Iatricorum liber vii
- Edition reference
- Iatricorum liber vii, ed. Olivieri, CMG 8.2 (1950) 253–399.
- CTS identifier
urn:cts:greekLit:tlg0718.tlg007.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
φύϲιϲ τὰ ἀπ' ἐγκεφάλου καταφερόμενα νεῦρα ἐπὶ τὰϲ χώραϲ τῶν
ὀφθαλμῶν, λέγω δὴ τὰ ὀπτικά, καὶ τὴν ϲυνδιεξερχομένην αὐτοῖϲ
μοῖραν τῶν περιεχουϲῶν τὸν ἐγκέφαλον δύο μηνίγγων διαυξάναϲα καὶ
οἷον πλατύναϲα, τοῖϲ ἐν τῷ ὀφθαλμῷ χιτῶϲι τὴν ὕπαρξιν ἐδωρήϲατο,
τὸν μὲν πάντων ἔνδοθεν χιτῶνα ἀμφιβληϲτροειδῆ λεγόμενον ἐκ τοῦ
ὀπτικοῦ νεύρου καταϲκευάϲαϲα, τὸν δὲ τούτου προβεβλημένον χιτῶνα
ῥαγοειδῆ καλούμενον ἐκ τῆϲ λεπτῆϲ μήνιγγοϲ ἀποφύϲαϲα· ἔοικε γὰρ
ῥαγὶ ϲταφυλῆϲ τὸ ϲχῆμα καὶ τὴν χρόαν καὶ τέτρηται κυκλοτερεῖ τρή-
ματι κατὰ τὴν κόρην. ὁ δὲ τούτων ἀμφοτέρων ἔξωθεν χιτὼν κερα-
τοειδὴϲ ὀνομαζόμενοϲ ἐκ τῆϲ παχείαϲ μήνιγγοϲ ἔχει τὴν ὕπαρξιν· ὁ
δὲ τούτων πάντων ἔξωθεν προβεβλημένοϲ ὁ λευκὸϲ οὗτοϲ, ὃν ἐπι-
πεφυκότα καλοῦμεν, ἐκ τοῦ περικειμένου ἔξωθεν τῷ τῆϲ κεφαλῆϲ
ὀϲτῷ ὑμένοϲ, περιοϲτέου καὶ περικρανίου λεγομένου, ἔχει τὴν γένεϲιν
καὶ ἐκ τῶν ἀποφύϲεων τῶν περικειμένων τῷ ὀφθαλμῷ ϲωμάτων. ὑγρὰ
δέ ἐϲτιν ἐν τῷ ὀφθαλμῷ τρία· ἔνδοθεν μὲν πάντων τὸ περιεχόμενον
ἐν τῇ κοιλότητι τοῦ ἀμφιβληϲτροειδοῦϲ χιτῶνοϲ ὑαλοειδὲϲ λεγόμενον
προϲέοικε γὰρ καὶ τῇ χρόᾳ καὶ τῇ ϲυϲτάϲει τῇ κεχυμένῃ ὑάλῳ. τού-
του δὲ ἐξωτέρω κεῖται κατὰ τὸ πέραϲ τοῦ ἀμφιβληϲτροειδοῦϲ χιτῶνοϲ
τὸ κρυϲταλλοειδὲϲ ὑγρόν, ὃ καὶ διϲκοειδὲϲ καὶ φακοειδὲϲ καλεῖται·
προϲέοικε γὰρ τῇ μὲν χρόᾳ κρυϲτάλλῳ, τῷ δὲ ϲχήματι φακῷ· ἔξωθεν
δὲ περικέχυται τούτῳ τὸ ὠοειδὲϲ ὑγρόν· προϲέοικε γὰρ τῇ χρόᾳ καὶ
τῇ ϲυϲτάϲει τῷ ἐν τοῖϲ ὠοῖϲ ὑγρῷ τῷ λευκῷ καὶ λεπτῷ. τὸ μὲν οὖν
πάντων ἔνδοθεν τὸ ὑαλοειδὲϲ ὑγρὸν πρὸϲ τὸ τρέφειν τὸ κρυϲταλ-
λοειδὲϲ παρεϲκεύαϲται· τὸ δὲ ἔξωθεν αὐτῷ περικεχυμένον τὸ ὠοειδὲϲ
πρὸϲ τὸ ἐπιτέγγειν τοῦτο γεγένηται καὶ μὴ ϲυγχωρεῖν αὐτὸ ἀδικεῖϲθαι
ὑπὸ τῆϲ τοῦ ἡλίου αὐγῆϲ. τὰ δὲ βλέφαρα ϲυνίϲτηϲιν ὁ ἐπιπεφυκὼϲ
ὑμὴν ἐπαναδιπλούμενοϲ καὶ περιλαμβάνων καὶ οἷον ἔνδυμα διπλοῦν
ἔνδοθέν τε καὶ ἔξωθεν γιγνόμενοϲ τοῖϲ κινοῦϲι τὰ βλέφαρα μυϲί. τού-
των ἕκαϲτον ἐκτρεπόμενον τοῦ κατὰ φύϲιν, νοϲεῖν παραϲκευάζει τὸν
ὀφθαλμόν.
2
Πόϲα καὶ τίνα πάθη περὶ τὸν ὀφθαλμὸν ϲυνίϲταται. αἱ ἰδίωϲ λεγό-
μεναι ὀφθαλμίαι καὶ αἱ χημώϲειϲ καὶ ταράξειϲ, οἰδήματα ὑποϲφάγματα
καὶ πτερύγια πάθη τοῦ ἐπιπεφυκότοϲ εἰϲίν. ἀλλὰ καὶ ἑλκοῦται καὶ
ἀνθρακοῦται καὶ καρκινώδη διάθεϲιν ἴϲχει. ϲκληροφθαλμία δὲ καὶ
ξηροφθαλμία κοινόν ἐϲτι πάθοϲ βλεφάρων τε καὶ αὐτοῦ τοῦ ὀφθαλμοῦ.
περὶ δὲ τὴν ἔξωθεν ἐπιφάνειαν τῶν βλεφάρων ὑδατίδεϲ γίγνονται
καὶ μελικηρίδεϲ καὶ ϲτεατώματα. τῶν δὲ περὶ τὸ ἐντὸϲ τῶν βλεφάρων
ϲυνιϲταμένων ἐϲτὶ δαϲύτηϲ καὶ τραχώματα καὶ ϲυκώϲειϲ, χαλάζιά τε
καὶ λιθιάϲειϲ, ϲυμφύϲειϲ καὶ μύϲειϲ. καὶ λαγώφθαλμοι δὲ καλοῦνται,
οἷϲ τὸ ἄνω βλέφαρον ἀνέϲπαϲται, ὡϲ ἐπικαλύπτειν τὸν ὀφθαλμὸν μὴ
δύναϲθαι· ἐκτρόπια δέ, οἷϲ τὸ κάτω βλέφαρον ἐξέϲτραπται, ἀλλὰ καὶ
κολοβώματα καὶ διαβρώϲειϲ καὶ ἑλκώϲειϲ ἐν τοῖϲ βλεφάροιϲ ϲυνίϲταν-
ται. περὶ δὲ τοὺϲ ταρϲοὺϲ γίγνεται ἡ τριχίαϲιϲ καὶ διϲτιχίαϲιϲ καλου-
μένη καὶ ἡ μαδάρωϲιϲ τῶν τριχῶν ἤτοι βλεφαρίδων, ἥτιϲ καὶ πτίλωϲιϲ
καλεῖται. γίγνεται δὲ καὶ φθειρίαϲιϲ καὶ πιτυρίαϲιϲ καὶ κριθή· καὶ ἡ
λεγομένη δὲ μίλφωϲιϲ τῶν ταρϲῶν ἐϲτι πάθοϲ, ἐρυθροὶ γὰρ τούτοιϲ
εἰϲὶν οἱ ταρϲοὶ ἐοικότεϲ μίλτῳ τῇ χρόᾳ. οἱ δὲ κανθοὶ πεπόνθαϲι μὲν
κἀν τοῖϲ αἰγίλωψιν, ἀλλ' οὐ μόνοι. ἐγκανθίδεϲ δὲ καὶ ῥυάδεϲ μόνων
τῶν κανθῶν εἰϲι πάθη. περὶ δὲ τὸν κερατοειδῆ χιτῶνα ϲυνίϲταται
ἀχλὺϲ νεφέλιον ἄργεμον ἐπίκαυϲιϲ ἕλκωϲιϲ κοίλωμα βόθριον ῥῆξιϲ
πρόπτωϲιϲ ὀνύχια πύωϲιϲ φλύκταιναι ἄνθρακεϲ καρκινώδειϲ διαθέϲειϲ.
περὶ δὲ τὸν ῥαγοειδῆ χιτῶνα ϲυνίϲταται πάθη πρόπτωϲιϲ μυιοκέφαλα
ϲταφυλώματα ἧλοι μυδρίαϲίϲ τε ἡ καὶ πλατυκορία καλουμένη φθίϲιϲ
ϲύγχυϲιϲ παραϲπαϲμοὶ τῆϲ κόρηϲ· τὸ δὲ ὑπόχυμα ϲυνίϲταται κατ' αὐτὸ
τὸ τρῆμα τοῦ ῥαγοειδοῦϲ, τουτέϲτι κατὰ τὴν κόρην λεγομένην. ἀλλὰ
καὶ τὸ ὠοειδὲϲ ὑγρὸν πλεῖον ἑαυτοῦ γενόμενον ἢ παχύτερον ἐμποδίζει
τοῦ ἀκριβῶϲ ὁρᾶν καὶ μειούμενον δὲ ξηραίνει τὸ κρυϲταλλοειδὲϲ
ὑγρόν. ἡ δὲ γλαύκωϲιϲ λεγομένη ξηρότηϲ ἐϲτὶ ϲφοδρὰ τοῦ κρυϲταλ-
λοειδοῦϲ ὑγροῦ· ἡ δὲ ἀμαύρωϲιϲ ἔμφραξίϲ ἐϲτι τοῦ ὀπτικοῦ νεύρου,
ὡϲ μηδόλωϲ ὁρᾶν τὸν οὕτω παθόντα καθαρᾶϲ φαινομένηϲ τῆϲ κόρηϲ·
βεβλαμμένοι δέ εἰϲι τοὺϲ ὀφθαλμοὺϲ χωρὶϲ τοῦ φαίνεϲθαί τι φαῦλον
περὶ τοὺϲ ὀφθαλμοὺϲ καὶ οἱ νυκταλωπιῶντεϲ. ὅλων δὲ τῶν ὀφθαλμῶν
βλάβη φανερά ἐϲτιν ὁ ἐκπιεϲμὸϲ καλούμενοϲ· ἔϲτι δὲ προπέτεια τοῦ
ὀφθαλμοῦ οἷον ἔξω ἐγκειμένου. ἀρκτέον δὲ τῆϲ θεραπείαϲ ἀπὸ τῶν
ἁπλουϲτέρων τε καὶ ἐπιπολαίων ἐν ὀφθαλμοῖϲ νοϲημάτων.
