Iatricorum liber xv
- Edition reference
- Iatricorum liber xv, ed. S. Zervos, "Ἀετίου Ἀμιδηνοῦ λόγος δέκατος πέμπτος," Athena 21 (1909) 7–138.
- CTS identifier
urn:cts:greekLit:tlg0718.tlg015.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
3
σκίρρων καὶ ἔτι σῳζομένην τὴν αἴσθησιν ἀμυδρῶς ἐχόντων, ἐπιχει-
ρεῖν προσήκει θεραπεύειν διὰ τῶν μαλασσόντων δηλονότι τὰ ἐσκλη-
ρυμμένα σώματα φαρμάκων, ἅμα τε καὶ συμμέτρως διαφορεῖν διὰ τῶν
κατὰ βραχὺ μαλάττειν καὶ χέειν δυναμένων· τὰ γὰρ σφοδρῶς δια-
φοροῦντα καὶ ἀθρόως κενοῦντα χωρὶς τοῦ μαλάττειν, ἐν μὲν ταῖς πρώ-
ταις ἡμέραις ἐλαττοῦν δοκεῖ τὸν ὄγκον, τὸ δὲ ὑπόλοιπον τῆς διαθέ-
σεως ἀνίατον καθίσταται, παντὸς μὲν τοῦ λεπτοῦ μέρους διαφορη-
θέντος, ἐμμείναντος δὲ τοῦ γεωδεστάτου καὶ δυσδιαιρέτου· διὰ τοῦτο
ἐπιτηδειότατα τῶν φαρμάκων αὐτοῖς ἐστιν, ὅσα μετὰ τοῦ μαλάτ-
τειν καὶ διαφορεῖν πέφυκε. Πρῶτον μὲν οὖν τοῖς μαλάττειν δυναμέ-
νοις χρησάμενοι, ἐπὶ τὰ διαφοροῦντα μεταβῶμεν, κατὰ βραχὺ προσ-
πλέκοντες αὐτὰ τοῖς μαλακτικοῖς· προσεπιβλέπειν δὲ χρὴ καὶ τὴν
τοῦ θεραπευομένου σώματος ἕξιν καὶ τὴν τοῦ πάθους σύστασιν, εἰς
ὅσον αὔξεται· εἰς ταῦτα γὰρ ἀποβλέποντός σου, στοχαστικὴ μέν,
ἀλλὰ μετὰ τέχνης ἡ πρώτη χρῆσις ἔσται τοῦ μαλάττοντος φαρμά-
κου· μετὰ μίαν δὲ ἢ δευτέραν ἡμέραν, εἴτ' ἐπιτεῖναι προσήκει εἴτ'
ἐκλῦσαι τὴν δύναμιν τοῦ φαρμάκου νοήσεις. Προσήκει τοίνυν, ὥσπερ
κἀπὶ τῶν ἄλλων φαρμάκων, οὕτω κἀπὶ τούτων παρεσκευάσθαι τῷ
βουλομένῳ καλῶς θεραπεύειν, πλείω φάρμακα τῶν ὁμογενῶν· ἢ πάν-
τως γε τά τε ἰσχυρότατα καὶ τὰ μετριώτατα, ἵνα ἐκ τῆς διαφόρου
μίξεως αὐτῶν ἐπὶ τῆς χρείας ἄρτιος γινόμενος, ἐργάζηται τὰ μεταξὺ
τῶν ἄκρων πάμπολλα φάρμακα. Μαλακτικὰ μὲν οὖν ἐστι τῶν ἐσκλη-
