ τοῦ περικρανίου ὑμένοϲ τρωθέντοϲ. ἀφαι-
ρεῖν δὲ ὡϲ μίαν λίτραν αἵματοϲ· μετὰ δὲ τὴν κένωϲιν ταύτην ἐπὶ τῶν
χολερικώτερον ἐχόντων τὸ αἷμα, διαϲτήϲαντα ἡμέραϲ πέντε, διδόναι
τὴν διὰ ἀλόηϲ πικρὰν κοχλιαρίου μεγάλου πλῆθοϲ ϲὺν μελικράτῳ, εἶτα
καὶ διὰ ῥινῶν καθαίρειν τὴν κεφαλήν, ϲεύτλου ῥιζῶν χυλὸν ἐγχέοντα
ἢ ἐλατήριον ἢ χάλκανθον ϲὺν γάλακτι καὶ πταρμικὸν προϲφέρειν δι'
ἐλλεβόρου λευκοῦ καὶ ϲτρουθίου καὶ ἀποφλεγματίζειν διά τε μαϲτίχηϲ
καὶ ϲταφίδοϲ ἀγρίαϲ διά τε ἀναγαργαριϲμάτων δι' ὀξυμέλιτοϲ γιγνο-
μένων, ἐν ᾧ ἕψηται γλήχων ὕϲϲωπον. ὑποϲυρέϲθω δ' ἡ κοιλία κλύ-
ϲμαϲι δριμέϲι τοῖϲ διὰ κενταυρίου καθαρτηρίοιϲ καὶ τοῖϲ διὰ γεντιανῆϲ·
καὶ αὐτὴ δὲ καθ' ἑαυτὴν ἡ γεντιανὴ ῥίζα χρηϲίμη προποτιζομένη δραχ-
μῆϲ μιᾶϲ ὁλκῆϲ ϲὺν μελικράτῳ· δίδοται δὲ καὶ ἀριϲτολοχία ὡϲαύτωϲ.
μάλιϲτα δ' αὐτοὺϲ ὠφελεῖ ἱππομαράθου ῥίζα καὶ τὸ ϲπέρμα πινόμενον
ϲὺν ὕδατι καθ' ἡμέραν καὶ βρυωνίαϲ ῥίζηϲ 𐅻 α̅ καὶ βδέλλαϲ δὲ μετὰ
ταῦτα κολλητέον τῇ κεφαλῇ πάϲῃ κατὰ κύκλον καὶ μάλιϲτα τῷ βρέγ-
ματι. ἐπὶ δὲ τῶν γυναικῶν ϲπουδαϲτέον τὰ καταμήνια κινεῖν, εἶτα ἀνα-
λαβόντα τὴν δύναμιν ἐπὶ ἡμέραϲ ζ̅ πρόϲαγε τὴν Γαληνοῦ ἱεράν, ἥτιϲ
μάλιϲτα κεφαλὴν κενοῖ τῷ πλήθει τῆϲ ϲτοιχάδοϲ· δίδου δὲ 𐅻 δ̅ μετὰ
μελικράτου· ἔπειτα τὰ ἔρρινα πάλιν προϲάγειν. παρακμάζοντοϲ δὲ τοῦ
πάθουϲ ἐπὶ λουτρὸν ἄγειν· τριμμάτιον δ' αὐτοῖϲ ἐν τῷ λουτρῷ ἁρμό-
διον τοῦτο· ἴρεωϲ Ἰλλυρικῆϲ λίθου Ἀϲίου μάννηϲ ἀφρονίτρων λευκῶν
κιϲϲήρεωϲ κηρύκων κεκαυμένων ϲχοίνου ἄνθουϲ ϲελίνου ἑλενίου καϲϲίαϲ
ῥόδων ξηρῶν ἀνὰ 𐆄 α̅, κόψαϲ ϲήϲαϲ χρῶ ἐν τῷ πρώτῳ οἴκῳ τοῦ βαλα-
νείου ἐπιπάττων τῷ βρέγματι ὅϲον ἐξαρκεῖ, καὶ ἐπιρραίνων ὕδατοϲ
χλιαροῦ καὶ ἐφ' ἱκανὸν χρόνον διατρίβων ἐν τῷ οἴκῳ, ὥϲτε διαδοθῆ-
ναι τὴν δύναμιν τοῦ φαρμάκου μέχρι τῶν ἐν βάθει. εἶτα ϲμηξάμενοϲ
