The Greek Library Catalogue

Anonymous

Iatricorum liber ix

Edition reference
Iatricorum liber ix, ed. S. Zervos, "Ἀετίου Ἀμιδηνοῦ λόγος ἔνατος," Athena 23 (1911) 273–390.
CTS identifier
urn:cts:greekLit:tlg0718.tlg009.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

φρενιτικῶν λελεγμέναι εἰσί· τὸ δὲ μέτωπον μὴ προσπογγίζειν ἀλλ' ἐπι-

χρίειν ἀκακίᾳ, κηκῖδι, γῇ σαμίᾳ, βαλαυστίοις· κάλλιστα δὲ ποιεῖ ὀμ-

φάκινον μετὰ κόμμεως· ἕκαστον δὲ λειούσθω ἀφεψήματι ῥόδων ἢ τῷ

χυλῷ ἢ τινὶ παραπλησίῳ, καὶ οὕτως ἐπιχριέσθω. Εἰ δὲ ἐμπεπλησμέ-

νος τις κατὰ τὸν τῆς ὑγιείας καιρὸν τύχοι, καὶ σκύβαλα πολλὰ πρὸς

τὸ ἀπευθυσμένον ἔντερον εἴη ἐγκείμενα, τότε δεῖ κενοῦν κλυστῆρι

ἁπλουστέρῳ ἀπὸ χυλοῦ πτισάνης καὶ ὀλίγου μέλιτος καὶ ἁλῶν ἐλα-

χίστων καὶ ἐλαίου βραχέος· διαχρίειν δὲ καὶ τὴν ἕδραν καθ' ἑκάστην

διὰ τὰς ἐμπνευματώσεις κυμίνῳ καὶ πηγάνῳ μετὰ μέλιτος καὶ νίτρου

ὀλίγου. Σκυβάλων δὲ μὴ ὑποκειμένων ἐν τῷ ἀπευθυσμένῳ μήτε μὴν

περιττωμάτων πλήθους ἐν ἐντέροις, ἀτροφούντων δὲ τῶν καμνόντων,

ἐνιέναι χρὴ πτισάνης χυλὸν ἢ ἄλικος χλιαρώτερον, συνανακόψαντας

αὐτῷ ᾠὸν ὠμόν· σὺν γὰρ τῷ προσκαλεῖσθαι περὶ τὰ κάτω τὰ τῷ στο-

μάχῳ ἐνοχλοῦντα, καὶ τροφὴν χρηστὴν δίδωσι τῷ σώματι ἤδη ταλαι-

πωροῦντι ἐκ τῆς ἀτροφίας. Καταπλαττόμενα δὲ κατὰ τοῦ στομάχου

καὶ τοῦ ἀριστεροῦ μαζοῦ ὠφελεῖ τοὺς καρδιακοὺς βάτου φύλλα μετ'

ἄρτου ἢ μυρσίνης φύλλων ἢ μύρτων ἢ ἕλικος ἀμπέλου, ἢ ἀρνόγλωσ-

σον σὺν τῷ ἄρτῳ ἢ μῆλα κυδώνια, φοίνικες, σέρις μετὰ κηρωτῆς,

τοὺς δὲ ἀσθενεστέρους καὶ ἀλφίτοις σὺν φοίνιξι καταπλάττειν· ἢ φοί-

νικας οἴνῳ βρέχων λείου ὅσον οὐγκίαν μίαν, εἶτα ἐπιβαλὼν ἀλόης

δραχμὰς τέσσαρας, μαστίχης δραχμὰς τέσσαρας καὶ συλλειώσας,

τῆκε κηροῦ οὐγκίας δύο μετὰ ἐλαίου οὐγκιῶν τεσσάρων, εἰ μὲν χει-

μὼν εἴη καὶ μὴ πολλὴ αἴσθησις θερμασίας, ναρδίνου· ἐν δὲ τῷ θέρει,

ῥοδίνου ἢ μηλίνου· καὶ ἐπιχέας τὴν κηρωτὴν τοῖς λειωθεῖσιν, ἀναμί-

ξας χρῶ ὁμοίως. Εἰ δὲ φλεγμαίνοι τι τῶν σπλάγχνων, ἄρτον ἑψήσας

μετ' οἴνου ὀλίγου καὶ μέλιτος, κατάπλασσε, προσπλέκων αὐτῷ ἐπὶ

τῶν ἀτονωτέρων μῆλον κεκαθαρμένον ἢ οἰνάνθην. Καταστέλλει δὲ

τοὺς ἱδρῶτας καὶ ἐπιστέλλει τόν τε στόμαχον καὶ τὴν τοῦ νοῦ κα-

τάρχουσαν καρδίαν τὸ ἐκ φοινίκων καὶ οἰνάνθης καὶ ἀκακίας καὶ ῥό-

δων καὶ στυπτηρίας τε καὶ ὑποκυστίδος καὶ ῥοὸς ἐρυθροῦ κατάπλα-

σμα, τὸν εὐώνυμον μασθὸν καταλαμβάνον καὶ αὐτὴν τὴν γαστέρα·

ἔστω δὲ εὐαφὲς σφόδρα καὶ κοῦφον καὶ συνεχῶς ἀλλασσέσθω. Ἀνα-

κληθέντος δ' ἐκ τοῦ συμπτώματος, εἴ τινες τόποι φλεγμαίνοιεν περὶ

τὰ ὑποχόνδρια, προνοεῖσθαι χρή, ὅπως ἀφλεγμαντότεροι γίγνωνται διὰ

τῶν κοινῶν καταπλασμάτων, τροφὰς δὲ δοτέον ἄρτον ἐξ ὕδατος ψυ-

χροῦ ἢ ἐξ οἴνου τῶν λεπτῶν καὶ λευκῶν ψυχρῶς κεκραμένου, πόδας

ὑείους, ἀγκύλας, ῥύγχη καὶ τῶν πτηνῶν τὰ ἀπίμελα καὶ ἄβρωμα

τετηκότα ἐν τῇ ἑψήσει σὺν πτισάνῃ ἢ καθ' αὑτά· ψυχρὰ δὲ καὶ ταῦ-

τα προσφερέσθω, εἰ θερμασίας αἴσθησις περὶ τὸν στόμαχον εἴη καὶ

μὴ φλεγμαίνοι· ἐπὶ δὲ τῶν ἄλλων θερμὰ καὶ τὸ ποτὸν θερμὸν δο-

τέον, οἶνον λευκὸν καὶ λεπτὸν κεκραμένον· τὸ δὲ σύμμετρον πλῆθος

τοῦ διδομένου οἴνου οἱ σφυγμοὶ τοῦ κάμνοντος δηλώσουσι· μέχρι γὰρ

τοσούτου δοτέον μόνου, ἄχρις ἂν ὁ σφυγμὸς καταπαύσηται ὑποτρέ-

μειν καὶ ῥωμαλεώτερος γένηται.

2

{Περὶ τῶν ὑπὸ μελαίνης χολῆς ἐνοχλουμένων τὸν στόμαχον

Ἡροδότου.}

Οἱ ὑπὸ μελαίνης χολῆς ἐν πυρετοῖς ἐνοχλούμενοι τὸν στόμαχον

παραπλήσια συμπτώματα τοῖς καρδιακοῖς πάσχουσι. παρέπεται δὲ

τούτοις δηγμὸς ἰσχυρὸς τοῦ στομάχου μετ' ἐκλύσεως καὶ ἰλίγγων τῆς

κεφαλῆς καὶ ἱδρώτων ψυχρῶν, μικρότητός τε καὶ ἀμυδρότητος τοῦ

σφυγμοῦ· προϊόντων δὲ τῶν χρόνων ἐπιτείνεται ὁ δηγμός, κἀντεῦθεν

εἰς ἄλγημα μεταβαίνει δυσπαρηγόρητον· ἐπιφανεὶς δὲ ξανθῆς χολῆς

ἔμετος κουφίζει τὸ σύμπτωμα, μελαίνης δὲ λύει· ἐμοῦσι γὰρ ὡς ἐπίπαν

οἱ τοιοῦτοι φλέγμα ὀξῶδες, ἀθροιζόμενον ἐν τῇ κοιλίᾳ ἐκ τῶν συνε-

χῶν ἀπεψιῶν διὰ τὴν τῆς γαστρὸς ἀτονίαν· τοῖς δὲ χωρὶς πυρετῶν

ὑπὸ μελαίνης χολῆς ἐνοχλουμένοις τὸν στόμαχον παρέπεται κατὰ μὲν

τὰς τῆς γενέσεως τοῦ χυμοῦ ὑποστάσεις δυσθυμία καὶ ὕπνος μετὰ

φαντασιῶν ἀλλοκότων καὶ συνολκὴ καὶ ὀδύνη ἰγνυῶν καὶ γαστροκνη-

μιῶν καὶ ὀξυδερκέστεροι ἑαυτῶν γίγνονται, ἀνορεκτότεροι δὲ εἰσί· καὶ

τὰς ἐρυγὰς δὲ καὶ τὰς ἀναχρέμψεις ἰχθυώδεις καὶ βρωμώδεις ἔχουσι·

συναθροισθείσης δὲ τῆς χολῆς μετὰ πολλῆς ἀπορίας δυσκαρτερήτως

πυροῦνται, ὥστε πᾶν αὐτοῖς μέρος καίεσθαι δοκεῖν μάλιστα δὲ ὁ στό-

μαχος, ὡς ὑπὸ σκολόπων πεπυρακτωμένων νυττόμενος, ἱδρῶτές τε

συγκοπτικοὶ περιρρέουσιν ἅπαν τὸ σῶμα ὡς ἐπίπαν· σιελίζουσι δὲ τῷ

δάκνεσθαι καὶ πολλὴ αὐτοῖς ἡ πρὸς ἔμετον προθυμία, καί ποτε μὲν

μάτην σπαράττονται, ἔστι δὲ ὅτε ἐμέσαντες ὀλίγα τῶν συρρευσάντων

εἰς τὴν γαστέρα χολωδῶν ἢ φλέγμα ὀξῶδες καὶ πρὸς βραχὺ κουφι-

σθέντες πάλιν τὸ αὐτὸ πάσχουσι καὶ καθόλου ἐλλεβοριζομένοις ἐοίκασιν.