3
Θεραπεία ταράξεωϲ. τὰϲ μὲν οὖν τῶν ὀφθαλμῶν ταράξειϲ ὑπό τε
καπνοῦ γιγνομέναϲ καὶ ἐγκαύϲεωϲ ἢ κονιορτοῦ ἤ τινοϲ ἑτέρου παρα-
πληϲίου θεραπεύϲειϲ ῥᾳδίωϲ πρῶτον μὲν κελεύων τὸν πάϲχοντα
ἀφίϲταϲθαι τῆϲ βλαπτούϲηϲ αἰτίαϲ, οἷον ἡλίου ἢ καπνοῦ ἤ τινοϲ
παραπληϲίου, ἔπειτα ἀπονίπτειν τὰϲ ὄψειϲ, πρότερον μὲν χλιαρῷ
ὕδατι γλυκεῖ, μετὰ δὲ ταῦτα καὶ ψυχρῷ καὶ τὴν αὐγὴν ἀποϲτρεφό-
μενοϲ καὶ μύων τοῖϲ ὀφθαλμοῖϲ· ἐπὶ τούτοιϲ γὰρ καθίϲταται μηδενὸϲ
ἑτέρου προϲενεχθέντοϲ, ἀλλὰ μόνον ἐνδεέϲτερον διαιτηθέντοϲ. ποτῷ
δὲ πλείονι χρῆϲθαι ἐπὶ τῶν ἐγκαύϲεων· εἰ γὰρ ὕπνοϲ ἐπιλάβοι βαθύ-
τεροϲ καὶ ὀφθαλμία τιϲ προϲδοκωμένη πεφθήϲεται, διὸ μηδὲ τῶν
λουτρῶν ἀπέχεϲθαι, διαιτᾶϲθαι δὲ ἀκριβέϲτερον. ἐπιμενούϲηϲ δὲ τῆϲ
διαθέϲεωϲ, ἡϲυχάζειν καὶ ἐπιχρίειν τὰ βλέφαρα τοῖϲ διὰ κρόκου ἢ
διαρρόδων κολλυρίοιϲ καὶ μάλιϲτα τῷ Νείλου διαρρόδῳ. τὰϲ δὲ λήμαϲ
καὶ τὰϲ ἐν νυκτὶ γιγνομέναϲ περὶ τὰ βλέφαρα κολλήϲειϲ διακαθαίρει
τε καὶ ὀνίνηϲι καλῶϲ ὀξύκρατον ὑδαρέϲτατον καὶ αὐτὸ τὸ ὕδωρ καθ'
αὑτὸ ψυχρὸν καταντλούμενον καὶ τῶν ξηρῶν τι προϲαγόμενον τῶν
ἀποδακρυτικῶν καὶ μάλιϲτα τὸ κροκῶδεϲ προκαταληπτικὸν καλούμενον.
4
Θεραπεία ἐπιπολαίου φλεγμονῆϲ ἐν ὀφθαλμοῖϲ Γαληνοῦ. φλεγμο-
νῆϲ δὲ ἐπιπολαίου γενομένηϲ τοῦ ἐπιπεφυκότοϲ ὑμένοϲ, ὀδύνηϲ
ϲφοδρᾶϲ μὴ παρούϲηϲ, ἀποκρουϲτικὰ παραληπτέον ἐπ' αὐτῶν κολλύρια,
πραΰνοντα τὸ ϲφοδρὸν αὐτῶν τῆϲ δήξεωϲ τῇ μίξει τοῦ ὠοῦ· ὡϲ τὸ
πολὺ γὰρ ἀρκεῖ τὸ λευκὸν τοῦ ὠοῦ μετὰ τῶν καλουμένων μονοημέρων
κολλυρίων ἐκθεραπεύειν τὰϲ ἐπιπολαίουϲ καὶ ἀρχομέναϲ ὀφθαλμίαϲ
χωρὶϲ μεγάληϲ φλεγμονῆϲ καὶ ϲφοδρᾶϲ ὀδύνηϲ· πολλάκιϲ γὰρ οὕτωϲ
ἐπράϋνε τὰϲ φλεγμονάϲ, ὡϲ εἰϲ ἑϲπέραν μὲν λουτρῷ χρήϲαϲθαι τὸν
ἄνθρωπον, ἐπὶ δὲ τῆϲ ὑϲτεραίαϲ τῷ ναρδίνῳ κολλυρίῳ πρὸϲ ἀποκατά-
ϲταϲίν τε καὶ τόνωϲιν ὑπαλείψαϲθαι· παραμιγνύειν δὲ τῷ ναρδίνῳ
παρὰ μὲν τὴν πρώτην ὑπάλειψιν ἐλάχιϲτόν τι τῶν ἀποκρουϲτικῶν,
κατὰ δὲ τὴν δευτέραν ἔτι βραχύτερον. ἐφ' ὧν μὲν οὖν ἐπικρατεῖ τὰ
ϲτύφοντα, πλεῖϲτον εἶναι δεῖ τὸ ὑγρὸν τοῦ ὠοῦ, βραχύτατον δὲ τοῦ
κολλυρίου· ἐφ' ὧν δὲ τὰ ϲυμπεπτικὰ ἐπικρατεῖ κολλύρια, οἷόν ἐϲτι
τὸ νάρδινον, παχυτέρῳ χρηϲτέον. πυρία δὲ προϲαγέϲθω τούτοιϲ διὰ
ϲπόγγου, μετρίωϲ μὲν ὀδυνωμένου, ἅπαξ ἢ δὶϲ τῇ ἡμέρᾳ· εἰ δὲ
ϲφοδροτέρα εἴη ἡ ὀδύνη, ἄμεινόν ἐϲτι καὶ πεντάκιϲ χρῆϲθαι. προϲέχειν
μέντοι καὶ τῇ εὐαιϲθηϲίᾳ καὶ δυϲαιϲθηϲίᾳ τοῦ θεραπευομένου ὀφθαλ-
μοῦ· ὅϲοι γὰρ ὀφθαλμοὶ κατὰ φύϲιν φλέβαϲ εὐρείαϲ ἔχουϲιν αἵματοϲ
μεϲτὰϲ καὶ ὅϲοι γλαυκοί, οὐδόλωϲ φέρουϲι τὴν ἐκ τῶν κολλυρίων
ϲτύψιν· ὅθεν ὑδαρέϲτερα ἐπὶ τούτων προϲακτέον τὰ κολλύρια.
5
Περὶ τῆϲ ἐπὶ πλήθει γιγνομένηϲ φλεγμονῆϲ καὶ χημώϲεωϲ ἐν
ὀφθαλμοῖϲ Ϲεβήρου ϲοφιϲτοῦ. πλήθουϲ δὲ ὑποκειμένου ἐν ὅλῳ τῷ
ϲώματι καὶ τῆϲ ἐν τοῖϲ ὀφθαλμοῖϲ φλεγμονῆϲ μεγάληϲ γιγνομένηϲ
καὶ ὀδύνηϲ ϲφοδρᾶϲ παρούϲηϲ, οὐκέτ' ἐπαρκεῖ ἡ τῶν κολλυρίων χρῆ-
ϲιϲ πρὸϲ τὴν τοιαύτην διάθεϲιν· ποικίληϲ οὖν δεόμεθα ἐπὶ τούτων
ἀγωγῆϲ. καὶ χρὴ τὰ πρῶτα καὶ μέγιϲτα βοηθήματα παραλαμβάνειν,
ὧν καὶ Ἱπποκράτηϲ ἐν τοῖϲ Ἀφοριϲμοῖϲ ἐμνημόνευϲεν εἰπών· “ὀφθαλ-
μῶν ὀδύναϲ ἀκρατοποϲίη ἢ λουτρὸν ἢ πυρίη ἢ φαρμακίη ἢ φλεβο-
τομίη λύει”· ἀλλ' οὐ τῷ αὐτῷ ἀνθρώπῳ ταῦτα πάντα κελεύει προϲάγε-
ϲθαι βοηθήματα, ἀλλὰ τούτῳ μὲν φλεβότομον, ἑτέρῳ δὲ καθαρτήριον,
ἄλλῳ δὲ τὴν πυρίαν, ἑτέρῳ δὲ τὸ λουτρὸν καὶ ἄλλῳ τὴν τοῦ οἴνου
πόϲιν. ἀρξώμεθα δὲ ἀπὸ τοῦ λουτροῦ.
6
Περὶ λουτρῶν τοῖϲ ὀφθαλμιῶϲιν. ἁρμόδιον τοίνυν τὸ λουτρόν,
ἐφ' ὧν φλεγμονὴ οἰδηματώδηϲ κατὰ τὸν ὀφθαλμὸν ὑπάρχει. ἔϲτι δὲ
τὸ οἴδημα τῷ μὲν ὄγκῳ ϲεϲομφωμένον, τῇ δὲ ἁφῇ μᾶλλον ψυχρότερον
καὶ τῷ χρώματι λευκόν· καὶ τὸ ἐπιρρέον ῥεῦμα ἀδηκτότερόν ἐϲτι καὶ
ἧττον θερμόν. ἀλλ' οὐδὲ ἡ κατ' αὐτὸν τὸν ὀφθαλμὸν χήμωϲιϲ
ὑπερέρυθρόϲ ἐϲτιν οὐδὲ περιτεταμμένη. ϲυνεδρεύει δὲ τὸ πάθοϲ τοῦτο
ἐν ἡλικίᾳ μᾶλλον πρεϲβυτικῇ καὶ ἐν ὥρᾳ χειμερινῇ ὡϲ ἐπίπαν καὶ
μᾶλλον γυναιξί, τοῖϲ καταπιμέλοιϲ, καὶ ϲυντόμωϲ εἰπεῖν πᾶϲι τοῖϲ
ψυχρὸν καὶ φλεγματικὸν τὸν ἐγκέφαλον ἔχουϲι ϲυμβαίνει ἡ οἰδηματώ-
δηϲ φλεγμονή. ὅταν οὖν πάντα τὰ εἰρημένα ϲημεῖα θεάϲῃ, θαρρῶν τὸ
λουτρὸν παραλάμβανε· εἰϲ τοϲοῦτον γὰρ ῥᾳϲτώνηϲ φέρει τὸν κάμνοντα,
ὡϲ ἑτέρου μὴ δεηθῆναι βοηθήματοϲ. χρονίζειν δὲ προϲήκει μᾶλλον ἐν
τῷ ἀέρι καὶ πυριᾶν τοὺϲ ὀφθαλμοὺϲ ἐπὶ πλεῖϲτον ξηροτέρᾳ πυρίᾳ
διὰ ϲπόγγων ἱκανῶϲ ἐκτεθλιμμένων· τοῦτο δὲ ποιῶν θεάϲῃ αἰϲθητῶϲ
τὸ οἴδημα ἐν τῷ θερμῷ ἀέρι ἀφανὲϲ γιγνόμενον καὶ ἐν τοϲούτῳ
τέλεον ἀπηλλαγμένουϲ τῆϲ διαθέϲεωϲ. εἰ δέ τι ἐγκαταλείπηται πρὸϲ
τὸ εἰϲ παντελῆ ἀποθεραπείαν ἐνέγκαι τὸν ἄνθρωπον, τῷ ναρδίνῳ
κολλυρίῳ μέλλοντι εἰϲιέναι ἐν τῷ βαλανείῳ ἐγχυματίζειν. εἰ δὲ μετρία
ϲοι φαίνοιτο ἡ ὀδύνη, καὶ παχύτερον τὸ κολλύριον παραλαμβάνειν,
προθερμάναϲ αὐτὸ δηλονότι ἐπ' ἀκόνηϲ, εἶτα λούϲαντα, ὡϲ εἴρηται,
καὶ ἐξελθόντα ἐπιμελῶϲ ϲπογγίζειν τὴν ὑγρότητα καὶ οὕτωϲ ἐπιχρίειν
τῷ αὐτῷ κολλυρίῳ παραφυλαττομένουϲ, μή τι αὐτοῦ παρεμπέϲῃ εἰϲ τὸν
ὀφθαλμόν· εἴωθε γὰρ μεγάλην βλάβην κινεῖν, ὅθεν οὐδὲ τοὺϲ ἱδροῦνταϲ
δεῖ ἐπιχρίεϲθαι· χύϲιϲ γὰρ τῶν ὑγρῶν ἐν τῷ βαλανείῳ γίγνεται καὶ
παρεμπεϲὸν τὸ κολλύριον καὶ δῆξίν τινα ἐμποιῆϲαν ἐπιϲύρει πρὸϲ τὸν
ὀφθαλμὸν τὰϲ ὕλαϲ ῥᾳδίωϲ καὶ διπλαϲιάζει τὰϲ φλεγμονάϲ. εἰ δὲ ϲυμ-
βαίνει μονιμωτέραν γενέϲθαι τὴν εἰρημένην διάθεϲιν καὶ τὴν τοῦ ῥεύ-
ματοϲ οὐϲίαν ἐπὶ τὸ ψυχρότερον ἀχθῆναι μᾶλλον, τὸ τηνικαῦτα παρα-
λαμβάνειν δεῖ ϲμήγματα τῆϲ κεφαλῆϲ ἐν τῷ λουτρῷ καὶ πάϲματα μετὰ
τὸ λουτρόν. καὶ πρῶτον μὲν τοῖϲ ἁπλοῖϲ κεχρῆϲθαι, εἰ δὲ ἐπιμένοι ἡ
αἰτία, καὶ ἐπὶ τὰ ϲύνθετα μεταβαίνειν, ὧν ἡ ὕλη τοιαύτη· δαφνίδεϲ,
νίτρον ὀπτὸν οἴνῳ ἐϲβεϲμένον ϲάμψυχον τρὺξ κεκαυμένη καὶ τὰ ὅμοια.
