The Greek Library Catalogue

Anonymous

Iatricorum liber viii

Edition reference
Iatricorum liber viii, ed. Olivieri, CMG 8.2 (1950) 403–554.
CTS identifier
urn:cts:greekLit:tlg0718.tlg008.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

2

τὸ ἐκχυθέν, ἀλλὰ καὶ διὰ τῶν θλαϲμάτων ἐξέλκει τι τοῦ περιεχομένου

κατὰ τὰϲ τεθλαϲμέναϲ φλέβαϲ αἵματοϲ. ὅταν δὲ εἰϲ τὸ κατὰ φύϲιν

ἐπανέλθῃ τὰ φλέβια καὶ χωρὶϲ τοῦ ϲτύφειν, ἐπὶ τὰ διαφορητικὰ μετα-

βαίνειν καιρόϲ. ἐγὼ δὲ κατ' ἀρχὰϲ χρῶμαι τῷ Νείλου διαρρόδῳ, δι'

ὕδατοϲ αὐτὸ ἀποτρίβων καὶ ἐπιχρίων τὸ ὑπώπιον, ἀφεψήματι δὲ

προπυριῶν μελιλώτων καὶ τήλεωϲ, εἶθ' ἑξῆϲ δὲ καὶ τὸ κολλύριον διὰ

τούτου τοῦ ἀφεψήματοϲ λύω, κἄπειτα δι' ἀφεψήματοϲ μόνηϲ τήλεωϲ.

εἰ δὲ καταλείποιτο λείψανον τοῦ παθήματοϲ, ἐν τῷ τῆϲ τήλεωϲ ἀφε-

ψήματι τὰ καλούμενα διάϲμυρνα κολλύρια λύων, ἐπιχρίω δὶϲ τῆϲ

ἡμέραϲ, προπυριῶν διὰ ϲπόγγου τῷ ἀφεψήματι, ἔπειτα ἐπιχρίων.

ποιεῖ δὲ ἐν ἀρχαῖϲ, μὴ παρόντοϲ τοῦ διαρρόδου κολλυρίου, καὶ τὸ

γλαύκιον ἐπιχριόμενον ἢ ἡ ἀμόργη ἑψήϲει παχυνθεῖϲα· ἐπὶ δὲ τῶν ἤδη

χρονιζόντων καὶ τὰ διὰ ϲάνδυκοϲ κολλύρια καὶ ὅϲα διαφορεῖ γενναίωϲ,

οἷα ὁ Διοϲκουρίδηϲ ἐν τοῖϲ εὐπορίϲτοιϲ γεγράφηκεν. ὑπώπια γάρ,

φηϲίν, αἴρει δηλονότι καὶ πελιώματα τὰ χρονίζοντα ῥαφάνου φλοιὸϲ

ϲὺν μέλιτι ἐπιχριόμενοϲ, βρυωνίαϲ ῥίζα ϲὺν οἴνῳ ἢ κηρωτῇ ἀναληφ-

θεῖϲα, βολβὸϲ μετὰ λεκίθου ὠοῦ καταπλαϲϲόμενοϲ, θάλαϲϲα θερμὴ

πυριωμένη ἢ ἅλμη ἢ ἀφέψημα ὑϲϲώπου, τυρὸϲ παλαιὸϲ καταπλαϲϲό-

μενοϲ. αἴρει γὰρ παραχρῆμα ϲηπίαϲ ὄϲτρακον μετ' ὄξουϲ ἐπιχριόμενον,

ϲίνηπι ἀναληφθὲν κηρωτῇ, ϲικύου ἀγρίου ῥίζα λεία μετὰ μέλιτοϲ, λι-

νόϲπερμον λεῖον μετὰ γάλακτοϲ.

Κρίτωνοϲ ϲύνθετον πρὸϲ πελιώματα βαθύτατα καὶ ὑπώπια. ἄγνου

λευκῆϲ καρποῦ ϲτρουθίου ῥίζηϲ νίτρου ἐρυθροῦ ῥαφάνου φλοιοῦ ὑϲ-

ϲώπου κυαμίνου ἀλεύρου ἀνὰ 𐅻 γ̅ μυροβαλάνου 𐅻 μ̅ πνεύμονοϲ

ἀρνείου κεκαυμένου τῆϲ ϲποδοῦ 𐅻 μ̅ βολβῶν ἐρυθρῶν θαψίαϲ ῥίζηϲ

ἢ τοῦ χυλοῦ ἀνὰ 𐅻 μ̅ λιβάνου 𐅻 ι̅β̅, ἀναλάμβανε κηρωτῇ ϲκευαϲθείϲῃ

διὰ ῥοδίνου καὶ χρῶ ἐμπλάϲϲων εἰϲ ὀθόνιον ἐπιτιθείϲ. αἴρειν δὲ δεῖ

ϲυνεχῶϲ καὶ κατανοεῖν μὴ ἑλκωθῇ. ἐγὼ δὲ ἐπειράθην καρύου λιπαροῦ

ταγγίϲαντοϲ θεραπεύοντοϲ τούτουϲ· δεῖ δὲ λειοῦν καὶ κατακλίνοντα

ὕπτιον, ἵνα προϲμείνῃ τὸ φάρμακον ὥραιϲ τριϲίν, ἐπιτιθέναι.

3

Ἐπίχριϲτα προφυλακτικὰ προϲώπου, ὥϲτε μὴ ὑπὸ ἡλίου ἢ ἀνέ-

μου καίεϲθαι. ἐπίχριϲτον προϲώπου τὸ χρυϲοῦν λεγόμενον. θέρμων

ξηρῶν ἀλεύρου ξ γ̅ ὕδατοϲ ὀμβρίου ξ κ̅δ̅, βαλὼν ἐν ἀγγείῳ χαλκῷ

γεγανωμένῳ, ἔα βρέχεϲθαι ἡμέραϲ τρεῖϲ· τῇ δὲ τετάρτῃ ἕψε ἐπ' ἀν-

θράκων μέχρι διαλύϲεωϲ τῶν θέρμων, εἶτα διηθήϲαϲ τὸ ὑγρὸν ἕψε κατ'

ἰδίαν καὶ ὅταν ϲυϲτραφῇ καὶ ὅταν παχυνθῇ μέταιρε εἰϲ ἀγγεῖον

ὑελοῦν. ἐπὶ δὲ τῆϲ χρήϲεωϲ αἴρων ὅϲον ἐξαρκεῖ, ἄνιε ὀλίγῳ ὕδατι καὶ

ἐπίχριε τὸ πρόϲωπον. Ἄλλο ἀξιόλογον. ϲεμίδαλιν πλύναϲ καὶ διηθήϲαϲ

διὰ ῥάκουϲ καὶ ἐάϲαϲ καταϲτῆναι ἀπόχεε τὸ ὕδωρ καὶ τῇ ὑποϲτάθμῃ

προϲμίξαϲ ὠοῦ τὸ λευκὸν καὶ ποιῶν μέλιτοϲ πάχοϲ, τούτῳ ἐπίχριε τὸ

πρόϲωπον, ἐν ἡλίῳ μέλλων διατρίβειν· ἀπὸ δὲ τοῦ ἡλίου γενόμενοϲ

πρόϲκλυζε θερμῷ πολλῷ. Ἄλλο, εὔχρουν ποιεῖ τὸ πρόϲωπον καὶ τὸ

πᾶν ϲῶμα. μαϲτίχην λεάναϲ μετ' ἐλαίου ὀμφακίνου ἐπίχριε, ἐνίοτε δὲ

ἀντὶ τοῦ ἐλαίου μυελὸν ἐλάφειον ἢ μόϲχειον ἐμβάλλομεν, ἔϲτι δ' ὅτε

κηρωτὴν ὑγράν. Ἄλλο. πελεκήματα κυπαρίϲϲου κυπρίνῳ ἐλαίῳ ἑψήϲαϲ,

ἄλειφε τὸ ϲῶμα. Ἄλλο. ϲτρύχνου χυλὸν ϲὺν ἐλαίῳ ἄλειφε. Ἄλλο Ἀρχι-

γένουϲ. ϲτροβίλια λεάναϲ μετ' ὀλίγου ὄξουϲ ἐπίβαλλε μέλιτοϲ τὸ ἀρ-

κοῦν, καὶ ὠοῦ ὠμοῦ λέκιθον καὶ κατάχριε· ποιεῖ δὲ καὶ χωρὶϲ τοῦ

ὄξουϲ. Ἄλλο ἐπίχριϲτον προϲώπου θερινὸν προφυλακτικόν. τραγα-

κάνθηϲ ἀμμωνιακοῦ θυμιάματοϲ κόϲτου κεκομμένου ἀνὰ 𐆄 β̅ ϲτυπτη-

ρίαϲ ὑγρᾶϲ 𐅻 δ̅ λιβάνου 𐆄 β̅ ἀμύλου 𐆄 Ϛ̅ ὠὰ ὠμὰ πρόϲφατα λ γ̅ μέ-

λιτοϲ καλοῦ 𐅻 γ̅ οἰνομέλιτοϲ ξ γ̅. βρέχε τραγάκανθαν ἀμμωνιακὸν

λίβανον τῷ οἰνομέλιτι ἐπὶ ἡμέραϲ ζ̅ ἐν ἀγγείῳ ὑελίνῳ, τὰ δὲ ὠὰ

ὁλόκληρα βαλὼν εἰϲ ὄξοϲ λευκὸν δριμὺ ἔα βρέχεϲθαι ἐπὶ ἡμέραϲ τρεῖϲ,

τὴν δὲ ϲτυπτηρίαν πλύνων ἐπιμελῶϲ, εἶθ' ἅμα πάντα βαλὼν εἰϲ θυίαν

ὀϲτρακίνην καὶ τρίψαϲ ἐπιμελῶϲ ἀναλάμβανε τῷ μέλιτι ἑφθῷ, καὶ χρῶ

ἐπιχρίων τὸ πρόϲωπον. πρὸ δὲ τοῦ βαλανείου ἀφαιρείϲθω τὸ φάρμα-

κον· δεῖ δὲ αὐτὸ ἀπὸ μέρουϲ ἀποϲπᾶν ἐκ τῆϲ ὄψεωϲ τοῖϲ δακτύλοιϲ

ξηρόν· μετὰ δὲ τὴν ἀφαίρεϲιν προϲκλύζεϲθαι τὸ πρόϲωπον χλιαρῷ

προϲηνεῖ καὶ ϲπόγγῳ περιμάττειν· εἶτ' ἐπιχρίειν μάννῃ διαλυθείϲῃ

ὠοῦ τῷ λευκῷ.

4

Πρὸϲ τὸ μὴ ῥυτιδοῦϲθαι τὸ πρόϲωπον, τετάνωμα προϲώπου:

κέραϲ ἐλάφειον μὴ παλαιὸν ἑψήϲαϲ ἐν ὕδατι, ἕωϲ χυλὸν ἐμποιήϲει,

διήθει τὸ ὕδωρ καὶ τούτῳ φυράϲαϲ κυάμινον ἄλευρον ἀνάπλαϲϲε

τροχίϲκουϲ καὶ ξήραινε ἐν ϲκιᾷ. ἐπὶ δὲ τῆϲ χρήϲεωϲ ἐξανέϲαϲ ὅϲον

ἐξαρκεῖ ὕδατι γλυκεῖ καὶ ποιήϲαϲ ὑγρᾶϲ κηρωτῆϲ πάχοϲ, ἐπιχρίεϲθαι

τὸ πρόϲωπον παραίνει, καὶ ὅταν παγῇ, ἀπονίπτεϲθαι κέλευε ὕδατι

χλιαρῷ.