Οἱ δὲ σφυγμοὶ ὁτὲ μὲν ἐπὶ τὸ πυκνότερον, ὁτὲ δὲ ἐπὶ τὸ ἀραιότερον μετα-

βάλλουσιν ἀγρυπνότεροι δὲ γίνονται καί, εἰ κοιμηθεῖεν, μετὰ ταραχῆς

πυρωδέστεροι ἐξανίστανται, ὑπερζέσαντος ὡς εἰκὸς τοῦ συνδοθέντος εἰς

τὴν γαστέρα ὑγροῦ· πολλάκις δὲ τὴν ληφθεῖσαν τροφὴν μετὰ μελαγχο-

λικοῦ χυμοῦ ἀνάγουσιν, ὡς ἐπίπαν γὰρ μετὰ δύο ὥρας τῆς τροφῆς τῷ

συμπτώματι ἁλίσκονται καὶ μάλιστα, ὅταν τι τῶν δριμέων ἢ ἁλυκῶν

ἐδεσμάτων ἢ πομάτων προσενέγκωνται. Ἐνίοις δὲ αἱ διὰ τῆς κοιλίας

διαχωρήσεις ἐπέχονται ἢ ἀποκρίνονται παρὰ φύσιν ἄπεπτοι· φέρεται

δέ ποτε καὶ χολὴ διὰ τῆς κάτω κοιλίας, καὶ συνεργεῖ τῇ τοῦ πάθους

παρακμῇ. Ἔνιοι δὲ ἐπισχεθείσης τῆς χολῆς καὶ τοῖς μελαγχολικοῖς ἑά-

λωσαν πάθεσι καὶ παρανοίαις ἀλλοκότοις. Τούτων οὕτως ἐπιφανέν-

των, εἴτε πυρέττοιεν εἴτε καὶ μή, εἰ μὲν νέοι εἶεν καὶ πολύαιμοι καὶ

πάντας τοὺς πρὸς φλεβοτομίαν ῥυθμοὺς ἔχοιεν, φλεβοτομητέον μετ'

ἐπαφαιρέσεως προκεκενωμένους διὰ κλυστῆρος, μὴ μέντοι μέχρι λιπο-

θυμίας, διὰ τὴν τοῦ στομάχου ἀσθένειαν· διαδετέον δ' εὐτόνως τὰ

ἄκρα καὶ ὀλιγοσιτεῖν ἀναγκαστέον, τόν τε στόμαχον ἐμβρεκτέον δι'