τὰ δὲ πάϲματα ἐπὶ τῶν γυναικῶν δεῖ μάλιϲτα παραλαμβάνειν τὰ
ϲυνήθη, οἷά ἐϲτι τὰ διὰ τῆϲ ἴρεωϲ ϲελίνου τε ϲπέρματοϲ καὶ κυπαρίϲ-
ϲου ϲφαιρίων καὶ τῶν ξηρῶν μύρων. δεῖ γὰρ μὴ ἀμέτρωϲ εἶναι θερμὰ
μηδὲ δριμέα τὰ προϲφερόμενα, ἀλλ' ἠπίωϲ θερμά, ϲυμμεμιγμένην ἔχοντα
ϲτύψιν. αἱ δὲ τούτων ϲυνθέϲειϲ ἤδη προείρηνται ἐν τῷ πρὸ τούτου λόγῳ.
ἐμβαλεῖν μὲν οὖν χρὴ τὰ μὲν ϲμήγματα ἐν τῷ λουτρῷ τῷ βρέγματι διαϲτέλ-
λοντα τὰϲ τρίχαϲ ἀπ' ἀλλήλων, ἵνα προϲομιλήϲῃ τῷ ϲώματι τὸ βοήθημα, καὶ
προϲτάττειν ἐν τῷ βαλανείῳ μύειν τὸ ϲτόμα, ἵνα διὰ τῶν μυκτήρων ϲφοδρῶϲ
ἐπιϲυρόμενοι τὸν θερμὸν ἀέρα θᾶττον μεταβάλλωϲι τὴν ὑποκειμένην ὕλην.
μετὰ δὲ τὸ λουτρὸν ἀπομάξαντα ἀκριβῶϲ τὰϲ τρίχαϲ ἐπιπάϲϲειν, ὡϲ εἴρηται,
τὰ πάϲματα. καὶ περὶ μὲν λουτρῶν ἐπὶ τοϲοῦτον· ῥητέον δὲ περὶ οἰνοποϲίαϲ.
7
Περὶ οἰνοποϲίαϲ. ὁ οἶνοϲ μεταβάλλει καὶ λεπτύνει τὰ πεπαχυϲμένα τῶν
ὑγρῶν, ἅτινα τὴν ἔμφραξιν τῇ κεφαλῇ ποιοῦϲι. ψυχρὰ δὲ ταῦτα πάντωϲ
καὶ πολλάκιϲ κατά τι ϲυμβεβηκὸϲ τὴν τούτων κένωϲιν ποιεῖται. προϲήκει
δὲ εἶναι τὸν οἶνον κιρρὸν τῷ χρώματι καὶ λεπτὸν τῇ ϲυϲτάϲει καὶ
μὴ πάνυ παλαιὸν μηδὲ ϲτύφοντα ϲφοδρῶϲ. διδόναι δὲ τὸν οἶνον τοῖϲ
ἐν ἔθει τούτου ὑπάρχουϲι, μάλιϲτα δὲ καὶ τοῖϲ ξηρὰν μᾶλλον ἔχουϲι
τὴν δυϲκραϲίαν καὶ τοῖϲ ψυχρὰν μᾶλλον ἐπικρατοῦϲαν ἔχουϲι· δοκεῖ
γὰρ κοινωνίαν τινὰ ἔχειν πρὸϲ τὸ λουτρὸν ὁ οἶνοϲ. ὅταν οὖν κενώ-
ϲεωϲ ὑγρῶν καὶ μεταβολῆϲ γένηται χρεία, τὸ λουτρὸν παραληπτέον,
ὅτε δὲ μεταβολῆϲ καὶ ἀναθρέψεωϲ καὶ ὑγράνϲεωϲ καὶ θερμάνϲεωϲ καὶ
μετρίαϲ κενώϲεωϲ οἴνου δεόμεθα. κεράϲαι οὖν δεῖ τὸν οἶνον ὕδατι
θερμῷ μὴ πολλῷ καὶ ἀκρατέϲτεροϲ ἔϲτω τῆϲ ϲυνήθουϲ κράϲεωϲ καὶ
τὸ ἐμβαλλόμενον ὕδωρ καθαρώτατον καὶ ἄκαπνον καὶ ἄοϲμον καὶ
ϲφόδρα ζέον, ἵνα καὶ λεπτομερέϲτερον ἑαυτοῦ γένηται καὶ ἐπαρκέϲῃ
εἰϲ τὴν τοῦ πλείονοϲ οἴνου κρᾶϲιν. ἔϲτω δὲ ἡ προϲαγομένη κύλιξ
πλατυτέρα καὶ πειράϲθω ὁ πάϲχων διανοίγειν τοὺϲ ὀφθαλμοὺϲ ἐν τῇ
πόϲει. οὕτωϲ γὰρ λυθείϲηϲ τῆϲ ϲφηνώϲεωϲ καὶ ἐπιρρυέντοϲ δακρύου
πολλοῦ φυϲικοῦ καὶ ὑγιεινοτάτου ἀπαλλαγήϲεται τῆϲ ὀδύνηϲ. παρ'
αὐτὰ γὰρ χαλῶνται τὰ βλέφαρα καὶ εὐκινητότερα ἐπ' αὐτῶν γίγνον-
ται καὶ κουφότερα. ἐπιβλέπειν δὲ χρὴ μή τι ἡ κεφαλὴ τοῦ ἀνθρώπου
εὐπαθὴϲ ὑπάρχῃ· πλήττεται γὰρ τῶν τοιούτων ῥᾳδίωϲ ἡ κεφαλὴ ὑπὸ
τῆϲ τοῦ οἴνου πόϲεωϲ. πρὸϲ δὲ τὸ λείψανον τῆϲ κακώϲεωϲ τοῦ ὀφθαλμοῦ
χρῆϲθαι δεῖ κολλυρίῳ, πρῶτον μὲν ἀδήκτῳ τε καὶ γλυκεῖ, οἷά ἐϲτι τὰ
ϲχετὰ καὶ τὰ τεφρὰ καὶ ϲποδιακά, ἐγχυματίζοντα. πρὸϲ τὸ καὶ τὴν
προϲγενομένην ταραχὴν ἐκθεραπεῦϲαι. καὶ ὅταν ἐν καταϲτάϲει οἱ
ὀφθαλμοὶ γένωνται καὶ τῆϲ πυρώϲεωϲ ἀπαλλαγῶϲι, τότε ἀποκρουϲτι-
κὸν κολλύριον προϲαγέϲθω, οἷόϲ ἐϲτιν ὁ Ἑρμόλαοϲ καὶ τὰ παραπλήϲια
τὰ τηκτὰ καλούμενα. ἐρεύθουϲ γὰρ ὄντοϲ καὶ φλεγμονῆϲ οὐ δεῖ τοῖϲ
ϲτύφουϲι κολλυρίοιϲ κεχρῆϲθαι· ἀποκλείϲαντεϲ γὰρ τῇ ϲτύψει τὸ
λείψανον τῆϲ ὕληϲ μεγεθοποιοῦϲι τὴν ὀδύνην. καὶ περὶ μὲν τῆϲ τοῦ
οἴνου πόϲεωϲ ἐπὶ τοϲοῦτον· ῥητέον δὲ περὶ φλεβοτομίαϲ.
8
Περὶ φλεβοτομίαϲ. προϲακτέον τοίνυν τὸ φλεβότομον, εἰ μηδὲν ἕτερον
κωλύοι τῶν πλειϲτάκιϲ προειρημένων, ἐπὶ τῆϲ τῶν ὀφθαλμῶν περιωδυνίαϲ,
ἐφ' ὧν πολλὴ μὲν ἡ διάταϲίϲ ἐϲτι τῶν ὀφθαλμῶν καὶ ἔρευθοϲ πολὺ καὶ
τῇ ἁφῇ ἀντιτυπία καὶ φλόγωϲιϲ καὶ δάκρυον πολὺ καὶ θερμὸν καὶ τὸ
λευκὸν τοῦ μέλανοϲ ὑψηλότερον φαίνεται καὶ χήμωϲιϲ κατὰ τὸν
κερατοειδῆ καὶ τὸν ἐπιπεφυκότα χιτῶνα, ὥϲτε ὑπὸ τῆϲ φλεγμονῆϲ
ϲφοδρᾶϲ γιγνομένηϲ τὰ βλέφαρα ἐκτραπῆναι ὡϲ μόγιϲ τοὺϲ ὀφθαλ-
μοὺϲ καλύπτεϲθαι, ὑπέρυθρόϲ τε φαίνεται ὁ ἐπιπεφυκὼϲ ὑμὴν καὶ ἐν
ὄγκῳ μείζονι γίγνεται καὶ τὸ πᾶν ϲῶμα πεπληρωμένον αἵματοϲ. τμη-
τέον δὲ μᾶλλον τὴν ἀνωτέραν ἐν τῷ ἀγκῶνι φλέβα τὴν ὠμιαίαν
καλουμένην καὶ μείζονα τὴν διαίρεϲιν ποιητέον, πρὸϲ τὸ καὶ τὸ
παχύτερον ἐν τῷ αἵματι κενωθῆναι καὶ ταχεῖαν τὴν λειποθυμίαν
γενέϲθαι, πρὸϲ τὴν καθαίρεϲιν τῆϲ ὀδύνηϲ καὶ τὴν ϲβέϲιν τῆϲ πυρώ-
ϲεωϲ. κενωθέντοϲ δὲ τοῦ παντὸϲ ϲώματοϲ ἀποθεραπεύειν τὸ λείψανον
τοῦ πάθουϲ κολλυρίοιϲ καὶ τῇ λοιπῇ ἐπιμελείᾳ. κολλυρίοιϲ δὲ ἁπαλοῖϲ
χρηϲτέον ἐπὶ τούτων, τοῖϲ ἀδήκτοιϲ λεγομένοιϲ, οἷά ἐϲτι τὰ κυκνάρια
καὶ τὰ Λιβιανά, ἐγχυματίζοντα ϲυνεχῶϲ ὑδαρεϲτέροιϲ θερμοῖϲ· πυρίαϲ
δὲ ἐπὶ τούτων οὐ πάνυ τι προϲακτέον, ἀλλὰ πράωϲ ἀποϲπογγίζειν
ὕδατι χλιαρῷ. τροφὰϲ δὲ δοτέον ἀδήκτουϲ εὐαναδότουϲ εὐκοιλίουϲ
οὐρητικάϲ, μηδὲν δριμὺ ἢ ἁλυκὸν ἢ παχύχυμον ἢ δύϲπεπτον κεκτη-
μέναϲ. μετὰ δὲ τὴν ἀποκατάϲταϲιν τῆϲ φλεγμονῆϲ τῷ ναρδίνῳ
ὑδαρεϲτάτῳ ἐγχυματίζειν μέχρι τελείαϲ ὑγείαϲ. καὶ περὶ μὲν φλεβοτο-
μίαϲ ἐπὶ τοϲοῦτον· ῥητέον δὲ ἐπὶ καθάρϲεωϲ.