ρυμμένων σωμάτων στέαρ αἴγειον καὶ βόειον· ἐν αὐτοῖς δὲ τούτοις,
τὰ μὲν τῶν ταύρων καὶ τῶν τράγων ἰσχυρότερα· τὰ δὲ τῶν ἐρίφων
καὶ μόσχων ἔτι καὶ τούτων ἀσθενέστερα· τὸ δὲ χοίρειον καὶ τοῦτο
αὐτῶν ἀσθενέστερον· διαφορητικωτέραν δὲ τούτων τὴν δύναμιν ἔχει
οὐ μαλακτικωτέραν δὲ τὸ λεόντειον καὶ παρδάλειον, ὑαίνης τε καὶ
χηνός· τὸ δὲ τῶν ἀλεκτορίδων μεταξὺ τοῦ τε χηνείου καὶ ὑείου τέτα-
κται. Τῶν δὲ μυελῶν ἄριστος μὲν ὁ ἐλάφειος, δεύτερος δὲ ὁ τῶν μό-
σχων. Καὶ ῥητῖναι δέ, ὅσαι μὴ δριμεῖαν ἔχουσι τὴν ὀσμήν, μιγνύμε-
ναι τοῖς προειρημένοις καὶ τοῖς ῥηθησομένοις, τὸ μὲν ἐχέκολλον τοῖς
συντιθεμένοις φαρμάκοις παρέχονται, τὸ δὲ μαλακτικὸν αὐτῶν οὐκ
ἀναιροῦσιν· ἐπιτηδειοτάτη δ' αὐτῶν ἐστιν ἡ τερεβινθίνη ἡ καλουμένη
χία καὶ ἡ λάριξ, τὴν σύστασιν παραπλησίαν ταύτῃ ἔχουσα· μετὰ
ταύτας ἡ πευκίνη καὶ μετ' ἐκείνην ἡ ἐλατίνη· αἱ δὲ ξηρότεραι, οἰόν
ἐστι τὸ καλούμενον ἰδίως πιτύϊνον φύσημα, ἀλιπεῖς καὶ ξηραίνουσαι
μεγάλως, καὶ διὰ τοῦτο ἀνεπιτήδειοί εἰσιν εἰς τὴν τῶν μαλαγμάτων
μίξιν· χρηστέον δὲ τῇ τερεβινθίνῃ καὶ τῇ λάρικι· καὶ πίττα δὲ ἡ
βρυτία τὴν αὐτὴν ἔχει δύναμιν· τὴν δὲ πάνυ ξηρὰν οὐ μικτέον τοῖς
μαλάγμασιν, ὥσπερ οὐδὲ τὴν ἄσφαλτον, ἐπὶ πλέον γὰρ ξηραίνουσιν·
ὑπάρχει δὲ καὶ τῇ Χίᾳ μαστίχῃ τι μαλακτικόν· ἡ δὲ Αἰγυπτία μέ-
λαινα μαστίχη ἔχει μέν τι καὶ μαλακτικόν, τὸ δὲ πλεῖον αὐτῆς τῆς
δυνάμεως πεπτικόν τε καὶ διαφορητικὸν ὑπάρχει· καὶ τῷ λιβανωτῷ
δὲ ὑπάρχει τι μαλακτικόν, ὥσπερ τῷ τῆς τήλεως σπέρματι· καὶ γὰρ
καὶ τοῦτο μαλάττει ἑψηθέν. Δεῖ οὖν καὶ τὸν λίβανον ἑψεῖν ἐπ' ὀλίγον
ἐπὶ τῶν μαλαγμάτων· καὶ ὁ ἐκ τῶν βαλανείων δὲ συναγόμενος γλοιὸς
καὶ τὸ βούτυρον τῆς αὐτῆς ἐστι τάξεως καὶ τὸ τῆς ἀλθαίας ἀφέψη-
μα· μεταξὺ δὲ τῶν οὕτω μαλακτικῶν καὶ ἰσχυροτάτων ἐστὶ πρόπο-