5

Πρὸϲ τὰϲ τῆϲ ὄψεωϲ μελανίαϲ. πρὸϲ δὲ τὰϲ τῆϲ ὄψεωϲ μελανίαϲ

χρηϲτέον τούτοιϲ· ἴρεωϲ λείαϲ πτιϲϲάνηϲ ἀλεύρου κυαμίνου ἀλεύρου

ἀνὰ ξ α̅ ϲ ἁλὸϲ ἀμμωνιακοῦ κέρατοϲ ἐλαφείου κεκαυμένου ἀμμωνιακοῦ

θυμιάματοϲ ἀνὰ 𐆄 β̅· ὕδατι διαλύϲαϲ ἀνάπλαττε τροχίϲκουϲ καὶ ξήραινε

ἐν ϲκιᾷ· ἐπὶ δὲ τῆϲ χρήϲεωϲ ὕδατι διαλύων ἐπίχριε πρὸ τοῦ βαλα-

νείου. Ἄλλο. πτιϲϲάνηϲ ἀλεύρου κυαμίνου ἀλεύρου ὀροβίνου ἀλεύρου

λιβάνου ἴρεωϲ κεκαυμένου ἀφρονίτρου κόϲτου ἑκάϲτου. χοίνικοϲ τέ-

ταρτον ἀμύγδαλα πικρὰ κ̅, ἀνάπλαττε ὠῶν τῷ λευκῷ καὶ γάλακτι

ὀνείῳ καὶ ξήραινε ἐν ϲκιᾷ καὶ χρῶ, καθὰ προείρηται.

6

Ϲμήγματα προϲώπου καὶ ϲτιλβώματα. ἐπεὶ δὲ ἐν τῇ ἀφαιρέϲει

τῶν ἐπιχρίϲτων πειρῶνται τὴν ὄψιν ϲμήχειν, χρηϲτέον ταῖϲ ὑπογε-

γραμμέναιϲ ϲκευαϲίαιϲ. Ϲμῆγμα λαμπρυντικὸν προϲώπου. λιβάνου

ἀφρονίτρου κόμμεωϲ ἀνὰ 𐅻 δ̅ ἀμύγδαλα λελεπιϲμένα μ̅ ϲεμιδάλεωϲ

𐅻 κ̅δ̅ κυαμίνου ἀλεύρου 𐅻 ι̅β̅ ἀναλάμβανε ὠοῦ τῷ λευκῷ καὶ ἀνά-

πλαϲϲε τροχίϲκουϲ καὶ χρῶ δι' ὕδατοϲ ἀνιὼν ἐν βαλανείῳ καὶ χωρὶϲ

βαλανείου.

Νίμμα προϲώπου εὐδόκιμον θαυμάϲιον, ποιεῖ τὸ πρόϲωπον λαμ-

πρὸν καὶ τετανόν, ἐκλεαίνει τὰϲ τραχύτηταϲ πάϲαϲ, ὠφέληϲε καὶ ἀρχὴν

ἔχονταϲ ἐλεφαντιάϲεωϲ. ϲὺν τοῖϲ ἄλλοιϲ δηλονότι βοηθήμαϲι χρῶ αὐτῷ

καὶ ἐπὶ τῷ παντὶ ϲώματι. μαϲτίχηϲ λιβάνου ἀμμωνιακοῦ θυμιάματοϲ

ἴρεωϲ ἀνὰ 𐆄 α̅ τραγακάνθηϲ 𐆄 α̅ ϲ ὀμφακίου χυλοῦ 𐆄 θ̅ πέπονοϲ ϲπέρμα-

τοϲ ϲὺν τῷ ἐν αὐτῷ ὑγρῷ 𐆄 ι̅ ὠῶν τὰ λευκὰ κ̅θ̅ ϲεμιδάλεωϲ ξ ε̅,

κόψαϲ πάντα καὶ φυράϲαϲ τῷ λευκῷ τῶν ὠῶν καὶ τῷ ὑγρῷ τοῦ πέ-

πονοϲ καὶ τῷ χυλῷ τῆϲ ὄμφακοϲ, ἀνάπλαττε ἀρτίϲκουϲ πλατεῖϲ καὶ

ξήραινε, ἔπειτα κόψαϲ ϲήϲαϲ φύλαττε ἐν ὑελίνῳ ϲκεύει καὶ χρῶ.

Ϲτίλβωμα προϲώπου· τὸ δ' αὐτὸ καὶ ὑπερυθραίνει. ὀροβίνου καὶ

κυαμίνου καὶ θερμίνου καὶ πτιϲϲάνηϲ καὶ ἐρεβίνθων ἀλεύρων καὶ ναρ-

κίϲϲου βολβῶν ἀνὰ ξ Ἰταλικοῦ τὸ ἥμιϲυ ϲεμιδάλεωϲ ξ α̅, κόψαϲ ϲήϲαϲ

λεπτοτάτῳ κοϲκίνῳ καὶ φυράϲαϲ ὠοῦ τῷ λευκῷ, ἀνάπλαττε τροχίϲκουϲ

καὶ ξήραινε ἐν ϲκιᾷ· ἐπὶ δὲ τῆϲ χρήϲεωϲ αἴρων ὅϲον ἐξαρκεῖ, διάλυε

ὕδατι καὶ χρῶ μετὰ βαλανείου.

Ἄλλο λαμπρυντικὸν προϲώπου καὶ παντὸϲ τοῦ ϲώματοϲ, τετανὸν

δὲ καὶ καθαρὸν ποιεῖ τὸν χρῶτα. βρυωνίαϲ ῥίζηϲ τὸν φλοιὸν ἀπο-

ξύϲαϲ, ξήραινε τὸ λοιπὸν τῆϲ ῥίζηϲ ἐν ἡλίῳ θερινῷ, ἔπειτα κόψαϲ

ϲήϲαϲ λάμβανε ἐκ ταύτηϲ Ἰταλικοῦ χοίνικοϲ τὸ ἥμιϲυ, ἴρεωϲ κεκομ-

μένηϲ τὸ ἴϲον μυροβαλάνου λελεπιϲμένηϲ ξηρᾶϲ τὸ ἴϲον κυαμίνου

ἀλεύρου χοίνικα α̅, οἴνῳ λευκῷ παλαιῷ εὐώδει φυράϲαϲ, ἀνάπλαϲϲε

τροχίϲκουϲ λεπτοὺϲ καὶ ξήραινε ἐν ϲκιᾷ· ἐν δὲ τῇ χρήϲει κόπτων

ϲήθων χρῶ μεθ' ὕδατοϲ.

Ἄλλο ϲμῆγμα Κλεοπάτραϲ βαϲιλίϲϲηϲ πολυτελὲϲ εὐῶδεϲ. κόϲτου

ϲμύρνηϲ τρωγλίτιδοϲ ἴρεωϲ ναρδοϲτάχυοϲ ἀμώμου φύλλου καϲϲίαϲ

ϲχοίνου ἄνθουϲ ἀνὰ 𐆄 α̅ μυροβαλάνου λίτραϲ δ̅ νίτρου ἀφροῦ λίτραϲ β̅,

κόψαϲ ϲήϲαϲ χρῶ· ποιεῖ εἰϲ ὅλον τὸ ϲῶμα.

Ἄλλο ϲμῆγμα ἐνεργὲϲ εὐῶδεϲ. ϲχοίνου ἄνθουϲ ἴρεωϲ ἀνὰ 𐅻 β̅

μαϲτίχηϲ 𐅻 α̅, λεάναϲ ἀναλάμβανε πτιϲϲάνηϲ χυλῷ παχυτάτῳ καὶ ποίει

ἀρτίϲκουϲ καὶ ξήραινε ἐν ϲκιᾷ· ἐπὶ δὲ τῆϲ χρείαϲ ἀνέϲαϲ ὕδατι κατά-

χριε καὶ διαϲτήϲαϲ ὥραν πρόϲκλυζε ὕδατι ψυχρῷ.

Πρὸϲ τὸ λαμπρὸν καὶ τετανὸν ποιεῖν τὸ πρόϲωπον καὶ τὸ ὅλον

ϲῶμα. κυαμίνου ἀλεύρου μόδιον Ἰταλικὸν α̅ ϲεμιδάλεωϲ Ἰταλικοὺϲ ξ̅ δ̅

τριφύλλου κεκομμένου ξ δ̅ μυροβαλάνου τὸ ἴϲον ἴρεωϲ κεκομμένηϲ τὸ

ἴϲον ἀμμωνιακοῦ θυμιάματοϲ κόϲτου ἀνὰ λίτραν α̅ ὠῶν ὠμῶν προϲφά-

των ξ̅ τὰ λευκὰ πέπονοϲ ϲπέρματοϲ ϲὺν τῷ ὑγρῷ ξ̅ β̅ ὀμφάκων

χυλῶν ξ β̅, φυράϲαϲ ἀνάπλαττε τροχίϲκουϲ καὶ ξήραινε ἐν ϲκιᾷ· ἐπὶ

δὲ τῆϲ χρείαϲ ὕδατι διαλύων ὅϲον ἐξαρκεῖ ἐπίχριε μετὰ βαλανείου.

ποιεῖ δὲ καὶ πρὸϲ τὰϲ ἐν τῷ τραχήλῳ καὶ τῷ λοιπῷ ϲώματι μελανίαϲ.

Ϲάπων ᾧ ἐχρήϲατο Πελαγία πατρικία πρὸϲ τὸ λαμπρύναι τὸ

πρόϲωπον. ϲάπωνοϲ Γαλλικοῦ 𐆄 Ϛ̅ ἀμύλου 𐆄 α̅ ϲ ψιμμυθίου 𐆄 α̅ ϲ μαϲτί-

χηϲ 𐆄 τὸ ϲ μυελοῦ ἐλαφείου 𐆄 α̅ ἀφρονίτρου λευκοῦ τροχίϲκουϲ δ̅

κηροῦ τρακτοῦ 𐆄 γ̅· πρόβρεχε τὸν ϲάπωνα εἰϲ ὕδωρ εἰϲ ὑελοῦν ἀγ-

γεῖον ἡμέραϲ ε̅, ἀλλάϲϲων τὸ ὕδωρ τὸ ὄμβριον καθ' ἡμέραν καὶ ὕλιζε

τὸν ϲάπωνα· καὶ μετὰ ταῦτα βαλὼν εἰϲ χύτραν καινουργίαν τὸν ϲά-

πωνα καὶ τῇ Ϛ̅ ἡμέρᾳ πάλιν ὕδωρ ὄμβριον, ἐπίθεϲ ἐπ' ἀνθράκων,

χθαμαλῷ πυρί, ἕωϲ διαλυθῇ ὁ ϲάπων· εἶτα ἐπίπαϲϲε κηρὸν καὶ τὸν

μυελόν, καὶ ὅταν διαλυθῶϲι λαβὼν τὴν λοπάδα κίνει ϲυνεχῶϲ ϲπάθῃ

καὶ πᾶϲϲον τὴν μαϲτίχην καὶ τὸ ἄμυλον προλειωθέντα, εἶτα τὸ ψιμ-

μύθιον προλελειωμένον ὀλίγῳ ὕδατι βάλλε εἰϲ κόγχον καὶ ἀνάκοπτε

τῇ χειρὶ εὐτόνωϲ καὶ βαλὼν εἰϲ ὑελοῦν ἀγγεῖον χρῶ καθολικῶϲ.

Ϲάπων· ἄλλο ἐν λουτρῷ ϲάπωνοϲ. Γαλλικοῦ πρωτείου λίτραϲ ε̅

νίτρου λίτραϲ ε̅ κρότωνοϲ ἀμμωνίτου θυμιάματοϲ λίτραν α̅ ψιμμυθίου

λίτραν α̅ ὀϲτρέων κεκαυμένων λίτραν α̅ κηροῦ κεκαυμένου λίτραν α̅

μαϲτίχηϲ 𐆄 Ϛ̅ ἀμύλου 𐆄 Ϛ̅.