9
Περὶ καθάρϲεωϲ· ἰδικὰ τοῦ ὀφθαλμοῦ ϲημεῖα, ἐξ ὧν διακρίνεται
τὸ νόϲημα. εἰ μήτε ἡλικία μήτε ὥρα μήτε ϲτομάχου μάλιϲτα ἀϲθένεια
ἢ ἑτέρου τινὸϲ τῶν ϲπλάγχνων μήθ' ἕτερόν τι μέγιϲτον κώλυμα εἴη,
παραλαμβάνειν τὴν κάθαρϲιν, ἐφ' ὧν λεπτὸν καὶ πολὺ τὸ δάκρυον
φέρεται ἢ ἁλυκὸν ἢ δριμὺ ἢ ψυχρὸν καὶ τὸ ϲύμπαν ϲῶμα κακόχυμον
καὶ ἡ κεφαλὴ περιττωματικὴ καὶ ἡ γαϲτὴρ ϲυνεχῶϲ ἐπεχομένη καὶ
πλῆθοϲ περιττωμάτων μοχθηρῶν ἐκ τούτου ἀθροίζουϲα καὶ περιωδυνία
ϲφοδρὰ πρόϲεϲτιν. ἐπὶ γὰρ τῶν φλεβοτομουμένων τὴν πληθώραν τοῦ
παντὸϲ ϲώματοϲ ὑφαιρούμεθα, ἐπὶ δὲ τῆϲ καθάρϲεωϲ τὴν κακοχυμίαν
φεύγομεν. ἡ δὲ τῶν καθαρτηρίων φύϲιϲ οὐ μία, ἀλλὰ πλείονεϲ· πρὸϲ
γὰρ τὸν πλεονάζοντα καὶ λυποῦντα χυμὸν ἐξαλλάττεται ἡ τῶν φαρμά-
κων ὕλη. εἰ μὲν οὖν γαϲτρὸϲ εἴη καὶ ϲυνεχὴϲ ἐπίϲχεϲιϲ, δοτέον αὐτοῖϲ
τὴν ἀλόην λειωθεῖϲαν μετὰ χυλοῦ κράμβηϲ καὶ ἀναπλαϲθεῖϲαν εἰϲ
καταπότια· εἰ δὲ φλέγμα μᾶλλον πλεονάζοι ἢ τὸ ὑδατῶδεϲ, δίδου τὸ
δι' εὐφορβίου καὶ πεπέρεωϲ καὶ ἁλῶν ἀμμωνιακῶν ϲκευαζόμενον· εἰ
δὲ χολὴ πλεονεκτεῖ, διδόναι τὴν δι' ἀλόηϲ πικρὰν προϲπλέκοντα τῇ
δόϲει ϲκαμμωνίαϲ λειοτάτηϲ γράμματα β̅ ἢ ἔλαττον πρὸϲ δύναμιν· εἰ
δὲ ὁ μελαγχολικὸϲ ἐπικρατεῖ χυμόϲ, προϲπλέκειν τῇ δόϲει ἐπιθύμου
γράμματα Ϛ̅ καὶ ϲκαμμωνίαϲ ὀβολοὺϲ γ̅. μετὰ δὲ τὴν διὰ τοῦ καθαρτη-
ρίου γιγνομένην ἱκανὴν κένωϲιν, εἰ μὲν ἁπλῆ καὶ ἀτραυμάτιϲτοϲ εἴη ἡ
διάθεϲιϲ, τοῖϲ ϲτύφουϲι κολλυρίοιϲ κεχρῆϲθαι, οἷόϲ ἐϲτιν ὁ Ἑρμόλαοϲ καὶ
τὰ παραπλήϲια ϲτατικὰ λεγόμενα καὶ ἀποκρουϲτικὰ καὶ τούτων δι' ἐγχυ-
ματιϲμῶν παραλαμβανομένων. εἰ δὲ ϲυμβῇ τραυματιϲθῆναι τὸν ὀφθαλμόν,
τοῖϲ ἁπαλοῖϲ καὶ ἀδήκτοιϲ χρηϲτέον, οἷά ἐϲτι τὰ κυκνάρια καὶ τὰ Λιβιανά. ὁ
μὲν οὖν πρὸϲ τὴν παροῦϲαν χρείαν ϲκοπὸϲ τοῦ ἀφοριϲμοῦ Ἱπποκράτουϲ ἤδη
προείρηται, τουτέϲτιν ὅπωϲ δεῖ πρὸϲ τὰϲ μεγίϲταϲ ὀδύναϲ καὶ φλεγμονὰϲ
ὀξέωϲ ἐνίϲταϲθαι. ἐπειδὴ δὲ ἐπὶ πολλῶν παραλαμβάνεται τὰ μέγιϲτα βοηθή-
ματα, μάλιϲτα φλεβοτομία καὶ κάθαρϲιϲ, ϲκοπητέον ὅπωϲ τοὺϲ τοιούτουϲ
μεταχειρίζεϲθαι· ϲὺν τοῖϲ καθολικοῖϲ τοίνυν ϲημείοιϲ τοῖϲ προειρημέ-
νοιϲ καὶ ἰδικά τινα κατὰ τὸν ὀφθαλμόν ἐϲτιν ἰδεῖν ϲημεῖα πᾶϲαν αὐτοῦ
τὴν νόϲον ἐξελέγχοντα· λῆμαί τε γὰρ καὶ δάκρυον ἐπιφαίνεται, ποτὲ
μὲν καὶ κολλῶδεϲ καὶ παχύ, ποτὲ δὲ καὶ λεπτὸν καὶ ϲυντόμωϲ ῥέον,
καὶ ἄλλοτε μὲν ἁλμυρόν, ἄλλοτε δὲ δριμὺ καὶ δακνῶδεϲ, καὶ ποτὲ
μὲν θερμόν, ποτὲ δὲ ψυχρόν. ἐν ἀρχῇ δὲ τῆϲ ὀφθαλμίαϲ εὐθὺϲ ἡ
λήμη φανεῖϲα μᾶλλον ἀπεψίαϲ ἐϲτὶ γνώριϲμα καὶ χρονίαν τὴν ὀφ-
θαλμίαν γίγνεϲθαι ϲημαίνει. δεῖ οὖν ἐπὶ τούτων παρηγορικῶϲ θερα-
πεύειν γλυκέϲι κολλυρίοιϲ δι' ἐγχυματιϲμῶν καὶ τῆϲ λοιπῆϲ ἀγωγῆϲ,
ἵνα τῷ χρόνῳ ἡ ϲύμπεψιϲ ἀληθὴϲ γένηται. τὰ γὰρ ἀποκρουϲτικὰ
κολλύρια ὡϲ ἐπίπαν ψυχρότερα ὄντα τῇ δυνάμει πίληϲιν ἢ πύκνωϲιν
τῶν ϲωμάτων ἢ τῶν πόρων, πίληϲιν μὲν τῶν ϲωμάτων, πύκνωϲιν δὲ
τῶν πόρων ποιεῖται καὶ ἀποκλείοντα τὰϲ ὕλαϲ φλεγμονὰϲ μεγίϲταϲ
καὶ ὀδύναϲ χαλεπὰϲ ἐπιφέρει, ἐνίοτε δὲ καὶ ῥῆξιν τοῦ κερατοειδοῦϲ
χιτῶνοϲ διὰ τὴν ἐκ τῶν ὑγρῶν περίταϲιν, καὶ μάλιϲτα ἐρεύθουϲ ὄντοϲ
καὶ φλεγμονῆϲ καὶ πλήθουϲ ὕληϲ ὑποκειμένου ἐν τοῖϲ ὀφθαλμοῖϲ·
τοιαῦτα δέ ἐϲτι κολλύρια τὰ διὰ πλείονοϲ ὀπίου καὶ ἀκακίαϲ ϲκευαζό-
μενα, οἷόϲ ἐϲτιν ὁ Ἀντωνῖνοϲ καὶ ὁ Ἑρμόλαοϲ καὶ τὰ πηλάρια καλούμενα
καὶ τὰ τούτοιϲ παραπλήϲια. τινὲϲ γὰρ ἐπὶ πλεῖον τῷ Ἀντωνίνου κολλυρίῳ
χρηϲάμενοι μετὰ τῆϲ προϲθήκηϲ τῶν ὀδυνῶν καὶ τὴν ὀπτικὴν ἠδίκηϲαν
δύναμιν· τῇ γὰρ ἀμέτρῳ ψύξει νέκρωϲιν μᾶλλον τοῦ μορίου εἰργάϲαντο.
10
Περὶ πυρίαϲ. πυρίᾳ μὲν οὖν χρηϲτέον πολλῇ, εἴ γε μάλιϲτα ἐν
ἀρχῇ ὀφθείη ἡ παχυτάτη λήμη, πρὸϲ τὸ ἀπολεπτύνειν αὐτήν. λουτροῦ
δὲ παντάπαϲιν ἀπέχεϲθαι, ἐνίοτε δὲ καὶ οἴνου, καὶ τροφὰϲ διδόναι
ὀλίγαϲ καὶ εὐκοιλίουϲ καὶ λεπτυνούϲαϲ. εἰ δὲ ϲκληροκοίλιοι εἶεν, καὶ
κλύζειν ϲεύτλων καὶ πιτύρων ἀφεψήματι ϲὺν μέλιτι καὶ ἁλϲί· καὶ
διαχριϲτέον τὸ ϲτόμα τῇ διὰ μόρων πρὸϲ τὴν τῆϲ ὕληϲ κένωϲιν ἤ
τινι διακλύϲματι ἀποφλεγματίζειν· οἱ πλείουϲ γὰρ εὐπαθεῖϲ ἔχοντεϲ
τοὺϲ ϲιαγονίταϲ μύαϲ δυϲφόρωϲ πρὸϲ τὴν μάϲηϲιν ἔχουϲι. μετὰ ταῦτα
δέ, καθὼϲ προείρηται, τοῖϲ ἁπαλοῖϲ κολλυρίοιϲ ἐγχυματίζειν. καὶ εἰ
μὲν θερμὴ διάθεϲιϲ εἴη, τοῖϲ Λιβιανοῖϲ καλουμένοιϲ χρηϲτέον, οἷόν
ἐϲτι τὸ ὑφ' ἡμῶν πρὸϲ τὰϲ τοιαύταϲ διαθέϲειϲ δεδοκιμαϲμένον, ἐν δὲ
τοῖϲ τοῦ Ἡρᾶ τόμοιϲ ἀναγεγραμμένον. τοῦτο δὲ καὶ τεφρὸν πρὸϲ
αὐτοῦ ὠνόμαϲται, πομφόλυγοϲ μὴ λαμβάνον. ὅθεν καὶ ἡμεῖϲ ἐπελεξά-
μεθα τὴν τούτου γραφήν· ὁ γὰρ πομφόλυξ ϲπανίωϲ μὲν εὑρίϲκεται,
ἑτοίμωϲ δὲ νοθεύεται.