λις· ἰσχυρότατον δὲ λέγω τό τε ἀμμωνιακὸν θυμίαμα καὶ τὸ βδέλλιον
μάλιστα τὸ σκυθικόν, ῥητινῶδες ὑπάρχον καὶ τῇ χρόᾳ μέλαν· καὶ
στύραξ μάλιστα μὲν ὁ ὠχρός, καλαμίτης καλούμενος, ἐφεξῆς δὲ ὁ
ξανθὸς καὶ λιπαρός· καὶ ἡ χαλβάνη δὲ καὶ ὁ ὀποπάναξ πρὸς τῷ διαφο-
ρεῖν ἔχουσί τι καὶ μαλακτικόν· ὑπερέχει δὲ τῷ μὲν διαφορεῖν ὁ ὀπο-
πάναξ, τῷ δὲ μαλάττειν ἡ χαλβάνη. Τοιαύτη μὲν οὖν τίς ἐστιν ἡ
τῶν μαλακτικῶν φαρμάκων δύναμις. Σὺ δὲ ὅταν τι τῶν γεγραμμέ-
νων ἐν ταῖς φαρμακίτισι βίβλοις ἐξετάσῃς τε καὶ κρίνῃς αὐτὸς ἢ συν-
θήσῃς αὐτὸς, ἀκηκοὼς ἄρτι τὰς κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τοῖς
φαρμάκοις διαφοράς, ἀκηκοὼς δ' ὁμοίως καὶ τὰς τῶν παθῶν τε καὶ
σωμάτων διαφοράς, τὰ μὲν ἰσχυρὰ τοῖς ἰσχυροῖς, τὰ δὲ ἀσθενῆ τοῖς
ἀσθενέσι πρόσαγε. Ἐν δὲ τῷ θεραπεύειν, καταντλεῖν χρὴ τὸ μέρος
ἐλαίῳ θερμῷ λιπαρῷ, τῶν δὲ ἐχεκόλλων φαρμάκων οὐδὲν ἀφαιρεῖν
χρὴ μετὰ τὸ ἐπιτιθέναι, πρὶν αὐτόματον ἀποστῆναι, ἀλλὰ κἂν λούη-
ταί τις ἐᾶν ἐπικεῖσθαι· φυλάττεσθαι δ' ἐπὶ τούτοις τὰ τῶν φαρμα-
κωδῶν ὑδάτων λουτρὰ καὶ μάλισθ', ὅσα χαλκανθώδη τέ ἐστι καὶ
στυπτηριώδη καὶ θειώδη, βλαβερώτατα γὰρ αὐτοῖς ἐστι. Ταῦτα μὲν
οὖν ἱκανὰ συνετοῖς ἀνδράσι καί τινα τριβὴν ἤδη κατὰ τὰ τῆς τέχνης
ἔργα κεκτημένοις· ἐπεὶ δὲ οὐ πάντες εἰσὶ τοιοῦτοι, προστιθέναι δεῖ καὶ
τὰ τῇ πείρᾳ κεκριμένα φάρμακα, τὴν ἀρχὴν ἀπὸ τῶν μαλακτικωτά-
των ἐν αὐτοῖς ποιησαμένους, ἃ καὶ τὰς μικρὰς ἰᾶται φλεγμονάς, σκλη-
ρότητά τινα κεκτημένας· ἁπλούστατον δ' ἐν αὐτοῖς ἐστι τὸ πάνυγρον
καλούμενον, καὶ ἡ διὰ βουτύρου καὶ κολοφωνίας καὶ κηροῦ, ἴσων ἐμ-
βαλλομένων τῶν τριῶν· ἔπειτα δ' ἡ Μνασέου καὶ αἱ παραπλήσιοι, καὶ
τὸ ἐλαδικὸν μάλαγμα καὶ τὸ διὰ πτέρνης καὶ τὸ Λευκίου πρὸς ἀγ-
κύλας καὶ τὰ σὺν αὐτοῖς γραφησόμενα μετὰ βραχὺ ἐν τῷδε τῷ λόγῳ.