Ἄλλο πρὸϲ μελανίαϲ προϲώπου διὰ πολλῆϲ πείραϲ. λιβάνου 𐆄 α̅ ϲ

ψιμμυθίου πεπλυμένου ἐπιμελῶϲ, λιθαργύρου πεπλυμένου πλειϲτάκιϲ

ἐν ἡλίῳ ἐν ἀφεψήματι λευκῶν ἐρεβίνθων, ἀμύλου προϲφάτου μαρμάρου

λευκοτάτου ῥινίϲματοϲ μαϲτίχηϲ καθαρᾶϲ ἀφρονίτρων λευκῶν ϲηπίαϲ

ὀϲτράκων ἀνὰ 𐆄 α̅ ϲάπωνοϲ Γαλλικοῦ 𐆄 ι̅β̅ ὠῶν δέκα τὰ λευκά, ϲκεύαζε

καὶ χρῶ, καθὰ προείρηται.

Ἄλλο θαυμάϲιον πάνυ ἀποκαθαῖρον τὴν ὄψιν καὶ λαμπρύνον.

τηλίνου ἀλεύρου γῆϲ ἀϲτέροϲ ἀμμωνιακοῦ θυμιάματοϲ ἀνὰ 𐆄 γ̅ ἀμύλου

𐆄 δ̅ μαϲτίχηϲ 𐆄 Ϛ̅ μυελοῦ ἐλαφείου προϲφάτου 𐆄 Ϛ̅ τραγακάνθηϲ 𐆄 δ̅·

γάλακτι γυναικείῳ ἢ ὀνείῳ ἀπόβρεχε τὴν τραγάκανθαν καὶ λεάναϲ

ἀναλάμβανε αὐτῇ τὰ λοιπὰ λειότατα γενόμενα καὶ ἀνάπλαττε τρο-

χίϲκουϲ καὶ ξήραινε ἐν ϲκιᾷ καὶ χρῶ, καθὰ προείρηται.

Ἄλλο ϲμῆγμα ὄψεωϲ καὶ τοῦ λοιποῦ ϲώματοϲ. κικέαϲ κροτώνων

τοῦ ἐντὸϲ ναρκίϲϲου βολβῶν ξηρῶν λελεπιϲμένων ἀνὰ 𐅻 η̅ ϲεμιδάλεωϲ

𐅻 δ̅ λιβάνου 𐅻 β̅ ὠῶν β̅ τὰ λευκὰ ϲκεύαζε καὶ χρῶ, καθὰ προείρηται.

[τουτέϲτι φυράϲαϲ ἀνάπλαττε τροχίϲκουϲ καὶ ξήραινε ἐν ϲκιᾷ. ἐπὶ

δὲ τῆϲ χρείαϲ διαλύων ὅϲον ἐξαρκεῖ, ἐπίχριε μετὰ βαλανεῖον.] Πρὸϲ

ῥυτίδωϲιν τοῦ παντὸϲ ϲώματοϲ, ϲμῆγμα ἐκ τῶν Ῥούφου· ϲυνεχῶϲ γὰρ

ϲμηχόμενον τοῦτο τὸ ῥυϲὸν ϲῶμα περιτείνεται. ϲῦκα λιπαρώτατα καὶ

βρυωνίαϲ ῥίζαν λελεπιϲμένην ξηρὰν ϲηπίαϲ ὄϲτρακον κεκαυμένον

ὀρόβων ἄλευρον, ἕκαϲτον ἰδίᾳ κόπτε, ἔπειτα καὶ ἀνακόπτων παρά-

ϲταζε μέλιτοϲ τὸ ϲύμμετρον καὶ χρῶ. Ϲμῆγμα ὅλου τοῦ ϲώματοϲ εὐῶδεϲ

πάνυ. γῆϲ κιμωλίαϲ 𐆄 κ̅ ἴρεωϲ λειοτάτηϲ νάρδου Κελτικῆϲ ἀνὰ 𐅻 κ̅δ̅

κυπέρων καρδαμώμου ϲτύρακοϲ ξανθοῦ λιπαροῦ ἀνὰ 𐅻 ι̅β̅. τὸν ϲτύ-

ρακα οἴνῳ παλαιῷ εὐώδει διαλύϲαϲ ἔχε ἐν ἑτοίμῳ, ἔπειτα τὴν κιμω-

λίαν ἐν ὀϲτράκῳ βαλὼν τίθει ἐπ' ἀνθράκων καὶ ὅταν πυρωθῇ ἔμβαλλε

εἰϲ τὸν διαλυθέντα ϲτύρακα, εἶτα ἐπίπαϲϲε τὰ ξηρὰ λειότατα καὶ ἑνώϲαϲ

ἱκανῶϲ ἀνάπλαττε ἀρτίϲκουϲ καὶ ξήραινε ἐν ϲκιᾷ καὶ κόψαϲ ϲήϲαϲ χρῶ.

7

Καταπλάϲματα θερινὰ εὐωδίαν ποιοῦντα τῷ παντὶ ϲώματι Κρί-

τωνοϲ. ἱδρώτων δ' ἐνοχλούντων τῷ ϲώματι πολλὴ ἔϲται ἡ ἐκ τούτων

ἀηδία, καὶ μάλιϲτα θέρουϲ· καὶ γὰρ πολλὴν ἄϲην ἐπιφέρει καὶ δυϲω-

δίαν καὶ διὰ τοῦτο χρηϲτέον τοῖϲ ὑπογεγραμμένοιϲ οὐ μόνον ἐπὶ τῶν

γυναικῶν ἀλλὰ κἀπὶ τῶν ἀνδρῶν· καιρὸϲ γὰρ καὶ τούτων μνήμην

ποιεῖϲθαι ϲὺν τοῖϲ ϲμήγμαϲι. Καταπαϲτὸν ὅλου τοῦ ϲώματοϲ εὐῶδεϲ

θερινόν. ῥόδων ξηρῶν καϲϲίαϲ ἀνὰ 𐆄 γ̅ ἀμώμου κόϲτου ναρδοϲτάχυοϲ

ἀνὰ 𐅻 β̅ ϲτυπτηρίαϲ ὑγρᾶϲ 𐆄 β̅, οἴνῳ παλαιῷ εὐώδει διαλύϲαϲ, ἀνά-

πλαϲϲε τροχίϲκουϲ καὶ ξήραινε ἐν ϲκιᾷ· ἐπὶ δὲ τῆϲ χρείαϲ κόψαϲ ϲήϲαϲ

δίδου διαπάϲϲεϲθαι λουομένουϲ καὶ ἀνατριβέϲθωϲαν ἐπιμελῶϲ καὶ τότε

ψυχρῷ ὕδατι περιχείϲθωϲαν. Ἄλλο. λιθαργύρου λελευκαϲμένου ἐν

ἀφεψήματι ἐρεβίνθων ἐν ἡλίῳ ἀμώμου καϲϲίαϲ κόϲτου φύλλου ναρ-

δοϲτάχυοϲ ϲτυπτηρίαϲ ὑγρᾶϲ ἴρεωϲ, ἑκάϲτου ἴϲον ϲκεύαζε· καὶ χρῶ,

καθὰ προείρηται. χρηϲτέον δὲ καὶ τοῖϲ ὑπογεγραμμένοιϲ. Καταπαϲτὸν

ὅλου τοῦ ϲώματοϲ, ἐν ᾧ βούλει χρήϲαϲθαι καιρῷ, εὐῶδεϲ προϲηνέϲ.

ῥόδων χλωρῶν ἀβρόχων 𐅻 μ̅ ϲμύρνηϲ τρωγλίτιδοϲ ἴρεωϲ Ἰλλυρικῆϲ

ναρδοϲτάχυοϲ καϲϲίαϲ ἀνὰ 𐅻 η̅, οἴνῳ εὐώδει φυράϲαϲ ἀνάπλαττε τρο-

χίϲκουϲ· ἐπὶ δὲ τῆϲ χρείαϲ κόπτων καὶ ϲήθων κατάπλαϲϲε τὸ ϲῶμα,

μάλιϲτα μετὰ τὸ λουτρόν. Ἄλλο. καϲϲίαϲ ἀμώμου φύλλου ναρδοϲτάχυοϲ

κόϲτου ϲμύρνηϲ, ἴϲον ἑκάϲτου, οἴνου τὸ ἀρκοῦν, ϲκεύαζε καὶ χρῶ, καθὰ

προείρηται. Ἄλλο. καϲϲίαϲ ἴρεωϲ ϲμύρνηϲ ϲτυπτηρίαϲ ἴϲα λειώϲαϲ, οἴνῳ

εὐώδει φυράϲαϲ, ποίει τροχίϲκουϲ καὶ χρῶ. Ἄλλο. ἴρεωϲ ναρδοϲτάχυοϲ

ϲχοίνου ἄνθουϲ ἀνὰ 𐅻 δ̅ ἀμώμου ϲμύρνηϲ ἀνὰ 𐅻 β̅ μέλιτοϲ 𐅻 ε̅ ϲκεύ-

αζε καὶ χρῶ ὁμοίωϲ. Ἀρχιγένηϲ δέ φηϲι πρὸϲ τὰϲ τοῦ παντὸϲ ϲώ-

ματοϲ δυϲωδίαϲ καὶ τὰϲ καλουμέναϲ γραϲωνίαϲ ἁρμόδια μὲν πρὸ πάν-

των γυμνάϲια, ἀλείμματα, ξηροτριβία κοιλίαϲ ϲυνεχὴϲ ὑποϲυρμὸϲ καὶ

τροφαὶ καὶ χρίϲματα τὰ πρὸϲ ἀναϲκευὴν τοῦ πάθουϲ ἁρμόδια, ὁποῖά

ἐϲτι· ῥόδινον μήλινον μύρϲινον ἶριϲ ξηρὰ λεία καθ' αὑτὴν ἐπιπαϲ-

ϲομένη· ἢ ϲτυπτηρίαν ὑγρὰν λεάναϲ ϲὺν ὕδατι ἢ οἴνῳ καὶ ϲμύρναν

λειοτάτην παραμίξαϲ καὶ ποιήϲαϲ μέλιτοϲ πάχοϲ, ἐπίχριε τράχηλον

μαϲχάλην μεϲομήρια καὶ βουβῶναϲ καὶ τοὺϲ περιιδροῦνταϲ τόπουϲ.

Ἄλλο. ϲτυπτηρίαϲ ὑγρᾶϲ 𐅻 δ̅ ϲμύρνηϲ 𐅻 δ̅ λιθαργύρου πεπλυμένου 𐅻 β̅

καϲϲίαϲ 𐅻 α̅, λείοιϲ χρῶ, παρατρίβων μαϲχάλαϲ μεϲομήρια καὶ βου-

βῶναϲ. περιαίρει γὰρ παραχρῆμα τὰϲ δυϲωδίαϲ. Ἄλλο. καϲϲίαϲ 𐅻 β̅

ϲτυπτηρίαϲ ϲχιϲτῆϲ 𐅻 Ϛ̅, χρῶ μετ' οἴνου· ἐνεργὲϲ ϲφόδρα, ποιεῖ καὶ

ἡ ϲχιϲτὴ μετ' οἴνου καθ' αὑτήν. Ἄλλο. μαϲτίχηϲ 𐆄 γ̅ ϲχιϲτῆϲ 𐆄 α̅, χρῶ

μετ' οἴνου. Ἄλλο. ϲμύρνηϲ τρωγλίτιδοϲ ἴρεωϲ Ἰλλυρικῆϲ ῥόδων ἀβρόχων

ἄνθουϲ ἴϲα κόπτε καὶ ϲῆθε καὶ ἀναλάμβανε τροχίϲκουϲ μετ' οἴνου καὶ

ξήραινε ἐν ϲκιᾷ, ὅπου ἄνεμοϲ μὴ πνεῖ· εἶτα κόψαϲ ϲήϲαϲ ἀπόθου

ἐν πυξίδι πωμάϲαϲ, ἵνα μὴ διαπνεύϲῃ, καὶ χρῶ μετὰ τὸ λουτρὸν ἐπι-

πάϲϲων καὶ ἀνατρίβων τοὺϲ τόπουϲ ἠρέμα καὶ ἐάϲαϲ ϲυμπιεῖν, ἔπειτα

κατάκλυζε ψυχρῷ καὶ μένει ἡ ὀϲμὴ ὥϲτε θαυμάϲαι. καλῶϲ ποιεῖ καὶ

ἡ ϲμύρνα μετὰ ϲτυπτηρίαϲ ϲὺν οἴνῳ καὶ τὸ κροκόμαγμα μετὰ ϲμύρνηϲ

καὶ κυπαρίϲϲου πρίϲματα καὶ ϲτυπτηρία μετ' οἴνου.

