Iatricorum liber xii
- Edition reference
- Iatricorum liber xii, ed. G. A. Kostomiris, Ἀετίου λόγος δωδέκατος, Paris: Klincksieck, 1892: 7–131.
- CTS identifier
urn:cts:greekLit:tlg0718.tlg012.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
P
τῶν ἐχιδνῶν βρώσεως. ἀντίδοτος ἡ διὰ τεσσάρων. ἡ διὰ τοῦ ὑπερείκου.
ἡ διὰ τῶν ποταμίων καρκίνων. ἡ διὰ τῶν δύο κενταυρείων Ἄνθου.
ξηʹ Τίνας τῶν ποδαγρικῶν λουστέον καὶ ὅπως. ῥύμματα καὶ πά-
σματα ἐν βαλανείῳ.
ξθʹ Ξηρὸν ἐπιπασσόμενον τῷ ποδαγρικῷ ψιλώθρῳ. ἔμπλαστρος
ὑδρωπική. χαλβάνης. ἀριστολοχίας. ψιμυθίου. ἅλατος. προπόλεως.
οʹ Περὶ ψοαλγίας.
οαʹ Περὶ ἀρθριτικῶν.
t
{ΑΕΤΙΟΥ ΛΟΓΟΣ ΔΩΔΕΚΑΤΟΣ}
{ΠΕΡΙ ΙΣΧΙΑΔΟΣ ΚΑΙ ΠΟΔΑΓΡΑΣ ΚΑΙ ΑΡΘΡΙΤΙΔΟΣ}
1
{Περὶ ἰσχιάδος.}
Ἀρχιγένους. Ἰσχιαδικοὶ κυρίως καλοῦνται οἷς ἂν τὸ ἄλγημα
ἐρείδῃ κατά τινος ἄρθρου τῶν ἰσχίων. προκατάρχει δὲ τούτου τοῦ πάθους
ποτὲ μὲν τῶν περικειμένων μυῶν ἄλγημα καὶ μάλιστα τῶν ψοῶν καλου-
μένων, ποτὲ δὲ ἀπ' αὐτοῦ τοῦ ἄρθρου ἡ κάταρξις τοῦ πάθους γίγνεται·
ἤδη δὲ ἐνίοις τοῦ ἰσχίου σχεδὸν ἀνωδύνου ὄντος ἐρείδει τὸ ἄλγημα κατὰ
ἰγνύος μόνης, ἑτέροις δὲ κατὰ τοῦ σφυροῦ, τισὶ δὲ ὅλον τὸ σκέλος ὁμο-
τίμως ὀδυνᾶται, πολλοῖς δὲ ἡ ὀδύνη ἐρείδει κατὰ τοῦ βουβῶνος, ὅτε
καὶ ἡ κύστις μεταλαμβάνουσα τῆς δυσκολίας δυσουρίαν ἐπιφέρει καὶ
ἔνθεν μάλιστα ὅλον τὸ σκέλος ἀπὸ τῶν ἰσχίων μέχρι τῆς πτέρνης ὀδυ-
νᾶται. καὶ οὐ μόνον εἰ τοῦτο κινηθείη σπασμοὺς ἐπιφέρει, ἀλλὰ καὶ
εἰ ἄλλο τι μέρος τοῦ σώματος. γεννῶσι δὲ τὸ πάθος ἀπεψίαι συνεχεῖς
καὶ ἄμετροι χρήσεις ἀφροδισίων, ἐνίοτε δὲ καὶ περίπατοι σύντονοι καὶ
ἐποχαὶ αἱμορροΐδων καὶ καταλύσεις συνήθων ἐμέτων καὶ ἀνακοπαὶ
καθάρσεως ἐμμήνων ἢ ἑτέρων συνήθων ἐκκρίσεων καὶ καταλύσεις γυ-
μνασίων. 〈Γαληνοῦ〉. Κοινὸν μὲν οὖν ἰσχιάδος καὶ ποδάγρας καὶ
ἀρθρίτιδός ἐστι πλεονεξία τινὸς χυμοῦ καταλαμβάνουσα τὴν πάσχουσαν
διάρθρωσιν, ἧς πληρωθείσης συμβαίνει τείνεσθαι τοῖς περικειμένοις
νευρώδεσι σώμασι κἀκ τούτων γίνεσθαι τὴν ὀδύνην. πρὸς δὲ τὴν
διάγνωσιν τοῦ λυποῦντος χυμοῦ συντελέσει καὶ ἡ προγεγενημένη δίαιτα
πᾶσα καὶ ἡ ὥρα τοῦ ἔτους καὶ ἡ κατάστασις τοῦ περιέχοντος ἡμᾶς ἀέρος
ἥ τε ἡλικία καὶ ἡ ἕξις καὶ ἡ χρόα τοῦ σώματος καὶ τὸ εἶδος τῆς ὀδύνης
εἴτε ζέον καὶ νύττον εἴτε ναρκῶδες. ἀρχὴ οὖν τῆς θεραπείας γινέσθω
ἡ τοῦ λυποῦντος χυμοῦ κένωσις, εἰ μὲν πληθωρικὸν εἴη τὸ σῶμα, φλε-
βοτομίας πρὸ πάντων παραλαμβανομένης εἶτα καθάρσεως, ἔπειτα τῶν
ῥηθησομένων φαρμάκων ἐν καιρῷ καὶ τάξει τῇ προσηκούσῃ προσφερο-
μένων, ἐπὶ μὲν τῶν χειρῶν καὶ ποδῶν τοῖς ἀποκρουστικοῖς τοῦ ῥεύματος
φαρμάκοις χρωμένων ἡμῶν, ἐπὶ δὲ τῆς κατ' ἰσχίον διαρθρώσεως φυλατ-
τομένων τοῦτο ποιεῖν· ἐν βάθει γὰρ οὔσης τῆς διαρθρώσεως ταύτης,
συνελαύνεται τὸ ἐκ τῶν περιεχόντων ἀγγείων τε καὶ μυῶν αἷμα πρὸς
ἐκείνην. παρηγορικῶν οὖν ἐν ἀρχῇ χρεία φαρμάκων ἐστὶν ἐπὶ τῆς κατ' ἰ-
σχίον ὀδύνης οὔτε ψυχόντων ὅλως οὔτε θερμαινόντων ἰσχυρῶς· τὰ μὲν
γὰρ ψύχοντα, ὡς εἴρηται, πρὸς τὸ ἄρθρον ἀπελαύνει τὰς ὕλας, τὰ δὲ
ἰσχυρῶς θερμαίνοντα ἕλκει μᾶλλον ἐκ τῶν παρακειμένων ἑτέραν ὕλην.
ὑπὸ πλήθους τοίνυν αἵματος γινομένης τῆς ἰσχιάδος, τάχιστα θεραπεύε-
ται τῇ φλεβοτομίᾳ, πρῶτον μὲν τὴν ἐν ἀγκῶνι φλέβα τεμνόντων ἡμῶν,
ἔπειτα δὲ τὴν παρὰ τὰ σφυρὰ ἢ τὴν ἰγνύαν. ἀρχομένων μὲν γὰρ τῶν
φλεγμονῶν πασῶν ἀντισπαστικῶς ποιεῖσθαι χρὴ τὴν φλεβοτομίαν, οἷον
ποδὸς φλεγμαίνοντος, ἐκ τῆς χειρὸς φλεβοτομεῖν κατ' ἀρχάς· ἐπὶ δὲ
τῶν κεχρονισμένων παθῶν μάλιστα μὲν ἐκ τῶν πεπονθότων, εἰ δὲ μή,
ἐκ τῶν πλησίον. μετὰ δὲ τὴν ἀπ' ἀγκῶνος ἀφαίρεσιν ἀπὸ σφυροῦ
ἐπαφαιρεῖν χρή, τέμνειν δὲ τὴν ἔνδον φλέβα παρ' αὐτὸ τὸ σφυρὸν τετα-
γμένην, ἐπιβοηθεῖν δὲ ταῖς ἀσθενείαις ἀνδρικῶς. «καὶ οἶδα, φησὶν ὁ Γα-
ληνός, ἰσχιάδας θεραπευθείσας ἐν ἡμέρᾳ μιᾷ ὑπὸ τῆς διὰ τῶν σκελῶν
κενώσεως, ὅσαι μὴ διὰ ψῦξιν ἐγένοντο, ἀλλὰ πεπληρωμένων τοῦ αἵμα-
τος τῶν κατ' ἰσχίον ἀγγείων». ἐπὶ πάσης μὲν γὰρ ἰσχιάδος ἐξαιρέτως
δὲ ἐπὶ τῆς διὰ πλῆθος γιγνομένης ἐάν τις πρὶν κενῶσαι τὸ πᾶν σῶμα
φαρμάκοις δριμέσι χρήσηται κατὰ τοῦ πεπονθότος μορίου, δυσιατοτάτην
ἐργάζεται τὴν διάθεσιν, σφηνουμένου τοῦ πλήθους αὐτόθι δυσλύτως·
πρὸς γὰρ τοῖς ἄλλοις παχύνεται καὶ γλίσχρον γίνεται τῇ θερμότητι καὶ
ξηρότητι τῶν δριμέων φαρμάκων, ὀπτήσει τι παραπλήσιον πάσχον. ὡς
οὖν μεγίστην δύναμιν εἰς θεραπείαν ἐχούσης ἐπὶ τοῦ πάθους τοῦδε τῆς
τοῦ παντὸς σώματος κενώσεως, ἀπ' αὐτῆς ἀρκτέον, οὐ μόνον ἀπὸ τῶν
σκελῶν ἀλλὰ καὶ ἀπ' ἀγκῶνος πρῶτον τὴν ἀφαίρεσιν ποιουμένους.