4
{Θεραπεία συνδέσμων καὶ τενόντων σκιρρουμένων ἐν ᾗ
καὶ τὴν διὰ τοῦ γαγάτου λίθου καὶ μυλίτου πυρίαν ἔχεις.}
Ἡ μὲν τῶν σκιρρουμένων μορίων μάλαξίς τε καὶ διαφόρησις διὰ
τῶν προειρημένων γίνεται φαρμάκων, ἅτινα μαλάγματα συνήθως κα-
λεῖται· τὸ δ' εἶναί τινα τῶν μορίων τὰ μὲν ἀραιότερα φύσει, τὰ δὲ
πυκνότερα, ἑτέρων δεῖσθαι βοηθημάτων κατ' εἶδος ἀναγκαῖον ἔσται·
διὰ τοῦτο οὖν ἐπὶ τῶν τενόντων τε καὶ συνδέσμων ἀναγκαῖον ἔδοξέ
μοι βέλτιον εἶναι παραμιγνύναι τι τῇ διὰ τῶν μαλαττόντων φαρμά-
κων ἀγωγῇ τῆς τμητικῆς δυνάμεως, ὧν ἐν τοῖς μάλιστα ὄξος ἐστὶ
τοιοῦτον. Ἐπὶ τούτων μὲν οὖν προχαλασθέντων καὶ προμαλαχθέντων
διὰ τῶν προρρηθέντων μαλαγμάτων, πολλάκις εὐδοκίμησεν ἡ πυρία
αὕτη. Ὄξει δριμυτάτῳ σβέννυμι λίθον διάπυρον, εἰ μὲν οἷόν τε εἴη
τὸν πυρίτην καλούμενον, μὴ παρόντος δὲ τούτου τὸν μυλίτην λεγό-
μενον, ἐπειδὴ τοὺς μύλους ἐξ αὐτοῦ κατασκευάζουσιν· εἶτα ἀναφερο-
μένου τινὸς ἀτμοῦ θερμοῦ μετὰ τὸ καταχυθῆναι τοῦ λίθου τὸ ὄξος,
καὶ ὁ ἐσκιρρωμένος σύνδεσμος ἢ τένων κατὰ τὴν ἀναφερομένην λιγνὺν
διακινούμενος τῇδε κἀκεῖσε, ὠφελεῖται μεγάλως· καὶ μετὰ τοῦτο πά-
λιν ἐπιτίθημι τὸ μαλακτικὸν φάρμακον, καὶ διαλιπὼν ὀλίγας ἡμέρας,
πάλιν χρῶμαι τῇ αὐτῇ πυρίᾳ· πολλάκις γὰρ ἐν τῷ διακινεῖσθαι καὶ
αἰωρεῖσθαι τὸν ἐσκιρρωμένον σύνδεσμον ἢ τένοντα ὑπὲρ τὸν ἀναφερό-
μενον ἀτμὸν διελύθη ὁ σκίρρος, ὡς μαγείᾳ παραπλήσιον φαίνεσθαι τοῖς
ὁρῶσι τὸ γιγνόμενον· ἐλαίῳ γε μὴν ἀπ' ἀρχῆς τῆς θεραπείας, οὐχ
ὕδατι καταντλῶ τὸ πεπονθὸς μόριον ἐπὶ πολὺ ἑκάστης ἡμέρας· ἔστω
δὲ τὸ ἔλαιον γλυκύτατον, μηδεμίαν στύψιν ἔχον· ἐναφεψῶ δ' ἐνίοτε
τῷ ἐλαίῳ καὶ τῆλιν καὶ ἀλθαίας ῥίζαν, ἀγρίου τε σικύου καὶ εἴτινα
ἄλλην τοιαύτην, καὶ οὕτως χρῶμαι καθ' ἑκάστην, ὡς εἶπον· χρῶμαι
δὲ τῷ ὄξει ἐνίοτε κἀπὶ τῶν ἄλλων μορίων σκιρρωθέντων προκοπτού-
σης τῆς θεραπείας· ἐπενόησα γάρ τινα σύνθετα φάρμακα δι' ὄξους,
ἅτινα μεταξὺ τῶν μαλακτικῶν ἐπιτίθημι πρὸς μίαν ἡμέραν, εἶτα πά-
λιν τὰ μαλακτικὰ ἐπιτίθημι· καὶ διαλείπων ὀλίγας ἡμέρας, ἐπιτίθημι
τὰ δι' ὄξους πρὸς μίαν ἡμέραν· ἡ γὰρ τοῦ ὄξους δύναμις ἐκ διαστη-
μάτων τινῶν προσαγομένη τοῖς ἤδη προμεμαλαγμένοις τόποις, τέμνου-
σα καὶ διαλύουσα τοὺς παχεῖς καὶ γλίσχρους χυμούς, ὠφελεῖ τὰς τοι-
αύτας διαθέσεις. Εἰ δὲ ἀμετρότερόν τις χρήσεται τοῖς οὕτω διαφο-
ροῦσι καὶ μάλιστα κατ' ἀρχὰς εὐθέως τῶν παθῶν, τὸ μὲν λεπτότερον
διαφορεῖται, τὸ δὲ κατάλοιπον μένει ἐν τῷ τόπῳ ἀπολιθούμενον· καὶ
μέντοι εἴ τι πλεονάζει ἐν τῇ χρήσει τῶν τοιούτων φαρμάκων, καὶ αὐ-
τῆς τῆς οὐσίας ἅπτεται τῶν νεύρων· διὰ τοῦτο οὖν οὔτε πολλάκις
οὔτε κατ' ἀρχὰς οὔτε ἐφεξῆς ἡμερῶν δύο χρηστέον ἐστὶ τοῖς δι' ὄξους
φαρμάκοις ἐπὶ συνδέσμων τε καὶ τενόντων· ἐπὶ μέντοι σπληνός, τῶν
σαρκωδῶν μερῶν ἐσκιρρωμένων, ἀκίνδυνος ἡ χρῆσις καὶ ἐπωφελής.