οἰσυπηρῶν ἐρίων μετ' ὄξους πλείστου καὶ ῥοδίνου ὁλίγου ἢ μηλίνου ἢ

σχινίνου. εἰ δὲ ἐπιμένοιεν, ἐμβρεχέσθωσαν ῥόδων χυλῷ ἢ σέρεως ἢ ἀν-

δράχνης μετὰ τοῦ ῥοδίνου καὶ τοῖς στύφουσι καὶ παρηγοροῦσι κατα-

πλαττέσθωσαν. Τοῖς δὲ σὺν τῇ δήξει ἐμφυσωμένοις τήν τε γαστέρα

καὶ τὰ ἔντερα, ἐπιτηδειότατόν ἐστιν ὄξος δριμύ, ἐν ᾧ ἥψηται γλή-

χων καὶ κύμινον θερμόν, διὰ σπόγγων ἔξωθεν τῇ γαστρὶ προσαγόμε-

νον· εἰ δὲ ἐπιμένοι ἡ ὀδύνη, στυπτηρίαν ὑγρὰν μετὰ χαλκάνθου λείου

καὶ ἀλόης μέλιτι ἀναλαβών, ἐπιτίθει· καὶ ὄξει τὴν στυπτηρίαν ἐμ-

βάλλων καὶ θερμαίνων, πυρία τὸν στόμαχον διὰ τῶν σπόγγων· ἢ

ἀλόην ἴσην μίξας τῇ στυπτηρίᾳ, μυρσινίνῃ κηρωτῇ ἀναλαβών, ἐπι-

τίθει τῷ στόματι τῆς γαστρός· ἢ κισσοῦ φύλλοις ἑφθοῖς ἐν οἴνῳ κα-

τάπλασσε τὴν γαστέρα, ἢ ἀρνογλώσσῳ μεθ' ἁλῶν τριβέντι ἢ πρασίῳ

μετ' ἄρτου καὶ ῥοδίνου φυραθέντι ἢ βολβοῖς πυρροῖς καὶ στυπτηρίᾳ

ἴσοις κατάπλαττε, κάλλιστον γὰρ ἐπὶ τῶν χρονιζόντων βοήθημα· καὶ

μετὰ νίτρου δὲ οἱ βολβοὶ λειωθέντες καὶ καταπλασσόμενοι ταχεῖαν

τὴν ἴασιν παρέχουσιν· ἐπιτηδειότατον δὲ αὐτοῖς καὶ ἀγελαίας βοὸς

βόλβιτον ξηρὸν ἡψημένον ἐν οἴνῳ καὶ καταπλασσόμενον, ἐπίθεμα δὲ

τὸ διὰ σπερμάτων, ἢ τοὺς βολβοὺς τοῖς βολβίτοις καὶ τῷ νίτρῳ προσ-

πλέκων κατάπλασσε. Εἰ δὲ ἐπιταθείη αὐτοῖς ἡ ἐμπνευμάτωσις, πή-

γανον καὶ κύμινον ἑψήσαντες ἐν ἐλαίῳ, ἐμβρέξομεν τὴν γαστέρα ἐπὶ

πολὺ καὶ ἐκ τοῦ αὐτοῦ ἐλαίου ἐνεματίσομεν ὅσον οὐγκίας ἕξ, προκε-

νώσαντες αὐτοὺς ἐκκοπρωτικῷ κλυστῆρι, ἐν ᾧ ἀφήψηται πήγανον

καὶ κύμινον· εἶτα ἐπιθετέον μέγα σπληνίον τῇ κοιλίᾳ καὶ τοῖς σπλάγ-

χνοις τοῦ διὰ σπερμάτων ἐπιθέματος. Τροφὴν δὲ διδόναι χυλὸν πτι-

σάνης, προσλαβόντα ἐν τῇ ἀρτύσει ὄξος, μέλι, κύμινον, ἄνησον, εἶτα

καὶ ὄρνιν ὁμοίως ἠρτυμένην. Τὸ δὲ ποτόν, οἶνον κιρρὸν σύμμετρον τῷ

πλήθει. Ἐπιτηδειότατα δ' ἐπὶ τοῖς χολὴν μέλαιναν γεννῶσι καὶ ἐμ-

πνευματουμένοις καὶ δακνομένοις γλήχωνος ἀφέψημα πινόμενον ἢ

ὕδωρ, ἐν ᾧ σίδηρος ἐναπεσβέσθη πλειστάκις, καὶ σέρεως χυλὸς πι-

νόμενος· ὑδροποτείτωσαν δὲ καὶ τὸ ποτὸν θερμὸν ἔστω. Εἰ δὲ θερ-

μασίας πλείστης αἰσθάνοιντο, ψυχρὸν δοτέον κατ' ὀλίγον, καὶ μάλι-

στα ἐν τοῖς παροξυσμοῖς· ἀσωμένοις γὰρ αὐτοῖς καὶ πυρουμένοις καὶ

πᾶσαν ὑπομένουσι ταλαιπωρίαν, καταρροφεῖν ἐκ διαλειμμάτων ψυ-

χρὸν κατὰ κύαθον ἐπιτρεπτέον, οὐ γὰρ ὑγρασμοῦ δέονται ἀλλ' ἐμ-

ψύξεως, χάριν καὶ τῆς ἔξωθεν ἐπικρατήσεως. Ὠφέλιμον αὐτοῖς καὶ

χυλὸς ἡδυόσμου μετὰ χυλοῦ ῥόας γλυκείας. Εἰ δὲ ὑδροποτεῖν ἀδυνά-

τως ἔχοιεν, ὀλίγον οἶνον καὶ ὑδαρῆ ἐπὶ τοῖς σιτίοις δοτέον θερμῷ κε-

κραμένον. Ἡ δὲ τροφὴ τὸ μὲν πλέον ἔστω σιτώδης καὶ εὐχυμοτάτη

ἐπὶ πάντων, ἁπλουστέρα δὲ καὶ εὐδιοικητοτέρα ἐπὶ τῶν πυρεττόντων,

ἐπὶ δὲ τῶν ἀπυρέτων παραπλεκέσθω λαχάνων μὲν θριδακίνης καυ-

λὸς καὶ μαλάχης, ἰχθύων δὲ οἱ πετραῖοι καὶ τῶν ὀρνίθων τὰ ἄβρω-

μα καὶ ἀπίμελα καὶ ὄρεια· ὀστρέων ὠφελιμώτατοι ἐχῖνοι πρόσφατοι·

ἀπεχέσθωσαν δὲ διὰ παντὸς παντὸς δριμέος καὶ ἁλυκοῦ· τὰς δὲ ἐπι-

πόνους δήξεις καὶ ναυτίας, χλιαρὸν πλεῖστον πιόντες, διὰ τῶν ἐμέ-

των λυέτωσαν. Εἰ δὲ μὴ καλῶς ἔχοιεν, ἡσυχάζειν καὶ θάλπειν πλα-

τείᾳ τῇ χειρὶ τὸν στόμαχον, ἵνα τὸ συνδοθὲν χολῶδες διὰ τῆς κάτω

κοιλίας ἐκκριθῇ. Εἰ δὲ τὴν φλεβοτομίαν μὴ παραλαμβάνομεν, τῇ

δευτέρᾳ καὶ τῇ τρίτῃ κενωτέον διὰ κλυστῆρος καὶ ἐν ὀλιγοσιτίᾳ

τηρητέον, ἔπειτα ποτίζειν τὸ τῆς γλήχωνος ἀφέψημα νήστεις καὶ τὰ

ἄλλα πάντα [τὰ] προειρημένα καὶ πυριᾶν τῷ ὄξει καὶ καταπλάττειν

αὐτοὺς βολβίτῳ μετὰ τῶν βολβῶν καὶ τοῦ νίτρου. Ἀπυρέτων δὲ γε-

νομένων ἢ καὶ μηδόλως πυρεξάντων, χρονιωτέρας τῆς ὀχλήσεως γε-

νομένης καὶ τῶν παροξυσμῶν μακρὰ διαλείμματα λαμβανόντων, κα-

θαρτέον τῇ ἱερᾷ Ἀρχιγένους ἢ Ῥούφου. Τοῖς σιελίζουσι δὲ δοτέον

κόνυζαν ξηρὰν λεπτὴν μάλιστα διαμασᾶσθαι ἢ γλήχωνα καὶ μαστί-

χην λείαν πότιζε μεθ' ὕδατος· ποτιστέον δὲ καὶ τούτοις τὸ γάλα, κα-

θὼς ἐν τῷ μετὰ τοῦτο κεφαλαίῳ ἐκ προσθήκης εἰρήσεται, τοῖς δὲ

πάνυ ἔκλυτον ἔχουσι τὸν στόμαχον δοτέον ὀρὸν γάλακτος δι' ὀξυμέ-

λιτος ἐσχημένον, ἐπιπάσσοντες τῇ πρώτῃ πόσει τοῦ ὀροῦ ἐπιθύμου

λειοτάτου γραμμάρια ἐννέα καὶ σκαμμωνίας ὀβολὸν ἕνα ἢ δύο πρὸς

δύναμιν, ἔπειτα τὸν ὀρὸν καθαρὸν ἐκ διαλειμμάτων κατὰ βραχὺ πι-

νέτωσαν· ἔστω δὲ τὸ πλῆθος τοῦ πινομένου ὀροῦ κοτύλαι ἐννέα τὸ

ἐλάχιστον. Πραΰνει δὲ ἀλγήματα καὶ δήξεις στομάχου ἀνδράχνης

χυλὸς καὶ τὸ μένον καθ' αὑτό, ὁτὲ δὲ σὺν ναρδίνῳ ἢ μηλίνῳ. Ἐπὶ

δὲ τῶν σφόδρα ἐκκαιομένων ποιεῖ καὶ ὀξυλαπάθου σπέρμα ὅσον τριώ-

βολον μεθ' ὕδατος, ἢ μαστίχης λειοτάτης κοχλιάριον πότιζε σὺν ψυ-

χρῷ νήστει· μάλιστα δὲ πάντων τὰς δήξεις παύει γάλα ὄνειον, εἰ δὲ

μὴ βόειον, πινόμενον εὐθήμελκτον, ἀπαραβάτως γὰρ ποιεῖ· εἰ δὲ μὴ

παρείη θερμόν, ἐμβάλλειν χρὴ ὕδωρ τὸ τέταρτον μέρος αὐτοῦ, καὶ

ἀναζέσαντας διδόναι πίνειν· ἀγαθὸν δὲ καὶ σικύας ἐν μεταφρένῳ κολ-

λᾶν, ἔσθ' ὅτε δὲ καὶ κατὰ τοῦ στομάχου καὶ ἀμύξαντας, αἷμα ἱκα-

νὸν ἑλκύσαι διὰ τῶν ἀμυχῶν. Εἰς δὲ ἀνασκευὴν τοῦ πάθους γυμνα-

ζέσθωσαν καθ' ἑκάστην ἡμέραν πρὸ τῶν σιτίων καὶ ψυχρολουτείτω-

σαν καὶ μάλιστα θαλάσσῃ, καὶ τῇ ἄμμῳ ἐν τοῖς ὑπὸ κύνα καύμασι

καταχωννύσθωσαν, ἀπεχέσθωσαν δὲ πάντων τῶν τὴν μέλαιναν χολὴν

γεννώντων, μάλιστα κρεῶν βοείων καὶ οἴνου μέλανος, κράμβης τε

καὶ φακοῦ. προείρηται ἀκριβέστερον περὶ τῆς τούτων διαίτης ἐν τῷ

Ἕκτῳ Λόγῳ τῷ περὶ μελαγχολίας.

3

{Πρὸς τοὺς χολὴν μάλιστα ξανθὴν ἐμοῦντας ἐκ τῶν

Φιλουμένου.}

Τοῖς δὲ χολὴν ἐμοῦσι καὶ ἐν πυρετοῖς καὶ δίχα πυρετοῦ, ἁρμόζει

τὰ πρὸς τὴν ναυτίαν καὶ τὸν πλάδον τοῦ στομάχου ῥηθησόμενα, καὶ

χρηστέον αὐτοῖς ἅπασι καὶ τοῖς ὀσφραντοῖς καὶ τοῖς διαμασητοῖς

καὶ ἐμβροχαῖς· ἡ δὲ κατάκλισις ἐπ' αὐτῶν μάλιστα μετὰ τροφὴν ἢ

ποτὸν ὑπτία ἐπιτηδευέσθω, καὶ σπόγγος ἐξ ὀξυκράτου ἐπιρριπτέσθω

κατὰ τοῦ στόματος τῆς γαστρὸς καὶ μάλιστα, εἰ μὴ εὐκαταφρόνη-

τος εἴη ὁ πόνος, ψηλαφία δὲ καὶ διακράτησις τῶν καρπῶν καὶ τῶν

ἄλλων ἄκρων. Καταπλάσματα δὲ τὰ διὰ φοινίκων καὶ σιδίων καὶ

τῶν ὁμοίων παραλαμβανέσθω, ἡψημένων μὲν δι' οἴνου ἢ ὀξυκράτου,

συλλεαινομένων δὲ μετ' ἄρτου· καὶ ἀκακία δὲ καὶ ὑποκυστὶς καὶ βα-

λαύστιον καὶ ῥοῦς συμπλεκέσθω τῷ καταπλάσματι, ἥ τε τοῦ σώμα-

τος ὅλου ἀποθεραπεία δι' ἐλαίου γιγνέσθω νίτρον βραχὺ ἔχοντος,

ὅπως ἱδρῶσαι βιασώμεθα τὴν ἐπιφάνειαν καὶ μετάγειν τοὺς ῥευματι-

σμούς· καὶ διὰ τοῦτο καὶ ἡ κάτω τῆς κοιλίας ἔκκρισις ἔργῳ πλεονα-

σθεῖσα, τοῖς ἐμέτοις ἀναξηρανθῆναι παρέσχεν. ὁ δι' ἀψινθίου τοίνυν

καὶ ἀλόης προποτισμὸς ἁρμόδιος χρονιζούσης τῆς διαθέσεως, οὐκ ἀν-

τιλεγούσης δὲ τῆς δυνάμεως, καὶ τῆς διὰ κολοκυνθίδος Ἀρχιγένους

ἱερᾶς καταπότια ποιήσαντες δώσομεν, τοὐλάχιστον μὲν ἕως δραχμῆς

μιᾶς, τὸ δὲ πλεῖστον ἕως τριῶν. Εἰ δὲ μηδὲν κωλύει, καὶ τῷ διὰ νά-

πυος καταπλάσματι τὰ ὑποχόνδρια φοινίξομεν, ἄκρως γὰρ μετάγει

τὴν αἴσθησιν ἐπὶ τὴν ἐπιφάνειαν. Ἀλλὰ ταῦτα μὲν χρονιζόντων ἐστὶ

βοηθήματα, κατὰ δὲ τοὺς παροξυσμοὺς καὶ τὰς ὀξύτητας ἡ σικύα

πλεῖστον ὀνίνησι μετὰ πολλῆς φλογὸς προσβαλλομένη τῷ στόματι

τῆς γαστρὸς καὶ εὐτόνως ἀποσπωμένη καὶ ἐπικολλωμένη πάλιν ἐκ

δευτέρου καὶ τρίτου. Τὴν δὲ προσφορὰν τῆς τροφῆς, ὡς ἐπὶ τῶν

ἐμούντων ποιησόμεθα, πλεονάκις κατὰ βραχὺ διδόντες ἢ ὁσάκις ἂν

ἀπεμέσωσι τὰ λαμβανόμενα, πάλιν ἑτέραν τροφὴν μετὰ βραχὺ διά-

στημα προσφέροντες· πρὸ δὲ τῆς τροφῆς, πιεῖν ὕδωρ χλιαρὸν διδόν-

τες, ἀναγκάζομεν ἀπεμέσαι· τοῦ γὰρ παρακειμένου χολώδους συνεκ-

κριθέντος τῷ ὕδατι ἐκνιφθεὶς καὶ κουφισθεὶς ὁ στόμαχος, κρατεῖ εὐ-

θέως τὴν παρατεθεῖσαν τροφήν. Πραΰνει δὲ ἀλγήματα καὶ δήξεις

στομάχου, ἀνδράχνης χυλὸς καὶ λοιπὴ ἀγωγὴ ἡ ἐκεῖθεν· καὶ ἐπὶ βαλα-

νεῖον δὲ καὶ οἰνοποσίαν τάχιον ἀκτέον τοὺς χολὴν ἐμοῦντας, ἵνα ἐπὶ

τὴν ἐπιφάνειαν μεταγάγωμεν τὰς ὕλας· ἀλλὰ καὶ ὑποστύφων ὁ οἶνος

τόνον ἐντίθησι τοῖς σώμασι καὶ κρατεῖν ἀναγκάζει τὰ σιτία· χρη-

στέον δέ ποτε καὶ κηρωτῇ διὰ σχινίνου ἢ οἰνανθίνου, προσειληφυίᾳ

ἀψίνθιον ἢ ἀλόην ἢ κηκῖδα ἢ οἰνάνθην.