ἠρέμα τὴν κεφαλὴν καὶ ἀποπλύνων καὶ λουϲάμενοϲ μὴ βρέχων τὴν
κεφαλὴν ἐν τῷ θερμῷ ἐν τῇ ἐμβάϲει, ἐξίτω καὶ βρεχέτω τῷ ψυχρῷ
δεύτερον καὶ τρίτον. εἰ δὲ κατὰ θερμὸν ἔχοιεν τὴν κεφαλὴν πάνυ,
καὶ πλεονάκιϲ βάπτειν τῷ ψυχρῷ· μετὰ δὲ ταῦτα τῷ διὰ ϲινάπεωϲ
καὶ ἰϲχάδων φοινιγμῷ τόνον διδόναι τῇ κεφαλῇ καὶ ἐκ διαϲτημάτων
τινῶν ἀποφλεγματίζειν, καὶ τοῖϲ ἐρρίνοιϲ κεχρῆϲθαι. δίαιταν δὲ θετέον
λεπτοτέραν εὐδιοίκητον εὐκοίλιον ἄφυϲον κατακεραϲτικήν, οἴνου δὲ
ϲπάνιοϲ ἡ χρῆϲιϲ ἐπὶ τούτων· εἰ δ' ἐγκατάλειμμα εἴη τῆϲ διαθέϲεωϲ
ἐπὶ τὸν λευκὸν ἐλλέβορον ἐλθέ· ὁ δὲ τρόποϲ τῆϲ χρήϲεωϲ προείρηται
ἐν τῷ περὶ καθαρτηρίων λόγῳ. ἀπέχεϲθαι δὲ τοῦ λοιποῦ παραινεῖν
πάντων τῶν χολὴν γεννώντων ἐδεϲμάτων τε καὶ πομάτων καὶ ἐπιτη-
δευμάτων. φλεβοτομείϲθωϲαν δὲ καθ' ἕκαϲτον ἔαρ προφυλακῆϲ χάριν,
ἔπειτα καὶ καθαιρέϲθωϲαν καὶ μάλιϲτα εἰ πλεονάζοι μᾶλλον ἡ χολή·
ταῖϲ δὲ γυναιξὶ καὶ καταμήνια παραϲκευάζειν κατὰ τὸν εἰωθότα καιρὸν
ἀπαραποδίϲτωϲ κενοῦϲθαι καὶ τοῖϲ ἄλλοιϲ τὰϲ ϲυνήθειϲ ἐκκρίϲειϲ.
9
Περὶ μελαγχολίαϲ ἐκ τῶν Γαληνοῦ καὶ Ῥούφου καὶ Ποϲειδωνίου.
ὥϲπερ ἐν τοῖϲ φαινομένοιϲ μέρεϲι τοῦ ϲώματοϲ ἐνίοτε μὲν ἅπαϲιν ἡ
αὐτὴ φαίνεται κρᾶϲιϲ, ὡϲ ἐν καχέκταιϲ τε καὶ κατὰ τὸν καλούμενον
ἐλέφαντα καὶ τοὺϲ ὑδέρουϲ, ἐνίοτε δ' ἕν τι μόριον ἤτοι πικρόχολον ἢ
μελαγχολικὸν ἢ φλεγματικὸν ὑποδεχόμενον χυμὸν αὐτὸ μόνον ἐξαλ-
λάττεται τὴν κρᾶϲιν, οὕτωϲ ἐγχωρεῖ καὶ τὸν ἐγκέφαλον ἐνίοτε μὲν
παντὸϲ τοῦ κατὰ τὰϲ φλέβαϲ αἵματοϲ μελαγχολικοῦ γεναμένου τῷ
κοινῷ λόγῳ τῆϲ βλάβηϲ καὶ τὸν ἐγκέφαλον βλαβῆναι, καθ' ἕτερον δὲ
τρόπον καὶ καιρὸν ἀπαθοῦϲ διαμένοντοϲ τοῦ καθ' ὅλον τὸν ἄνθρωπον
αἵματοϲ ἀλλοιωθῆναι τὸ κατὰ μόνον τὸν ἐγκέφαλον. καὶ ϲυμβαίνει
τοῦτο διττῶϲ, ἢ ῥυέντοϲ εἰϲ αὐτὸν ἑτέρωθεν, ἢ γεννηθέντοϲ ἐν τῷ