ὠφελοῦσι δὲ καὶ οἱ ἔμετοι τοὺς ἰσχιαδικοὺς μᾶλλον τῶν διὰ τῆς κάτω
γαστρὸς κενώσεων, ἀντισπῶντες τὴν κάτω ῥοπὴν τῶν χυμῶν· ποιητέον
δὲ αὐτοὺς ἐν ἀρχῇ μὲν τοῦ πάθους μετὰ τροφήν, χρονίζοντος δὲ καὶ ἀπὸ
φαρμάκων ἐμετικῶν, ἀρχομένους ἀπὸ τῶν μετριωτέρων. ἐφ' ὧν δὲ ἤδη
σφήνωσις ἐγένετο δύσλυτος ἐν τῷ ἄρθρῳ ὑπὸ τῶν ἀμέτρως χρησαμένων
ἰατρῶν φαρμάκοις δριμέσιν ἡ σικύα βοηθεῖ, μεγίστη κολλωμένη τοῖς
τόποις μετὰ κατασχασμοῦ, καὶ ἡ διὰ τῶν πρακτικωτέρων κλυσμῶν
κάθαρσις. ἔχοντες οὖν πρὸ ὀφθαλμῶν ταῦτα τὰ νῦν εἰρημένα, τοῖς γεγραμ-
μένοις φαρμάκοις ὑπὸ τῶν ἔμπροσθεν ἰατρῶν ἕξετε χρῆσθαι κατὰ μέθο-
δον. 〈Ἀρχιγένους〉. Μετὰ τοίνυν τὴν ἀπ' ἀγκῶνος φλεβοτομίαν
καὶ τὴν ἀπὸ σφυροῦ ἀφαίρεσιν ἤτοι τὴν διὰ καθαρτηρίου κάθαρσιν,
προκενωθείσης δηλονότι τῆς κοιλίας κλυστῆρι πραοτέρῳ ἕνεκα κομι-
δῆς τῶν ἐμφραγμάτων, ἐμβρέχειν δεῖ τοὺς τόπους πρῶτον μὲν δι' ἐλαίου
πηγανίνου, ἔπειτα δὲ καὶ δραστικωτέραν παραλαμβάνειν ἐμβροχὴν
ἠρέμα θερμαίνουσαν καὶ ἀπὸ βάθους εἰς τὴν ἐπιφάνειαν ἕλκειν τὰς ὕλας
δυναμένην· τοιαύτη δέ ἐστιν ἡ διὰ κυπρίνου καὶ ὄξους καὶ νίτρου καὶ
κάχρυος, ὀκτὼ μὲν κυάθων κυπρίνου βαλλομένων, τεσσάρων δὲ κυάθων
ὄξους δριμέος, δύο δὲ κυάθων νίτρου καὶ ἑνὸς κυάθου κάχρυος. ἕψε δέ,
ὥστε τρὶς ἢ τετράκις ἀναζέσαι, εἶτα διηθήσας καὶ ἀναλαβὼν τὸν χυλὸν
οἰσυπηροῖς ἐρίοις ἐπιτίθει κατὰ τῶν πεπονθότων τόπων· νεαροποιεῖν δὲ
χρὴ τὴν ἐμβροχὴν καθ' ἡμέραν καὶ ἐπὶ τρεῖς ἡμέρας ἀνακτώμενος τοὺς
τόπους σκόπει τὴν προκοπήν. «πολλοὺς γὰρ οἶδα, φησὶν Ἀρχιγένης,
μηδενὸς ἑτέρου βοηθήματος ἔτι δεηθέντας. ἐγὼ δέ, φησίν, μετὰ τὰ
προειρημένα καὶ τὸν ἁπλούστερον κλυστῆρα ἐνίημι καὶ δριμύτερον τῇ
ἑξῆς ἡμέρᾳ καὶ οὐκ οἶδα εἴ τις ἐπὶ τοσοῦτο ἀγεννὴς ἐγένετο ἰσχιάς, ὥστε
μὴ εἶξαι τῷ βοηθήματι τούτῳ· ἢ εἴ ποτε μὴ ὑπήκουσε τῇ πρώτῃ
παραλήψει, μετὰ δευτέραν χρῆσιν ἐκ παντὸς ἐξεκόπη». σκευάζεται δὲ
ὁ δριμὺς κλυστὴρ οὕτως· μέλιτος κυ αʹ ςʹʹ, ἐλαίου τὸ αὐτό, ὕδατος κυ
βʹ, νίτρου 𐅻 ηʹ, τερεβινθίνης 𐅻 δʹ. ταῦτα ἑνώσας καὶ θερμάνας ἔνιε καὶ
ἀποπυρία τὸν δακτύλιον ὑπὲρ τοῦ πλείονι χρόνῳ κατασχεθῆναι τὸ ἔνεμα
εἰ ἄλλο τι μέρος τοῦ σώματος. γεννῶσι δὲ τὸ πάθος ἀπεψίαι συνεχεῖς
καὶ ἄμετροι χρήσεις ἀφροδισίων, ἐνίοτε δὲ καὶ περίπατοι σύντονοι καὶ
ἐποχαὶ αἱμορροΐδων καὶ καταλύσεις συνήθων ἐμέτων καὶ ἀνακοπαὶ
καθάρσεως ἐμμήνων ἢ ἑτέρων συνήθων ἐκκρίσεων καὶ καταλύσεις γυ-
μνασίων. 〈Γαληνοῦ〉. Κοινὸν μὲν οὖν ἰσχιάδος καὶ ποδάγρας καὶ
ἀρθρίτιδός ἐστι πλεονεξία τινὸς χυμοῦ καταλαμβάνουσα τὴν πάσχουσαν
διάρθρωσιν, ἧς πληρωθείσης συμβαίνει τείνεσθαι τοῖς περικειμένοις
νευρώδεσι σώμασι κἀκ τούτων γίνεσθαι τὴν ὀδύνην. πρὸς δὲ τὴν
διάγνωσιν τοῦ λυποῦντος χυμοῦ συντελέσει καὶ ἡ προγεγενημένη δίαιτα
πᾶσα καὶ ἡ ὥρα τοῦ ἔτους καὶ ἡ κατάστασις τοῦ περιέχοντος ἡμᾶς ἀέρος
ἥ τε ἡλικία καὶ ἡ ἕξις καὶ ἡ χρόα τοῦ σώματος καὶ τὸ εἶδος τῆς ὀδύνης
εἴτε ζέον καὶ νύττον εἴτε ναρκῶδες. ἀρχὴ οὖν τῆς θεραπείας γινέσθω
ἡ τοῦ λυποῦντος χυμοῦ κένωσις, εἰ μὲν πληθωρικὸν εἴη τὸ σῶμα, φλε-
βοτομίας πρὸ πάντων παραλαμβανομένης εἶτα καθάρσεως, ἔπειτα τῶν
ῥηθησομένων φαρμάκων ἐν καιρῷ καὶ τάξει τῇ προσηκούσῃ προσφερο-
μένων, ἐπὶ μὲν τῶν χειρῶν καὶ ποδῶν τοῖς ἀποκρουστικοῖς τοῦ ῥεύματος
φαρμάκοις χρωμένων ἡμῶν, ἐπὶ δὲ τῆς κατ' ἰσχίον διαρθρώσεως φυλατ-
τομένων τοῦτο ποιεῖν· ἐν βάθει γὰρ οὔσης τῆς διαρθρώσεως ταύτης,
συνελαύνεται τὸ ἐκ τῶν περιεχόντων ἀγγείων τε καὶ μυῶν αἷμα πρὸς
ἐκείνην. παρηγορικῶν οὖν ἐν ἀρχῇ χρεία φαρμάκων ἐστὶν ἐπὶ τῆς κατ' ἰ-
σχίον ὀδύνης οὔτε ψυχόντων ὅλως οὔτε θερμαινόντων ἰσχυρῶς· τὰ μὲν
γὰρ ψύχοντα, ὡς εἴρηται, πρὸς τὸ ἄρθρον ἀπελαύνει τὰς ὕλας, τὰ δὲ
ἰσχυρῶς θερμαίνοντα ἕλκει μᾶλλον ἐκ τῶν παρακειμένων ἑτέραν ὕλην.
ὑπὸ πλήθους τοίνυν αἵματος γινομένης τῆς ἰσχιάδος, τάχιστα θεραπεύε-
ται τῇ φλεβοτομίᾳ, πρῶτον μὲν τὴν ἐν ἀγκῶνι φλέβα τεμνόντων ἡμῶν,
ἔπειτα δὲ τὴν παρὰ τὰ σφυρὰ ἢ τὴν ἰγνύαν. ἀρχομένων μὲν γὰρ τῶν
φλεγμονῶν πασῶν ἀντισπαστικῶς ποιεῖσθαι χρὴ τὴν φλεβοτομίαν, οἷον
ποδὸς φλεγμαίνοντος, ἐκ τῆς χειρὸς φλεβοτομεῖν κατ' ἀρχάς· ἐπὶ δὲ
τῶν κεχρονισμένων παθῶν μάλιστα μὲν ἐκ τῶν πεπονθότων, εἰ δὲ μή,
ἐκ τῶν πλησίον. μετὰ δὲ τὴν ἀπ' ἀγκῶνος ἀφαίρεσιν ἀπὸ σφυροῦ
ἐπαφαιρεῖν χρή, τέμνειν δὲ τὴν ἔνδον φλέβα παρ' αὐτὸ τὸ σφυρὸν τετα-
γμένην, ἐπιβοηθεῖν δὲ ταῖς ἀσθενείαις ἀνδρικῶς. «καὶ οἶδα, φησὶν ὁ Γα-
ληνός, ἰσχιάδας θεραπευθείσας ἐν ἡμέρᾳ μιᾷ ὑπὸ τῆς διὰ τῶν σκελῶν
κενώσεως, ὅσαι μὴ διὰ ψῦξιν ἐγένοντο, ἀλλὰ πεπληρωμένων τοῦ αἵμα-
τος τῶν κατ' ἰσχίον ἀγγείων». ἐπὶ πάσης μὲν γὰρ ἰσχιάδος ἐξαιρέτως
δὲ ἐπὶ τῆς διὰ πλῆθος γιγνομένης ἐάν τις πρὶν κενῶσαι τὸ πᾶν σῶμα
φαρμάκοις δριμέσι χρήσηται κατὰ τοῦ πεπονθότος μορίου, δυσιατοτάτην
οὕτω γὰρ ἐνεργήσει μᾶλλον. ἐκ τοῦ πλείστου δὲ μυξώδη ὑγρασίαν
ἕλκειν εἴθισται, ἐνίοτε δὲ καὶ αἷμα, ὅτε καὶ μείζων ἀνακύπτει ὠφέλεια.