Τῷ μὲν οὖν ἀμμωνιακῷ θυμιάματι μετ' ὄξους πολλοὶ καὶ ἄλλοι χρῶν-
ται κατὰ τοῦ σπληνὸς ἐπιτιθέντες, πηλώδη σύστασιν ἔχοντι· καὶ
πολλάκις γε τοῦτο μόνον ἤρκεσεν εἰς τὴν θεραπείαν τοῦ ἐσκιρρωμένου
σπληνός· ἐγὼ δὲ καὶ ἐπὶ τῶν ἐσκιρρωμένων μυῶν ἐν τοῖς σαρκώδεσι
μορίοις πολλάκις ἐχρησάμην, ἐν τῷ μεταξὺ τῶν μαλακτικῶν φαρμά-
κων τῷ ἀμμωνιακῷ θυμιάματι μετ' ὄξους ὁμοίως ἐπιχρίων, καὶ μεγά-
λην τὴν ὠφέλειαν εἰργασάμην· ἀρκεῖ δὲ καὶ ἐπὶ τούτων πρὸς μίαν ἢ
δευτέραν ἡμέραν χρησαμένους, ἐπανελθεῖν πάλιν ἐπὶ τὰ μαλακτικά,
καὶ πάλιν γε ἐκείνοις χρησαμένους ἡμέραις πλείοσι, προσαγαγεῖν πάλιν
τὸ δι' ὄξους φάρμακον, εἴτε ἀμμωνιακόν ἐστιν εἴτε καὶ τῶν ἄλλων
τι μαλακτικῶν μετ' ὄξους· πάντως γὰρ μαλακτικὸν εἶναι χρὴ τὸ προσ-
αγόμενον μετ' ὄξους· τὰ γὰρ ξηραίνοντα κατ' ἀρχὰς μὲν δόξει εὐδο-
κιμεῖν, ξηραίνοντα δὲ τὸ λείψανον, ἀνίατον ἐργάζεται τὴν διάθεσιν·
διὰ τοῦτο οὖν ἐγὼ πολλάκις ἐν τῷ μεταξὺ τῶν μαλακτικῶν φαρμά-
κων καταπλάσματι ἐχρησάμην τῷ τοιούτῳ. Τῆς ἀλθαίας τὴν ῥίζαν
κόψας καὶ σήσας λεπτοτάτῳ κοσκίνῳ καὶ ἀναλαβὼν στέατι ἐπέθηκα·
ἔστι γὰρ ἀγαθὸν φάρμακον εἰς τὰ τοιαῦτα· ἔστω δὲ τὸ στέαρ, εἰ μὲν
οἷόν τε χήνειον, εἰ δὲ μὴ ὀρνίθειον, εἰ δὲ μὴ τοῦτο παρείη, τῷ τῶν
ὑῶν χρηστέον· ἀλλὰ καὶ τῆς ἀγρίας μαλάχης, ἥτις πάντοθεν φύεται,
τὰ φύλλα λειωθέντα μετά τινος τῶν εἰρημένων στέατος ὠφελεῖ· ἀμεί-
νω δὲ τῶν ὠμῶν ἐστὶ τὰ προαφηψημένα μετρίως φύλλα· τὰ γὰρ
τοιαῦτα φάρμακα προσαγόμενα τοῖς ἤδη μαλαχθεῖσι τόποις, διαφορεῖν
ἀδήκτως καὶ ἀβλαβῶς δύναται.