4

{Πρὸς τοὺς ἐκκαιομένους τὸν στόμαχον καὶ διψῶντας

δίχα πυρετοῦ καὶ σὺν πυρετῷ.}

Ἡ δίψα γίγνεται ἢ ὑγρότητος ἐνδείᾳ ἢ θερμότητος πλεονεξίᾳ· ἰά-

ματα δὲ τῆς μὲν ξηρότητος ὕπνος, τῆς δὲ θερμότητος ἐγρήγορσις,

τῶν δὲ δι' οἴνου πλείονος πόσιν διψώντων ἢ διὰ τὴν τῶν ἐδηδεσμέ-

νων θερμότητα, ὕδωρ ψυχρὸν ἴαμά ἐστι πινόμενον. Τοὺς δὲ χρονίως

καυσουμένους τὸν στόμαχον ὠφελεῖ ἅμα καὶ δίψαν παύει γλυκυρρί-

ζης χυλὸς πινόμενος καὶ αὐτὴ ἡ ῥίζα σὺν τῷ ὕδατι, ἑλίκων ἀμπέλου

ἀπόβρεγμα, ἀνδράχνης χυλὸς καὶ αὐτὴ ἐσθιομένη, σέρεως χυλὸς κα-

ταρροφούμενος, πολυγόνου χυλὸς ὁμοίως. Ἐπὶ δὲ τῶν ἐξ ἀσθενείας

ἀναλαμβανομένων, δίψαν παύει σῦκα χλωρὰ ἐσθιόμενα, σύμφυτον πε-

τραῖον διαμασώμενον, καταπλασσόμενα δὲ ὠφελεῖ στόμαχον ἐκκαιό-

μενον, πολύγονον, σέρις, σόγχος, σέλινον κηπαῖον, ἕλικες ἀμπέλου,

ἀνδράχνη, ἕκαστον μετ' ἀλφίτου ἢ ἄρτου. Τοὺς δὲ τὴν ἐπιφάνειαν

καυσουμένους ὠφελεῖ, κολοκύνθης ξεσμάτων ὁ χυλὸς μετὰ ῥοδίνου ἢ

ὄμφακος χυλὸς ὁμοίως· παρηγορεῖν δὲ πέφυκε τὸ ἐν πυρετοῖς δίψος,

ἐμβροχὴ τῆς κεφαλῆς διὰ ψυχροτάτου ἐλαίου ὀμφακίνου ἢ ῥοδίνου,

ἐξ ὑψηλοῦ κατακρουνιζομένου τοῦ βρέγματος δι' ἐρίου· ἄδιψον δ' ἔστι

καὶ ἐκκαιόμενον τὸν στόμαχον ὠφελεῖ σικύου σπέρμα διαμασώμενον,

καὶ λεπιζόμενον δὲ καὶ λεῖον σὺν ὕδατι πινόμενον σφόδρα ὠφελεῖ τοὺς

ἐκκαιομένους τὸν στόμαχον· ὁμοίως δὲ ποιεῖ καὶ τὸ τῆς θρίδακος

σπέρμα διαμασώμενον καὶ πινόμενον, καὶ τὸ τῆς ἀνδράχνης σπέρμα

καὶ τὰ προρρηθέντα ἐν τοῖς περὶ πυρετῶν.

{Ἄλλο ἄδιψον ποιοῦν πρὸς πλάδον στομάχου ἐφ' ὧν ἐστι

καὶ θερμὴ ἡ διάθεσις.}

Ῥόδων χλωρῶν ἐξωνυχισμένων δραχμὰς ἕξ, γλυκυρρίζης δραχμὰς

τέσσαρας, ναρδοστάχυος δραχμὰς τέσσαρας οἴνῳ γλυκεῖ ἀναλάμβανε

καὶ ποίει καταπότια καὶ δίδου ὑπὸ τὴν γλῶτταν κατέχειν ἐρεβίνθου

μέγεθος· ἐμψύχει δὲ τοῦτο καὶ τονοῖ.

{Ἄλλο.}

Ἀνδράχνης χλωρᾶς ῥίζης, πέπονος ῥίζης, ἐν ἄλλῳ σπέρματος, γλυ-

κυρρίζης χυλοῦ ἢ σπέρματος τραγακάνθης ἴσα ἀναλαμβάνων ὕδατι,

πλάσσε δραχμιαῖα καὶ χρῶ· καταρροφείτωσαν δὲ μήλων κυδωνίων

ἀπόβρεγμα καὶ λοιπῶν. Ἐν ἄλλῳ γλυκυρρίζης χυλοῦ ἢ σπέρματος

τραγακάνθης ἴσα ἀναλάμβανε ὕδατι καὶ πλάττε κυάμου μέγεθος

καὶ χρῶ.

5

{Περὶ λυγμοῦ Γαληνοῦ}

Τὸ τοῦ λυγμοῦ σύμπτωμα ἐπιγίγνεται τῷ στομάχῳ διὰ πλήρωσιν

ἢ κένωσιν ἢ ψῦξιν, ἐνίοτε δὲ καὶ διὰ δῆξιν χυμῶν δριμέων τε καὶ

φαρμακωδῶν ταῖς ποιότησιν, οὓς ἐὰν ἐμέσωσιν, αὐτίκα παύονται λύ-

ζοντες. Πολλοὶ τὸ διὰ τριῶν πεπέρεων φάρμακον πίνοντες ἢ αὐτὸ τὸ

πέπερι, ἐὰν εὐθέως ἐπιπίωσιν οἶνον, πάντως λύζουσι· καὶ ῥιγώσαντες

δὲ τὸ στόμα τῆς κοιλίας ἔνιοι λύζουσι, καὶ μάλιστά γε τοῖς παισὶ

συμβαίνει λύζειν συνεχῶς ἐπὶ τῇ τοῦ στομάχου ψύξει καὶ τῇ τῆς τρο-

φῆς διαφθορᾷ· γίγνεται δὲ λυγμὸς καὶ ἐν πυρετοῖς, καὶ μάλιστα φλεγ-

μαίνοντος στομάχου ἢ καὶ ἑτέρου σπλάγχνου. Ψύξεως μὲν οὖν προη-

γησαμένης τοῦ λυγμοῦ, ἐπιτίθει τῷ στομάχῳ ἐν ἐρίῳ ἔλαιον, ἐν ᾧ

ἥψηται πήγανον, κύμινον καὶ ἀψίνθιον· δίδου δὲ καὶ ποτόν, πήγα-

νον μετ' οἴνου ἢ σέλινον ἡψημένον ἐν μελικράτῳ ἢ κύμινον λεῖον ἢ

καλαμίνθην ἢ ἄσαρον ἢ γλήχωνα ἢ δίκταμνον ἢ νάρδον κελτικήν,

ἰδίᾳ δ' ἕκαστον καὶ ὁμοῦ. καλὸν δὲ καὶ τὸ σκιλλιτικὸν ὄξος καταρ-

ροφούμενον· τὸ δὲ καστόριον καὶ τοῖς διὰ ψῦξιν λύζουσι τελείοις δί-

δου καὶ τοῖς ἐπὶ πλήθει χυμῶν ταὐτὸν πάσχουσι δι' ὀξυκράτου ὅσον

δραχμῆς, καὶ ἔξωθεν δὲ τῷ στομάχῳ ἐπιτιθέμενον ἐπ' ἀμφοτέρων

τούτων ὠφελεῖ ἅμα σικυωνίῳ ἢ παλαιῷ ἐλαίῳ. Ὅταν δὲ ὑπὸ πλη-

ρώσεως λυγμὸς γένηται, τοὐπίπαν δὲ ἢ ἐπὶ πλεῖστον οὕτως συνίστα-

ται, βιαίας δεῖται κενώσεως· ἔμετος μὲν οὖν τούτοις ἴαμα καὶ τῶν

ἄκρων διάδεσις καὶ κατοχὴ τοῦ πνεύματος καὶ ἀναφώνησις ἐμμελὴς

μετὰ πλείονος κραυγῆς καὶ μακρὸς καὶ σύντονος περίπατος καὶ αἰω-

ρήσεις καὶ ἔτι μᾶλλον ἱππασίαι, σικύαι τε μετὰ πλείονος φλογὸς τῷ

τε στήθει καὶ τῷ στομάχῳ καὶ τῷ μεταφρένῳ κολλώμεναι, καὶ πταρ-

μὸς ἐπιτετηδευμένος ἁρμοδιώτατος τοῖς ἐπὶ πλήθει λύζουσιν. Τοῖς δὲ

ἐπὶ κενώσει λυγμοῖς ἐναντιώτατος σπασμός· ἰᾶται δὲ τούτους τρο-

φῆς ἐπιτηδείου παράθεσις καὶ ἀναπλήρωσις τοῦ λείποντος. Λυγμὸς

ἐπὶ καταφοραῖς ἢ συγκοπαῖς ἢ τετάνοις γιγνόμενος οὐ μετὰ πολὺ τὸν

θάνατον σημαίνει. Ποτίζειν δὲ χρὴ καὶ τούτους συνεχῶς μελίκρατον

ἢ ὕδωρ μετὰ ψιχῶν μετρίως ζεστῶν· ἁρμόζει δὲ ἐπ' αὐτῶν καὶ τὸ

καστόριον σὺν μελικράτῳ πινόμενον τριώβολον· ἀλλ' ἐπὶ τῶν κεκρα-

τημένων τὰ γενναῖα τῶν βοηθημάτων παραιτεῖσθαι χρή, τῶν δὲ διὰ

δῆξιν λυζόντων, πρῶτον μὲν ἔμετον αὔταρκες ἴαμα εὑρήσομεν· ἔπει-

τα δὲ καὶ τὴν τῆς αἰσθήσεως νάρκωσιν καὶ τὴν ἀλλοίωσιν τῶν δα-

κνόντων καὶ διαφόρησιν. Ναρκοῦται μὲν οὖν ἡ αἴσθησις διὰ τῶν ψυ-

χόντων, ἀλλοιοῦται δὲ ἡ δῆξις διὰ τῶν ἀμβλυνόντων, διαφορεῖται δὲ

τὸ περιττὸν διὰ τῶν ξηραινόντων· τοιαύτης δὲ μικτῆς δυνάμεώς ἐστι

τὸ ὑποκείμενον φάρμακον καὶ τὰ τούτῳ παραπλήσια· ἔχει δ' οὕτως.