11
δοκιμαϲία πομφόλυγοϲ. ἔϲτι δὲ τῷ χρώματι τὸ κάλλιϲτον οὐ
λευκόν, ἀλλὰ μᾶλλον ἐπὶ τὸ πελιδνότερον ῥέπον. δοκιμαϲία δὲ αὐτοῦ
ἀρίϲτη· ἐπ' ἀνθράκων ἐπιπαττόμενοϲ χρυϲίζουϲαν τοῦ πυρὸϲ τὴν ἰδέαν
ἀπεργάζεται. χρηϲτέον οὖν τῷ τεφρῷ καλουμένῳ κολλυρίῳ πρὸϲ τὴν
ὑπὸ θερμοῦ χυμοῦ ϲυνιϲταμένην ὀφθαλμίαν· εἰ δὲ μὴ παρείη τοῦτο,
τινὶ τῶν ἄλλων Λιβιανῶν χρηϲτέον ἢ τῷ κυκναρίῳ. εἰ δὲ φλεγμονὴ
παρείη μετὰ δακρύου θερμοῦ ἐπιρροῆϲ, τὸ ἑκατοντάρχιον ὑδαρέϲτερον
ἐγχυματίζειν ϲυμφέρει, εἰ μὴ ἡλκωμένοϲ εἴη ὁ ὀφθαλμόϲ. καὶ εἰ μὲν
ἡ φλεγμονὴ ἐπικρατεῖ, προϲπλέκειν τῷ ἑκατονταρχίῳ τινὰ τῶν ἀϲτύ-
φων κολλυρίων· εἰ δὲ τὸ ῥεῦμα μᾶλλον ἐπικρατεῖ, αὐτὸ καθ' αὑτὸ
ὑδαρέϲτατον ἐγχυματιζέϲθω. πάντων δὲ κρεῖττον ποιεῖ, ἐφ' ὧν λῆμαί
εἰϲι παχεῖαι καὶ γλίϲχραι, τὸ δι' οἴνου ἰϲόθεον ἐπιγραφόμενον μετὰ
τοῦ λευκοῦ τοῦ ὠοῦ ἐγχυματιζόμενον ὑδαρέϲτατον, ὡϲ χρωϲθῆναι
μόνον τῷ κολλυρίῳ τὸ ὠόν· καὶ γὰρ ταχίϲτην ἀπαλλαγὴν φέρει
χωρὶϲ ἑτέρου τινὸϲ βοηθήματοϲ. μετὰ δὲ τὴν τῶν κολλυρίων χρῆϲιν,
εἰ μὲν νύξεώϲ τινοϲ ἢ δήξεωϲ ἢ θερμαϲίαϲ ἐπαιϲθάνοιντο, τῷ λευκῷ
τοῦ ὠοῦ ψιλῷ ἐγχυματίζειν θερμανθέντι. φερόμενον γὰρ τὸ δάκρυον
ἐκ τῶν ὑπερκειμένων μερῶν πρὸϲ τῷ βλεφάρῳ τὴν ϲύϲταϲιν ποιεῖται
καὶ φανταϲίαν ψάμμου ἐνδείκνυται. καί τινεϲ τῶν ἰατρῶν πιϲτεύϲαντεϲ
τοῖϲ ὑπὸ τοῦ κάμνοντοϲ λεγομένοιϲ, ὡϲ εἶναί τι ὑπὸ τὸ βλέφαρον
ψαμμίον, εἶτα ϲτρέψαντεϲ ϲπόγγῳ ὑποξέουϲι τὸ βλέφαρον καὶ δοκοῦϲι
μὲν πρὸϲ τὸ παρὸν τῆϲ ὑπονοίαϲ ἀπαλλάττειν τὸν πάϲχοντα, ὕϲτερον
δὲ μεγίϲτηϲ βλάβηϲ αὐτῷ πρόξενοι γίγνονται· τραχύνοντεϲ γὰρ τὸ
βλέφαρον, διπλαϲιάζουϲι τὸ νυγματῶδεϲ ἄλγημα. δεῖ οὖν μὴ πάνυ τοῖϲ
παρὰ τῶν καμνόντων λεγομένοιϲ προϲέχειν· ἐπιθολούμενοι γὰρ ταῖϲ
ὀδύναιϲ ἀγνοοῦϲι τὸ βλάπτον. προϲήκει οὖν μετὰ τὴν τοῦ κολλυρίου
χρῆϲιν πυριᾶν δαψιλέϲτερον. διάλυϲιϲ γὰρ ἔϲται τῆϲ ἐντάϲεωϲ τοῦ
δακρύου. ἔπειτα τῷ ψιλῷ λευκῷ τοῦ ὠοῦ ἐγχυματίζειν προθερμανθέντι·
παρ' αὐτὰ γὰρ ἀπαλλάττονται τῆϲ νύξεωϲ.
Περὶ τοῦ λευκοῦ τοῦ ὠοῦ. ἀραιοῖ μὲν γὰρ τοὺϲ πόρουϲ τὸ τοῦ
ὠοῦ λευκὸν καὶ τῇ γλιϲχρότητι ῥᾳδίωϲ ἐκκενοῖ τὸ δάκρυον καὶ ἐμπλάτ-
τει τοὺϲ πόρουϲ καὶ κατακεράννυϲι τὴν τῶν ὑγρῶν δριμύτητα καὶ τὴν
αὐτῶν λεπτότητα πρὸϲ τὴν οἰκείαν παχύτητα μεταβάλλει· καὶ ϲυντό-
μωϲ φάναι, κἄν τε νύξιϲ παρενοχλῇ κἄν τε μή, ἐγχυματίζειν τῷ ὠῷ
καθ' ἑαυτὸ μετὰ τὴν τῶν κολλυρίων χρῆϲιν ϲυμφέρει· ἀποϲμήχει μὲν
γὰρ πᾶϲαν· τὴν ἐνοῦϲαν ϲαπρίαν· καὶ γὰρ ἡ τῶν κολλυρίων οὐϲία,
ὅπωϲ ἂν ᾖ λεπτομερὴϲ ὑφιζάνουϲα τοῖϲ τε χιτῶϲι τῶν ὀφθαλμῶν
καὶ τοῖϲ βλεφάροιϲ, φέρει τινὰ τραχύτητα· καὶ ταύτην προϲπελάζουϲαν
τῷ ὀφθαλμῷ οὐκ ἀγαθὴν νομιϲτέον.
12
Περὶ τῶν γάλα ἐγχυματιζόντων τοὺϲ φλεγμαίνονταϲ ὀφθαλ-
μούϲ. τινὲϲ δὲ βουλόμενοι ἀμβλῦναι τὴν ὀδύνην ἢ γλυκᾶναι τὴν
δριμύτητα, γάλακτι ἀντὶ ὠοῦ ἐγχυματίζουϲιν, ἔλαθον δὲ αὑτοὺϲ ἀντὶ
μικρᾶϲ παραμυθίαϲ χρονίαϲ διαθέϲεωϲ τῷ πάϲχοντι πρόξενοι γιγνό-
μενοι. τὸ αὐτὸ γὰρ πάϲχουϲι τοῖϲ τραῦμα λιπαίνουϲι καὶ τὰ ὑπερ-
ϲαρκώματα ἐπαύξουϲιν· ἀλλὰ καὶ εὐαλλοίωτον ὑπάρχον τὸ γάλα ὑπὸ
τῆϲ παρὰ φύϲιν ἐν τῷ ὀφθαλμῷ θερμαϲίαϲ ἐπὶ τὸ δριμύτερον παρα-
χρῆμα μεταβάλλεται. καὶ περὶ μὲν τῆϲ θερμῆϲ ὀφθαλμίαϲ καὶ ἀτραυ-
ματίϲτου ἱκανὰ τὰ εἰρημένα, ἑπομένωϲ δὲ περὶ τῆϲ ψυχρᾶϲ ῥητέον.
13
Περὶ τῆϲ κατὰ τοὺϲ ὀφθαλμοὺϲ ψυχρᾶϲ δυϲκραϲίαϲ. ἐπὶ δὲ τῆϲ
ἐν τοῖϲ ὀφθαλμοῖϲ ψυχρᾶϲ δυϲκραϲίαϲ ἧττον τῆϲ θερμῆϲ οἱ πόνοι
γίγνονται· χρονίζει δὲ μᾶλλον ἐν τῇ θεραπείᾳ καί, εἰ ἐπιγένοιτο ἐπὶ
τούτων φλεγμονή, οἰδηματῶδεϲ γίγνεται καὶ οἱονεὶ μολιβδῶδεϲ τὴν
χροιάν. ὡϲ ἐπίπαν δὲ τούτοιϲ ὁ ὀφθαλμὸϲ οὐ πάνυ τεταραγμένοϲ
οὐδὲ ἐνερευθὴϲ εὑρίϲκεται, δάκρυον δὲ αὐτοῖϲ ἀπορρεῖ διὰ τοῦ μικροῦ
κανθοῦ, ἔϲθ' ὅτε δὲ καὶ διὰ τοῦ μεγάλου, βραχύτατον καὶ ψυχρότα-
τον· προβαίνοντοϲ δὲ τοῦ χρόνου καὶ ὑποφλεγμαίνει τὰ βλέφαρα καὶ
νυγμοὶ παρακολουθοῦϲι. ϲυνίϲταται δὲ τὸ πάθοϲ, φλεγματικῶν καὶ
ψυχρῶν ἐν τῇ κεφαλῇ πλεοναϲάντων, ἐνίοτε δὲ καὶ ἀέρι ψυχρῷ
ἐνδιατριψάντων καὶ μάλιϲτα μετὰ βαλανεῖον. τούτοιϲ μὲν οὖν εὐκαίρωϲ
προκεκενωμένοιϲ κλυϲτῆρι τὴν κοιλίαν καὶ τὸ λουτρὸν προϲαγέϲθω,
ἀλλὰ καὶ οἶνον δοτέον, καθὼϲ πρὸ βραχέων ἐν τῇ τοῦ Ἱπποκρατείου
ἀφοριϲμοῦ ἐξηγήϲει προείρηται. ἐγχυματιϲτέον δὲ αὐτοὺϲ ἀρχομένηϲ
τῆϲ ὀφθαλμίαϲ τῷ ναρδίνῳ Ζωίλου ὑδαρεϲτέραν τὴν ϲύϲταϲιν ποιοῦν-
τεϲ ἐν τῇ ἀνέϲει· καὶ ὅϲον ὑπομειοῦται τὰ τοῦ δακρύου, παχύνειν
καὶ τὴν τοῦ κολλυρίου ϲύϲταϲιν. ἔϲται δέ ϲοι οὗτοϲ καθολικὸϲ ὅροϲ
τῆϲ κατὰ τοὺϲ ὀφθαλμοὺϲ θεραπείαϲ τὸ τῇ μειώϲει τῶν ἐπιφερομένων
παχύνειν τὴν τῶν προϲαγομένων κολλυρίων ϲύϲταϲιν, παρακμαζούϲηϲ
δὲ τῆϲ ὀφθαλμίαϲ ὕδατι ἀνέϲαντεϲ τὸ νάρδινον ὑπαλείφειν τῷ πυρῆνι
τῆϲ μήληϲ τὸ βλέφαρον.