εἰ δὲ ἔτι ἐπιμένει ἡ διάθεσις, διαλιπόντα ἡμέρας ὀλίγας, μὴ μέντοι
ὥστε προαφανισθῆναι τὴν ἐκ τοῦ προτέρου βοηθήματος ὠφέλειαν, πάλιν
χρῆσθαι τῷ κλυστῆρι, ἀντὶ τοῦ ἁπλοῦ ὕδατος κενταυρείου ἀφέψημα
παραχέοντας τοῖς εἰρημένοις εἰς τὸ εὐτονώτερον ἀποτελεσθῆναι τὸ φάρ-
μακον. παραδόξως δὲ ποιεῖ ἐπ' αὐτῶν καὶ ἡ τοῦ ἀγρίου σικύου ῥίζα
κοπτομένη εἰς πάνυ λεπτά, ἔπειτα ἑψομένη κατ' ὀλίγον καὶ ἐνιεμένου
τοῦ ἀφεψήματος μετὰ μέλιτος μόνου· κενοῖ γὰρ τὸν λυποῦντα χυμὸν
ἀδηκτότατα. ποιεῖ δὲ κάλλιστα καὶ τὸ ἀφέψημα τῶν πικρῶν θέρμων
σὺν ἐλαίῳ ἴσῳ ἐνιέμενον. «πλειστάκις μὲν οὖν ἐξήρκεσέ μοι, φησὶν
Ἀρχιγένης, ἡ προειρημένη θεραπεία ἐπὶ παντὸς ἰσχιαδικοῦ· ἐπιμε-
νούσης δὲ τῆς διαθέσεως, σικύαν μεγίστην τοῖς τόποις κολλητέον μετὰ
φλογὸς πλείονος, βαθυτέραις ταῖς ἀμυχαῖς χρώμενον». ῥητέον δὲ καὶ
τὴν λοιπὴν ἐπιμέλειαν διὰ τὸ ἔσθ' ὅτε ἀνάγκην τῆς χρήσεως γενέσθαι·
ἐνθετέον γὰρ ἐπὶ παντὸς χρονιωτέρου πλείονας ἀρχάς· οὕτω γὰρ 〈ἂν〉
ἀνασκευασθείη τὸ πάθος, συνεχῶν ἐπαναλήψεων τῆς βοηθείας γιγνομέ-
νων. ἀπ' ἄλλης τοίνυν ἀρχῆς ἐμέτοις χρηστέον ἤτοι τοῖς ἀπὸ δείπνων
ἢ τοῖς ἀπὸ ῥαφανίδων· ἔπειτα τοὺς πεπονθότας τόπους καὶ ὅλον τὸ
σῶμα ἐν λουτρῷ νίτρῳ ἀποσμηκτέον· μετὰ δὲ τὸ λουτρὸν καὶ ἀλείφειν
τοὺς τόπους τοῖς δι' ἀδάρκης καὶ εὐφορβίου ἀλείμμασιν. εἶτα πάλιν
ἄλλης ἀρχῆς ἀπὸ καθάρσεως γινομένης, «καθαρτικὸν δὲ ἰδίως εἴωθα,
φησὶν, ἐπὶ τῶν ἰσχιαδικῶν παραλαμβάνειν τοιοῦτο· κολοκυνθίδας ὅσας
βούλει λαβὼν καὶ περιγλύψας τὴν ἐντεριώνην καὶ ἀπορρίψας, εἶτα πλη-
ρώσας αὐτὰς ἐλαίου καλλίστου ἔασον ὅλην νύκτα, εἶτα ἐκκενώσας κατ' ἰ-
δίαν τὸ ἔλαιον καὶ μετρήσας τῷ κενώματι τῶν κολοκυνθίδων ὕδωρ ἓν
ἥμισυ μέρος τοῦ ἐλαίου βάλε εἰς χύτραν καὶ ἕψε σὺν τῷ ὕδατι μόνῳ
τὰς κολοκυνθίδας μέχρι τακερώσεως καὶ ἀποθλίψας αὐτὰς μὲν ῥῖπτε,
διηθήσας δὲ τὸ ὑγρὸν καὶ ἐπιβαλεῖν αὐτῷ τὸ ἔλαιον καὶ ἀναζέσας ἐπί-
πασσε σιλιγνίτου ἄρτου κεκομμένου καὶ σεσησμένου τὸ ἀρκοῦν καὶ ἀνα-
μαλάξας ἐπὶ πολὺ ταῖς χερσὶν ἀνάπλασσε σφαίρας ἐχούσας καρύου πον-
τικοῦ τὸ μέγεθος καὶ δίδου ἐκ τούτων λουσαμένῳ σφαίρας κδʹ. εἰ δὲ
βούλει εὐτονώτερον αὐτὸ ποιῆσαι, πρόσβαλε τῇ δόσει μέλανος ἐλλεβόρου
φλοιοῦ λειοτάτου τριώβολον καὶ σκαμμωνίας γρ αʹ. εἴποιμι δ' ἂν καὶ
περὶ τούτου τοῦ βοηθήματος τὸ αὐτό, ὃ καὶ περὶ τοῦ κλυστῆρος προείρη-
ται, ὅτι μόνον ἐξαρκεῖ ἐνίοτε καὶ τὴν πολλοῖς χρόνοις σκληρωθεῖσαν
ἰσχιάδα ἐξαλεῖψαι. ἔστι δὲ αὐτῷ πλεονάκις χρῆσθαι ὑφαιροῦντά τι τοῦ
πλήθους καὶ τετήρηται σύμμετρον πλῆθος ἡμῖν τὸ τῶν ιηʹ σφαιρίων.
ἐπὶ δὲ τῶν μὴ καταδεχομένων καταπίνειν τὰ σφαιρία δίδου τὸ ἀπό-
βρεγμα τῆς κολοκυνθίδος, οὕτω ποιῶν· τρήσας κολοκυνθίδα μεγίστην
καὶ ἐκκενώσας τὰ σπέρματα μόνα, ἐγκαταλιπὼν δὲ ἐν αὐτῇ τὸ γναφα-
λῶδες ἅπαν πλήρωσον τὴν κολοκυνθίδα οἴνου γλυκέος παλαιοῦ καὶ
ἔασον ὅλην νύκτα, πωμάσας τῷ ἀρθέντι ἐξ αὐτῆς πώματι· ἕωθεν δὲ
διηθήσας διὰ ῥάκους τὸν οἶνον καὶ χλιάνας δίδου πίνειν. εἰ δὲ μικρὰ εἴη
ἡ κολοκυνθίς, δύο ἀντὶ μιᾶς πλήρωσον τῷ γλυκεῖ καὶ δίδου. εἰ δὲ βούλει
δραστικώτερον αὐτὸ ποιῆσαι, πρόσβαλε τοῦ μέλανος ἐλλεβόρου τριώβολον
καὶ σκαμμωνίας ὀβολὸν αʹ ςʹʹ. χρῶ δὲ ἐπ' αὐτῶν ἐκ διαλειμμάτων τινῶν
τῷ προειρημένῳ κλυστῆρι τῷ διὰ τῆς ῥίζης τοῦ ἀγρίου σικύου».
{Περὶ τῆς ἰβηρίδος βοτάνης τῆς καρδαμίνης καλουμένης καὶ τοῦ δι'
αὐτῆς σιναπισμοῦ. Γαληνοῦ τοῖς κατὰ τόπους.}
Καταλιμπανομένου δὲ ἴχνους τινὸς τῆς διαθέσεως, παραληπτέον τὴν
ἰβηρίδα καλουμένην, ὑπὸ δέ τινων καρδαμίνην ῥίζαν· καὶ γὰρ ὀσμὴν
καὶ γεῦσιν καὶ ἰδέαν ἔχει καρδάμου. φύεται δὲ πολλὴ πανταχοῦ,
μάλιστα δὲ παρὰ τοῖς παλαιοῖς μνήμασι καὶ τοίχοις καὶ παρὰ ταῖς
ὁδοῖς ἐν ἀγεωργήτοις τόποις· φύλλα δὲ ἔχει καρδάμου ἔαρος μὲν
εὐθαλῆ καὶ μείζω πολὺ τοῦ καρδάμου, μῆκος δὲ τοῦ καυλοῦ πήχεως
μικρῷ πλέον, θερείας δὲ ἄνθος γαλάκτινον προβάλλει, καὶ τότε ἐστὶ
δραστικωτάτη, σπέρμα δὲ φέρει μικρότατον παρ' ὅλον τὸν καυλόν,
ἡ δὲ ῥίζα ὀσμὴν ἔχει δριμυτάτην μάλιστα πάντων καρδάμῳ ἐμφερῆ.
ταύτην ὀρύξας θέρους μάλιστα πρόσφατον (ξηρὰ γὰρ ἀδρανὴς γίνεται)
καὶ κόψας ἐπιμελῶς (ἔστι γὰρ καὶ δύσκοπος), ἀξουγγίῳ παλαιῷ
πάνυ ὀλίγῳ ἀναλαβὼν ἐπιτίθει τῇ τε κοτύλῃ καὶ παντὶ τῷ σκέλει καὶ
ἐπιδήσας ἔα ἐπικεῖσθαι, γυναιξὶ μὲν οὐκ ἔλαττον δυοῖν ὡρῶν, ἀνδράσι
δὲ τεττάρων, εἰ οἷόν τε. ἐγείρει δὲ οἰδήματα μετὰ πυρώσεως καὶ ἐρυθή-
ματος, ὥσπερ ὁ σιναπισμός. ἔπειτα δὲ εἰς βαλανεῖον θερμότερον εἴσαγε,
μηδενὶ 〈μήτε〉 προαλείψας μήτε χρίσας σμήγματι. μικρὸν δὲ ἱδρώσαν-
τας ἐμβίβαζε δηκτικωτέρᾳ ἐμβάσει, ἀναγκάζων καρτερεῖν· ἐπιφέρει γὰρ
δηγμὸν μετὰ πυρώσεως κατὰ τὰς ἀρχάς· εἶτα ἐξάγαγε· ὡς ἐπίπαν γάρ,
κἂν ὑφ' ἑτέρων βασταζόμενοι εἰσενεχθῶσιν, αὐτομάτως τοῖς ποσὶ βα-
δίζοντες ἐξελεύσονται. μίξας δὲ ἐλαίῳ πολλῷ οἶνον βραχὺν πάνυ καὶ
ἀνακόψας συνάλειφε· εἶτα ἀπομαξάμενος τὴν ἰκμάδα τοῖς σαβάνοις,
σκέπε τὸ σκέλος κουφοτάτοις ἐρίοις. εἴωθε μὲν οὖν τὸ βοήθημα μη-
δεμιᾶς ἑτέρας χρῄζειν τῆς μετὰ ταῦτα βοηθείας. εἰ μέντοι ἴχνος ποτὲ
ἐγκαταλειφθείη τοῦ πάθους, διαλιπὼν ἡμέρας κʹ χρῖσαι πάλιν τῷ αὐτῷ
βοηθήματι. σιναπισμοῦ μὲν ὁ τρόπος 〈οὗτος〉, τὰς δὲ 〈τῆς〉 ὠφελείας
ἐλπίδας μείζονας ἔχει διὰ τὸ φαρμακωδέστερον καὶ μεθ' ἥσσονος ἐπιτελεῖ-
σθαι δήξεως. τούτῳ τῷ τρόπῳ τῆς χρήσεως καὶ κεφαλαλγίας χρονίας καὶ
τὰ ἄλλα πάντα καθ' ὅ τι ἂν ᾖ μέρος ἀλγήματα χρόνια καὶ δυσλύτους δια-
θέσεις καὶ παραλύσεις ἐξιᾶσθαι δυνήσει.