5
{Περὶ χοιράδων Λεωνίδου}
Χοιράδες ὠνομάσθησαν κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν χοίρων· εὑρί-
σκονται δὲ κατὰ τὰς σιαγόνας τῶν συῶν συστροφαὶ ἀδενώδεις, αἷς
τισιν ἐοίκασιν αἱ χοιράδες· τινὲς δέ φασιν ἀπὸ τῆς πολυγονίας τοῦ
ζῴου τὸ ὄνομα τεθεῖσθαι, ὅτι καὶ τὸ πάθος ἐν πλήθει γίνεται, Εἰσὶ δὲ
αἱ χοιράδες σάρκες ὑπόλευκοι εὔθρυπτοι, ὑπὸ ὑμένος περιεχόμεναι, καὶ
συντόμως εἰπεῖν, σκιρρουμένων τῶν ἀδένων γίνονται· ὅθεν καὶ ἐν τρα-
χήλῳ καὶ ἐν μασχάλαις καὶ βουβῶσι τὰ πολλὰ γίνονται, ἔνθα καὶ οἱ
στηρίζοντες τὰ ἀγγεῖα ἀδένες εἰσὶ τεταγμένοι· σπανίως δὲ γίγνονται
καὶ ἐξ ἐπιγεννήσεως τῶν τοπικῶν σαρκῶν, κατ' ἰδιότητά τινα τρε-
πομένων εἰς τὴν τῶν χοιράδων φύσιν, καὶ τῇ τῆς ὕλης προσθέσει με-
γεθυνομένων. Διαφέρουσι δὲ αὐτῶν αἱ χοιράδες μεγέθει, φύσει, τόπῳ,
κατασκευῇ, πλήθει καὶ τῇ τῶν ἀγγείων καταπλοκῇ. Τῷ μὲν πλήθει,
ἢ μία γίνεται ἢ δύο ἢ πλείονες· τῷ δὲ μεγέθει, ὅτι αἱ μὲν μικραὶ
γίγνονται, αἱ δὲ μέσαι, αἱ δὲ μεγάλαι, αἱ δὲ ὑπέρμετροι· παρὰ δὲ τὴν
φύσιν, αἱ μὲν ἥμεροι γίγνονται χοιράδες, αἱ δὲ κακοήθεις. Αἱ μὲν οὖν
ἥμεροι χοιράδες ἀφλέγμαντοί εἰσι καὶ ἀνώδυνοι καὶ συμμέτρως σκλη-
ραί· οὔτε γὰρ οὕτω μαλακή ἐστιν, ὡς τὸ στεάτωμα, οὔτε οὕτω σκλη-
ρά, ὡς ὁ σκίρρος, ἀλλά τινα ἔχει μεταξὺ τούτων ἀφῆς ἰδιότητα, πάν-
τως δὲ καὶ ὄγκον περιωρισμένον ἐμποιεῖ καὶ στρογγύλον καὶ ὁμαλόν.
Εἰ δὲ κακοήθης γένοιτο ἡ χοιράς, φλεγμονὰς ἐπιφέρει καὶ ὀδύνας σφυγ-
ματώδεις, καὶ ὄγκος ἀνώμαλος ὑποπίπτει, καὶ τὰ ἐν αὐτῇ ἀγγεῖα
ἐπηρτημένα· παροξύνεται δ' ἐν ταῖς χειραψίαις καὶ ταῖς φαρμακείαις.
Παρὰ δὲ τὸν τόπον, ἢ κατὰ τὰ ὀπίσθια μέρη τοῦ τραχήλου γίγνεται
ἢ κατὰ τὸ πλάγιον ἢ κατὰ τὸν βρόγχον· καὶ ἤτοι πρὸς τὴν ἐπιφάνειαν
ὑπὸ τὸ δέρμα, ἢ ἐν τῷ βάθει πρὸς τὰ κυριώτερα καὶ μεγάλα ἀγγεῖα.