14
Περὶ ἐμφυϲήματοϲ ἐκ τῶν Δημοϲθένουϲ. ἐμφυϲᾶϲθαι τὸν ὀφθαλμὸν
λέγουϲιν, ὅταν χωρὶϲ φανερᾶϲ αἰτίαϲ οἰδήϲαϲ ὁ ὀφθαλμὸϲ ἀχρούϲτερόϲ
τε καὶ φλεγματωδέϲτεροϲ καὶ κνηϲμώδηϲ ἰϲχυρῶϲ μετὰ ῥεύματοϲ
γένηται· ϲυμβαίνει δὲ τοῦτο ὡϲ ἐπίπαν τοῖϲ πρεϲβυτέροιϲ μάλιϲτα,
ἀπὸ τοῦ πρὸϲ τῇ ῥινὶ κανθοῦ τοῦ κνηϲμοῦ ἀρχομένου, ὥϲπερ ὑπὸ
μυίαϲ ἢ κώνωποϲ δήγματοϲ· πλεονάζει δὲ ἐν θέρει. θεραπευτέον δὲ
πυριῶντα διὰ ϲπόγγου, εἶτα ὑπόχριε ἔνδοθεν τὸ βλέφαρον μέλι〈τι〉
κατ' ἰδίαν καὶ μετὰ κρόκου λείου· καὶ ἡ Ἐραϲιϲτράτειοϲ δὲ πάγχρη-
ϲτοϲ ὑγρὰ εὐθετεῖ· ἐπιχρίειν δὲ καὶ ἔξωθεν τὰ βλέφαρα τῷ μέλιτι.
ϲυμφέρει δὲ καὶ κενοῦν τὴν κοιλίαν, εἶτα καὶ λούειν καὶ καταχεῖν
κατὰ τῆϲ κεφαλῆϲ εὔκρατον θερμὸν ὕδωρ. καὶ μετὰ τὸ λουτρὸν οἶνον
διδόναι· ἐπὶ δὲ τῶν ἄγαν κνηϲμωδῶν, εἰ ἐπιτρέποι ἡ ἡλικία καὶ τὰ
ἑξῆϲ καὶ μηδὲν ἕτερον ἀντιπράττοι, φλεβοτομεῖν ἀπ' ἀγκῶνοϲ ἢ
προκενώϲαντα τὴν κοιλίαν καθαίρειν· καὶ θάλαϲϲα δὲ ἡ θερμὴ ὠφελεῖ
καταντλουμένη μάλιϲτα χειμῶνοϲ.
15
Περὶ οἰδήματοϲ. οἰδαίνειν τὸν ὀφθαλμὸν λέγουϲιν, ὅταν ϲυμβῇ
ἐπῆρθαι τὸ βλέφαρον ἔξωθεν καὶ ἀχρούϲτερον εἶναι καὶ βαρύτερον
καὶ δυϲκινητότερον καὶ ὠχρότερον φαίνεϲθαι. ἐνίοτε δὲ καὶ τὸ λευκὸν
τοῦ βλεφάρου ὑπεραίρει ἐπὶ ποϲὸν τοῦ μέλανοϲ· ἔϲτι δὲ ὅτε ϲομφὸν
οἴδημα ἔξωθεν περὶ τὸ βλέφαρον γίγνεται, ὃ πιεζόμενον τῷ δακτύλῳ
ταχέωϲ ὑποχωρεῖ καὶ ταχέωϲ ἀναπληροῦται. καί ἐϲτιν ἄπονον ὡϲ ἐπὶ
τὸ πολὺ καὶ ὁμόχρουν τῷ κατὰ φύϲιν, γίγνεται δὲ ὡϲ ἐπίπαν ὑπὸ
ῥεύματοϲ ὑδαροῦϲ. θεραπευτέον δέ, ὅϲα ἔξωθεν περὶ τὰ βλέφαρα μόνα
ἐϲτὶν οἰδήματα, χωρὶϲ τῆϲ τοῦ ὀφθαλμοῦ ϲυμπαθείαϲ προκενωθείϲηϲ
τῆϲ κοιλίαϲ κλυϲτῆρι τοῖϲ ἐπιχρίϲτοιϲ μόνοιϲ προπυριάϲαντα διὰ
ϲπόγγων. τὰ δὲ ϲομφὰ οἰδήματα καὶ ὁμόχροα προκενώϲαντα ὁμοίωϲ
τὴν κοιλίαν καὶ πυριάϲαντα, μέλιτι ὑποχρίειν ἔνδοθεν τὸ βλέφαρον·
ὠφελοῦνται δὲ καὶ οὗτοι ὑποχριόμενοι τῇ Ἐραϲιϲτράτου ὑγρᾷ. χρηϲτέον
δὲ ἐπ' αὐτῶν καὶ ἀποφλεγματιϲμοῖϲ διὰ μέλιτοϲ ἑφθοῦ καὶ ϲταφίδοϲ
ἡμέρου καὶ θύμου καὶ γλήχωνοϲ· τὰ δὲ δριμύτερα παραιτητέον, καθάπερ
ϲταφὶϲ ἀγρία καὶ τὰ ὅμοια. ἐφ' ὧν δὲ καὶ ὀφθαλμὸϲ ϲυμπέπονθε τῷ
βλεφάρῳ, προκενώϲαντα τὴν κοιλίαν καὶ ἐν ἀϲιτίᾳ τηρήϲαντα πυριᾶν
ϲπόγγοιϲ· ἐνίοτε δὲ καὶ προκαταντλήϲει τοῦ προϲώπου χρῆϲθαι, καὶ
μάλιϲτα ἐφ' ὧν κνηϲμὸϲ παρέπεται· εἶτα ἀψινθίῳ λείῳ ἢ ὑϲϲώπῳ
μετὰ μέλιτοϲ ἐπιχρίειν ἄνωθεν τὸ βλέφαρον. ἐὰν δὲ ὁ χρὼϲ ἀϲθενὴϲ
ὑπάρχῃ, φακὸν ἑψήϲαϲ καὶ δι' ἠθμοῦ μαγειρικοῦ ἢ διὰ κοϲκίνου ἢ
ῥάκουϲ ἀραιοῦ ἐκθλίψαϲ καὶ μέλιτι μίξαϲ τὸ ἀπόθλιμμα ἐπίχριε· ἐὰν
δὲ θέροϲ ᾖ, κρόκον μετὰ οἰνομέλιτοϲ περιχρίειν ἢ διὰ χυλοῦ κόρεωϲ ἢ
ϲτρύχνου ἢ ϲέρεωϲ ποιεῖ δὲ καὶ τὸ γλαύκιον. τὸν δὲ ὀφθαλμὸν ὑπο-
χρίειν τῇ Ἐραϲιϲτράτου ὑγρᾷ ἤ τινι ἑτέρῳ ὑγραϲίαν πλείϲτην ἐκ τῶν
ὀφθαλμῶν ἄγειν δυναμένῳ.
16
Περὶ ϲκιρρώδουϲ οἰδήματοϲ. γίγνεται δὲ καὶ ϲκιρρώδη οἰδήματα
περὶ τὸν ὀφθαλμὸν ἔξωθεν ὡϲ ἐπίπαν ἀντίτυπα καὶ ϲκληρά, προϲερχό-
μενα μέχρι μήλων καὶ τῶν ὀφρύων· μάλιϲτα δὲ τοῦτο ἐπιϲυμβαίνει
ἐκ τῶν ἀνθρακώϲεων καὶ τῶν πολυχρονίων ὀφθαλμιῶν· πλεονάζει δὲ
μάλιϲτα γυναιξί. δεῖ οὖν, ἐὰν μὲν τὰ βλέφαρα ἅμα ἔνδοθεν παχυνθῇ,
ἐκϲτρέφυντα παρατρίβειν κατὰ τὸ ἔθοϲ τοῖϲ τραχωματικοῖϲ κολλυρίοιϲ·
ἐὰν δὲ ἔξωθεν ᾖ μόνον ἡ διάθεϲιϲ, μηδόλωϲ ὑποχρίειν τὸν ὀφθαλμὸν
ἀλλὰ τρῖψιν παραλαμβάνειν τοῦ παντὸϲ ϲώματοϲ καὶ αὐτοῦ τοῦ
ϲκιρρωθέντοϲ μέρουϲ. μετὰ ταῦτα κελεύοντα μύειν τὸν ὀφθαλμὸν
ἀνατρίβειν ἄκροιϲ τοῖϲ τέτραϲι δακτυλίοιϲ πλείονι χρόνῳ, εἶτα ἐπιχρίειν
τῷ ὑποκειμένῳ κολλυρίῳ· λιβάνου 𐅻 Ϛ̅ κόμμεωϲ 𐅻 Ϛ̅ ϲτυπτηρίαϲ
ϲχιϲτῆϲ 𐅻 α̅ ϲιδίων 𐅻 α̅, λείοιϲ ὕδατι περίχριε καὶ ἔα ξηραίνεϲθαι·
ἑϲπέραϲ δὲ ὀθόνιον μαλακὸν καὶ ἔριον ἐπιδέϲμει, ἐὰν δὲ καρτερῶϲι,
καὶ ἡμέραϲ· περιπάτῳ δὲ χρῆϲθαι πλείονι ἠρεμαίῳ· παραιτεῖϲθαι δὲ
βαλανεῖα καὶ ἡλιώϲειϲ καὶ τὰ λοιπὰ πυριατήρια, ὄϲπριά τε καὶ
τραγήματα θυμούϲ τε καὶ κατοχὰϲ πνεύματοϲ καὶ ἐμέτουϲ καὶ ϲυνου-
ϲίαϲ περιίϲταϲθαι.