{Κηρωτὴ ἰσχιαδικοῖς Ἀρχιγένους.}
Ἐν δὲ τοῖς ἀπὸ τῶν βοηθημάτων διαλείμμασι κηρωτὴ ἐπικείσθω
τοῖς τόποις τοιαύτη· ὀποπάνακος 𐅻 ηʹ διαλύσας ὄξει κυάθοις δυσίν, εἶτα
κηροῦ γο δʹ τήξας μετὰ γο ηʹ ἐλαίου κυπρίνου καὶ ψύξας καὶ ἀναξύσας
ἐπίβαλε τῷ λειωθέντι ὀποπάνακι καὶ ἑνώσας χρῶ.
{Περὶ καύσεως.}
«Οἱ δὲ ἀρχαῖοι, φησὶν Ἀρχιγένης, ἐχρήσαντο ἐπὶ τῶν ἰσχιαδι-
κῶν καὶ καύσει, διά τε καυτηρίων σιδηρῶν πεπυρακτωμένων καὶ
διὰ στρουθίου ῥιζῶν καὶ ἀριστολοχίας καίοντες τὸν τῆς κοτύλης τόπον
εἰς βάθος, καὶ τὸ σκέλος δὲ ἐκ διαστημάτων τινῶν, κατὰ τῶν ὀδυνω-
μένων μάλιστα τόπων ἐρείδοντες τοὺς καυτῆρας· ἕτεροι δέ τινες τῆς
καταλλήλου χειρὸς τῷ πεπονθότι σκέλει τὸν μεταξὺ τόπον τοῦ 〈μεγάλου〉
δακτύλου τῆς χειρὸς καὶ τοῦ λιχανοῦ παρὰ τὸ κάτω ἄρθρον τοῦ μεγάλου
δακτύλου σπύραθον αἰγείαν πυρώσαντες ἐπιτιθέασι δι' ὀδοντάγρας, ἀλ-
λάσσοντες τὰς σπυράθους ἄχρι 〈τοῦ〉 διαδοθῆναι τὴν αἴσθησιν τῆς καύ-
σεως εἰς τὸν πεπονθότα τόπον· τότε γὰρ αὐτάρκη τὴν καῦσιν εἶναι λέ-
γουσιν». Διοσκορίδης δέ φησιν, «σπυράθους αἰγὸς πυρώσας, ἀνατείνας
τὸν μέγαν δάκτυλον τῆς χειρὸς καὶ σημειωσάμενος τὸν κοιλαινόμενον
τόπον περὶ τὸ πέρας τοῦ κάτω ἄρθρου τοῦ αὐτοῦ δακτύλου, εἶτα προϋπο-
χρίσας ἐλαίῳ τὸν τόπον ἢ ἐρίου πτύγμα ἐλαιοβραχὲς προϋποθεὶς τῷ
κοίλῳ τόπῳ, κατὰ μίαν σπύραθον περιτίθει, ἄχρις ἂν διὰ τοῦ βραχίονος ἡ
αἴσθησις περὶ τὸ πάσχον ἰσχίον ἔλθῃ». Ἄντυλλος δέ φησιν, «ἡμεῖς
χρώμεθα καὶ τοιούτῳ τρόπῳ τῆς καύσεως· σπυράθους αἰγείους ξηροὺς
πυρακτώσαντες τούτοις διακαίομεν τὴν κοιλίαν τοῦ μεγάλου δακτύλου
τοῦ ποδὸς τοῦ πάσχοντος ὀλίγῳ κατωτέρω τοῦ ὄνυχος μέχρις ὀστέου.
λύει δὲ αὕτη ἡ καῦσις τὰς ἄκρας ἰσχιάδας καὶ πρὸς μηδὲν ἄλλο βοήθημα
εἰκούσας· μετὰ δὲ τὰς καύσεις ἐπιτιθέναι χρὴ τῷ ἐσχαρωθέντι τόπῳ
πράσου φύλλα λεῖα μεθ' ἁλῶν ἢ ἐλαίας λείας μελαίνας μετὰ σησάμου
ἀπλύτου ἢ καρύων τὸ ἐντὸς λεῖον, τοῖς δὲ ἁπαλοσάρκοις γάλα μετὰ μέ-
λιτος, τῇ δὲ τρίτῃ φακῷ ἑφθῷ μετὰ μέλιτος κατάπλασσε μέχρι τοῦ ἐκ-
πεσεῖν τὰς ἐσχάρας· εἶτα τῇ πυοποιῷ ἀγωγῇ χρῶ, ἀκατούλωτα φυλάτ-
των τὰ ἕλκη μέχρι πλειόνων ἡμερῶν». «ἔγνωμεν δέ, φησὶν Ἀρχιγέ-
νης, πλείστους ὠφεληθέντας ἐκ τῶν προειρημένων καύσεων. ἡμῖν δέ,
φησίν, ἤρκεσεν εἰς ἀνασκευὴν τῆς ἰσχιάδος τὰ προρρηθέντα βοηθή-
ματα καὶ τὰ μετὰ βραχέα ῥηθησόμενα μαλάγματα, παρεθέμεθα δὲ καὶ
περὶ διακαύσεως εἰς τὸ μὴ ἀγνοεῖσθαι».
{Ἐπιμέλεια ἐν τοῖς παροξυσμοῖς Ἀρχιγένους.}
«Ἐν δὲ τοῖς παροξυσμοῖς διαδέσμοις τῶν ἄλλων μερῶν χρῆσθαι καὶ
σπουδαίαις ψηλαφίαις προσήκει καὶ ἐμβροχαῖς ἐπαλλήλοις, διὰ σικυωνίου
ἐλαίου θερμοῦ λιπαινομένων τῶν τόπων καὶ πιλήματι ἐρίου καλυπτομέ-
νων, καὶ καταπλάσσειν δὲ τὰ μέρη τοῖς διὰ λινοσπέρμου καὶ τήλεως καὶ
μάλιστα τοῖς δι' αἰρίνων ἀλεύρων προσλαμβάνουσί τινα τῶν θερμαινόν-
των καὶ ἀλθαίας ῥίζης· παρηγοροῦσι δὲ τὰς σφοδρὰς ὀδύνας καὶ πυρίαι
αἱ δι' ἐλαίου καὶ αἱ διὰ τῆς φρυκτῆς κέγχρου, ἔτι δὲ μᾶλλον ἁλῶν ἐν
μαρσίποις».
{Πόματα ἰσχιαδικοῖς.}
Διαχεῖ δὲ τοὺς παροξυσμοὺς ὀπὸς κυρηναϊκὸς πινόμενος ὅσον ὀρόβου
μέγεθος ἢ καταπινόμενος· ἄκρως δὲ ποιεῖ καὶ καστορείου 𐅻 αʹ σὺν τριω-
βόλῳ ὀποπάνακος. Πόμα ἰσχιαδικόν. Λαβὼν ἐντεριώνης τὸν φλοῦν
τὸν ἔσω χωρὶς τῶν κοκκίων βάλε εἰς ἀγγεῖον ὀστράκινον γανωτὸν καὶ
νίτρον λευκὸν ἑξάγιον αʹ καὶ μετ' ὀλίγον ἀπόβρεξον αὐτὸ μεθ' ὕδατος
θερμοῦ ζεστοῦ καὶ ἔασον ἡμέρας βʹ βρέχεσθαι καὶ τῇ τρίτῃ ἡμέρᾳ λαβὼν
ὀθόνιον ἀποπίεσον αὐτὸ εἰς ἕτερον ἀγγεῖον ὑάλινον καὶ χλιάνας δὸς
πιεῖν καὶ θαυμάσεις. Ἄλλο πότημα ἰσχιαδικοῖς. Ὀροβίνου ἀλεύρου,
ἀνίσου, μαράθρου ἴσα μέτρῳ βαλὼν κόπτε καὶ σῆθε καὶ δίδου ὀβο-
λοὺς θʹ ἐν οἴνῳ ἡμικοτυλίῳ. ἄγει δὲ δι' οὔρων πάχος ἱκανόν. ὅταν δὲ
καθαρὸν θεάσῃ τὸ οὖρον, μηκέτι δίδου. Ἄλλο. Κενταυρείου λεπτοῦ
τοὺς ἀκρεμόνας κόψας σήσας δίδου νήστει κοχλιάριον μεθ' ὕδατος
θερμοῦ ἐπὶ ἡμέρας γʹ ἢ πλείους. Ἄλλο. Ἐρυθροδάνου ῥίζαν κόψας
σήσας δίδου ὁμοίως. ἄγει δι' οὔρων αἷμα· λοῦε δὲ καθ' ἡμέραν τὸν
πίνοντα. ὠφελεῖ δὲ καὶ ἐρυσίμου σπέρμα σὺν οἴνῳ καὶ σμυρνίου σπέρμα
ὁμοίως, καρδάμου σπέρμα 𐅻 αʹ σὺν οἴνῳ, καππάρεως ῥίζης φλοιοῦ 𐅻 αʹ
σὺν οἴνῳ, ἴρεως ῥίζης λείας 𐅻 αʹ σὺν γλυκεῖ, πήγανον ἄγριον καὶ ἥμερον
σὺν ἀνίσου ἀφεψήματι, σύμφυτον πετραῖον σὺν οἰνομέλιτι ἑψόμενον,
ἀλθαίας ῥίζης ἀφέψημα ἢ λεπτοῦ κενταυρείου, ἀμμωνιακοῦ θυμιάματος
𐅻 αʹ σὺν μελικράτῳ, ὑπερείκου σπέρμα 𐅻 βʹ. ἄγει δὲ κόπρον πολλὴν
καὶ φλέγμα· ἀρκευθίδες μετ' οἴνου, ἄσφαλτος ἀντὶ καταποτίου διδομένη,
βαλσάμου καρπὸς σὺν μελικράτῳ. καὶ τὰ ἀνώδυνα δὲ καὶ ὑπνωτικὰ
λεγόμενα ποτήματα ἐπιμενόντων τῶν ἀλγημάτων δεόντως ἂν παρα-
ληφθείη, μάλιστα δὲ ἡ παιωνία λεγομένη ἀντίδοτος· ἀναγέγραπται δὲ
ἐν τῷ ιγʹ λόγῳ. «ἐγὼ δέ, φησὶν Ἀρχιγένης, κἀν τῷ παροξυσμῷ
χρησάμενος τῷ προειρημένῳ κλυστῆρι τῷ διὰ τερεβινθίνης καὶ νίτρου
θεατρικὴν μεταβολὴν ἐδίδουν. χρῶ δὲ ἐν τοῖς παροξυσμοῖς καὶ ἀφεψή-
ματι τῆς ῥίζης τοῦ ἀγρίου σικύου».