Παρὰ δὲ τὴν κατασκευήν, ὅτι αἱ μὲν προσαρτεῖς γίγνονται, αἱ δὲ προσ-
φυεῖς· ἡ μὲν γὰρ προσαρτὴς εὐμετακίνητός ἐστιν, ἡ δὲ προσφυὴς βε-
βηκυῖα ὑποπίπτει, εὐτόνως τοῦ σώματος ἀντεχομένη. Παρὰ δὲ τὸ
πλῆθος, ἢ μία γίνεται ἢ πλείονες· καὶ ποτὲ μὲν ὑγροπεποιημέναι εὑ-
ρίσκονται, ποτὲ δὲ οὔ. Παρὰ δὲ τὴν συμπλοκὴν τῶν ἀγγείων, τινὲς
ἀρτηρίας καὶ φλέβας συμπλεκομένας ἔχουσι, τινὲς δὲ οὐ πάντοτε ἔχου-
σιν. Αἱ μὲν οὖν μικραὶ χοιράδες τῶν μειζόνων εὐθεραπευτότεραι, καὶ
αἱ ἥμεροι τῶν φλεγμαινουσῶν· αἱ δὲ κακοήθεις ἀθεράπευτοί εἰσι· πᾶσα
γὰρ καρκινώδης καὶ ὑγροπεποιημένη κατασκευὴ εὐαιμορράγητος,
μετὰ τοῦ μὴ δύνασθαι τὰς ἐν τραχείᾳ μάλιστα οὔσας ἀρτηρίᾳ ἐκ
τῆς βάσεως ἀφαιρεῖσθαι· αὐτὰ γὰρ τὰ κύρια ἀγγεῖα, τὰς σφαγίτιδας
λέγω φλέβας καὶ τὰς καρωτίδας ἀρτηρίας, ἔχει ῥίζας ἡ κακοήθης
χοιράς. Παρὰ δὲ τὸν τόπον, εὐϊατότεραί εἰσιν αἱ πρὸς τὴν ἐπιφά-
νειαν τῶν ἐν τῷ βάθει, πάλιν διὰ τὴν αἱμορραγίαν· ἐν δὲ τῷ τρα-
χήλῳ πρὸς τούτοις καὶ διὰ τὰ φωνητικὰ νεῦρα· πολλοὶ γὰρ τέμνοντες
τὰς περὶ τὴν τραχεῖαν ἀρτηρίαν χοιράδας, συνεκταμόντες καὶ τὰ
φωνητικὰ νεῦρα, ἀφώνους εἰς τὸν ὑπόλοιπον τῆς ζωῆς χρόνον εἰργά-
σαντο τοὺς πάσχοντας· ἤγουν γυμνωθέντων τῶν φωνητικῶν ὀργάνων
καὶ ψυγέντων ἐν τῇ θεραπείᾳ, βλάψει τὴν φωνήν. Παρὰ δὲ τὸ μέ-
γεθος, αἱ μικραὶ τῶν μεγάλων εὐϊατότεραι. Παρὰ δὲ τὸ πλῆθος, ἡ
μία τῶν πλειόνων εὐθεραπευτοτέρα. Πρὸς δὲ κατασκευήν, αἱ προσαρ-
τεῖς τῶν προσφυῶν εὐϊατότεραι. Ἡ δὲ καλλίστη καὶ σύντομος θε-
ραπεία τῶν εὐϊάτων χοιράδων ἡ χειρουργία ἐστίν.