τόπῳ τοῦ μελαγχολικοῦ χυμοῦ. γεννᾶται δὲ ὑπὸ θερμαϲίαϲ πολλῆϲ
ἐγχωρίου κατοπτώϲηϲ ἤτοι τὴν ξανθὴν χολὴν ἢ τὸ παχύτερόν τε καὶ
μελάντερον αἷμα. ὡϲ ἐπίπαν δὲ τὰ κατὰ τὰ ὑποχόνδρια μέρη πρωτο-
παθοῦντα εἰϲ ϲυμπάθειαν ἄγει τὴν κεφαλὴν καὶ τὴν παραφροϲύνην
ἐργάζεται, ἤτοι αὐτῆϲ τῆϲ χολῆϲ καταλαβούϲηϲ τὸν ἐγκέφαλον, ἤ τινοϲ
ἀναθυμιάϲεωϲ ἀτμοῦ μελαγχολικοῦ καθάπερ ἐν τῷ νοϲήματι τῷ φυ-
ϲώδει καὶ ἐν τῷ ὑποχονδριακῷ προϲαγορευομένῳ. οὐδὲν γὰρ παρεμ-
ποδὼν γίγνεται τῷ λόγῳ ἑτέρωθεν ἐξ ἄλλου τε μορίου εἶναι τὴν ἀρχὴν
καὶ γένεϲιν τοῦ πάθουϲ. ῥᾳδίωϲ γὰρ τὸ ϲτόμα τῆϲ γαϲτρὸϲ ὁτιοῦν
πάϲχον εἰϲ ϲυμπάθειαν ἄγει τὸν ἐγκέφαλον τῇ ϲυγγενείᾳ διὰ τῶν
καθηκόντων εἰϲ αὐτὸν ἄνωθεν μεγίϲτων δύο νεύρων· εἰϲ ϲυμπάθειαν
δὲ ἄγει καὶ τὴν καρδίαν τῇ γειτνιάϲει, ὁμοίωϲ δὲ καὶ τὸ διάφραγμα,
ᾧ καὶ ϲυμπέφυκε. κοινωνία δ' ἐϲτὶ τῷ ϲτομάχῳ καὶ πρὸϲ τὸν νωτιαῖον,
καθ' ὃ μέροϲ καὶ ϲύγκειται καὶ ϲυνδέδεται τοῖϲ τοῦ τραχήλου ϲπονδύ-
λοιϲ. ἀρχὴ τοίνυν τῆϲ τοιαύτηϲ μελαγχολίαϲ ὡϲ ἐπίπαν ἐξ ἀπεψιῶν
γίγνεται· φῦϲαι γὰρ αὐγοῖϲ ἐπιγίγνονται πολλαὶ καὶ ἐπὶ τῷ τυχόντι
ϲιτίῳ μετέωροι καὶ περὶ τὰ ὑποχόνδρια ἐπὶ πολὺ διατρίβουϲιν, ἐρυγαί
τε ὀξώδειϲ καὶ βρομώδειϲ καὶ οἷον ἰχθυώδειϲ αὐτοῖϲ ἐπιγίγνονται,
μηδενὸϲ τοιούτου ἐδηδεϲμένου· ξηραὶ ὡϲ ἐπίπαν αὐτοῖϲ αἱ κοιλίαι,
ὕπνοι μικροὶ διεϲπαϲμένοι, ἐνύπνια ταραχώδη καὶ ἀλλόκοτα, παλμοὶ
ἄλλοτε ἀλλαχοῦ ἄλλοι τοῦ ϲώματοϲ, ἴλιγγοι τῆϲ κεφαλῆϲ καὶ πνευμά-
των ἦχοι κατὰ τὰ ὦτα. δοκεῖ δὲ τοῖϲ μὲν αὐτῶν μεϲτὴ καὶ βαρεῖα
εἶναι ἡ κεφαλή, τοῖϲ δὲ κενὴ ἢ κούφη, τοῖϲ δὲ ξηρά. ὁ δέ τιϲ οὐδὲ
κεφαλὴν ἔχειν τὸ παράπαν ᾤετο, πρὸϲ ὃν ἐξευρεῖν ὁ Φιλότιμοϲ λέγε-
ται πρὸϲ τῇ ἄλλῃ θεραπείᾳ τὸν πῖλον τὸν μολύβδινον, ὑφ' οὗ βαρυ-
νόμενοϲ ϲυνίει τῆϲ κεφαλῆϲ. γίγνονται δὲ οἱ πολλοὶ τῶν μελαγχολικῶν