{Περὶ τῆς λοιπῆς διαίτης Ἀρχιγένους.}
«Ὑποτακτέον δὲ ἑξῆς διὰ βραχέων καὶ τὴν λοιπὴν ἐπιμέλειαν.
πρὸ παντὸς οὖν παραιτεῖσθαι παραινῶ τὰς συντονίας καὶ τὰς ἀκρι-
βεῖς τῶν πραγμάτων περιστάσεις μὴ μόνον μετὰ τροφήν, ἀλλὰ κἀν
τοῖς πρὸ τῶν σιτίων καιροῖς. ἔπειτ' ἀλειπτικώτερον ἐνιστάμενοι τὴν
ἀγωγήν, σαρκώσεως προνοείτωσαν, ὡς εἰ κτήσοιντο περιβολὰς τοῖς
νεύροις, ἅμα μὲν ἀσφαλὲς ἕξοντες ἔρυμα πρὸς πᾶσαν ἔξωθεν αἰτίαν,
ἅμα δὲ παντὸς μαλάγματος κρείττω τὴν προσφυῆ περιθησόμενοι
πιμελήν. ἀλειφέσθωσαν δὲ ὑπὸ τῶν ἐμπείρων καὶ γυμναζέσθωσαν·
ἄσκυλτοι γὰρ οἱ πόνοι γίνονται μετ' εἰδήμονος προγυμναστοῦ καὶ ἐν-
τριβεῖς χεῖρες πραότεραι τῶν εὐαφῶν εἰσιν εἰς τὰς ἀποθεραπείας. ὅμως
δὲ μηνυτέον ὅτι ἐπιτηδειότατα ὠφελοῦνται οἱ ἰσχιαδικοὶ ὑπὸ συνεχῶν
διακάμψεων καὶ περιπάτων καὶ δρόμων συμμέτρων. αἰώρα δὲ ἡγήσεται
ἡ διὰ ἵππου, ἔπειτα ἡ χρῆσις τῶν αὐτοφυῶν ὑδάτων, πρῶτον μὲν θερμῶν,
ἔπειτα δὲ καὶ ψυχρῶν· εἰ γὰρ ἡ ψυχρολουσία συνεθισθείη, μόνη ἔσται
ἱκανὴ τὴν ὁλοκληρίαν παρασχεῖν. ἡ δὲ δίαιτα ἐν τοῖς παροξυσμοῖς ῥοφη-
ματώδης. ἔστω καὶ ὀλίγη, ἐν δὲ τοῖς διαλείμμασιν ἁδροτέρα καὶ ἀναλη-
πτικωτέρα, ἔχουσα καὶ δριμυφαγίας τινὰς παραπλεκομένας διά τινων
ἡμερῶν· τὴν δὲ τούτων ὕλην πλειστάκις ἤδη παρατεθείμεθα μηδὲν
γλίσχρον ἔχουσαν ἢ παχύχυμον ἢ δύσπεπτον ἢ δυσανάδοτον. εὐπεψίας
δὲ ὡς μάλιστα προνοείτωσαν μὴ τῆς ἀπαντώσης βλάβης ἐκ τῶν ἀπε-
ψιῶν μόνον στοχαζόμενοι, ἀλλὰ καὶ σαρκώσεως, ἧς πρὸ πάντων χρῄζου-
σιν οἱ ἰσχιαδικοί. καὶ τὰς ποιότητας δὲ τῶν δυσπέπτων φευκτέον,
μάλιστα τῶν τὴν οὔρησιν ἐρεθιζόντων. τὴν δὲ κοιλίαν εὔλυτον μὲν εἶναι
συμφέρει· θλίβεται γὰρ καὶ βαρύνεται τὰ ἄρθρα, ταύτης ἀναξηραινομένης·
μὴ μὴν ῥευματιζέσθω συνεχῶς ἡ κοιλία· ἀσθενοποιὸν γὰρ τοῦτο καὶ τῇ
ῥύμῃ συνεπισυρόμενον τὰ ἀπὸ τοῦ ὅλου σώματος πληροῖ τὰ γειτνιῶντα.
ἔστι δὲ ὅτε μακραὶ καὶ ἐπισφαλεῖς δυσεντερίαι γενόμεναι διωρθώσαντο
τὴν τοῦ ἰσχίου εὐπάθειαν. ἀγαθὸν δὲ ἐμεῖν ἐκ διαλειμμάτων ἀπὸ τροφῆς
ἢ ἀπὸ ῥαφανίδων. οὐ λανθάνει δὲ ἡμᾶς ὅτι καὶ ἐλλεβόρῳ τινὲς ἐπὶ
ἰσχιαδικῶν ἐχρήσαντο· καὶ ὅτι μὲν ἐμπράκτως βοηθεῖ ὁ ἐλλέβορος
ἐπιστάμεθα, οὐ μὴν ὑπολαμβάνομεν καὶ τούτου χρείαν γενέσθαι ἐπὶ
τῆς διαθέσεως, ἀλλ' ἐξαλειφθήσεται ὑπὸ τῆς παραδοθείσης ἐπιμελείας».
{Καταπλάσματα ἰσχιαδικά.}
Κατάπλασμα ἰσχιαδικοῖς. Θέρμων πικρῶν ἄλευρον ὀξυμέλιτι ἢ ὀξυ-
κράτῳ ἑψήσας κατάπλασσε. Ἄλλο. Καλαμίνθην λειώσας χλωρὰν μά-
λιστα, εἰ δὲ μή, μετ' ὀξυκράτου, κατάπλασσε τὸν τόπον· γενναῖον βοή-
θημα. Ἄλλο. ποιεῖ καὶ πρὸς τοὺς σφόδρα ὀδυνωμένους. Κωδύας
μήκωνος ἐν μελικράτῳ ἑψήσας καὶ ταύτας μὲν ἀνασπάσας τῷ δὲ
μελικράτῳ κρίθινον ἄλευρον ἑψήσας κατάπλασσε. Ἄλλο. Κωδύας
χλωρὰς λεάνας καὶ ἐπιπάσσων ἀλφίτων ἄλευρον τὸ ἀρκοῦν ποίει ἀρτίσκους
καὶ ξήραινε ἐν σκιᾷ, ἐπὶ δὲ τῆς χρείας ὄξει ἀρκοῦντι διαλύων καὶ θερ-
μάνας ἐπιτίθει. Ἄλλο. Ἀσκληπιάδου ἰσχιαδικοῖς ποδαγρικοῖς ἀρθρι-
τικοῖς παραχρῆμα ὠφελεῖ. Τῆλιν βαλὼν εἰς ἄγγος κεραμεοῦν καὶ ἐπιβα-
λὼν ὀξύκρατον ὅσον ἐξαρκεῖ ἔα βρέχεσθαι ὅλην νύκτα· ἕωθεν δὲ ἐπιτιθεὶς
ἐπὶ τὸ πῦρ ἕψε μέχρι διαλύσεως, εἶτα λεάνας ἐν θυείᾳ ἀκριβέστατα καὶ
ἐπιβαλὼν μέλιτος ὅσον ἐξαρκεῖ καὶ θερμάνας καὶ εἰς ὀθόνιον ἐμπλάσας
ἐπιτίθει κατὰ τῶν πονούντων τόπων καὶ ταινιδίῳ περιειλήσας ἔα· καὶ
τοῦτο ποίει ἐπὶ δύο καὶ τρεῖς ἡμέρας. Ἄλλο. Συμφύτου ῥίζης γο Ϛʹ
ξύσας καὶ εἰς λεπτὰ τεμὼν καὶ ἐμβαλὼν εἰς θυείαν ὀστρακίνην τρῖβε
φιλοπόνως καί, ὅταν λειωθῇ, ἐπίβαλε μάννης γο γʹ καὶ ὠῶν ὠμῶν
προσφάτων τριῶν τὰ λευκὰ σὺν ταῖς λεκίθοις καὶ πάλιν τρῖβε· ὅταν δὲ
ἑνωθῇ, ἐπίβαλε στέατος ὑείου παλαιοῦ κατειργασμένου λι αʹ καὶ ἑνώ-
σας ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει. παρηγορεῖ παραχρῆμα μάλιστα τὰς
μετὰ ῥεύματος τῶν ἄρθρων περιωδυνίας. Ἄλλο Ἀσκληπιάδου. Τή-
λεως ἀληλεσμένης, μανδραγόρου ῥίζης φλοιοῦ, μάννης ἀνὰ γο γʹ,
ὠὰ ὠμὰ πρόσφατα ιʹ, μαλάχης ῥίζης λι αʹ, συμφύτου ῥίζης λι αʹ,
κοχλιῶν χερσαίων τῆς σαρκὸς γο Ϛʹ. σκεύαζε, ὡς προείρηται, φιλοπόνως
καὶ ἀνελόμενος ἀπόθου· ἐν δὲ τῇ χρήσει ἔστω τοῦ μὲν φαρμάκου μέρος
ἕν, στέατος δὲ ὑείου παλαιοῦ μέρη δύο.