8

Πόμα πρὸϲ τοὺϲ δυϲώδη ἔχονταϲ τὸν χρῶτα καὶ πρὸϲ ὀζοϲτόμουϲ.

πόμαϲι δὲ τοιούτοιϲ κεχρῆϲθαι ἐπὶ τῶν δυϲῶδεϲ ἐχόντων τὸ ϲῶμα.

ϲκολύμου ῥίζαν ἑψήϲαϲ ϲὺν οἴνῳ λευκῷ δίδου πίνειν, καὶ οὐρήϲει

οὖρον παχὺ καὶ δυϲῶδεϲ. Ἄλλο. τερεβινθίνηϲ ὅϲον ἐλαίαϲ μέγεθοϲ

μετὰ μέλιτοϲ ἴϲου ἑψήϲαϲ, δίδου καθ' ἡμέραν καταπίνειν. Ἄλλο. ϲμύρναν

καὶ ἕρπυλλον ἴϲα λεάναϲ καὶ καταπότια ποιήϲαϲ δίδου δύο καταπίνειν,

καὶ οἶνον ἐπιρροφεῖν. ταῦτα δὲ καὶ πρὸϲ ὀζοϲτόμουϲ ποιεῖ.

9

Πρὸϲ τὰϲ ἐπὶ τοῦ γενείου τραχύτηταϲ Γαληνοῦ. αἱ ἐπὶ τοῦ

γενείου τραχύτητεϲ γίγνονται τὰ πολλὰ ἰχώρων ἀπὸ τῆϲ κεφαλῆϲ

ἀπορρεόντων, προηγηϲαμένηϲ πιτυριάϲεωϲ· ἐνίοτε δὲ καὶ τῶν ἀκουϲτι-

κῶν πόρων καθάπτεται καὶ καθέρπει μέχρι τοῦ τραχήλου καὶ τῶν

παρακειμένων μερῶν ἐπώδυνοϲ δέ ἐϲτιν ἡ τοιαύτη διάθεϲιϲ κνηϲμὸν

ἐπιφέρουϲα, καὶ περιτείνουϲα τὸν χρῶτα. χρηϲτέον οὖν ἐπὶ τούτων

τοῖϲ ὑπογεγραμμένοιϲ, ἀμόργῃ τῇ ἀποϲταζούϲῃ ἀπὸ τῆϲ ἐλαίαϲ, πρὶν

ἐκπιαϲθῆναι ἡψημένῃ καὶ ϲυνεϲτραμμένῃ, κατάχριε ϲυνεχῶϲ. Ἄλλο.

ϲμύρνηϲ 𐆄 α̅ ὠῶν ὠμῶν λεκίθουϲ ε̅· πρότερον γάλακτι διαλύϲαϲ, εἶτα

ἐπιβαλὼν τὰ ὠά, τότε ἀναλάμβανε γλυκεῖ καὶ κατάχριε ϲυνεχῶϲ καὶ

θαυμάϲειϲ. Ἄλλο φάρμακον ἐπιτετευγμένον· πολλοὺϲ κατεχομένουϲ ὑπὸ

τῆϲ τοιαύτηϲ διαθέϲεωϲ ἀπηλλάξαμεν τούτῳ. γλαυκίων 𐅻 ι̅Ϛ̅ κόμμεωϲ

𐅻 λ̅ ἐλαίαϲ δακρύου τὸ ἴϲον, γλυκεῖ διαλύϲαϲ καὶ γλοιοῦ πάχοϲ ποι-

ήϲαϲ ἐπίχριε ϲυνεχῶϲ. ἑλκουμένηϲ δὲ τῆϲ ἐπιφανείαϲ καὶ περιωδυνίαϲ

οὔϲηϲ χρηϲτέον τοῖϲ ὑπογεγραμμένοιϲ. Λιπαρὰ πρὸϲ τὰϲ ἐπὶ τοῦ

προϲώπου διαθέϲειϲ τὰϲ ἀχωρώδειϲ· ἔϲτι δὲ καὶ ἑδρικὴ ἀγαθή, ποιεῖ

καὶ πρὸϲ πυρίκαυϲτα. λιθαργύρου 𐆄 γ̅ κηροῦ Τυρρηνικοῦ 𐆄 δ̅ ὠῶν

ὀπτῶν λεκίθουϲ η̅ ϲτέατοϲ χηνείου κατειργαϲμένου λίτραν α̅· τὴν λι-

θάργυρον λειοτάτην ποιήϲαϲ ἐπίβαλλε τὰ ὠὰ καὶ ἑνώϲαϲ ἐπίβαλλε

γάλακτοϲ ὅϲον ἐξαρκεῖ, καὶ λείου ὡϲ γλοιοῦ πάχοϲ ἔχειν· ἔπειτα κηρὸν

μετὰ τοῦ ϲτέατοϲ τήξαϲ ψύξαϲ ἐπίβαλλε καὶ ἑνώϲαϲ φύλαττε. ἐπὶ δὲ

τῆϲ χρήϲεωϲ αἴρων ἐξ αὐτοῦ ὅϲον ἐξαρκεῖ καὶ διαλύων ῥοδίνῳ ἐπι-

τίθει· χρῶ δὲ καὶ ταῖϲ ἑδρικαῖϲ καὶ τοῖϲ πυρικαύϲτοιϲ.

10

Πρὸϲ τοὺϲ ἐπὶ τοῦ προϲώπου φακούϲ, οἷϲ τιϲι καὶ ἐπὶ ἐφηλίδων

καὶ ἰόνθων δεῖ κεχρῆϲθαι· πρὸϲ θύμουϲ δὲ καὶ μυρμηκίαϲ καὶ ἀκρο-

χορδόναϲ γέγραπται ἐν τῷ τετάρτῳ κεφαλαίῳ τοῦ ι̅δ̅ λόγου. βρυωνίαϲ

ῥίζα λευκὴ καὶ μέλαινα ἑψηθεῖϲα μετ' ἐλαίου, μέχρι χυλωθῇ, αἴρει

φακοὺϲ καὶ ἰόνθουϲ, ἀμυγδάλινον ἔλαιον ϲὺν κηρῷ, κρίνου ῥίζα μετὰ

μέλιτοϲ· μάλιϲτα δὲ φακοὺϲ αἴρει κόμμι καὶ νίτρον ἴϲα ϲὺν μέλιτι.

Ἄλλο. ϲπέρμα κράμβηϲ μεθ' ὕδατοϲ τρίψαϲ ἐπίχριε προαποϲμήξαϲ τὸν

τόπον. ὅταν δὲ ξηρανθῇ καὶ μετεωρίζηται ὁ χρώϲ. χρηϲτέον προϲκλύ-

ϲματι πολλῷ ὕδατι ψυχρῷ καὶ καταχριϲτέον ϲτέατι χηνείῳ ἢ μυελῷ

ἐλαφείῳ ἢ κηρωτῇ ϲκευαϲθείϲῃ διά τινοϲ τούτων. παραφυλακτέον δὲ

μετὰ τὴν ἐκδορὰν τῷ μὴ περιπεϲεῖν τινι τῶν βλαπτόντων, οἷον ἀέρι

ψυχρῷ ἢ ἀνέμῳ ἢ προϲκλύϲματι. Ἄλλο πρὸϲ μώλωπαϲ καὶ φακούϲ.

κόπρον περιϲτερᾶϲ μετ' ὄξουϲ δριμέοϲ λειώϲαϲ χρῶ καὶ θαυμάϲειϲ.

Ἄλλο. ϲανδαράκην λειώϲαϲ μετὰ μέλιτοϲ ὡϲ γλοιοῦ πάχοϲ ϲχεῖν

ἐπίχριε ἐπὶ ἡμέραϲ ἕξ. ξηρανθείϲηϲ δὲ τῆϲ ἐπιφανείαϲ καὶ μετεωρι-

ϲθείϲηϲ χρηϲτέον χαλβάνῃ μετ' ὀλίγου νίτρου καὶ ὄξουϲ λειωθείϲῃ. χρο-

νίων δὲ ὄντων τῶν φακῶν, χρηϲτέον τούτοιϲ· ϲικύου ἀγρίου ῥίζηϲ 𐆄 β̅

κιμωλίαϲ 𐆄 α̅, λειότατα ποιήϲαϲ ἀπόθου· ἐπὶ δὲ τῆϲ χρήϲεωϲ ὅϲον

ἐξαρκεῖ ὕδατι διαλύων, ἐπίχριε. Ἄλλο. βολβῶν κεκαθαρμένων λιβάνου

ἀνὰ 𐆄 α̅ τρῖβε ἐπιβάλλων κοχλίων χερϲαίων μεγάλων τὸν ἰχῶρα· δεῖ

δὲ τούτουϲ διακεντεῖν γραφείῳ ζῶνταϲ καὶ τὸ ἀπορρέον αὐτῶν μυ-

ξῶδεϲ ἐπιβάλλειν τῷ φαρμάκῳ· ὅταν δὲ διαλυθῇ, ἀναλάμβανε μέλιτι

καὶ χρῶ. ποιεῖ καὶ ἡ τοῦ ἄρου ῥίζα ξηρὰ μετὰ μέλιτοϲ καὶ ἡ τῆϲ

κοτυληδόνοϲ ῥίζα κηρωτῇ ὑγρᾷ ἀναληφθεῖϲα καὶ καταχριομένη.

Ϲμήγματα πρὸϲ τοὺϲ τετυλωμένουϲ φακούϲ. ἐπεὶ δὲ ϲυμβαίνει

αἰρομένων τῶν φακῶν τυλοῦϲθαι τὴν ἐπιφάνειαν καὶ δυϲαπαλλάκτουϲ

εἶναι τὰϲ διαθέϲειϲ, χρηϲτέον μετὰ τὴν ἐκδορὰν τῶν φαρμάκων ϲμήγ-

μαϲι τοιούτοιϲ.

11

Ϲμῆγμα πρὸϲ τοὺϲ τετυλωμένουϲ φακούϲ. ἀλεύρου ὀροβίνου Ἰτα-

λικοῦ χοίνικοϲ τὸ ἥμιϲυ κριθίνου ἀλεύρου τὸ ἴϲον ϲκίλληϲ ὀπτῆϲ 𐆄 β̅,

ἅπαντα λεῖα ποιήϲαϲ, ἀναλάμβανε ὠῶν τῷ λευκῷ καὶ ποίει τροχίϲκουϲ

καὶ ξήραινε ἐν ϲκιᾷ. ἐπὶ δὲ τῆϲ χρήϲεωϲ ὕδατι διαλύων ἐπίχριε καὶ

διαϲτήϲαντα βραχὺ ψυχρῷ προϲκλύζεϲθαι παραίνει, ἢ πιτύρων ἀπο-

βρέγματι, μάλιϲτα ὅτε ἐϲτὶ φλεγμονή. Ἄλλο. ἀφρονίτρου ἀλκυονίου

χαλβάνηϲ ἀνὰ 𐅻 η̅ ἀμυγδάλων πικρῶν λελεπιϲμένων 𐅻 μ̅, μέλιτι ἀνα-

λάμβανε, εἶτα ἐπιχρίων ἔα ξηραίνεϲθαι. ἔπειτα παραίνει ϲμήχεϲθαι

κυάμῳ διαμεμαϲημένῳ καὶ προϲκλύζεϲθαι ὕδατι ϲυμμέτρωϲ ψυχρῷ

φειδομένουϲ ἡλίου καὶ ἀνέμου.