καὶ ἀκόλαϲτοι πρὸϲ ἀφροδίϲια, γίγνονται καὶ τὴν γνώμην ἐπίλυποι καὶ
δειλοὶ καὶ ἐλεήμονεϲ καὶ δακρυτικοὶ καὶ διώκουϲι τὰ ἔρημα. τινὲϲ δὲ
καὶ δαίμοναϲ ἀπὸ γοητειῶν τῶν ἐχθρῶν ἐπῆχθαι αὐτοῖϲ ὑπολαμβάνουϲιν,
ἕτεροι δὲ δηλητήριον φάρμακον εἰληφέναι ὑποπτεύουϲι καὶ βεβαίαν
αὐτῶν τὴν ὑποψίαν ἐργάζονται αἱ ϲυνεδρεύουϲαι αὐτοῖϲ βρομώδειϲ
καὶ ἀλλόκοτοι ἐρυγαί. δοκεῖ δὲ ἄλλα ἄλλοιϲ καί ἐϲτιν ἡ νόϲοϲ παντο-
δαπὴϲ καὶ οὐκ εὐαρίθμητοϲ, οἷον αὐτίκα περὶ τοὺϲ φόβουϲ καὶ ὁ μὲν
δέδοικε τοὺϲ φιλτάτουϲ, ὁ δὲ ὅλουϲ τοὺϲ ἀνθρώπουϲ, καὶ ὁ μὲν δέδοι-
κεν εἰϲ φῶϲ ἰέναι, τὰ δὲ ϲκοτεινὰ διώκει, ὁ δὲ φεύγει τὰ ζοφώδη, οἱ
πλείουϲ μέντοι ἐν ϲκοτεινοῖϲ τόποιϲ χαίρουϲι διατρίβειν καὶ ἐν μνήμαϲι
καὶ ἐν ἐρήμοιϲ. ἔνιοι δὲ καὶ τὸ ὕδωρ δεδοίκαϲι καὶ οἶνον καὶ ἔλαιον
καὶ πᾶν ὑγρὸν ὁτιοῦν, ὥϲπερ οἱ δηχθέντεϲ ὑπὸ λυττῶντοϲ κυνὸϲ καὶ
ϲυντόμωϲ εἰπεῖν αἱ μελαγχολικαὶ παράνοιαι πολυειδεῖϲ μέν εἰϲι ταῖϲ
κατὰ μέρουϲ ὑπούλοιϲ φανταϲίαιϲ· ἐν δ' αὐταῖϲ ἁπάϲαιϲ ὑπάρχει κοι-
νὸν ὁ φόβοϲ καὶ ἡ δυϲθυμία. δυϲθυμοῦϲι μὲν γὰρ ἅπαντεϲ ἀλόγωϲ,
οὐδ' ἂν ἐρωτήϲῃϲ ἔχοντεϲ εἰπεῖν ἐφ' ὅτῳ λυποῦνται· δεδίαϲι δὲ ἐξ
αὐτῶν οὐκ ὀλίγοι θάνατόν τε καὶ ἕτερά τινα μηδενὸϲ ἄξια δείματοϲ·
εἰϲὶ δ' οἳ καὶ ϲφοδρῶϲ ἐπιθυμοῦϲι τὸν θάνατον.
Γαληνοῦ. τὸ μὲν οὖν ἐπὶ μελαίνῃ χολῇ καταλαβούϲῃ τὰϲ ἀρχὰϲ τῆϲ
λογικῆϲ ψυχῆϲ φόβουϲ τε γίγνεϲθαι καὶ δυϲθυμίαϲ καὶ θανάτου προϲ-
δοκίαϲ οὐδὲν θαυμαϲτόν· ὁρῶμεν γὰρ καὶ τῶν ἔξωθεν τοῦ ϲώματοϲ
οὐδὲν οὕτωϲ ἡμῖν φοβερὸν ὡϲ τὸ ϲκότοϲ. ὅταν οὖν οἷον ζόφοϲ τιϲ
περιϲχεθῇ τὸ λογικὸν μόριον ὃ τῆϲ ψυχῆϲ, ἀναγκαῖον ἀεὶ φοβεῖϲθαι
τὸν ἄνθρωπον, ὡϲ ἂν τὴν αἰτίαν τοῦ φόβου ϲυμπεριφέροντα τῷ ϲώ-
ματι· ὡϲ γὰρ ἐν ϲκότῳ βαθεῖ τὰ παιδία φοβεῖται καὶ…
οἱ…
The complete text is available when the reading interface loads.