{Ἀσκληπιάδου στομαχικοῖς ἐκκαιομένοις καὶ πρὸς

ἐπιτεταμένους λυγμοὺς καὶ τὰς εἰλεώδεις

τοῦ στομάχου διαθέσεις.}

Κόστου, ναρδοστάχυος, χρυσοβαλάνου, κρόκου, ῥόδων χλωρῶν,

μαστίχης ἀνὰ δραχμὰς τέσσαρας, ἀσάρου, ἀλόης ἀνὰ δραχμὰς δύο,

ὀπίου δραχμὴν μίαν ἀναλάμβανε ψυλλίου ἀποβρέγματι, καὶ ἀνάπλασ-

σε τροχίσκους καὶ δίδου τρεῖς· ἐγὼ δὲ τὴν χρυσοβάλανον παραι-

τούμενος, χρῶμαι ἐπὶ τούτων τῷ ἀστέρι καλουμένῳ τροχίσκῳ, ὅστις

ἀναγραφήσεται μετὰ βραχὺ πρὸς τὰς τοῦ στομάχου ἀνατροπάς. Ἀμ-

βλύνει δὲ τὰς δήξεις καὶ παύει τὸν διὰ ταύτας γιγνόμενον λυγμὸν

σέρεως χυλὸς πινόμενος, σικύου σπέρμα λελεπισμένον λεῖον πινόμενον,

θρίδακος σπέρμα ὁμοίως, ἀνδράχνης χυλὸς πινόμενος καὶ αὐτὴ ἐσθιο-

μένη, μυξῶν ἀφέψημα πινόμενον, καὶ πάντων δὲ μάλιστα ποιεῖ τὸ

γάλα εὐθήμελκτον πινόμενον.

6

{Περὶ βουλίμου Ἀρχιγένους.}

Ὁ βούλιμος διὰ κατάψυξιν τοῦ στομάχου γίγνεται καὶ ἔνδειαν

καὶ ἀτονίαν τῆς δυνάμεως, ὑπὸ τῆς ἔξωθεν ψύξεως ὡς ἐπίπαν τὴν

ἀρχὴν λαμβάνων· μεθερμηνεύεται δὲ ὁ βούλιμος μέγας λιμός, διὰ τὸ

τῆς πείνης μέγεθος· συνεδρεύει γὰρ αὐτῷ πεῖνα κατ' ἀρχὰς μὴ πα-

ραμένουσα μέχρι παντός, ἔπειτα αἰφνίδιον λιποθυμοῦσι μετ' ἐπιψύ-

ξεως τῶν ἄκρων καὶ τῆς τοῦ πνεύματος ἐπιλήψεως, καί τινες ἐν τό-

ποις ἐρήμοις ἢ ἐν βαλανείῳ τῷ κακῷ τούτῳ περιπεσόντες, ἐν ἀκαρεῖ

χρόνῳ διεφθάρησαν, μὴ εὐπορήσαντες βοηθείας· μάλιστα δ' [ἐν] ὁδοι-

πορίαις μακραῖς καὶ ἔτι μᾶλλον διὰ χιόνος οὐ φέρουσι τὸ πάθος.

Τοὺς μὲν οὖν ἐν ὁδοιπορίαις ἢ ἄλλως πως βουλιμιῶντας καὶ ἄνευ πυ-

ρετοῦ ἀνακτησόμεθα μὲν ὀσφραίνοντες ὄξει ἢ γλήχωνι ἢ τῇ παρα-

τυχούσῃ γῇ ἐπιρρέοντες ὄξος ἢ μήλοις ἢ τῶν ἄλλων καρπῶν τοῖς εὑ-

ρισκομένοις· ὠφελεῖ δὲ καὶ ἄρτος πρόσφατος ἀποσφραινόμενος καὶ τυρὸς

εὐώδης καὶ ὕειον κρέας ὀπτὸν ἢ ἑφθόν, καὶ καθόλου πᾶν τρόφιμον καὶ

μάλιστα ὀσμὴν κνισώδη καὶ εὐάρτυτον ἱκανὴν ἔχον· τούτοις γὰρ ὡς τὸ

πολὺ ἀνακτῶνται οἱ πλεῖστοι, τὰ δὲ ἄκρα αὐτῶν διακρατητέον σπου-

δαίως ταινιδίοις, καὶ θερμῷ μὲν ὕδατι ζεστοτέρῳ ἐνθετέον ἄκρα πο-

δῶν καὶ χειρῶν καὶ διεγερτέον αὐτοὺς τὰς σιαγόνας νύσσοντας καὶ

τὰ ὦτα καὶ τὰς τρίχας τίλλοντας· ἀνακληθεῖσι δὲ ἀπὸ τῆς ἐκλύσεως,

ἄρτον ἐξ οἴνου κεκραμένου προσοίσομεν ἢ ἄλλο τι τῶν τὴν δύναμιν

ἀθρόως ἀναλαβεῖν δυναμένων, οἷον ᾠὰ ῥοφητά, ἄλικα μετ' οἴνου.

Ἐπιτομωτάτη γὰρ τούτοις ἐστὶ βοήθεια, τροφῆς τινος προσφερομέ-

νης, μὴ δυναμένων δὲ λαβεῖν, ἐνθεῖναι χρὴ τῷ στόματι τὴν τροφὴν

μετὰ βίας καὶ ἀναγκάζειν καταπίνειν· παραχρῆμα γὰρ καὶ τοῦ λι-

μοῦ καὶ τῆς λιποθυμίας παύονται καὶ διεγείρονται ταχέως, καὶ πῦρ

δὲ ἀνακαύσαντες περὶ τὴν κλίνην αὐτὸ στρέφομεν, ὅπως κατὰ παν-

τὸς τοῦ σώματος ἅπτηται αὐτῶν ἡ θέρμη, καὶ ἀνατρίβειν ἐλαίῳ θερ-

μῷ ἔχοντι πύρεθρον καὶ καστόριον καὶ εὐφόρβιον, καὶ ἐρίοις ἐνειλεῖν

ἢ ἀρνακίσι· καὶ σκόροδα δὲ διδόναι ἐσθίειν καὶ καυλὸν σιλφίου ἐν

οἴνῳ καὶ πέπερι δὲ ὁμοίως καὶ πήγανον ἐν οἰνομέλιτι καὶ οἰνοποσία

ἡ διὰ τοῦ ἀκράτου ἄριστόν ἐστιν αὐτοῖς βοήθημα. Γίγνεται δὲ καὶ

ἐν πυρετοῖς σπανίως μέντοι τὸ πάθος, ἐν ἀκμῇ τε καὶ ἐν παρακμῇ.

Εἰ μὲν οὖν κατὰ τὸν τῆς ἀνέσεως τῶν παροξυσμῶν καιρὸν ἐπιπέσοι

τὸ σύμπτωμα ἢ ἐν παρακμῇ τοῦ παροξυσμοῦ, τὰ σιτία αὐτοῖς παρα-

θετέον ἀδεῶς· ἐὰν δ' ἐν ἀρχῇ τῆς ἐπισημασίας ἢ ἐν ἀκμῇ ἐπιφανῇ,

διὰ τῶν προρρηθέντων ὀσφραντῶν πειρατέον πρῶτον αὐτοὺς ἀνακα-

λεῖσθαι μάλιστα δὲ διὰ τῶν σιτωδῶν, οἷον ἀλφίτων δεδευμένων ὕδατι ἢ

ὀξυκράτῳ ἢ ἄρτῳ θερμῷ ἀτμίδα ἀνιέντι, ψηλαφίᾳ τῶν ἄκρων χρώ-

μενοι, καταπλάττοντές τε τοῖς διὰ φοινίκων ἢ μήλων κυδωνίων ἢ

ἀλφίτων ἐν οἴνῳ κεκραμένῳ ἡψημένων· καὶ ταῦτα ποιητέον μέχρι

τῆς ἀνέσεως, ἵνα εὐκαίρως τὴν τροφὴν παραθώμεθα· μενόντων δὲ αὐ-

τῶν ἀπαρηγορήτων, τολμητέον διὰ τὴν ἐπίδειξιν καὶ δοτέον ἀλφίτων

ἁδροτέρων ὅσον ὀξύβαφον ἐν μελικράτῳ γαλακτώδει τῇ ἁφῇ καὶ ψω-

μὸν ἕνα ἢ δύο οἴνῳ διάβροχον. Παρηγορηθέντες γὰρ καὶ ἀνακύψαν-

τες ἀφάτως, ἔρχονται λοιπὸν εἰς τὸν τῆς ἀνέσεως καιρόν, ἐν ᾧ τήν

τε τοῦ σώματος θεραπείαν καὶ τὴν αὐτάρκη τροφὴν τάξομεν, παραι-

τησόμεθα δ' ἐπὶ τῶν ἁλισκομένων τῷ πάθει τούτῳ τὰς μακρὰς ἀσι-

τίας καὶ τὰς παρὰ μίαν· εὐστόχως δὲ καθ' ἑκάστην ἡμέραν ἁπλου-

στάτην ἢ ὀλίγην τροφὴν δώσομεν, οἱ γὰρ συνεχεῖς βούλιμοι καὶ ἐκ-

λύουσι καὶ εἰς δυσβοηθήτους περιπίπτουσι λιποθυμίας.

7

{Περὶ λιποθυμίας Φιλουμένου.}

Ἡ ἐν πυρετοῖς καὶ χωρὶς πυρετοῦ συμβαίνουσα λιποθυμία διὰ πρό-

δηλον αἰτίαν, οἷον διὰ πλείονα ἔκκρισιν αἵματος ἢ γαστρὸς ἢ συνεχῆ

ἐξανάστασιν ἢ κίνησιν ἣ ὀδύνην ἢ φόβον, βοήθειαν ἔχει τὴν τῶν αἰ-

τίων περιγραφήν, περὶ ὧν τελειότατα ἐν τῷ περὶ πυρετοῦ λόγῳ προ-

είρηται, ῥηθήσεται δὲ καθόλου διὰ βραχέων κἀνταῦθα περὶ τούτων.