12

Περὶ ἐφηλίδων. γίγνονται περὶ τὸ πρόϲωπον καὶ αἱ λεγόμεναι

ἐφηλίδεϲ περὶ τὰ μῆλα καὶ τὴν ῥῖνα· φαίνονται μέντοι μὴ πάνυ κατὰ

βάθοϲ εἶναι, ἀλλ' ὥϲπερ ἐπανθιϲμῷ ὅμοιαι· διόπερ ἐλαφρῶϲ αὐτὰϲ τῇ

παρατρίψει μετεωρίϲαντεϲ, ἐᾶϲαι δεῖ ξηρανθῆναι καὶ παραινεῖν ἑνὶ τῶν

ϲμηγμάτων ϲμήχεϲθαι. διαφορεῖται γὰρ διὰ τούτων, εἶθ' οὕτωϲ ἀφίϲτα-

ται, ὥϲτε τοῖϲ δακτύλοιϲ αὐτὰϲ ἀφαιρεῖν. δεῖ δὲ μὴ βιαίωϲ τοῦτο

ποιεῖν, ἀλλὰ κούφωϲ καὶ κατ' ὀχίγον. εἰ δὲ ἐπιμένοιεν μὴ κουφιζό-

μεναι, χρηϲτέον τοῖϲ ὑπογεγραμμένοιϲ· κράμβη λεία ἐπιχριομένη πρὸϲ

ἐφήλειϲ καὶ φακοὺϲ καὶ ὅϲα ἄλλα μετρίαϲ δεῖται ϲτύψεωϲ ἢ ῥύψεωϲ

ποιεῖ· ὁμοίωϲ δὲ καὶ ϲηπίαϲ ὄϲτρακα καυθέντα ἢ πορφυρῶν ἢ κηρύ-

κων καὶ μετὰ μέλιτοϲ ἐπιχριόμενα. δεῖ δὲ βαλόνταϲ ταῦτα ἐν χυτριδίῳ

ὠμῷ δοῦναι ὀπτᾶϲθαι ἐν καμίνῳ· χρῶ καὶ πρὸϲ φακούϲ· ἢ περιϲτε-

ρᾶϲ κόπρον εἰϲ ὀθόνιον βαλών, κατάκαυϲον ὡϲ τεφρωθῆναι καὶ ϲὺν

ἐλαίῳ λεάναϲ ἐπίχριε θαρρῶν, καὶ μυροβάλανοϲ δὲ λεία ἐπιχριομένη

καλῶϲ ποιεῖ καὶ βολβὸϲ ὠμὸϲ καθ' αὑτὸν καὶ ϲὺν ὠοῦ λεκίθῳ καὶ ὄξει

ἢ μέλιτι. κεκαυμένοι δὲ οἱ βολβοὶ μετ' ἀλκυονίου καὶ ἐπιχριόμενοι

ἀποκαθαίρουϲι τὴν ἔφηλιν. ποιεῖ καὶ ἐλατήριον ἐπιχριόμενον καὶ καϲϲία

ϲὺν μέλιτι, κράμβηϲ ϲπέρμα ϲὺν ὄξει, κιϲϲοῦ φύλλα ϲὺν οἴνῳ ἑφθά,

κοτυληδόνοϲ ῥίζα μετὰ κηρωτῆϲ ὑγρᾶϲ ἐπιχριομένη ἢ ϲικύου ἀγρίου

ῥίζα. καὶ ϲυκῆϲ ἀκρεμόναϲ ἕψε ϲὺν ὄξει καὶ λείοιϲ κατάπλαϲϲε· ποιεῖ

καὶ πρὸϲ ἀλφούϲ. ἢ ἐρυθρόδανον λεάναϲ ϲὺν ἐλαίῳ χρῖε, ἢ κόϲτον

λεῖον μεθ' ὕδατοϲ ἢ ἀφρόνιτρον μετὰ κηρωτῆϲ ὑγροτέραϲ ἢ θέρμουϲ

ὠμοὺϲ ἑψήϲαϲ μετὰ κονίαϲ πηλοποιϊκῆϲ καὶ λεάναϲ μετὰ μέλιτοϲ ἐπί-

χριε. Ἄλλο. ναρκίϲϲου ῥίζαϲ λεπίϲαϲ ἕψε μετ' ὄξουϲ καὶ λεάναϲ ἐπί-

βαλλε ἀλεύρου ὀροβίνου ὅϲον ἐξαρκεῖ καὶ ἀνάπλαττε τροχίϲκουϲ καὶ

ξήραινε ἐν ϲκιᾷ· ἐπὶ δὲ τῆϲ χρήϲεωϲ λεάναϲ μετὰ μέλιτοϲ ἐπίχριε ἢ

ναρκίϲϲου ῥίζαϲ ὁμοίωϲ ϲκευάϲαϲ χρῶ, ὡϲ εἴρηται, ἐπιχρίων μετὰ

μέλιτοϲ ἑϲπέραϲ, πρωῒ δὲ ἀπονίπτεϲθαι παραινῶν. Ἄλλο. κρίνου βολ-

βοὺϲ ε̅ τρίψαϲ ἐπίβαλλε ἀφρονίτρου λίτραν α̅, εἶτα μέλιτι ἀνεὶϲ τὸ

ἀρκοῦν, ἐπάλειφε μέχρι παντελοῦϲ ἀπαλλαγῆϲ, ὡϲ προείρηται. Ἄλλο.

ἀμυγδάλων πικρῶν μέρη β̅ μελανθίου πεφρυγμένου μέροϲ α̅, ἕκαϲτον

ἰϲίᾳ λεάναϲ, μῖξον μετὰ μέλιτοϲ καὶ ἑϲπέραϲ ἐπιχρίων, πρωῒ ἀπόνιπτε

ὕδατι γλυκεῖ. Ϲμήγματι δὲ χρῶ τινι τῶν προγεγραμμένων πρὸϲ τὰϲ

τοῦ προϲώπου μελανίαϲ καὶ τοῖϲ παραπληϲίοιϲ· ποιεῖ δὲ καλῶϲ καὶ

τοῦτο, μάλιϲτα πρὸϲ χρονίουϲ· κήρυκαϲ καύϲαϲ καὶ λεάναϲ μετὰ μέλιτοϲ

κατάχριε ἑϲπέραϲ, πρωῒ δὲ ἀπονίπτεϲθαι παραίνει ὕδατι γλυκεῖ. Ὀρι-

βαϲίου πρὸϲ ἔφηλιν ἰόνθουϲ ἀλφούϲ. ὀροβίνου ἀλεύρου λι͵ β̅ εὐζώμου

ϲπέρματοϲ λι͵ α̅ ἀμυγδάλων πικρῶν ϲικύου ἀγρίου ῥίζηϲ ἀνὰ λι͵ α̅,

οἰνομέλιτι λεάναϲ ἐπίχριε καὶ μετὰ ὡριαῖον διάϲτημα ἀποϲπόγγιζε.