{Ἐπιθέματα καὶ μαλάγματα ἰσχιαδικοῖς.}
«Μάλαγμα δέ, φησὶν Ἀρχιγένης, σφόδρα ἱκανὴν ἡμῖν τὴν πεῖραν
δεδωκός, ἐστὶ τὸ ὑπογεγραμμένον. σικυάσας δὲ πρῶτον τοὺς ὀδυνω-
μένους τόπους ἐπιτίθει· ἐπιμένων δὲ αὐτῷ ἐκδέχου τὴν ἐξ αὐτοῦ ὠφέ-
λειαν. Κολοφωνίας λι αʹ, δαφνίδων γο ηʹ, ῥαφάνου σπέρματος γο δʹ, καπ-
πάρεως φλοιοῦ λι αʹ, πίσσης ξηρᾶς λι αʹ, πυρέθρου λι αʹ, κηροῦ λι βʹ ςʹʹ,
τήλεως γο ηʹ, ἴρεως λι αʹ, σινάπεως γο ηʹ, νίτρου λι βʹ. τὸ νίτρον λείου
μετ' ὄξους λιτρῶν δύο, εἶτα ἐπιπάσας τὰ λοιπὰ ξηρὰ λεῖα καὶ συλλεά-
νας ἐπίχεε τὰ τηκτὰ καὶ ἀναμαλάξας χρῶ. τοῦτο μὲν οὖν ἀνασκευαστι-
κόν ἐστι τῆς διαθέσεως, φοινίσσον τὸ δέρμα καὶ ἐπὶ τὴν ἐπιφάνειαν ἀνά-
γον τὰς ἐν βάθει ὕλας, ᾧτινι κατ' ἀρχὰς οὐ δεῖ κεχρῆσθαι. Πραότατον δέ
ἐστι τοῦτο καὶ πολύχρηστον, ᾧ δεῖ κεχρῆσθαι ἀδεῶς. Κηροῦ γο δʹ, στύ-
ρακος γο αʹ, σατυρίου γο αʹ, ἀλόης πρωτείας γο αʹ, ἀμμωνιακοῦ θυμιά-
ματος γο βʹ, κρόκου γο αʹ, πυρέθρου γο αʹ, ὀποπάνακος γο αʹ, χαλβάνης γο
αʹ, λιβάνου γο αʹ, ἐλαίου παλαιοῦ γο δʹ, ἐνίοτε δὲ γο βʹ μόνας ἐν θέρει.
σκεύαζε καὶ χρῶ. παραδόξως δὲ ἐνεργεῖ ἐπὶ τῶν ἰσχιαδικῶν καὶ ἡ πάρ-
δαλις ἔμπλαστρος ἡ ἐπὶ ὑδρωπικῶν ἀναγεγραμμένη». Ἡ λέαινα
ἀνασκευαστική. Ἐλαίου παλαιοῦ λι βʹ, μολυβδαίνης, ἁλῶν κοινῶν,
τερεβινθίνης ἀνὰ λι αʹ, λεπίδος γο γʹ, ἰοῦ, στρουθίου, χαμαιλέον-
τος μέλανος ῥίζης, ἀριστολοχίας, σινάπεως ἀνὰ γο βʹ, ἐνίοτε καὶ κά-
χρυος γο αʹ ἢ ἀντὶ κάχρυος πυρέθρου. ποιεῖ καὶ τῇ κεφαλῇ ἐπιτιθε-
μένη πρὸς ἡμικρανίαν. Ἡρᾶ πρὸς ἰσχιαδικούς. «Ταύτῃ, φησίν,
ἐχρησάμην ἐπὶ Φροντίνου εὐθὺς ἀπὸ τῶν παροξυσμῶν. Κηροῦ 𐅻 ρʹ,
ἰξοῦ 𐅻 ιϚʹ, τερεβινθίνης 𐅻 κεʹ, χαλβάνης, σμύρνης, ἴρεως ἀνὰ 𐅻 Ϛʹ,
κεδρίας κοτύλης τὸ ςʹʹ, κυπρίνου ἐλαίου τὸ ἴσον τῆς κεδρίας. κηρὸν κε-
δρίαν μετὰ τοῦ κυπρίνου τῆκε, εἶτα ῥητίνην ἐπίβαλε καὶ χαλβάνην καὶ
ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίβαλε εὐθέως τὸν ἰξὸν καί, ὅταν διαλυθῇ, ἐπί-
πασσε τὴν ἶριν καὶ ἑνώσας ἐπίχεε ἐν τῇ θυείᾳ τῇ σμύρνῃ λειωθείσῃ
μετ' ὄξους. ἔνιοι δὲ καὶ νίτρου προσβάλλουσι 𐅻 νʹ». Ἀσκληπιάδης δὲ
οὕτω φησίν. «Μάλαγμα ἰσχιαδικοῖς εὐθὺς ἀπὸ τῶν παροξυσμῶν
ἐπιτιθέμενον. ποιεῖ πρὸς τὰ συντρίμματα τῶν ὀστῶν καὶ πᾶσαν νευρικὴν
συμπάθειαν· ἔστι δὲ καὶ διαλυτικὸν πάσης σκληρίας· ποιεῖ καὶ πρὸς τὰς
ἄλλας φλεγμονάς, καταστέλλει δὲ καὶ τὰς πονηρὰς οὐλάς, ποιεῖ πρὸς
στρέμματα, λυγίσματα καὶ πρὸς τὰς τῶν μασθῶν κακοήθεις διαθέσεις·
ἔστι γὰρ σφόδρα γενναῖον. Κηροῦ, τερεβινθίνης, ἰξοῦ, χαλβάνης, σμύρ-
νης, ἴρεως ξηρᾶς ἀνὰ 𐅻 μηʹ, ἐλαίου κυπρίνου ὅσον ἐξαρκεῖ. τὴν χαλβά-
νην μετὰ τοῦ κηροῦ ὁλμοκοπήσαντες καὶ μαλάξαντες τήκομεν μετὰ τοῦ
κυπρίνου, εἶτα ἐπιβάλλομεν τὸν ἰξόν, αἴροντες ἀπὸ τοῦ πυρός, καὶ ὅταν
διαλυθῇ, ἐπιπάσσομεν τὴν ἶριν καὶ ἐπιχέομεν ἐν τῇ θυείᾳ τῇ σμύρνῃ
λειωθείσῃ μετ' ὄξους». Ποιοῦσιν ἐπ' αὐτῶν καὶ αἱ δι' ἁλῶν ἔμπλαστροι,
οἵα ἐστὶν αὕτη· ἁλῶν 𐅻 ρʹ, ψιμυθίου 𐅻 ρʹ, πίσσης γο Ϛʹ, ἐλαίου λι δʹ.
λειοτάτους σφόδρα ποιήσας τοὺς ἅλας κατ' ἰδίαν ὁμοίως καὶ τὸ ψιμύ-
θιον, ἔπειτα ἐπιβαλὼν αὐτοῖς ἐν τῇ θυείᾳ τὸ ἔλαιον καὶ συλλεάνας ἱκα-
νῶς, ἀναλαβὼν ἕψε μέχρις ἀμολύντου μαλακῷ πυρὶ χρώμενος, εἶτα
ἐπίβαλε τὴν πίσσαν· τακεῖσαν καὶ διηθηθεῖσαν καὶ πάλιν ἕψε ὡς μὴ
μολύνῃ καὶ χρῶ. 〈Ἀσκληπιάδου〉. μάλαγμα τὸ διὰ σιλφίου ἰσχιαδι-
κοῖς σφόδρα γενναῖον. Ἄμμεως 𐅻 ιβʹ, σιλφίου, πηγάνου ἀγρίου σπέρμα-
τος, δαφνίδων κεκαθαρμένων ἀνὰ γο δʹ, κολοκυνθίδος ἐντεριώνης 𐅻 βʹ,
νίτρου, ἀβροτόνου, καρδαμώμου ἀνὰ 𐅻 δʹ, κηροῦ, στέατος μοσχείου, ἀμ-
μωνιακοῦ θυμιάματος ἀνὰ γο βʹ. τὰ ξηρὰ τοῖς τηκτοῖς ἐπιπάσσεται
ἀρθεῖσιν ἀπὸ τοῦ πυρὸς καὶ ἐπιχέεται ἐν τῇ θυείᾳ τῷ ἀμμωνιακῷ λειω-
θέντι μετ' ὄξους. τινὲς τὸ ἀμμωνιακὸν τήκουσι σὺν τῷ κηρῷ καὶ γίγνεται
ἀμολυντότερον. Μάλαγμα ἰσχιαδικόν, ᾧ Θεόδωρος τὸν ἴδιον πατέρα
ἐθεράπευσε μὴ δυνάμενον ἀνακῦψαι διὰ τὴν ὀδύνην. Κηροῦ, πίσσης
ὑγρᾶς, στυπτηρίας ὑγρᾶς ἴσα. τήξας τὰ τηκτὰ ἐπίχεε τῇ στυπτηρίᾳ λειω-
θείσῃ σὺν ὄξει καὶ ἀναμαλάξας χρῶ. Ἀσκληπιάδου ἰσχιαδικόν. ποιεῖ καὶ
κωλικοῖς ἐν τοῖς παροξυσμοῖς ἀσφαλῶς καὶ ψώρας θεραπεύει χωρὶς ἑλκώ-
σεως. Κηροῦ, πίσσης ὑγρᾶς, πίσσης ξηρᾶς ἀνὰ λι αʹ, θείου ἀπύρου, στυ-
πτηρίας σχιστῆς, νίτρου ἐρυθροῦ ἀνὰ γο Ϛʹ. τήξας τὰ τηκτὰ ἐπίπασσε τὰ
ξηρὰ λειότατα κατὰ βραχὺ καὶ κατεράσας εἰς θυείαν νενοτισμένην ὀξυ-
κράτῳ καὶ ἀναμαλάξας χρῶ. τινὲς πίσσαν ξηρὰν καὶ πιτυΐνην καὶ κηρὸν
βάλλουσιν ἀνὰ γο ιʹ καὶ ἐλαίου γο βʹ καὶ τὰ λοιπὰ ὡς προείρηται. Ἰ-
σχιαδικὸν θαυμάσιον. Λιβάνου, εὐφορβίου, ἀμμωνιακοῦ θυμιάματος, πυ-
ρέθρου, πίσσης, κηροῦ ἀνὰ γο γʹ, πιτυΐνης ξηρᾶς γο γʹ, ἐλαίου κυπρίνου
γο Ϛʹ, χολῆς ταυρείας γο Ϛʹ. λίβανον, εὐφόρβιον, ἀμμωνιακόν, λειότατα
ποιήσας ἕκαστον ἰδίᾳ λείου ἅμα σὺν τῇ χολῇ καὶ τήξας τὰ τηκτὰ ἐπί-
πασσε τὸ πύρεθρον καὶ ἐπίχεε τοῖς λειωθεῖσι καὶ ἑνώσας χρῶ θαρρῶν·
πεπείραται. βέλτιον δὲ γίνεται ἐὰν τὸ ἀμμωνιακὸν λειότατον ἐπιπασθῇ
τοῖς τηκτοῖς καὶ τούτου τακέντος ἐπιβληθῆναι τὸν λίβανον λεῖον· τὸ δὲ
εὐφόρβιον σὺν τῇ χολῇ λείου.