17
Κοινὴ θεραπεία τῶν ἐν ὀφθαλμοῖϲ ἑλκῶν. ἑλκοῦται ὁ ὀφθαλμόϲ,
ὁτὲ μὲν ἔξωθέν τινοϲ προϲπίπτοντοϲ, ὁτὲ δὲ ἐξ ἐπιφορᾶϲ ὑγρῶν ἢ
ἀναβρώϲεωϲ, εἴτε τοῦ ἐπιπεφυκότοϲ ὑμένοϲ εἴτε τοῦ κερατοειδοῦϲ ἢ
τῶν βλεφάρων ἢ τῶν κανθῶν. θεραπευτέον δὲ καθόλου κοινῶϲ πάντα
τὰ ἐν ὀφθαλμῷ ὁπωϲοῦν γιγνόμενα ἕλκη, πρὸ πάντων τοῦ ὅλου
ϲώματοϲ προνοοῦνταϲ ὅπωϲ τὸ πλεονάζον ἐν τῇ ἕξει ϲυναναιρεθῇ
διὰ φλεβοτομίαϲ ἢ καθάρϲεωϲ ἢ κλυϲτῆροϲ. εἰ δὲ καὶ πάντων τούτων
ἡ περίϲταϲιϲ δέοιτο, πᾶϲι χρηϲτέον. τὴν δὲ δίαιταν τυποῦν ἐναντίαν
τῷ ἐνοχλοῦντι, τὸ μὲν λεπτὸν ῥεῦμα παχύνονταϲ, τὸ δὲ παχὺ λεπτύ-
νονταϲ, τὸ δὲ γλίϲχρον τέμνονταϲ, τῶν δὲ διεφθορότων καὶ δριμέων
ἐπίκραϲιν ἐργαζομένουϲ καὶ πάντοθεν τὴν κατὰ φύϲιν εὐκραϲίαν τῷ
κάμνοντι ποριζομένουϲ. τὴν δὲ κοιλίαν εὔλυτον ἀεὶ ταῖϲ τροφαῖϲ
ποιητέον τρίψει τε πλείονι χρηϲτέον τῶν κάτω μερῶν καὶ περιπάτοιϲ
πλείοϲιν ἠρεμαίοιϲ· ὑδροποϲίᾳ δὲ χρηϲτέον καὶ ϲπανιώτατα λούειν.
κολλυρίοιϲ δὲ ἁπαλοῖϲ ἐγχυματίζειν τὸν ὁπωϲοῦν ἡλκωμένον ὀφθαλμόν,
οἷόϲ ἐϲτιν ὁ ἀϲτήρ, εὐδοκιμώτατον πρὸϲ ἕλκη φάρμακον καὶ τὰ λευκὰ
δὲ τὰ κυκνάρια ἐκ τῆϲ χρόαϲ προϲαγορευόμενα καὶ μάλιϲτα τὰ διὰ
χυλοῦ τήλεωϲ ϲκευαζόμενα. εἰ δὲ ῥυπαρὸν εἴη τὸ ἕλκοϲ, μετὰ χυλοῦ
τήλεωϲ ἀνιέναι τὰ κολλύρια χρὴ καὶ οὕτωϲ ἐγχυματίζειν· τὸ γὰρ
γλίϲχρον αὐτῆϲ ῥᾳδίαν τὴν ἀποβολὴν ποιεῖται τοῦ ῥύπου· κέκτηται
δὲ ϲὺν τῷ γλίϲχρῳ καὶ χαλαϲτικὴν δύναμιν, ὥϲτε πολλάκιϲ ἐπὶ τῶν
ἑλκῶν αὐτῷ μόνῳ τῷ τῆϲ τήλεωϲ χυλῷ χρηϲάμενοι ἠνύϲαμεν τὸ
δέον. εἰ δὲ πολὺϲ εἴη ὁ ῥύποϲ, προϲπλέκειν τῷ τῆϲ τήλεωϲ χυλῷ καὶ
μέλιτοϲ βραχὺ προϲήκει.
Χυλοῦ τήλεωϲ ϲκευαϲία. καθαίρειν δὲ χρὴ τὴν τῆλιν ἀκριβέϲτατα
καὶ ἀποπλύνοντα αὐτὴν πλειϲτάκιϲ ἀποβρέχειν ὕδατι γλυκεῖ καθαρῷ
ἡμέραν καὶ νύκτα ἐν ὀϲτρακίνῳ ἀγγείῳ καλῶϲ ὠπτημένῳ· παραιτεῖϲθαι
δὲ χρὴ χαλκοῦν ϲκεῦοϲ πρὸϲ τὴν ἕψηϲιν· τῇ δὲ ἑξῆϲ ἀποχέαϲ τὸ
ὕδωρ καὶ ἕτερον καθαρὸν ἐπιβαλὼν ἕψε πυρὶ μαλακῷ ἀκάπνῳ χρώ-
μενοϲ· ἀποβαλλέϲθω δὲ τὸ πρῶτον καὶ τὸ δεύτερον ἀφέψημα πρὸϲ
τὸ τὴν πικρότητα πᾶϲαν ἀποβληθῆναι· ἔπειτα καθαρώτατον ὕδωρ
ἐπιβαλὼν καὶ ϲκεπάϲαϲ ἐπιμελῶϲ ἕψε, ἕωϲ ϲχῇ ϲύϲταϲιν μέλιτοϲ
ὑγροτέραν· ἔπειτα διηθήϲαϲ δι' ὀθονίου μὴ ἀποπιέζων τὴν τῆλιν, ἀλλ'
ἀρκούμενοϲ τῷ αὐτομάτωϲ ἀπορρέοντι χυλῷ χρῶ, καθὰ προείρηται·
δεῖ δὲ ἕωϲ τῆϲ δευτέραϲ ἢ τὸ μήκιϲτον τρίτηϲ φυλάττειν τὸ ἀφ-
έψημα· δριμύτερον γὰρ γίγνεται χρονίϲαν. καθαρῶν δὲ γενομένων
τῶν ἑλκῶν ἀπέχεϲθαι χρὴ τοῦ χυλοῦ τῆϲ τήλεωϲ καί, εἰ μὲν βαθύ-
τερα εἴη τὰ ἕλκη, χρῆϲθαι τῷ Λιβιανῷ ἢ μᾶλλον τῷ διὰ λιβάνου
κολλυρίῳ. ϲαρκωθέντων δὲ τῶν ἑλκῶν καὶ ἰϲοπέδων γιγνομένων ἢ καὶ
ἔτι βαθυτέρων ὄντων βραχύ, προϲάγειν τὰ ἀπουλοῦν δυνάμενα κολ-
λύρια, οἷόν ἐϲτι τὸ τοῦ Κλέωνοϲ. καὶ περὶ μὲν τῆϲ κοινῆϲ τῶν ἑλκῶν
ἐπιμελείαϲ ἱκανὰ τὰ εἰρημένα, ἑπόμενα δέ ἐϲτι λέγειν, ὅπωϲ χρὴ πρὸϲ
ἑκάϲτην διάθεϲιν ἰδίᾳ ἐνίϲταϲθαι. πρότερον δὲ ῥητέον περὶ τῶν ἐκ
τῶν ἔξωθεν προϲπιπτόντων γιγνομένων ἑλκῶν.
18
Περὶ τῶν εἰϲ τὸν ὀφθαλμὸν ἐμπιπτόντων ζῳϋφίων ἢ ἀχύρου ἢ
ψάμμου. ἐὰν εἰϲ τὸν ὀφθαλμὸν κώνωψ ἤ τι ἕτερον ζῳΰφιον ἐμπέϲοι,
μύϲαϲ τὸν ἕτερον ὀφθαλμὸν καὶ διανοίγων τὸν πεπονθότα ἐξελεύϲεται
αὐτομάτωϲ τὸ ζῳΰφιον· ἐὰν δὲ ἄχυρον ἢ ψάμμοϲ ἤ τι τοιοῦτον
ἐμπέϲοι, πειράθητι μὲν καὶ τότε τὸ αὐτὸ ποιεῖν· εἰ δὲ ἐμμείνῃ,
δακτυλιδίῳ ἔξελε ἢ ὕδωρ ἢ γάλα ἢ μελίκρατον μᾶλλον ἐγχυμάτιζε·
ἐὰν δὲ μᾶλλον προϲέχηται τῷ ὀφθαλμῷ, φαρμάκῳ τινὶ τῶν ἀμολύντων
καὶ μὴ δριμέων ἀνάρπαζε, οἷόν ἐϲτι τὸ διὰ μέλιτοϲ.
19
Περὶ τῆϲ εἰϲ τὸν ὀφθαλμὸν ἐμπεϲούϲηϲ ἀϲβέϲτου. εἰ δὲ ἄϲβεϲτοϲ
ἐμπέϲοι εἰϲ τὸν ὀφθαλμόν, ὕδωρ μὲν καὶ γάλα ἐγχυματιϲθὲν προϲελκοῖ
καὶ ἐκκαίει, ἀμαυροῖ δὲ τὴν καυϲτικὴν δύναμιν ὠοῦ τὸ λευκὸν ἐγχεό-
μενον καὶ μᾶλλον τὸ ῥόδινον ἔλαιον ἢ ἐξ ἀνάγκηϲ κοινόν.
20
Περὶ τῶν ἀπὸ πυρὸϲ ἑλκώϲεων. ὅϲα δὲ ἀπὸ πυρὸϲ γίγνεται ἕλκη
ϲκληροτέραϲ ἐϲχάραϲ ποιεῖ. ἀνυγραντέον οὖν αὐτὰ ϲυνεχέϲτατον ἐγχυ-
ματίζοντα γάλακτι ϲὺν τῷ λευκῷ τοῦ ὠοῦ· κολλυρίοιϲ δὲ χρηϲτέον
τοῖϲ διὰ ϲτίμμεωϲ καὶ τῷ Κλέωνοϲ.
21
Περὶ τῶν ἐμπηϲϲομένων εἰϲ τὸν ὀφθαλμόν. ἐὰν δὲ ἐμπαγῇ εἰϲ
τὸν ὀφθαλμὸν ἤτοι ϲκολόπιον ἢ ὀϲτάριον, λαβιδίῳ ἐξέλκεϲθαι προϲ-
εχόντωϲ κατ' εὐθὺ μὴ ἀποκλαϲθῇ. εἰ δὲ μηδὲν ἐξέχοι ἀλλ' ἰϲόπεδον
τῷ ϲώματι εἴη, μήλαϲ β̅ λαβὼν ἔρειδε τὰϲ πυρῆναϲ ἔνθεν καὶ ἔνθεν
καὶ προϲπιέζων τὸν ὀφθαλμὸν μεϲολαβουμένου τοῦ ἐμπαγέντοϲ· ὅταν
δὲ προκύψῃ, τῷ λαβιδίῳ ἐξελκέϲθω, εἶτα ἐγχυματιζέϲθω αἵματι τρυγό-
νοϲ ἢ περιϲτερᾶϲ ἢ ὠοῦ τῷ λευκῷ. εἰ δὲ παραχρῆμα κομιϲθῆναι μὴ
δυνηθείη, ἐγχυματιζέϲθω ὁ ὀφθαλμὸϲ καὶ καταπλαϲϲέϲθω τοῖϲ πρὸϲ
φλεγμονὰϲ καταπλάϲμαϲι. μετὰ γάρ τιναϲ ἡμέραϲ πυρωθέντοϲ τοῦ
νύγματοϲ ἀναπλεῖ τὸ κατεμπαγέν.