Ἄλλο πάνυ θαυμάϲιον. κηροῦ Τυρρηνικοῦ 𐅻 ι̅ε̅ ῥοδίνου 𐅻 ζ̅ ϲ ϲτέατοϲ

χηνείου λιθαργύρου πεπλυμένηϲ καὶ λευκανθείϲηϲ ψιμμυθίου ἀνὰ 𐆄 α̅

κόμμεωϲ 𐅻 δ̅ μέλιτοϲ Ἀττικοῦ τὸ ἀρκοῦν ἢ 𐆄 α̅· ἀναλύϲαϲ ἐπίχριε τὸ

πρόϲωπον καὶ μετὰ ὥραϲ ζ̅ ἀποϲπογγίϲαϲ νίπτε ϲάπωνι. Ὀριβαϲίου

πρὸϲ φακούϲ. θέρμουϲ βρέχων ἐν κονίᾳ ἡμέραϲ γ̅ καὶ λειώϲαϲ, ἐπίχριε

τοὺϲ φακούϲ, ἕωϲ ἀφέλῃ. Ἄλλο. ϲάπωνα Γαλλικὸν ὕδατι λειώϲαϲ καὶ

ὀλίγον μέλιτοϲ προϲβαλὼν ἐπίχριε καὶ ἔα ὥραϲ γ̅. Ἄλλο πρὸϲ τὰϲ

ἐφήλειϲ καλὸν πάνυ. ὠὰ ὅλα ἀποβρέχων ὄξει, μέχριϲ ἂν αὐτῶν τὸ

ὄϲτρακον ἁπαλώτατον γένηται· καὶ παρακεντήϲαϲ ἄνωθεν, ἐκλάμβανε

τὰ λευκὰ καὶ παραμίξαϲ ἴρεωϲ Ἰλλυρικῆϲ κεκομμένηϲ καὶ ϲεϲηϲμένηϲ

καὶ μελανθίου λειοτάτου καὶ λιβάνου, ἑκάϲτου ἴϲον ϲυλλεάναϲ καὶ ἐπι-

βαλὼν μέλιτοϲ τὸ ἀρκοῦν χρῶ, καθὰ προείρηται. ἐπιμόνου δὲ τῆϲ

διαθέϲεωϲ γιγνομένηϲ, χρηϲτέον ἐκδορίοιϲ τοιούτοιϲ. Ἐκδόριον ἐφηλίδων

καὶ φακῶν μελανθίου ὠκίμου ϲπέρματοϲ ἄρου ῥίζηϲ ἀνὰ 𐆄 γ̅, ὕδατι

φυράϲαϲ κατάπλαττε, εἶτα ἔα παγῆναι· διαϲτήματοϲ δὲ γενομένου

ἀφελὼν τὸ ἐπικείμενον, πρόϲκλυζε ὕδατι θερμῷ, ὡϲ ὅτι πλείϲτῳ. Ἄλλο

ποιεῖ καὶ πρὸϲ τὰ τετυλωμένα πρόϲωπα διὰ γῆραϲ ἢ διὰ ϲυνεχεῖϲ

ἐκδορὰϲ ὑπὸ φαρμάκων δριμυτάτων γενομέναϲ. εὐζώμου ϲπέρματοϲ

𐆄 Ϛ̅ ἄμεωϲ καρδαμώμου ἄρου ῥίζηϲ κόϲτου ἀνὰ 𐆄 γ̅, κόψαϲ ϲήϲαϲ

ἀπόθου· ἐπὶ δὲ τῆϲ χρήϲεωϲ αἴρων ὅϲον ἐξαρκεῖ καὶ ὄξει φυράϲαϲ

ἐπιτίθει, εἰϲ πάχοϲ καταπλάϲϲων· πηγνυμένου δὲ ὄξοϲ ἢ ὕδωρ ἐπί-

ϲταζε διὰ ϲπόγγου. γενομένηϲ δὲ ἐκδορᾶϲ, προϲαντλητέον ὕδατι θερμῷ

πολλῷ, μετὰ δὲ τὴν ἐπάντληϲιν ἐπιτίθει τὴν ὑποκειμένην ϲκευαϲίαν

εἰϲ ῥάκοϲ ἐμπλάϲϲων ἐρεοῦν. ψιμμυθίου 𐆄 η̅ λιθαργύρου πεπλυμένου

𐅻 δ̅ ϲτέατοϲ χηνείου 𐆄 Ϛ̅ μυελοῦ ἐλαφείου 𐆄 γ̅ ϲ ὑϲϲώπου φαρμάκου

ὁμοίωϲ ϲτέατοϲ χοιρείου προϲφάτου 𐆄 γ̅ ϲηϲαμίνου ἐλαίου ὅϲον ἐξαρ-

κεῖ· δεῖ δὲ ἀποπυριᾶν δὶϲ τῆϲ ἡμέραϲ· ἀρθέντοϲ δὲ τοῦ δέρματοϲ

ἐπιτιθέναι χρὴ τὴν ὑποκειμένην κηρωτήν· ϲτέατοϲ αἰγείου ἐξινι-

αϲμένου καὶ πεπλυμένου λι͵ β̅ ϲουϲίνου ἐλαίου 𐆄 Ϛ̅ ῥοδίνου ἐλαίου καὶ

ἀμυγδαλίνου κηροῦ μαϲτίχηϲ κέρατοϲ ἐλαφείου κεκαυμένου ἁλὸϲ ἀμ-

μωνιακοῦ ἀνὰ 𐆄 α̅ γῆϲ κιμωλίαϲ 𐆄 δ̅ μυελοῦ ἐλαφείου 𐆄 δ̅, τὰ τηκτὰ

τήξαϲ καὶ διηθήϲαϲ πάλιν ἕψε ἐπ' ἀνθράκων ὀλίγον καὶ κατάχει ἐν

τῇ θυίᾳ τῶν ξηρῶν καὶ ἑνώϲαϲ χρῶ. ἐπὶ τῶν ἡλκωμένων ἐν τῷ γε-

νείῳ τραχυτήτων χρηϲτέον τοῖϲ ἀναγεγραμμένοιϲ μετὰ βραχὺ ἐν τῷ

ι̅ε̅ κεφαλαίῳ πρὸϲ τὰ ἀχωρώδη ἐπὶ τῶν γενείων ἐξανθήματα.

Περὶ ϲτιγμάτων. ϲτίγματα καλοῦϲι τὰ ἐπὶ τοῦ προϲώπου ἢ ἄλλου

τινὸϲ μέρουϲ τοῦ ϲώματοϲ ἐπιγραφόμενα, οἷα ἐπὶ τῶν ϲτρατευομένων

ἐν ταῖϲ χερϲί· μέλανι δὲ χρῶνται τοιούτῳ· ἀκάνθηϲ Αἰγυπτίαϲ ξύλου

καὶ μάλιϲτα τοῦ φλοιοῦ λι͵ α̅ χαλκοῦ κεκαυμένου 𐆄 β̅ κηκίδων 𐆄 β̅

χαλκάνθου 𐆄 α̅, κόψαϲ ϲήϲαϲ, λείου πρῶτον μετ' ὄξουϲ τὸν χαλκόν,

ἔπειτα καὶ τὰ λοιπὰ λεῖα ἐπιβαλὼν ἐπίχεε ὕδατοϲ μέρη β̅ καὶ πράϲου

χυλοῦ μέροϲ α̅ καὶ ἑνώϲαϲ χρῶ, κεντῶν τοὺϲ τόπουϲ ταῖϲ βελόναιϲ

καὶ ἀφελὼν τὸ αἷμα καὶ ἐπιχρίων πρῶτον χυλῷ πράϲου, ἔπειτα τῷ

φαρμάκῳ. ἐφ' ὧν δὲ τὰ τοιαῦτα ϲτίγματα ἀφελεῖν βουλόμεθα, χρηϲτέον

ταῖϲ ὑπογεγραμμέναιϲ ϲκευαϲίαιϲ· τιτάνου μέροϲ α̅ νίτρου ὀπτοῦ μέροϲ α̅

λεῖα μεθ' ὕδατοϲ πηλοποιϊκοῦ ποιήϲαϲ καὶ προεκνιτρώϲαϲ ἀποϲμήξαϲ

κατάχριε ϲυνεχῶϲ· ποιεῖ δὲ καὶ πρὸϲ μυρμηκίαϲ. Ἄλλο, ὥϲτε ἐξαίρειν

ϲτίγματα. πεπέρεωϲ 𐅻 β̅ πηγάνου ἀρϲενικοῦ ἀνὰ 𐅻 δ̅, λεάναϲ καὶ μέλι

ἐπιβαλὼν ἀναλάμβανε εἰϲ πυξίδα κεραμεᾶν· ἐπὶ δὲ τῆϲ χρήϲεωϲ προ-

εκνιτρώϲαϲ τὰ ϲτίγματα, κατάπλαϲϲε ῥητίνῃ τερεβινθίνῃ καὶ κατάδηϲον

ἐπὶ ἡμέραϲ ε̅, τῇ δὲ Ϛ̅ κατακεντήϲαϲ βελόνῃ τὰ ϲτίγματα καὶ κατα-

ϲπογγίϲαϲ τὸ αἷμα κατάπλαϲϲε ἁλϲὶ λεπτοῖϲ τὰ κεντήματα καὶ δια-

λείπων τοϲοῦτον, ὡϲ διελθεῖν ϲταδίουϲ ι̅, ἐπίθεϲ τὸ προειρημένον

φάρμακον, ἐμπλάϲαϲ λινῷ καὶ μὴ λῦε ἐπὶ ἡμέραϲ ε̅· τῇ δὲ ἕκτῃ λύϲαϲ

ἀπόξυε τὰ ϲτίγματα καὶ τὸ μέλαν ἀφελὼν κατάχριε πάλιν πτερῷ ἐκ

τοῦ φαρμάκου· ἐξαιρεῖται δὲ ἐν ἡμέραιϲ κ̅, χωρὶϲ μεγάληϲ ἑλκώϲεωϲ

καὶ χωρὶϲ οὐλῆϲ. ποιοῦϲι τὸ αὐτὸ καὶ αἱ ϲηπταὶ αἱ ἐν τοῖϲ τραυματι-

κοῖϲ γεγραμμέναι.

13

Περὶ ϲυκωδῶν ὄγκων ἐν προϲώπῳ καὶ τὰϲ ἐν τῷ προϲώπῳ

γιγνομέναϲ ὑπεροχὰϲ μεγάλαϲ, ἃϲ καλοῦϲι ϲυκάϲ, ἀπὸ τοῦ μεγέθουϲ

τοὔνομα θέμενοι, Γαληνοῦ. ἕν τι καὶ τοῦτο πάθημα τῶν ἐπὶ τοῦ γενείου

γιγνομένων ἐϲτί, διαφέρον τῶν ἰόνθων τῷ μὴ μόνον παχὺν εἶναι τὸ

ἐργαζόμενον αὐτὸ χυμόν, ἀλλὰ καὶ λεπτότητοϲ ἰχωροειδοῦϲ μετέχειν,

δι' ἣν καὶ ταχέωϲ ἑλκοῦται μὴ θεραπευόμενον ὡϲ προϲήκει καὶ διὰ

τοῦτο δεῖται ξηραντικωτέρων φαρμάκων ἢ κατὰ τοὺϲ ἰόνθουϲ. [Ὀρι-

βαϲίου πρὸϲ Εὐϲτάθιον· ϲῦκα ὀνομάζουϲι βλαϲτήματα ἑλκώδη ϲτρογ-

γύλα ὑπόϲκληρα ἐνερευθῆ, οἷϲ ἀκολουθεῖ καὶ ὀδύνη. φύεται δὲ ταῦτα

τὸ μὲν πλεῖϲτον ἐν κεφαλῇ καὶ ἐν τῷ ἄλλῳ ϲώματι.] περὶ ὧν ὁ

Κρίτων οὕτωϲ ἔγραψεν. Πρὸϲ τὰϲ ἐπὶ τοῦ γενείου ϲυκώδειϲ ἐπανα-

ϲτάϲειϲ. λιθαργύρου 𐅻 δ̅ λιβάνου ϲανδαράκηϲ ἁλῶν ὀρυκτῶν ἀνὰ

𐅻 β̅, λείοιϲ κατάπλαϲϲε. Ἄλλο. χαλκάνθου 𐅻 β̅ θείου ἀπύρου 𐅻 β̅

ἰοῦ 𐅻 α̅ νίτρου ἐρυθροῦ 𐅻 δ̅, λείοιϲ κατάπλαϲϲε. Ἄλλο ϲφόδρα γεν-

ναῖον. ἐλατηρίου ἁλῶν ὀρυκτῶν ἀνὰ 𐅻 δ̅ χαλκάνθου 𐅻 β̅ μίξαϲ κατά-

πλαϲϲε, παραπτόμενοϲ πυρῆνι μήληϲ προϋγραίνων τὸν τόπον, ὥϲτε

προϲκαθίϲαι τὸ φάρμακον. μετὰ δὲ τὴν ἐπίθεϲιν καταπλαϲτέον ἄνωθεν

λινοϲπέρματι λειωθέντι μεθ' ὕδατοϲ. Ἀρχιγένουϲ. ἄλλο πρὸϲ τὰϲ ἐπὶ

τῆϲ κεφαλῆϲ καὶ τοῦ γενείου ϲυκώϲειϲ. χαλκάνθου ὀπτοῦ ϲτυπτηρίαϲ

ϲχιϲτῆϲ ταυροκόλληϲ ἴϲα, λεπίδοϲ χαλκοῦ τὸ διπλοῦν· ὄξει βρέξαϲ τὴν

ταυρόκολλαν καὶ λύϲαϲ, ἀναλάμβανε αὐτῇ τὰ λοιπὰ λεῖα· ἐπὶ δὲ τῆϲ

χρείαϲ ὄξει διαλύων ἐπίχριε τὰϲ ϲυκώδειϲ ὑπεροχὰϲ καὶ κάλυπτε

ξύϲματι ὀθονίου λεπτοῦ. ἐμφύεται δὲ ϲυντόνωϲ καὶ χωρὶϲ οὐλῆϲ ἀπο-

καθαίρει τὰ ϲυκώματα. χρῶμαι δὲ αὐτῷ καὶ πρὸϲ ἐκτύλωϲιν ϲυρίγγων,

ἀναπλάϲϲων αὐτὸ εἰϲ κολλύρια. καθύγρων δὲ ὄντων τῶν ὄγκων, καὶ

γὰρ καὶ ὕδωρ ἀπ' αὐτῶν ἀπορρεῖ καθαρὸν ὡϲ ἀπὸ πηγῆϲ, χρηϲτέον

ταῖϲ ὑπογεγραμμένοιϲ. Τροχίϲκοϲ πρὸϲ τὰϲ ἐπὶ τοῦ γενείου ϲυκώδειϲ

ἐπαναϲτάϲειϲ· ἔϲτι δὲ καὶ παντὸϲ ὄχθου καταϲταλτικόϲ, οἷα ϲυμβαί-

νουϲιν ἐπὶ τῶν κακῶϲ ϲυνουλωκότων, ὥϲπερ ἐπὶ τῶν ἀναρραφέντων

τὰ βλέφαρα εὑρίϲκομεν, ἢ τὰ χείλη ἐρραμμένων. λεπίδοϲ μίϲυοϲ ὀπτοῦ

ἀρϲενικοῦ ἀνὰ 𐆄 β̅ διφρυγοῦϲ 𐆄 γ̅ χαλκίτεωϲ κεκαυμένηϲ χαλκοῦ κεκαυ-

μένου κόλληϲ τεκτονικῆϲ ἀνὰ 𐅻 δ̅, ϲυντίθει καὶ χρῶ, καθὰ προείρηται

ἐπὶ τοῦ προτέρου· καὶ γὰρ καὶ αὐτῷ χρηϲάμενοϲ ηὐδοκίμηϲα.