{Ἀλείμματα καὶ ἄκοπα ἰσχιαδικοῖς.}
Πρὸς ἰσχίων πόνον. Παιωνίας ῥίζαν λαβὼν τεθλασμένην ἐν ἐλαίῳ ἡμέ-
ρας γʹ, τῇ τετάρτῃ ἑψήσας ἐπ' ὀλίγον ἄλειφε. προκάθαιρε δὲ αὐτοὺς ὀπῷ
τιθυμάλλου, σταγόνας εʹ μόνας μετὰ ἰσχάδων βαλών, ἢ τῷ ἀποβρέγματι
τοῦ φλοιοῦ τοῦ τιθυμάλλου. κόψας δὲ σήσας τὸν φλοιὸν βρέχε μετ' οἴνου
γρ δʹ ὅλην νύκτα καὶ ἕωθεν διηθήσας δίδου τὸν οἶνον. Ἄλλο. Νυκτε-
ρίδα τὴν βοτάνην ἣν μύρον Ἑλένης καλοῦσιν ἑψήσας ἐλαίῳ ἔα προσ-
μεῖναι αὐτὴν ἐν τῷ ἐλαίῳ ἡμέραν μίαν καὶ διηθήσας ἄλειφε. Ἄλλο διὰ
πολλῆς πείρας. Ἐχῖνον τὸν χερσαῖον ζῶντα βαλὼν εἰς ἔλαιον ἕψε
μέχρις οὗ τακερὸς γένηται, εἶτα ἀνασπάσας αὐτὸν ἐπίβαλε τῷ ἐλαίῳ
ἀδάρκης λειοτάτης γο βʹ καὶ ἐλαίου κυπρίνου γο αʹ καὶ χρῶ ἀλείφων τὸν
τόπον· ἔστω δὲ τὸ ἔλαιον ἐν ᾧ ἕψεται λι βʹ. Ἰσχιαδικὸν τὸ καλούμενον
ἰσόθεον. ποιεῖ καὶ πρὸς παραλύσεις καὶ πᾶσαν νευρικὴν συμπάθειαν.
Καστορείου, ὀποπάνακος, εὐφορβίου, οἰσύπου ὑγροῦ, ἀμμωνιακοῦ θυμιά-
ματος, χαλβάνης, τερεβινθίνης ἀνὰ γο βʹ, μυελοῦ ἐλαφείου γο δʹ, 〈στύ-
ρακος γο αʹ〉, ἐλαίου στυρακίνου γο δʹ, ἐλαίου ἰρίνου γο Ϛʹ, πεπέρεως γο
αʹ, κηροῦ λι αʹ, ἐλαίου σικυωνίου λι αʹ, ἐλαίου παλαιοῦ λι αʹ. ἀμμωνια-
κόν, χαλβάνην, ὀποπάνακα λείου μετ' οἴνου, τὰ δὲ τηκτὰ τήξας καὶ ἄρας
ἀπὸ τοῦ πυρὸς ἐπίχεε καὶ ἕνωσον ἱκανῶς, τὸν δὲ στύρακα ὁλμοκόπει ἐπι-
βάλλων αὐτῷ κατὰ βραχὺ ἐκ τοῦ φαρμάκου καί, ὅταν διαλυθῇ, ἕνωσον
τοῖς λοιποῖς καὶ χρῶ. Ἄκοπον ἰσχιαδικόν. Ἐνεργέστατόν ἐστι τὸ ἐγκεί-
μενον ἐν τοῖς κοινοῖς ἀκόποις μετὰ τὰ ἀρθριτικὰ βοηθήματα τὸ ἐπιγρα-
φόμενον τοῦ ὀρχηστοῦ καὶ χρῶ αὐτῷ θαρρῶν· χρῶ δὲ καὶ τοῖς ὁμοίοις
ἀκόποις καὶ ἀλείμμασι τοῖς ἐκεῖσε γραφησομένοις. Ἰσχιαδικὸν καλὸν
ἄλειμμα πάνυ διὰ πείρας. Κιτρίων χλωροτέρων κατατεμὼν ὅλην σὺν τῷ
φλοιῷ καὶ τὴν ἐντεριώνην καὶ βαλὼν λι αʹ μετ' ἐλαίου καλοῦ λι βʹ ἕψε
ἐπὶ ἀνθράκων ἕως ἀποβάλῃ πᾶσαν τὴν ὑγρότητα τὸ κίτριον, εἶτα διηθήσας
τὸ ἔλαιον τῆκε ἐν αὐτῷ κηροῦ γο βʹ· τακέντος δὲ τοῦ κηροῦ, ἐπίπασσε
κνίδης σπέρματος λειοτάτου γο βʹ καὶ ἑνώσας ἄλειφε πρωῒ καὶ μετὰ
βαλανεῖον καὶ εἰς κοίτην, ἀνατρίβων ἠρέμα. Ἄλλο Ὀρειβασίου. ἄκο-
πον 〈παρὰ Μαρκιανοῦ〉 πάνυ ἐπαινούμενον. Κηροῦ γο ιηʹ, πίσσης
ξηρᾶς, πίσσης ὑγρᾶς ἀνὰ γο Ϛʹ, πιτυΐνης γο γʹ, 〈χαλβάνης γο θʹ,
σάπωνος γο γʹ〉, θείου ἀπύρου γο γʹ, ἁλῶν πεφρυγμένων γο λʹ, πυρέθρου
γο θʹ, καρδαμώμου γο Ϛʹ, τρυγὸς κεκαυμένης γο Ϛʹ, εὐφορβίου γο βʹ,
πεπέρεως γο αʹ, 〈ἀδάρκης〉 γο αʹ. σκευάσας καὶ ἐπὶ τῆς χρείας ἀνέσας
μετ' ἐλαίου τινὸς τῶν ἐπιτηδείων σύγχρισον· ποιεῖ καὶ πρὸς παρέσεις.
{Κατάπαστα ἐν βαλανείῳ ἰσχιαδικοῖς.}
Ἰσχιαδικὸν κατάπασμα ἐνεργές. Θέρμινον ἄλευρον ἐπίπασσε ἐν τῷ
βαλανείῳ καὶ ἱδρούτω κατακείμενος ἐπὶ σανίδος. Ἄλλο κατάπαστον.
ποιεῖ καὶ πρὸς κεχρονισμένας διαθέσεις. Κόστου, πεπέρεως λευκοῦ, πυρέ-
θρου ἀνὰ γο γʹ, νίτρου γο αʹ, τρυγὸς οἴνου κεκαυμένης λι αʹ. κόψας σή-
σας ἐπίβαλε ἐν βαλανείῳ. Ἄλλο. Κόστου γο γʹ, πυρέθρου γο γʹ, νίτρου
γο αʹ, πεπέρεως λευκοῦ, ἀδάρκης, εὐφορβίου ἀνὰ γο αʹ, τρυγὸς κεκαυ-
μένης λι αʹ, συμψύχου γο Ϛʹ. κόψας σήσας κατάπασσε ἐν βαλανείῳ. Ψί-
λωθρον. Λιβανωτίδα ἑψήσας μετὰ οἴνου παλαιοῦ σβέσον τὴν ἄσβεστον·
ἔπειτα ἔχε τετριμμένα καρδαμώμου, πυρέθρου, κάχρυος, σαμψύχου, πε-
πέρεως, κόστου, τρυγὸς οἴνου, καὶ ἑνώσας πάντα ὁμοῦ μετὰ σχιστοῦ ἀρσε-
νικοῦ χρῶ. τινὲς δὲ χωρὶς τούτων μετὰ μόνης τῆς λιβανωτίδος αὐτὸ ποιοῦ-
σιν. Ἡρᾶ πρὸς ἰσχιαδικοὺς παρηγορικὸν λίαν. Πίσσης ξηρᾶς μέρη βʹ,
θείου ἀπύρου μέρος αʹ. λεῖα ποιήσας καὶ μίξας καὶ προλούσας τὸν πά-
σχοντα ἐπίπασσε ἔτι ἔνθερμον ἔχοντα τὸν χρῶτα καὶ σκέπαζε χάρτῃ καὶ ἔα
μέχρις οὗ δι' ἑαυτοῦ ἀποπέσῃ· ἐνδέχεται δὲ καὶ λούεσθαι ἔχοντα τὸν χάρ-
την. Ἄλλο κατάπαστον. Ἀδάρκης, σταφίδος ἀγρίας, κάχρυος, σινά-
πεως, καρδαμώμου, πεπέρεως, εὐφορβίου, θείου ἀπύρου ἀνὰ γο αʹ. κόψας
σήσας καὶ εἰσαγαγὼν τὸν κάμνοντα ἐν τῷ δευτέρῳ οἴκῳ τοῦ βαλανείου
κατάκλινον ὑποστρώσας ἱμάτιον τῇ σανίδι καὶ ἐπίπασσε τῷ τόπῳ καὶ
τρῖβε εὐτόνως, εἶτα ἐμβίβαζε τῷ θερμῷ καὶ ἐπαντλήσας ἐξάγαγε καὶ
ἀπομάξας ἐπίρριπτε τῷ τόπῳ ἔτι ἐνθέρμῳ ὄντι μάλαγμα τοιοῦτον· κράμ-
βης καυλῶν κεκαυμένων σποδοῦ γο τὸ ςʹʹ, συκίνων ἀγρίων ξύλων κεκαυ-
μένων σποδοῦ γο γʹ, ἀμπέλου ξύλων κεκαυμένων σποδοῦ γο γʹ, πίσσης
ξηρᾶς λι αʹ, θείου ἀπύρου γο γʹ, ἀξουγγίου λι αʹ. ἀπαλλαγήσεται γὰρ
τῆς ὀδύνης ἐν τάχει, ὡς δοκεῖν μαγείαν εἶναι τὴν δύναμιν. προεψεῖν
δὲ χρὴ ἐπ' ὀλίγον τὴν πίσσαν μετὰ τοῦ ἀξουγγίου, ἵνα μὴ μολύνῃ,
καὶ οὕτως ἐπιπάσσειν τὰ ξηρὰ λεῖα.