Κωλυτέον μὲν οὖν τὰς συνεχεῖς ἐξαναστάσεις καὶ ἀντιστατέον ταῖς

ἀθρόαις κενώσεσι, τὰ δὲ ἀλγήματα παρηγορητέον, ἀλλὰ καὶ τῶν

τρόμων τὰς ποιητικὰς αἰτίας λυτέον, εἴτε ἐκ τῶν ἔξωθεν γίγνονται

εἴτε ὑπὸ τῶν ἐν τῷ σώματι χυμῶν· σφίγγειν τε τὰ ἄκρα ἐν ταῖς τῶν

λιποθυμιῶν εἰσβολαῖς, ποτὲ δὲ καὶ σικύας προσβάλλειν τοῖς ὀπισθίοις

καὶ ἐμπροσθίοις μέρεσι τοῦ στομάχου, ἐπὶ πλευρά τε κατακλιτέον,

δινουμένην τε τὴν κεφαλὴν ἐπιθέσει χειρὸς εὐαφοῦς μετὰ θλίψεως

πιεστέον· ὀσφραντά τε προσφέρειν καὶ ἀνοίγειν ἐπὶ μέγα τὸ στόμα,

καὶ δάκτυλον ἢ πτερὸν καθιέναι καὶ τρίβειν σφοδρότερον τήν τε ὄψιν

καὶ τὸν στόμαχον· προκαταληφθέντες γὰρ ἀναλαμβάνονται, μηδ' εἰς

πεῖραν τῆς λιποθυμίας ἐλθόντες. Ἀνακληθέντων δὲ αὐτῶν, δίδου πί-

νειν τοῖς ἀπυρέκτοις κυάθους τρεῖς ἢ τέσσαρας ψυχροῦ ὕδατος· κατὰ

βραχὺ δ' ἐκ διαλειμμάτων αὐτὸ καταρροφείτωσαν· ἢ φοινίκων ἀπό-

βρεγμα ἢ τῶν παραπλησίων ἢ ὄμφακος χυλὸν μεθ' ὕδατος ψυχροῦ

ἢ ἡδυόσμου κλωνία τρία λεάνας μετὰ ῥόας γλυκείας ἢ ὀξείας χυ-

λοῦ δίδου καταρροφεῖν ἢ ἄλφιτα μετὰ ῥοὸς χυλοῦ. Καὶ ἔξωθεν δ' ἐπι-

θετέον τῷ στομάχῳ τὰ ἐπὶ τῶν καρδιακῶν καὶ τῶν χολὴν ἐμούντων

προειρημένα.

8

{Περὶ τῶν ἐν βαλανείῳ λιποθυμούντων.}

Τοὺς δ' ἐν βαλανείῳ λιποθυμοῦντας μᾶλλον δὲ λιποθυμεῖν ἀρχο-

μένους ταχέως ἐκβιβάζειν, μήτε καταχύσει πολλῇ χρωμένους· τοὺς

δὲ ἤδη λιποθυμήσαντας ἐξακτέον ταχέως καὶ τὸ μὲν λοιπὸν σῶμα

κούφῳ τινὶ σκεπάσματι καλυπτέον, τὸ δὲ πρόσωπον σπόγγῳ ἐκ ψυ-

χροῦ ἀποσπογγίζειν ἢ καταρραίνειν ψυχρῷ, τρίβειν τε τὸ πρό-

σωπον καὶ τὸν στόμαχον καὶ τοὺς πόδας· διανοίγοντας δὲ τὸ

στόμα, καθέσει πτερῶν ἢ δακτύλων ἀναγκαστέον παντὶ τρόπῳ

ἐξεμεῖν τὸν αἴτιον τῆς λιποθυμίας χυμόν, ἐνστάζοντας τῷ στόματι

ὕδωρ χλιαρόν· εἰ γὰρ καὶ μηδὲν ἐμεθείη, τονοῦταί πως ὁ στόμαχος

τῷ ἐρεθισμῷ. Λυτικὸν δὲ λιποθυμίας ἐπὶ πλεῖστον ὅσον διανοίγειν τὸ

στόμα ἐπιτεχνήσει τινὶ ἡμετέρᾳ· ἀνυτικὸν δὲ καὶ τὸ παραπιέζειν τοὺς

ἀκουστικοὺς πόρους καὶ τὰ λεγόμενα λιθοειδῆ ὀστᾶ, τοὺς δ' εὐτελε-

στέρους καὶ ῥαπιστέον καὶ ἐκτιλτέον τὰς τρίχας· ἐμβόησις δὲ ἑνὸς

μὲν ὠφελεῖ, πολλῶν δὲ κατὰ τὸ αὐτὸ βλάπτει· τὰς μέντοι μετὰ σφο-

δρὰν λιποθυμίαν ἢ εἰς θερμὸν ἢ εἰς ψυχρὸν καθέσεις, ὡς αἰτίας θανά-

του φοβεῖσθαι· ἢ γὰρ χαλωμένων τῶν σωμάτων καὶ διαφορουμένου

τοῦ θερμοῦ ἀπόλλυνται, ἢ πηγνυμένων διὰ τῆς ψύξεως ἀποσβέν-

νυνται.

9

{Περὶ ἀτονίας στομάχου καὶ ὑπτιασμοῦ καὶ ἀνατροπῆς

Γαληνοῦ.}

Ὁ καλούμενος ὑπτιασμὸς τοῦ στομάχου γίγνεται μὲν καὶ κατὰ

δυσκρασίαν ἡντιναοῦν ἄνευ κακίας ὑγρῶν, γίγνεται δὲ καὶ δι' ὑγρό-

τητα πολλήν, οὐ μὴν κακοήθη γε τῇ ποιότητι· διαβρεχόμενος γὰρ ὁ

στόμαχος ἰσχυρῶς ὑγρότητι δαψιλεῖ χαλᾶται, μὴ δυνάμενος περιστέλ-

λεσθαι τοῖς σιτίοις ὁμοίως τῷ παντὶ κύτει τῆς γαστρός· καὶ διὰ τοῦτο

περὶ αὐτὸν ἐπιπολάζουσιν οἱ χυμοί, οὓς ἀπορρῖψαι ἡ γαστὴρ ὁρμῶ-

σα, τὸ τῆς ναυτίας ἴσχει σύμπτωμα, καὶ πρὶν προσάρασθαι τὴν τρο-

φήν, ἀτονίας ἐσχάτης οὔσης. Εὐϊατοτάτη δ' ἐστὶν ἡ διάθεσις αὕτη

σχεδὸν ἁπάντων τῶν περὶ τὸν στόμαχον χρονιζόντων παθῶν, δέεται

δὲ φαρμάκων ξηρᾶναι τὴν ὑγρότητα δυναμένων, συνάγειν τε καὶ σφίγ-

γειν τὸ κεχαλασμένον σῶμα. Διὰ βάθους μὲν οὖν ἐκτεταμένης τῆς ὑγρό-

τητος ἢ καὶ παχείας ἢ γλίσχρης οὔσης, χρεία μίξεώς ἐστι φαρμάκου

λεπτυντικοῦ τε καὶ οἱονεὶ διαβρωτικοῦ, ὁποῖόν ἐστιν ὄξος τε καὶ ὀξύ-

μελι· μήτε δὲ τοιαύτης οὔσης ὑγρότητος, μήτε διὰ βάθους τῶν σω-

μάτων ἐκτεταμένης, ἱκανὰ μόνα τὰ στύφοντα θεραπεύειν ἐστίν. Ἱκα-

νὸν δὲ γνώρισμα τοῦ ψυχροτέραν ἢ θερμοτέραν τὴν διάθεσιν εἶναι

πρὸς τῇ τοῦ κάμνοντος αἰσθήσει τὸ ἄδιψον ἢ διψῶδες. Τοὺς μὲν οὖν

ἐπὶ τῇ τῶν ὑγρῶν φαυλότητι γιγνομένους ὑπτιασμοὺς ἡ πικρὰ θερα-

πεύει, καθὼς μετὰ βραχὺ εἰρήσεται, τάχιστα τὴν κακοχυμίαν ἐκκα-

θαίρουσα· τῶν δὲ δι' ἀτονίαν τοῦ στομάχου γιγνομένων ἀνατροπῶν

καὶ ναυτιῶν ἴασίς ἐστιν ἡ τῆς δυσκρασίας ἐπανόρθωσις καὶ ξήρανσις

τῆς παρακειμένης ἐπ' ἐνίων ὑγρότητος. Θερμῆς μὲν οὔσης τῆς δια-

θέσεως, τὰ ἐπὶ τῶν ἐγκαιομένων τὸν στόμαχον προγεγραμμένα ἄδιψα

καταπότια δοτέον, καὶ μάλιστα τὸ δεχόμενον ῥόδα καὶ ναρδόσταχυν

καὶ γλυκύρριζαν· ἐπὶ δὲ τῶν ψυχροτέρων καὶ ὑγροτέρων τὰ ὑπογε-

γραμμένα ἁρμόδια.

{Ἀσκληπιάδου πρὸς τὰς τοῦ στομάχου ἀνατροπάς.}

Ῥόας ὀξείας τῶν πυρήνων χυλοῦ ξέστας τρεῖς, ἡδυόσμου ξέστην

ἕνα, μελικράτου καλλίστου ξέστην ἕνα βαλὼν εἰς ἄγγος ἕψε κινῶν

συνεχῶς, καὶ ὅταν συστραφῇ ἄρας ἀπόθου καὶ δίδου πρὸ τροφῆς

μνᾶν μίαν ἢ δύο.

{Ἄλλο.}

Ὄμφακα σταφυλῆς ξηράνας, κόψας, σήσας, ἔχε ἐν πυξίδι καὶ δί-

δου κοχλιάρια δύο μεθ' ὕδατος ψυχροῦ.