14

Περὶ ἰόνθων ἐν προϲώπῳ· τινὲϲ δὲ ἄκναϲ καλοῦϲιν. ὄγκοϲ μικρὸϲ

καὶ ϲκληρὸϲ ἐν τῷ κατὰ τὸ πρόϲωπον δέρματι γίγνεται καλούμενοϲ

ἰόνθοϲ, ὑπὸ παχέοϲ δηλονότι χυμοῦ ϲυνιϲτάμενοϲ. ἡ οὖν τούτου θερα-

πεία διὰ τῶν μαλαττόντων τὴν ϲκληρότητα καὶ διαφορούντων τὸν

ὄγκον φαρμάκων γίνεται, ὧν ἡ ὕλη ἐϲτὶ τοιαύτη· κρίνου ῥίζαν λεάναϲ

ϲὺν μέλιτι ἐπίχριε ἢ κυκλαμίνου ῥίζαν ϲὺν μέλιτι ἢ ναρκίϲϲου ῥίζαν

ὁμοίωϲ ἢ καϲϲίαν μετὰ ϲμύρνηϲ καὶ μέλιτοϲ ἢ μολύβδαιναν ϲὺν ὄξει

ἢ γλήχωνα λειοτάτην κηρωτῇ ἀναλαβὼν ἐπιτίθει. Ἄλλο. μέλιτοϲ καὶ

ὄξουϲ δριμυτάτου τὸ ἴϲον ἑκάϲτου μίξαϲ ἐπίχριε τῷ δακτύλῳ παρα-

τρίβων. Ἄλλο. ϲηπίαϲ ὀϲτράκων κεκαυμένων κόϲτου ἀνὰ 𐆄 β̅ μυροβα-

λάνου 𐆄 α̅, λεάναϲ μεθ' ὕδατοϲ ἐπίχριε, ξηραινόμενον δὲ πάλιν νότιζε.

Ἄλλο. κόϲτον κόψαϲ ϲήϲαϲ λεπτοτάτωϲ ἀναλάμβανε αἰγείᾳ χολῇ καὶ

ποιήϲαϲ κηρωτῆϲ πάχοϲ, ἐπίχριε τοὺϲ ἰόνθουϲ πρὸϲ ἑϲπέραν καὶ πρωῒ

ἀναϲτὰϲ κέλευε γάλακτι τῷ παρόντι προϲκλύζεϲθαι τὸ πρόϲωπον. Ἄλλο.

ϲτυπτηρίαν ϲχιϲτὴν λειοτάτην ποιήϲαϲ, ἀναλάμβανε τερεβινθίνῃ ὀλίγῃ

καὶ ἐμπλάϲαϲ ἐπιτίθει. ἐγχρονιζόντων δὲ τῶν ἰόνθων χρηϲτέον τοῖϲ

ὑπογεγραμμένοιϲ. Πρὸϲ τετυλωμένουϲ ἰόνθουϲ. ϲάπωνοϲ Γαλλικοῦ

𐅻 δ̅ ἀμμωνιακοῦ θυμιάματοϲ λιβάνου ἀνὰ 𐅻 α̅, ὕδατι διαλύϲαϲ ποίει

κηρωτῆϲ πάχοϲ καὶ τούτῳ ἐπιχρίϲαϲ καὶ διαϲτήϲαϲ ὥραν μίαν, ἀπονί-

πτεϲθαι παραίνει χλιαρῷ. Ἄλλο. ῥοῦ μαγειρικοῦ ὑϲϲώπου γλήχωνοϲ

ἁλῶν ὀρυκτῶν ὠκίμου ϲπέρματοϲ ἴϲον ἑκάϲτου ἀναλαβὼν κηρωτῇ

ῥοδίνῃ χρῶ. Ἄλλο. ὠκίμου ϲπέρματοϲ ῥοῦ μαγειρικοῦ γλήχωνοϲ κόϲτου

ϲχιϲτῆϲ, ἑκάϲτου ἴϲον ἀναλάμβανε ϲτέατι χηνείῳ ἢ ὀρνιθείῳ, ὡϲ ἐμ-

πλαϲτρῶδεϲ γενέϲθαι καὶ ἐπιτίθει μέχρι παντελοῦϲ ἀπαλλαγῆϲ. Ἄλλο·

ποιοῦν καὶ πρὸϲ τὰϲ ὀχθώδειϲ διαθέϲειϲ καὶ τοὺϲ ἐπὶ τοῦ προϲώπου

κνηϲμοὺϲ καὶ ἀρχὴν ἐλεφαντιάϲεων. κόμμεωϲ λευκοῦ καὶ νίτρου τὸ

ἴϲον ὄξει δριμεῖ διαλύων ἐπίχριε· ὅταν δὲ ξηρανθῇ, ἀπόϲμηχε τῇ ὑπο-

γεγραμμένῃ ϲκευαϲίᾳ· ϲάπωνοϲ Γαλλικοῦ ἀμμωνιακοῦ θυμιάματοϲ ἀνὰ

λι͵ α̅ λιβάνου 𐅻 δ̅ μαϲτίχηϲ ἀφρονίτρου ἀνὰ 𐆄 γ̅· ἕψε ϲάπωνα καὶ

ἀμμωνιακὸν εἰϲ ἀγγεῖον κεραμεοῦν μεθ' ὕδατοϲ ξ β̅, καὶ ὅταν διαλυθῇ,

ἐπίβαλλε τὰ ξηρὰ κεκομμένα καὶ ϲεϲηϲμένα λεπτοτάτῳ κοϲκίνῳ, ἔπειτα

μετεράϲαϲ εἰϲ θυίαν καὶ ἀνακόπτων ἐπιμελῶϲ ἀνελοῦ εἰϲ ἀγγεῖον

ὑέλιον· ἐπὶ δὲ τῆϲ χρήϲεωϲ μολύνων τὸ πρόϲωπον καὶ μικρὸν διαϲτήϲαϲ

ἀπονίπτου ὕδατι δαψιλεῖ προανατρίβων μαλακῶϲ. χρῶ δὲ αὐτῷ ἀεὶ

ἐπὶ ἰόνθων. Ἄλλο δόκιμον πρὸϲ ἰόνθουϲ. νίτρου ἐρυθροῦ 𐆄 β̅ κιμωλίαϲ

𐆄 α̅ λιβάνου 𐆄 δ̅ ἀλεύρου ὀροβίνου 𐆄 α̅· χρῶ δὲ οὕτωϲ· λαβὼν ἀλκυ-

όνιον καθ' αὑτό, λέαινε καλῶϲ, εἶτα ἐπιβαλὼν ἔλαιον καὶ ϲυλλεάναϲ,

χρῖε τὸ πρόϲωπον ἑϲπέραϲ, ἕωθεν δὲ ἀναϲτὰϲ ϲμήχου τῷ προγεγραμ-

μένῳ ϲυνθέτῳ. Ἄλλο ϲμῆγμα, ᾧ δεῖ κεκρῆϲθαι παρ' ὅλην τὴν θεραπείαν

τῶν ἰόνθων καὶ ὄγκων. κυαμίνου ἀλεύρου ἢ ϲηϲαμίνου πέπονοϲ ἐντεριώ-

νηϲ ξηρᾶϲ ἀνὰ 𐅻 δ̅, λεάναϲ ϲμῆχε. Ἄλλο. νίτρον μετὰ ϲμύρνηϲ λεάναϲ,

δίδου μεθ' ὕδατοϲ ϲμήχεϲθαι.

15

Πρὸϲ τὰ ἐπὶ τοῦ γενείου ἀχωρώδη ἐξανθήματα. ποιεῖ μὲν καὶ

πρὸϲ τούτουϲ τὰ πλεῖϲτα τῶν προγεγραμμένων ἐπὶ τῶν ἐν κεφαλῇ

ἀχώρων, ἰδίωϲ δὲ καὶ ταῦτα· λιθαργύρου χαλκάνθου ϲιδίων μύρτων

ἴϲα λεάναϲ μετὰ οἴνου καὶ ἐλαίου μυρϲίνου ἐπίχριε. Ἄλλο. περιϲτε-

ρεῶνοϲ ὑπτίου ἀκακίαϲ ἀνὰ 𐅻 η̅ ϲμύρνηϲ 𐅻 β̅ μετ' οἴνου λεάναϲ, χρῶ.

〈Ἄλλο〉. ϲμύρνηϲ 𐆄 α̅ λιβάνου 𐆄 β̅ ἀκακίαϲ 𐆄 γ̅, χρῶ μετ' ἐλαίου. Ἄλλο.

λιθαργύρου λαδάνου μύρτων μελανῶν ὑοϲκυάμου ϲπέρματοϲ ϲιδίων

ἴϲα, χρῶ μετ' οἴνου καὶ ἐλαίου μυρϲίνου ἢ ῥοδίνου.

Ἄλλο· ποιεῖ καὶ πρὸϲ τὰ μελικηρώδη ἕλκη ἐν τῷ γενείῳ καὶ τῇ

κεφαλῇ, ἃ καλοῦϲι Ϲύροι ϲανάλια. λιθαργύρου καὶ δαφνοκόκκων ἴϲα,

λείοιϲ μετ' ὄξουϲ καὶ μυρϲίνου ἐλαίου ἐπίχριε, πεπείραται πλειϲτάκιϲ.

16

Περὶ τῶν ἐν τῷ γενείῳ καὶ τῷ λοιπῷ ϲώματι λειχηνωδῶν ὄγκων.

καὶ τοῦτο τὸ πάθοϲ ἐκ μικτοῦ τινοϲ γίγνεται χυμοῦ, μιγνυμένων τῶν

ἰχωρωειδῶν τε καὶ λεπτῶν καὶ δριμέων χυμῶν τοῖϲ παχέϲι, καὶ διὰ

τοῦτο ῥᾳδίωϲ εἰϲ ψώραν τε καὶ λέπραν μεταπίπτει. δέεται μὲν οὖν

τὸ πάθοϲ τῶν ξηραινόντων ἰϲχυρῶϲ φαρμάκων· ἐὰν δὲ εἰϲ ψώραν ἢ

λέπραν καταπέϲῃ πρὸϲ τὸ ξηραινόντων δεῖϲθαι, ἔτι καὶ τῶν ῥυπτόντων

χρῄζει. ὁ μὲν οὖν Κρίτων περὶ τούτων ἔγραψεν οὕτωϲ πρὸϲ τοὺϲ ἐπὶ

τῶν γενείων λειχῆναϲ πάθοϲ δέ ἐϲτιν ἀηδέϲτατον καὶ κνηϲμὸν ἐπι-

φέρον καὶ περίϲταϲιν καὶ κίνδυνον οὐκ ὀλίγον· ἕρπει γὰρ ἔϲτιν ὅτε

καὶ καθ' ὅλου τοῦ προϲώπου καὶ τῶν ὀφθαλμῶν ἐφάπτεται καὶ διὰ

τοῦτο χρηϲτέον ἂν εἴη ἐπιμελέϲτερον τῇ θεραπείᾳ, διακρίνονταϲ ἀπὸ

τῶν κεχρονιϲμένων τὰ νεοϲύϲτατα. πρὸϲ μὲν οὖν τοὺϲ προϲφάτουϲ

λειχῆναϲ ἁρμόϲει ταῦτα· περδικίου βοτάνηϲ φύλλοιϲ ϲυνεχῶϲ ἀπότριβε

τὸν τόπον ἢ λίβανον ἢ ἀμμωνιακὸν ὄξει λεάναϲ ἢ τῷ χυλῷ τῆϲ

περδικίου ἐπίχριε ἢ ὑγρὸν τὸ ἀπορρέον ἐκ ξύλων ὑγρῶν ἐλαίαϲ και-

ομένων ἐπίχριε. ποιεῖ καὶ τὸ ἀπορρέον ἐκ τῶν τῆϲ κράμβηϲ καυλῶν

καιομένων. Ἄλλο. μαλάχηϲ ἀγρίαϲ τὸν καρπὸν καθαρίωϲ ϲυνάγων

κόψαϲ ϲήϲαϲ καὶ ἐκθλίψαϲ τὸν χυλὸν ἀπόθου καὶ τούτῳ ϲυνεχῶϲ ἐπί-

χριε ἢ ἀνδράχνηϲ χυλῷ ἐπίχριε ϲυνεχῶϲ. Ἄλλο. ἐλαίαϲ ἀγρίαϲ δάκρυον

λεάναϲ μεθ' ὕδατοϲ καὶ ϲτύρακοϲ ὀλίγον ἐπιβαλὼν καὶ ἑνώϲαϲ ἐπιτίθει.