2
{Περὶ ποδάγρας καὶ ἀρθρίτιδος.}
Τὸ ποδαγρικὸν καὶ ἀρθριτικὸν πάθος ὁμοιοειδῆ ἀλλήλοις καθεστή-
κασιν· διαφέρει δὲ ποδάγρα ἀρθρίτιδος οὐ τῷ ὅλῳ γένει, ἀλλὰ τοῖς
ἀλγοῦσι τόποις. ἐπὶ πάντων γὰρ ἀσθένειά ἐστι τῶν ἄρθρων χρονία ῥευ-
ματική, ἥτις κατὰ μὲν τοὺς πόδας ἀποτελεσθεῖσα ποδάγρα προσαγορεύ-
εται, κατὰ δέ τινος τῶν ἰσχίων ἰσχιὰς ὀνομάζεται, κατὰ δὲ πολλῶν
ἄρθρων τοῦ σώματος ἐρείσασα ἀρθρῖτις λέγεται. ἔστι μὲν οὖν ὅτε αἰφνί-
διον εἰσβάλλει τὸ πάθος, διασπειρόμενον ὁμοτίμως κατὰ πάντα τὰ ἄρθρα·
τοῦτο δὲ συμβαίνειν εἴωθεν ἐπὶ τῶν ἀθρόως καταλιπόντων τὰ συνήθη
γυμνάσια καὶ ἀκολάστως διαιτωμένων. τὰ πολλὰ δὲ λεληθότως κατὰ
βραχὺ εἴωθεν εἰσβάλλειν ὁ ῥευματισμός· ἄλλοις γάρ τισι μεγάλου δα-
κτύλου τοῦ ποδὸς τὸ ἄρθρον ἐπώδυνον ἐγένετο, ἄλλοις δὲ τὸ πέρας τῆς
πτέρνης καὶ ἑτέροις τὸ κοῖλον τοῦ ποδός, ἤτοι θλιβὲν ἐξ ὑποδήματος ἢ
ὑπὸ δρόμου ἢ ἄλλου τινὸς τῶν παραπλησίων. ἀρχόμενον δὲ ἀπὸ τῶν
ποδῶν, κατὰ βραχὺ ἐπιδιαβαίνει τὸ κακὸν καὶ ἐπὶ γόνατα καὶ ἐπὶ τὰ
τῶν ἰσχίων καὶ μηρῶν ἄρθρα εἶτα ἐπὶ τὰς χεῖρας, μεμερισμένως ἑκάστου
ἄρθρου πάσχοντος, ὅτε καθὼς προείρηται ἀρθρῖτις κυρίως τὸ πάθος
καλεῖται. τοῖς δὲ τέλεον ἐχομένοις τῷ πάθει καὶ σπόνδυλοι καὶ τῶν
πλευρῶν διαρθρώσεις καὶ γένυες ὀδυνῶνται, ἐνίοις δὲ καὶ ἡ ῥίς, καὶ οὐκ
ἔστι τις ὀστέου διάρθρωσις ἥτις οὐκ ἐπωδύνως διατίθεται.
3
{Αἰτίαι καθολικαὶ ποδάγρας.}
Γεννῶσι δὲ τὸ πάθος ἀπεψίαι ἐπάλληλοι καὶ οἰνοφλυγίαι, τούτων δὲ
μᾶλλον καὶ ἀκρασίαι περὶ τὰ ἀφροδίσια, ἤδη δὲ καὶ περίπατοι σύντονοι
παρὰ τὸ ἔθος καὶ στάσεις ἐπὶ μακρὸν γινόμεναι καὶ ἐποχαὶ τῶν συνή-
θων ἐκκρίσεων καὶ ἀνακοπαὶ τῶν συνήθων γυμνασίων· τὰ πολλὰ δὲ
ἀπὸ τῶν προγόνων ἐπιτηδειότητες εἰς τὰ ἔγγονα μεθίστανται. καθόλου δὲ
ἐπὶ πάντων, ὑγρῶν ἀπέπτων πλῆθός ἐστιν αἴτιον τῆς διαθέσεως.
4
{Ὅτι ὑγρῶν πλῆθος ἐργάζεται τὸ πάθος.}
Ὅτι μὲν οὖν ὑγρῶν συνδίδοται πλῆθος φερομένων εἰς τοὺς πόδας καὶ
διατεινόντων τὰ ἐν αὐτοῖς ἅπαντα μόρια καὶ φλεγμονάς τε καὶ ἀλγηδό-
νας ἐπιφερόντων φανερώτατον· καὶ γὰρ εἰς ὄγκον αἴρεται τὰ πάσχοντα
μόρια καὶ ἐν αὐτοῖς φλέβες αἵματος φαίνονται μεσταὶ καὶ κενουμένων
αὐτῶν εἰς τὸ κατὰ φύσιν ὁ κάμνων ἐπανέρχεται. τὸ δὲ ἐπιρρέον πλῆθος
οὐχ ὅμοιον ἐπὶ πάντων· καὶ γὰρ οἱ μὲν θερμότητι κάμνουσιν, οἱ δὲ
ψυχρότητι ἢ ὑγρότητι, κἄπειτα ψύχοντες ἢ θερμαίνοντες ἢ ξηραίνοντες
ὀνίνανται.
5
{Τίς αἰτία τῶν ῥευματιζομένων μορίων.}
Ἐπειδὰν μὲν οὖν πλῆθος ὑγρῶν ἐπιτραφὲν ἐν τῷ σώματι λυπῇ τὸν
ἄνθρωπον, ἀπελαύνει μὲν ἀφ' ἑαυτοῦ τῶν πρωτοπαθούντων μορίων
ἕκαστον τὸν λυποῦντα χυμόν, ὑποδέχεται δέ τι τῶν γειτνιώντων ἢ
ὑποκειμένων, τῶν μὲν ἰσχυροτέρων πεμπόντων, τῶν δὲ ἀσθενεστέρων
ὑποδεχομένων· καὶ τοῦτ' οὐ παύεται γιγνόμενον, ἄχρι περ ἂν ἐπὶ τὸ πάν-
των ἀσθενέστατον ἀφίκηται τὸ ὠθούμενον καὶ ἐν αὐτῷ καταμείνῃ. μία
μὲν οὖν γένεσις τῶν ῥευματικῶν διαθέσεων αὕτη, πεμπόντων μὲν τῶν
ἰσχυροτέρων τὸ περιττόν, ὑποδεχομένων δὲ τῶν ἀσθενεστέρων· ἀσθενέ-
στερα δὲ ἀποτελεῖται τὰ ἄρθρα ἐκ τῶν συνεχῶν κινήσεων.
6
{Διὰ τί ἐπὶ μέν τινων μέγα τὸ νόσημα, ἐπ' ἄλλων δὲ μικρόν.}
Τὸ δὲ μέγεθος τῶν ῥευματικῶν νοσημάτων τῷ πλήθει τῶν ἐπιρρεόν-
των ὑγρῶν ἕπεται· πλειόνων μὲν γὰρ ὄντων αὐτῶν, μείζων ἡ διάθεσις
γίγνεται, ἐλαττόνων δέ, μικροτέρα. ἐπιρρεῖ δὲ πολλὰ περιττώματα διὰ
πολλὰς αἰτίας. καὶ γὰρ πλῆθος ὑγρῶν πάμπολυ εἶναι χρὴ καὶ τὰς ὁδοὺς
εὐρείας δι' ὧν φέρεται καὶ τὸ ῥευματιζόμενον μέρος ἀραιὸν καὶ τὴν ἐν
αὐτῷ δύναμιν ἀσθενῆ καὶ τὴν τῶν πεμπόντων ἰσχυράν, ἵνα ἡ διάθεσις
μεγάλη γένηται· μικρὰ δὲ εἰ μέλλοι γενήσεσθαι ἡ διάθεσις, τῶν εἰρημέ-
νων τἀναντία πάντα συνελθεῖν δεῖ.
7
{Διὰ τί πολυχρόνιον ἢ ὀλιγοχρόνιον τὸ νόσημα γίγνεται.}
Τοῦ δὲ ὀλιγοχρονίους αὐτοὺς ἢ πολυχρονίους γίγνεσθαι καὶ τὰ εἰρη-
μένα μέν ἐστιν αἴτια, καὶ γλισχρότης δὲ καὶ παχύτης ὑγρῶν· τό τε γὰρ
πολὺ αἷμα καὶ παχὺ πυκνῷ…
…
The complete text is available when the reading interface loads.