{Ἄλλο μᾶλλον ἐπὶ τῶν θερμοτέρων ποιοῦν, ὡς καὶ τὸ

πρὸ αὐτοῦ.}

Ῥόας ὠρίμους ἀκμαίας πέντε ἢ ἓξ ὅλας θλάσας σὺν τοῖς σιδίοις,

ἐπιχέας ὕδατος ὀμβρίου ξέστας τρεῖς ἀποτριτωθέντων δὲ ἐκθλίψας

καὶ διηθήσας, ἕψε πάλιν τὸ ὑγρὸν καθ' ἑαυτὸ μέχρι μελιτώδους συ-

στάσεως, καὶ δίδου κοχλιάριον ἓν ἢ δύο ἀπυρέκτοις μετ' οἴνου, πυρέσ-

σουσι δὲ μεθ' ὕδατος.

{Ἄλλο πάνυ καλόν.}

Ῥόας ὀξείας καὶ γλυκείας χυλοῦ ἴσα μίξας, προσέμπασσε ἡδυόσμου

ξηροῦ λειοτάτου βραχύ, καὶ πότιζε κυάθους δύο. Ποιεῖ καὶ τὸ τοῦ

ὀξυλαπάθου σπέρμα λεῖον ποτιζόμενον μεθ' ὕδατος καὶ τὸ τῆς ἀνδρά-

χνης ὁμοίως· χρῶ δὲ θαρρῶν πρὸς τὰς χρονιζούσας ἀνατροπὰς τοῦ

στομάχου καὶ τῷ τῶν Ἀμαζόνων τροχίσκῳ καὶ τῷ ἀστέρι λεγομένῳ,

ὧν τὰς σκευασίας ἐκτίθημι μετ' οὐ πολύ· χρῶ δὲ καὶ τοῖς καταπλά-

σμασι καὶ ἐπιθέμασι τοῖς ῥηθησομένοις μετὰ τὸν περὶ ναυτίας λόγον.

10

{Περὶ ναυτίας καὶ τῆς παρενοχλούσης τῷ στομάχῳ κακοχυμίας

διάγνωσις Γαληνοῦ.}

Αἱ ναυτίαι γίγνονται διὰ χυμὸν μοχθηρὸν ἢ θερμὸν ἢ ψυχρόν, πε-

ριεχόμενον ἐν τῇ γαστρὶ ἢ ἐν τῇ κοιλότητι αὐτῆς ἐπιπολάζοντα ἢ

προσπεπλασμένον ἰξωδῶς καὶ δυσαποσπάστως τοῖς χιτῶσιν αὐτῆς· ὁ

γὰρ ὀρωδέστερος ὑπάρχων καὶ φαρμακωδέστερος, ἐν αὐτοῖς τοῖς χι-

τῶσι τῆς γαστρὸς ἀναπέποται, ὥσπερ ἐν σπογγιᾷ ὕδωρ· τοὺς τοιού-

τους δὲ χυμοὺς ἐνίοτε μὲν ἡ γαστὴρ δύσκρατος γινομένη κατὰ θερ-

μότητα ἢ ψυχρότητα τίκτει, ἔστι δ' ὅτε ἐξ ἑτέρων μορίων πρωτο-

παθούντων εἰς αὐτὴν συρρεῖ τὰ περιττώματα, οἷον ἥπατος ἢ σπλη-

νὸς ἢ κεφαλῆς ἢ ἐξ ὅλου τοῦ σώματος. Τῶν μὲν οὖν ἄλλων μορίων

πρωτοπαθούντων, παντὶ τρόπῳ τὰ ἑκάστου ἴδια συμπτώματα παρέ-

πεται, καὶ αὐτὸς ὁ κάμνων αἰσθάνεται τῆς βλάβης τοῦ πρωτοπα-

θοῦντος μορίου· ἢ γὰρ θερμασίας αἴσθησις αὐτῷ κατὰ τὸ πάσχον μέ-

ρος γίνεται ἢ ψύξεως ἢ βάρους, ἢ καὶ τῇ ἁφῇ τῇ ἡμετέρᾳ σκληρὸν

ὑποπίπτει. Εἰ δὲ τὸ πᾶν σῶμα μοχθηρῶν πεπλήρωται χυμῶν, δια-

γιγνώσκεται μὲν ἐκ τῆς χροιᾶς καὶ ἐκ τῶν ἐπιγιγνομένων περὶ τὸ δέρ-

μα ἐξανθημάτων, ἤδη δὲ καὶ ἐκ τῶν οὔρων· εἰ δὲ μηδὲν τούτων πα-

ρείη, δῆλον ὅτι ἡ γαστὴρ αὐτὴ κατά τι νοσεῖ. Εἰ μὲν οὖν κνισοῦται

τὰ σιτία κατὰ τὴν γαστέρα, μηδενὸς τοιούτου ἐδηδεσμένου οἷον ἰχθύων

ἢ ᾠῶν τηγανιστῶν ἤ τινος ἑτέρου τοιούτου, ἀναγκαῖόν ἐστι λογίσα-

σθαι τὴν τοῦτο ἐργαζομένην αἰτίαν ἐν τῇ γαστρὶ εἶναι θερμήν· εἰ δὲ

ὀξύνεται τὰ σιτία μηδενὸς τοιούτου ἐδηδεσμένου, ψυχρὰν τὴν αἰτίαν

εἶναι λογιζόμεθα ἢ μελαγχολικὸν χυμὸν τῇ γαστρὶ ἐνοχλεῖν· ἔσται δέ

σοι σαφὴς ἡ διάγνωσις καὶ ἐπιστήμη ἧς ἔσχες ὑποψίας, ἐπὶ τοῖς ψύ-

χουσι φαρμάκοις τε καὶ πόμασι καὶ ἐδέσμασιν εὐθὺς ὁρῶν ὠφελούμε-

νον τὸν ἄνθρωπον, εἴ περ θερμὴ εἴη ἡ διάθεσις· εἰ δὲ ψυχρὰ τυγχά-

νει, ἐπὶ μὲν τοῖς θερμοῖς ἐδέσμασι καὶ φαρμάκοις ὠφελούμενον, ἐπὶ

δὲ τοῖς ψύχουσι βλαπτόμενον· ἀλλὰ καὶ τῇ θερμῇ διαθέσει δίψα πα-

ρέπεται, ἄδιψοι δέ εἰσιν ὡς ἐπίπαν οἱ ψυχρὰν ἔχοντες τὴν δυσκρασίαν,

εἰ μὴ ἁλυκὸν εἴη τὸ φλέγμα. Καὶ ἐμέτοις δὲ ἀκριβῶς διαγινώσκεται

τὰ τοιαῦτα· εἰ γὰρ δύσκρατος εἴη γενομένη ἡ γαστήρ, τὰ δοθέντα

σιτία πρὸς τὴν δύσκρατον φύσιν μεταβάλλει, ὥστε φαίνεσθαι χωρὶς

ἐπιπλοκῆς τινος χυμοῦ τὰ ἐμούμενα σιτία μεταβολήν τινα ἐπὶ τὸ κνι-

σῶδες ἢ ἰξῶδες δεξάμενα. Εἰ δὲ χυμός τις εἴη μοχθηρὸς ὁ ἐμπλέων

τῷ κύτει τῆς γαστρὸς καὶ φθείρων τὴν τροφήν, αὐτά τε τὰ σιτία

φαίνεται ἐνδεδευμένα σαφῶς τῷ τοιούτῳ χυμῷ καὶ πρὸς τὴν ἐκείνου

φύσιν τὴν ἀλλοίωσιν δεξάμενα· ἀλλὰ ταῦτα μέν, ὅταν ἐμπλέῃ τῷ

κύτει τῆς γαστρὸς ὁ λυπῶν χυμός, γίγνεται· ἐμπεπλασμένου δὲ αὐτοῦ

ἢ ἀναπεπομένου, ὡς εἴρηται, τοῖς χιτῶσι τῆς γαστρός, εἰ μὲν θερμὸς

εἴη, διψώδεις γίγνονται καὶ ἀνορεκτότεροι σιτίων· εἰ δὲ ψυχρὸς

εἴη, ὄρεξιν ἐπεγείρει σιτίων, καὶ ἀδιψότεροί εἰσι· ναυτίαι δὲ

ἀμφοτέροις παρέπονται καὶ κενεμεσίαι μόνον σπαράττουσαι καὶ

μηδένα χυμὸν κενοῦσαι· προείρηται δ' ὅτι, εἰ μὲν λεπτοὶ εἶεν οἱ

χυμοὶ καὶ δηλητηριώδεις, οὕς περ ἰχῶρας ὀνομάζομεν, διὰ βάθους

τῶν στερεῶν σωμάτων τῆς γαστρὸς χωροῦσι καὶ ἀναπίνονται, ὥσπερ

ὕδωρ ἐν σπογγιᾷ· εἰ δὲ γλίσχροι, περὶ τὴν ἐπιφάνειαν τῆς γαστρὸς

ἔνδοθεν ἰξωδῶς περιπλάσσονται. Οἱ μὲν οὖν ἰχῶρες, ὡς λεπτομερεῖς

ὄντες, οὐ μόνον πρὸ τῶν σιτίων ἀλλὰ καὶ μετὰ τὰ σιτία τοὺς ἐμέτους

ἀπεργάζονται, ὡς ἀεὶ κινούμενοι· οἱ δὲ προσπεπλασμένοι τῇ ἐπιφανείᾳ

τῆς γαστρὸς μᾶλλον πρὸ τῶν σιτίων τὰς κενεμεσίας ἐργάζονται.