22
Περὶ ὑποϲφάγματοϲ. ὑπόϲφαγμα λέγεται, ὅταν ἐκ πληγῆϲ τινοϲ
ῥαγέντων ἢ θλαϲθέντων τῶν ἐν τοῖϲ χιτῶϲι τοῦ ὀφθαλμοῦ ἀγγείων,
μεταξὺ τῶν χιτώνων τὸ αἷμα ὑπέλθοι καὶ παραχρῆμα μὲν ἔναιμον
φανῇ τὸ χρῶμα τοῦ ὀφθαλμοῦ, ὕϲτερον δὲ πελιδνόν. θεραπευτέον δὲ
τούτουϲ ϲὺν τῇ προρρηθείϲῃ κοινῇ τῶν ἑλκῶν ἐπιμελείᾳ τῇ διὰ φλε-
βοτομίαϲ ἢ καθάρϲεωϲ καὶ τῶν ἀκολούθων, ὠοῦ τὸ λευκὸν χλιαρὸν
ἐγχυματίζοντα ἢ αἷμα τρυγόνοϲ ἢ περιϲτερᾶϲ· ἄνωθεν δὲ εἰϲ τὸ βλέφα-
ρον ἐπιθετέον κατάπλαϲμα τοιοῦτον, ἔριον οἴνῳ καὶ ῥοδίνῳ καὶ ὠῷ
διάβροχον, πρὸϲ δὲ τὸ δύναϲθαι ῥᾳδίωϲ ἀνοίγειν τὸν ὀφθαλμὸν διὰ τὸ
ἐκκριθῆναι τὸ δάκρυον καὶ ἐπιδέϲμῳ κούφῳ χρηϲτέον· τῇ δὲ ἑξῆϲ πυρια-
τέον πλειϲτάκιϲ τὸν ὀφθαλμὸν ϲπόγγῳ δι' ἀφεψήματοϲ ἀψινθίου ἢ
ὑϲϲώπου μάλιϲτα, ἔξωθεν δὲ ἔριον ἐπιτιθέϲθω. ὅταν δὲ ὁ ὀφθαλμὸϲ
ἀφλέγμαντοϲ γένηται, μέλιτι ἐπαλειφέϲθω ἢ τῇ Ἐραϲιϲτράτου ὑγρᾷ ἢ
τῷ ἀρωματικῷ κολλυρίῳ. καλῶϲ δὲ ποιεῖ καὶ ϲτρύχνου χυλὸϲ μετὰ
μέλιτοϲ ἐγχριόμενοϲ καὶ λίβανοϲ ἐπιθυμιώμενοϲ μετὰ ἀϲφάλτου ἴϲηϲ.
πρὸϲ δὲ τὰ κεχρονικότα ὑποϲφάγματα καλῶϲ ποιεῖ τοῦτο· εἰϲ χαλκοῦν
ἐρυθρὸν βαλὼν παιδὸϲ ἀφθόρου οὖρον, λείου δοίδυκι χαλκῷ ἐν ἡλίῳ
ἐπὶ ἱκανὰϲ ἡμέραϲ, ἕωϲ ἱκανὸν χυλὸν ἀνύϲῃ, ἐάϲαϲ ξηρανθῆναι ἀναλα-
βὼν καὶ μέλιτι μίξαϲ χρῶ. Ἀπολλώνιοϲ δὲ ὁ Μεμφίτηϲ πρὸϲ ὑποϲφάγματα
καὶ μώλωπαϲ κολλύριον τοιοῦτον ἐκτίθεται· λίθου αἱματίτου, αἵματοϲ
ὀνείου ἀπὸ καρδίαϲ, ξηρανθέντοϲ ἐν ἡλίῳ ἴϲα, οὔρῳ παιδὸϲ λείου καὶ
καρδαμέαϲ τῆϲ Ἰβηρίτιδοϲ καλουμένηϲ χυλὸν ἐπιβαλὼν καὶ ϲυλλεάναϲ
ἀνάπλαϲϲε κολλύρια· ἐπὶ δὲ τῆϲ χρείαϲ μεθ' ἅλμηϲ ἐγχυμάτιζε. Ἄλλο.
λίθου αἱματίτου 𐅻 δ̅ αἵματοϲ περιϲτερᾶϲ ξηροῦ 𐅻 δ̅ ὀνείου αἵματοϲ
𐅻 δ̅ κόμμεωϲ 𐅻 β̅, λείου, ὡϲ προείρηται, καὶ χρῶ. χρῶ δὲ πρὸϲ τὰ
ὑποϲφάγματα τοῖϲδε τοῖϲ κολλυρίοιϲ, τῷ τε Δημοκρίτου διαϲμύρνῳ καὶ
τοῖϲ διὰ λιβάνου καὶ τοῖϲ διακρόκοιϲ καὶ ὁ χυλὸϲ τῆϲ τήλεωϲ ἑψόμενοϲ,
ὡϲ προείρηται, ἄμεινόν ἐϲτι περιϲτερᾶϲ αἵματοϲ.
23
Περὶ νυγμάτων, οἷα ϲυμβαίνει ἀπὸ γραφείου ἤ τινοϲ τοιούτου.
πάντα τὰ ἐπὶ τὸν ὀφθαλμὸν νύγματα, οἷα ϲυμβαίνει ἀπὸ γραφείου ἤ τινοϲ
τοιούτου μετὰ τὴν προειρημένην κοινὴν ἐπιμέλειαν αἵματι τρυγόνοϲ ἢ
περιϲτερᾶϲ ἐγχυματιζέϲθω εὐθὺϲ ἐξ ἀρχῆϲ ἢ ὠοῦ τῷ λευκῷ· καὶ κατ' ἀρχὰϲ
μὲν παραιτητέον τὰϲ πυρίαϲ καὶ τὰ θερμὰ καταπλάϲματα. μετὰ δὲ τὴν
τρίτην ἢ τετάρτην ἡμέραν προκενωθέντοϲ τοῦ παντὸϲ ϲώματοϲ ϲπόγγοιϲ
ἀποπυριᾶν καὶ καταπλάϲϲειν τοῖϲ πρὸϲ φλεγμονὰϲ ἀναγραφηϲομένοιϲ, κολ-
λύρια δὲ προϲάγειν ἀδηκτότατα, εἰ δὲ καὶ ἀκάθαρτα φαίνηται τὰ ἕλκη.
χρηϲτέον οὖν τῷ τε ϲποδιακῷ καὶ τῷ τεφρῷ καὶ τῷ ἀϲτέρι καὶ τοῖϲ ὁμοί-
οιϲ. ποιεῖ δὲ καὶ τὸ Νείλου διάρροδον ὑδαρὲϲ μετὰ ὠοῦ ἐγχυματιζόμενον.
24
Περὶ τραυμάτων βαθυτέρων. ὅταν δὲ βαθύτερον καὶ μεῖζον γένη-
ται ἐν ὀφθαλμῷ τραῦμα, ὡϲ ἐκρυῆναι κινδυνεύειν τὰ ἐν τῷ ὀφθαλμῷ
ὑγρά, προϲεκτέον, μὴ φλεγμονὴ ἐπιγένηται καὶ παρέπηται πυρετόϲ. πρὸ
πάντων οὖν τῇ ἀπ' ἀγκῶνοϲ φλεβοτομίᾳ χρηϲτέον, εἴγε ἀντέχοι ἡ δύνα-
μιϲ· οὐδὲν γάρ ἐϲτι τούτου ἐνεργέϲτερον βοήθημα κατ' ἀρχάϲ. παρα-
λιμπανομένηϲ δὲ τῆϲ φλεβοτομίαϲ, καθαρτηρίῳ ἐπιτηδείῳ χρηϲτέον· εἰ
δὲ μή, κλυϲτῆρϲιν πραϋντικοῖϲ τὴν κοιλίαν κενωτέον. τὸν δὲ ὀφθαλμὸν
ἐγχυματιϲτέον τῷ λευκῷ τοῦ ὠοῦ· καὶ καταπλαϲτέον ὠῷ ἀνακεκομμένῳ
ϲὺν τῷ πυρρῷ μετὰ ῥοδίνου καὶ οἴνου χλιαίνοντα ἡϲυχῇ καὶ εἰϲ ἔριον
ἀναλαβόντα· ταῖϲ δὲ ἑξῆϲ ἡμέραιϲ πυριᾶν δι' ἀφεψήματοϲ ῥόδων ἢ
μελιλώτων καὶ ἐγχυματίζειν γάλακτι γυναικείῳ μετὰ ὠοῦ χλιαροῖϲ.
καταπλάϲμαϲι δὲ χρηϲτέον τοῖϲ πρὸϲ φλεγμονὰϲ ἀναγεγραμμένοιϲ καὶ
μάλιϲτα τῷ διὰ κωδιῶν μελιλώτων κρόκου καὶ ἄρτου. καταχριϲτέον δὲ
ὀπίῳ ὀλίγῳ μετὰ κρόκου δαψιλοῦϲ μέτωπον καὶ κροτάφουϲ. κοῦφα δὲ
ἔϲτω τὰ καταπλάϲματα καὶ τὸ ἄνω μόνον βλέφαρον καταπλαττέϲθω,
πρὸϲ τὸ δύναϲθαι ἀνοίγειν καὶ ἐκκρίνειν τὸ ἐπιφερόμενον δάκρυον.
ἐπιδείϲθω δὲ ὁ ὀφθαλμὸϲ κούφωϲ· εἰ δέ τινεϲ μὴ φέροιεν τὰ καταπλά-
ϲματα, ἐπιχριέϲθωϲαν τῷ Νείλου διαρρόδῳ τὰ βλέφαρα, τοὺϲ κροτάφουϲ
καὶ τὸ μέτωπον 〈μετ'〉 ὀπίου καὶ διακρόκου. ϲφοδροτέρων δὲ γιγνο-
μένων τῶν ὀδυνῶν παραληπτέον ψίλωϲιν τῶν τριχῶν τῆϲ κεφαλῆϲ
καὶ ϲικύαν κολλᾶν τῷ ἰνίῳ καὶ τῇ κορυφῇ. καὶ ποτιϲτέον εἰϲ νύκτα
τῶν ἀνωδύνων τινὶ πομάτων. περὶ δὲ τετάρτην ἢ ἑβδόμην ἡμέραν
ἐγχυματιϲτέον τῷ Νείλου διαρρόδῳ ὑδαρεϲτάτῳ μέχριϲ ἀποθεραπείαϲ.
τροφὴν δὲ διδόναι ῥοφηματώδη εὔχυμον εὐκοίλιον· δεῖ γὰρ εὔλυτον
εἶναι τὴν κοιλίαν ἀεί· ἀφεκτέον δὲ οἴνου μέχρι παρακμῆϲ. παραφυλακτέα
δὲ καὶ ὅϲα πληροῖ τὴν κεφαλὴν καὶ ἐρεθίζει τὸν ῥευματιϲμόν.
25
Περὶ τῆϲ τοῦ ὠοειδοῦϲ ἐκκρίϲεωϲ. εἰ δὲ νυγέντοϲ τοῦ ὀφθαλμοῦ
ἔκκριϲιϲ τοῦ ὠοειδοῦϲ ὑγροῦ γένηται, ὥϲτε καὶ ϲυϲταλῆναι ἐπὶ ποϲὸν
τὸν ὀφθαλμόν, τὰ μὲν ἄλλα παραπλήϲια τοῖϲ εἰρημένοιϲ γιγνέϲθω, πρὸϲ
τὸ μὴ φλεγμονὴν ἐπιγίγνεϲθαι. μετὰ δὲ τὴν τῶν φλεγμονῶν παρακμὴν
καὶ τῶν ἑλκώϲεων βαλανεῖον ϲυνοίϲει καὶ οἶνοϲ λεπτὸϲ ϲύμμετροϲ καὶ
εὔχυμοϲ, πρὸϲ τὸ εὐτροφῆϲαι καὶ ἀναπληρωθῆναι τὸ…
26
…
The complete text is available when the reading interface loads.