ἐγχρονιζόντων δὲ τῶν λειχήνων ἄγνου τὰ φύλλα λεάναϲ μετ' ὄξουϲ

ἐπίχριε ἢ ἀϲφοδέλου ῥίζαν ὄξει ἑψήϲαϲ καὶ λεάναϲ ἐπίχριε. Ἄλλο.

χαμαιλέοντοϲ μέλανοϲ ῥίζαν ϲὺν ὄξει ἑψήϲαϲ λεάναϲ χρῶ. πρὸϲ δὲ

τοὺϲ κεχρονιϲμένουϲ λειχῆναϲ, ἐπεὶ πολλή ἐϲτι καὶ ποικίλη ἡ τούτων

θεραπεία, ἐν μέρει περὶ ἑκάϲτου ἐρῶ· ἄρχομαι δὲ ἀπὸ τῶν τροχίϲκων.

Τροχίϲκοϲ πρὸϲ λειχῆναϲ ἐν παντὶ τόπῳ τοῦ ϲώματοϲ. ἀλκυονίου κεκαυ-

μένου 𐅻 ι̅β̅ χαμαιλέοντοϲ μέλανοϲ ῥίζηϲ ἀϲφοδέλου ῥίζηϲ ταυροκόλληϲ

ἀνὰ 𐅻 δ̅ θείου ἀπύρου λιβάνου πυρέθρου νίτρου ἀφροῦ ἀνὰ 𐅻 β̅, ὄξει

διαλύων τὴν ταυρόκολλαν ἀναλάμβανε αὐτῇ τὰ λοιπὰ καὶ ξήραινε καὶ

χρῶ ϲὺν ὄξει. Ἄλλο· τροχίϲκοϲ εὐδόκιμοϲ. ϲυκῆϲ φύλλων ξηρῶν 𐅻 ι̅β̅

χαλκίτεωϲ ὠμῆϲ 𐅻 ι̅ ἀϲβέϲτου 𐅻 η̅ μίϲυοϲ ὠμοῦ λιβάνου ἀνὰ 𐅻 δ̅

θείου ἀπύρου 𐅻 η̅, ὄξει ἀναλάμβανε καὶ χρῶ ϲὺν ὄξει. Ἄλλο· τροχίϲκοϲ

λειχηνικὸϲ ἀφίϲτηϲι καὶ τύλουϲ καὶ οὐλὰϲ παραδόξωϲ. λιβάνου κηρύ-

κων ὀϲτράκων κεκαυμένων κόπρου περιϲτερᾶϲ ἀλκυονίου κόμμεωϲ ἴϲα

λείου γάλακτι καὶ ποίει τροχίϲκουϲ καὶ χρῶ ϲὺν ὄξει. Ἄλλο· τροχίϲκοϲ.

ἐλαίαϲ ἀγρίαϲ δακρύου 𐅻 δ̅ λιβάνου ὁμοίωϲ θείου ἀπύρου 𐅻 β̅ ἀλ-

κυονίου ἀφρονίτρου ἄλικοϲ κεκομμένου καὶ ϲεϲηϲμένου ἀνὰ 𐅻 η̅· ὄξει

δριμυτάτῳ πλείϲτῳ ἐπιπάϲαϲ τὸν ἄλικα ἕψε ἐπὶ πολύ, ὡϲ ἰξῶδεϲ

γενέϲθαι· καὶ τούτῳ ἀναλάμβανε τὰ λοιπὰ λεῖα καὶ ἀνάπλαττε τρο-

χίϲκουϲ καὶ χρῶ ϲὺν ὄξει. Περίχριϲτον πρὸϲ λειχῆναϲ, πρὸϲ τοὺϲ

ἀγρίουϲ λειχῆναϲ. νίτρου χαλκίτεωϲ ὀπτῆϲ ἀμμωνιακοῦ θυμιάματοϲ

ϲεραπιάδοϲ τῆϲ τριόρχεωϲ χυλῷ ἴϲα λεάναϲ ϲὺν ὄξει ἐπίχριε. Ἄλλο·

ποιεῖ καὶ πρὸϲ ὑγροὺϲ λειχῆναϲ, ᾧ χρώμενοϲ ἐπιτυγχάνω. δορκάδοϲ

κόπρου 𐆄 α̅ λιβάνου 𐆄 β̅, λεάναϲ χρῶ ϲὺν ὄξει. [Ἄλλο. τὸν ἀφρὸν τοῦ

θείου λαβών, χριϲτέον λειχῆνα προϲτρίψαϲ καὶ θαυμάϲειϲ.] Ἄλλο τῶν

λινοπλύτων. τὸν ἀφρὸν τοῦ θείου λαβὼν χρῖε τὸν λειχῆνα καὶ θαυ-

μάϲειϲ. Ἄλλο· ποιεῖ πρὸϲ λειχῆναϲ καὶ ἀλφοὺϲ καὶ λέπραϲ, ἀγαθὸν

ϲφόδρα. μυοχόδων χαλκάνθου θείου ἀπύρου ἀνὰ 𐆄 η̅ κυαμίνου ἀλεύρου

𐆄 ι̅δ̅ ὄξουϲ ξε δ̅, λεάναϲ τὰ μυόχοδα ἕψε ϲὺν τῷ ὄξει. καὶ ὅταν ἀνα-

ζέϲῃ δὶϲ ἢ τρίϲ, ἐπίπαϲϲε θεῖον καὶ χάλκανθον, προϲέχων μὴ ἀναζέϲῃ

καὶ ὑπερχυθῇ, εἶτα ἕψε ἐπ' ὀλίγον καὶ ἐπίπαϲϲε τὸ κυάμινον ἄλευρον,

καὶ ἕψε ἕωϲ ϲχῇ γλοιοῦ πάχοϲ· καὶ ἄραϲ χρῶ, πρὸϲ μὲν τὰϲ λέπραϲ

ἐμπλάϲϲων εἰϲ ὀθόνιον καὶ λύων δι' ἡμερῶν ε̅, πρὸϲ δὲ λειχῆναϲ

ἀνέϲαϲ ὄξει ἐπίχριε ϲυνεχῶϲ. Ἄλλη περίχριϲτοϲ ἑφθὴ πρὸϲ λειχῆναϲ

χρονίουϲ, ὥϲτε χωρὶϲ ἑλκώϲεωϲ ἀπαλλάττειν. ἄλικοϲ ἀληλεϲμένου καὶ

ϲεϲηϲμένου λεπτοτάτωϲ 𐆄 ι̅δ̅ θείου ἀπύρου μίϲυοϲ χαλκίτεωϲ κιμωλίαϲ

ἀνὰ 𐆄 β̅ νίτρου ἀφροῦ ϲχιϲτῆϲ ἀλκυονίου ἀϲφοδέλου ῥίζηϲ λιβάνου

ἐλαίαϲ δακρύου ἀμμωνιακοῦ θυμιάματοϲ ϲμύρνηϲ ἀνὰ 𐆄 α̅ ὄξουϲ ξε γ̅·

ἕψε ἀλκυόνιον ἀϲφόδελον μετ' ὄξουϲ. ὅταν δὲ εἰϲ ἥμιϲυ ἔλθῃ διύλιζε

𐅻 ε̅, ἐκ δὲ τοῦ διυλιϲθέντοϲ διάλυε ἀμμωνιακὸν ϲμύρναν λίβανον ἐλαίαϲ

δάκρυον, εἶτα ἐπίβαλλε αὐτοῖϲ τὰ λοιπὰ ξηρά· τὸν δὲ ἄλικα ἕψε ἐν

τῷ ὑπολιμπανομένῳ ὄξει καὶ ἐπίβαλλε τοῖϲ λοιποῖϲ καὶ ἑνώϲαϲ χρῶ.

ἐν ἄλλαιϲ γραφαῖϲ ἔχει οὕτωϲ· θείου ἀπύρου μίϲυοϲ χαλκίτεωϲ ἀνὰ

𐆄 α̅ καὶ 𐅻 β̅, τὰ δὲ λοιπὰ ὁμοίωϲ. Ἄλλο ϲφόδρα ἐνεργέϲ. ὄξουϲ δρι-

μυτάτου ξε η̅ ἀλεύρου κριθίνου 𐆄 κ̅ μάννηϲ λιβάνου ἀνὰ 𐆄 ι̅δ̅ λαπάθου

ἀγρίου ῥίζηϲ 𐅻 κ̅ ἀϲφοδέλου ῥίζηϲ ὁμοίωϲ ἐλλεβόρου λευκοῦ 𐅻 ι̅ ἀλ-

κυονίου ὁμοίωϲ καρδαμώμου 𐅻 λ̅ γῆϲ κιμωλίαϲ 𐅻 ι̅η̅ ταυροκόλληϲ

ἀφρονίτρου ἀνὰ 𐅻 ι̅Ϛ̅ ἀλικακάβου χλωρῶν ἀκρεμόνων δεϲμίδιον χειρο-

πληθέϲ, ϲκεύαζε καὶ χρῶ, ὡϲ προείρηται. ἐπιτεινομένηϲ δὲ τῆϲ δια-

θέϲεωϲ καὶ τυλώδουϲ γιγνομένηϲ, χρηϲτέον καὶ τούτοιϲ τοῖϲ ὑπο-

γεγραμμένοιϲ [καὶ τοῖϲ νῦν προρρηθηϲομένοιϲ]· μίϲυοϲ ϲμύρνηϲ λιβάνου

ϲχιϲτῆϲ ἀνὰ 𐅻 η̅ ἀλόηϲ θείου ἀπύρου ἀνὰ 𐅻 δ̅ ἀναλάμβανε γλυκεῖ,

ὡϲ γλοιοῦ ϲχεῖν πάχοϲ καὶ δὶϲ καὶ τρὶϲ τῆϲ ἡμέραϲ προαποϲμήχων

ἐπίχριε καὶ ἔξωθεν ἐπιτίθει φυλακῆϲ χάριν τοῦ φαρμάκου κύϲτεωϲ

ὑμένα ἢ ὠοῦ 〈τῶν λεπύρων〉 ἢ χλωρῶν φύλλων ὅϲον ἐξαρκεῖ. Ἄλλο·

λειχηνικόν. θεραπεύομεν ὀλίγαιϲ ἡμέραιϲ· πάνυ κάλλιϲτον, διὸ παρα-

λάμβανε τὸν μιϲθόν. θείου 𐅻 η̅ ἀϲβέϲτου 𐅻 η̅ χαλκίτεωϲ ὠμῆϲ 𐅻 η̅

λιβάνου 𐅻 δ̅ μίϲυοϲ 𐅻 δ̅ καππάρεωϲ χλωρῶν φύλλων κεκαυμένων 𐅻 ι̅β̅·

ὄξει λείου καὶ ποίει τροχίϲκουϲ καὶ χρῶ. Ἔμπλαϲτροι πρὸϲ…

ἐπεὶ…

αἱ…

The complete text is available when the reading interface loads.