Ἐπισκοπεῖσθαι τοίνυν χρὴ ἐπιμελῶς, εἴτε τῆς γαστρὸς μόνης ἐστὶ τὸ

πάθος ἤ τινος ἑτέρου μορίου, καὶ τὸ πάθος ὁποῖόν ἐστι, πότερον θερμὸν

ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρόν· καὶ εἰ μὲν ἐξ ἄλλου τινὸς μορίου ἢ τοῦ

παντὸς σώματος οἱ χυμοὶ εἰς τὴν γαστέρα συρρέουσι, τοῦ πρωτοπαθοῦν-

τος τὴν ἐπιμέλειαν χρὴ ποιεῖσθαι πρότερον, μηδὲν τῆς γαστρὸς αὐτῆς

ἀμελοῦντας· ὁ γὰρ τὸ πρωτοπαθοῦν μόριον ἰώμενος ἐκκόπτει τὴν οἷον

πηγὴν τῶν εἰς τὴν γαστέρα ῥευμάτων· αὐτῆς δὲ τῆς γαστρὸς μόνης πε-

πονθυίας, τὴν ἐν αὐτῇ διάθεσιν διαγνόντας ἰατέον. Τὴν μὲν οὖν θερμὴν

δυσκρασίαν ἀεὶ ψυκτέον ἐστὶν ἐν οἱῳδήποτε μορίῳ ὑπάρχουσαν, τὴν δὲ

ψυχρὰν θερμαντέον· οὕτω δὲ καὶ τὴν μὲν ὑγρὰν ξηραντέον, τὴν δὲ ξηρὰν

ὑγραντέον· τοὺς δ' ἐμπλέοντας ἐν τῷ κύτει τῆς γαστρὸς χυμοὺς κενωτέον

ἢ δι' ἐμέτων ἢ διὰ τῆς κάτω κοιλίας· τὴν δ' ἐν τοῖς χιτῶσιν αὐτῆς

προσπεπλασμένην ἢ ἀναπεπομένην κακοχυμίαν διὰ τῶν ῥυπτόντων

καὶ τεμνόντων καὶ μετρίως καθαιρόντων ἰατέον· αἱ γὰρ ἐπὶ χυμοῖς δυσ-

κρασίαι τῶν κενούντων αὐτοὺς δέονται φαρμάκων, καὶ χρὴ ταύτας

ἐπιμελῶς διαφυλάττειν ἕνεκεν ἀναγκαίας παρατηρήσεως· οἱ δὲ ἄνευ

χυμῶν κατὰ δυσκρασίαν μόνην ἡντιναοῦν καὶ μάλιστα θερμὴν ἢ ξη-

ρὰν ἐνοχλούμενοι εἰς μαρασμὸν πάντες ἀφικνοῦνται καθαιρόμενοι, κἂν

ἀσθενέστερον ὑπάρχῃ τὸ διδόμενον φάρμακον, ὁποῖόν ἐστι τὸ διὰ τῆς

ἀλόης πικρόν. Ὅπως μὲν οὖν χρὴ ἑκάστην δυσκρασίαν ἁπλῆν ἢ σύν-

θετον ἰᾶσθαι, ἤδη προείρηται ἐν τῷ Τετάρτῳ Λόγῳ τῆςδε τῆς

πραγματείας, εἰρήσεται δ' ἐν καιρῷ κἀνταῦθα διὰ βραχέων.

Τοῖς μὲν οὖν ἐπὶ ψύξει κάμνουσιν ὠφέλιμόν ἐστι τὸ διὰ τριῶν πεπέ-

ρεων φάρμακον ἢ τὸ διὰ καλαμίνθης ἤ τι τοιοῦτον ἕτερον μετ' οἴνου

λεπτοῦ ἢ ὕδατος πινόμενον, ἔξωθεν δὲ τῷ στομάχῳ μαστίχην λείαν ναρ-

δίνῳ μύρῳ λεάνας καὶ ἀναλαβὼν πορφυρᾷ ἐρέᾳ ἐπιτίθει· οἶνον δὲ διδόναι

κιρρὸν καὶ ὑποστύφοντα παλαιότερον καὶ τροφὰς παραπλησίους. Τοὺς δ'

ἐπὶ θερμῇ δυσκρασίᾳ κάμνοντας ἰᾶσθαι ἔξωθεν μὲν τῷ στομάχῳ καὶ τῇ

γαστρὶ τὰ στύφοντα μετρίως καὶ ψύχοντα προσάγοντας καί, ὅσῳ περ

ἂν ἡ θερμότης ἐπικρατῇ, ἐπὶ τοσοῦτον ἐπιτείνειν τὰ ψύχοντα· τρο-

φὴν δὲ διδόναι χόνδρον ἄλικος μετ' οἴνου λεπτοῦ καὶ λευκοῦ καὶ ὑπο-

στύφοντος, καὶ τῶν πτηνῶν τὰ ἄβρωμα καὶ ἀπίμελα καὶ τὰ παρα-

πλήσια· εἰ δὲ χυμὸς λεπτὸς χολώδης ἢ ὀρώδης ἐν τῷ κύτει τῆς γα-

στρὸς περιέχοιτο, διδόντες χυλὸν πτισάνης λεπτότατον, ἐμεῖν ἀναγ-

κάσομεν καθέσει δακτύλων ἢ πτερῶν, ἢ ἀλόης μόνης δραχμὴν μίαν

λειώσαντες μεθ' ὕδατος ποτίσομεν· τῶν γὰρ θερμῶν ἐν τῇ γαστρὶ χυ-

μῶν ἄριστόν ἐστι φάρμακον ἡ ἀλόη, καὶ ἐν ἡμέρᾳ μιᾷ πολλάκις τοῖς

στομαχικοῖς ἐνοχλουμένοις ὠφελήσει. Εἰ δὲ φλεγματώδεις ἢ γλίσχροι

καὶ παχεῖς ἐν τῷ κύτει τῆς γαστρὸς ἐπιπολάζοιεν χυμοί, ὀξυμέλιτι

χρηστέον, ἐν ᾧ συνήψηταί τινα τῶν τεμνόντων καὶ ῥυπτόντων καὶ

μετρίως θερμαινόντων. Ἐφ' ὧν δὲ μοχθηρὸς χυμὸς ἐμπέπλασται δυσα-

ποσπάστως ἔνδοθεν τῆς ἐπιφανείας αὐτοῦ τοῦ σώματος τῆς γα-

στρός, ἡ διὰ τῆς ἀλόης πικρὰ χρήσιμος, ῥύπτειν τὸ γλίσχρον τοῦ

χυμοῦ πεφυκυῖα καὶ λεπτύνειν τὰ παχέα τῇ δυνάμει τῶν συμμιγνυ-

μένων τῇ ἀλόῃ. Εἰ δὲ ὀρρώδης ὑγρότης ἐν τοῖς χιτῶσι τῆς γαστρὸς

ἀνεπόθη, ἥτις, ὡς προείρηται, οὐ μόνον πρὸ τῶν σιτίων ἀλλὰ καὶ

μετὰ τὰ σιτία ἐμέτους κινεῖ, πρότερον ὁ τῶν Ἀμαζόνων ὑποτεταγ-

μένος τῇ πικρᾷ τροχίσκος ἐπιτηδείως δίδοται· μετρίους γὰρ τοὺς

ἐμέτους διὰ τούτου ἀποφήναντες, οὕτω χρώμεθα τῇ δι' ἀλόης πι-

κρᾷ· ἡ δὲ σύνθεσις αὐτῆς μετ' οὐ πολὺ ῥηθήσεται· ἡμᾶς δὲ χρὴ

γινώσκειν εἰς μὲν τὴν ὑπαγωγὴν τῆς γαστρὸς ἐπιτηδειοτέραν εἶναι

τὴν ἄπλυτον ἀλόην, πλυθεῖσαν δὲ ἀποτίθεσθαι πολὺ τοῦ φαρμακώ-

δους, ἣν καὶ μᾶλλον ἄν τις θαρρήσειε δοῦναι τοῖς μὴ σφοδρῶς πυρέσ-

σουσι καὶ ἐφ' ὧν τόνον ἐνθεῖναι τῇ γαστρὶ βουλόμεθα. Εἰδέναι τοίνυν

χρὴ τὰς ἐπὶ χυμοῖς μοχθηροῖς διαθέσεις κατά τε τὴν γαστέρα καὶ

τὸν στόμαχον ὠφελουμένας μὲν ὑπὸ τῶν διὰ τῆς ἀλόης φαρμάκων,

εἰς μεγίστην δὲ βλάβην ἀφικνουμένας ὑπὸ τῶν στυφόντων ἐδεσμάτων

τε καὶ πομάτων καὶ φαρμάκων.

Ὁ δὲ Ἀσκληπιάδης σκευάζεσθαι κελεύει τὴν πικρὰν ὡς Θεμίσων,

ἥτις καὶ αὕτη ῥηθήσεται μετ' οὐ πολύ. Ἐπὶ δὲ τῶν κατεψυγμένων

καὶ ἐφ' ὧν φλέγμα παχὺ καὶ γλίσχρον ἐν τῇ γαστρὶ περιέχεται, χρή-

σιμόν ἐστι τὸ ὑποκείμενον φάρμακον· θερμαίνει γὰρ καὶ λεπτύνει καὶ

τέμνει τὸ πάχος καὶ ῥύπτει τὴν γλισχρότητα, ἔχει δὲ οὕτως. Μαρά-

θρου χλωροῦ ῥίζης τοῦ φλοιοῦ οὐγκίας ἕξ, ὄξους ξέστην ἕνα καὶ ἥμι-

συν, ἀλόης οὐγκίας τρεῖς· ὁ φλοιὸς σὺν τῷ ὄξει ἕψεται εἰς τὸ τρίτον·

εἶτα διηθήσαντες τὸ ὄξος καὶ ἐπιβαλόντες μέλιτος ἀττικοῦ οὐγκίας

πεντεκαίδεκα ἕψομεν μέχρι μελιτώδους συστάσεως καὶ λειοτάτην τὴν

ἀλόην ποιήσαντες ἐν τῇ θυείᾳ, ἐπιβάλλομεν αὐτῇ κατὰ βραχὺ τὸ

ἑψηθὲν ὀξύμελι· καὶ ἑνώσαντες, ἀνελόμενοι χρώμεθα. Ἡ τελεία δό-

σις κοχλιάρια τρία.

{Ἄλλο Ἀνδρομάχου πρὸς ἀνατροπὴν στομάχου.}

Ἤλεκτρον, ὃ καλοῦσι σούκινον καὶ λυγκούριον, μετὰ μαστίχης

λεάνας, δίδου κοχλιάριον σὺν ὕδατι ψυχρῷ· ποιεῖ τοῖς μετρίας ξηρό-

τητος καὶ στύψεως δεομένοις· τοῦ δὲ ἠλέκτρου πλεῖον βάλλε.

{Ἄλλο γλυκεῖα…

Ἀλό…

The complete text is available when the reading interface loads.