{Χειρουργία χοιράδων.}
Ἐν μὲν οὖν τῷ ἐνεργεῖν, σχηματιζέσθω ὁ πάσχων κατακεκλιμέ-
νος, τὸ γὰρ καθέδριον σχῆμα εἰς λιποθυμίαν τάχιστα προτρέπει τὸν
πάσχοντα· μετὰ δὲ τὴν κατάκλισιν, τὰ σκέλη πρὸς ἄλληλα καὶ
πρὸς τὸ βάθρον ἀσφαλιζέσθωσαν, καὶ ἡ κεφαλὴ ὑπὸ τῶν ὑπηρετῶν
κατεχέσθω. Διαιρείσθω δὲ τὸ ἐπικείμενον τῷ ὄγκῳ δέρμα διαιρέσει
εὐθείᾳ ἢ ὑπολόξῳ, ἀνεπιτήδειος γὰρ ἡ πλαγιοτομία τραχήλῳ, ὅτι
τὰ ἀγγεῖα κατ' εὐθὺ τέτακται καὶ τὰ νεῦρα· διαιρείσθω δὲ μὴ
μετὰ μιᾶς ἐπιβολῆς ὅλον τὸ τοῦ δέρματος πάχος, ἵνα μὴ ἀκουσίως
ἀγγεῖον διαιρεθῇ. Καὶ ἐπὶ μὲν τῶν μικρῶν ὄγκων ἁπλῆ ἔστω ἡ
διαίρεσις, ἐπὶ δὲ τῶν μειζόνων μυρσινοειδὲς σῶμα ἀφαιρείσθω, τὰ δὲ
κατὰ βραχὺ γυμνούμενα ἀγγεῖα παραστελλέσθω· γυμνωθεῖσα δὲ ἡ
χοιρὰς φαίνεται λευκοτέρα τῆς κατὰ φύσιν σαρκός, ὅτε χρὴ εὐτόνως
διαστέλλειν τοῖς ἀγκίστροις τὰ χείλη τῆς διαιρέσεως, καὶ ὑποδέρειν
τὴν χοιράδα τοῖς τε δακτύλοις καὶ τῇ τοῦ σμιλίου λαβῇ· ὅταν δὲ
προσφυὴς ᾖ, μετὰ προσοχῆς τὸ ἔργον ἐπιτελείσθω διὰ τὴν αἱμορρα-
γίαν. Ἐν δὲ τῷ ἐνεργεῖν, τὸ ἓν χεῖλος μόνον τῆς διαιρέσεως τῷ
ἀγκίστρῳ ἀνατεινέσθω, καὶ οὕτως κατὰ βραχὺ τῇ τοῦ σμιλίου ἀκμῇ
ἀποχωριζέσθω τῶν προσπεφυκότων σωμάτων· καὶ ὅταν καθ' ἓν μέρος
ἀπολυθῇ ἡ πρόσφυσις, πάλιν ἐπὶ τὸ ἕτερον τὸ αὐτὸ γινέσθω· εἶτα ἡ
βάσις ὅλη ἐκτεμνέσθω μετὰ προσοχῆς διὰ τὰ ὑποκείμενα ἀγγεῖα
καὶ νεῦρα. Ἐπὶ δὲ τῶν περὶ μασχάλας καὶ βουβῶνας γινομένων χοι-
ράδων, πλαγία δίδοται ἡ διαίρεσις, διὰ τὴν ἐπαναδίπλωσιν τοῦ δέρ-
ματος. Μετὰ δὲ τὴν χειρουργίαν αἱμορραγίας μὲν οὔσης, βοηθήματα
παραλαμβανέσθω τὰ ἐν τῷ περὶ αἱμορραγίας τόπῳ προδηλωθέντα·
ἀναιμορραγήτου δὲ τῆς τομῆς φυλαχθείσης, πληρούσθω ἡ διαίρεσις
τῇ τοῦ λιβάνου μάννῃ, καὶ διαμοτούσθω ὁ τόπος, καὶ μοτοφύλαξ
ἐπιτιθέσθω οἴνῳ βεβρεγμένος, εἶτα ἔριον καὶ οὕτως ἐπιδείσθω. Τῇ
δ' ἑξῆς ἐμβρεχέσθω ὁ τόπος οἰνελαίῳ ἐπικειμένων τῶν ἐπιδέσμων,
καὶ τοῦτο γιγνέσθω μέχρι τρίτης ἢ τετάρτης ἡμέρας, εἶτα λυέσθω
καὶ θεραπευέσθω τῇ πυοποιῷ ἀγωγῇ καὶ τῇ ἀκολούθῳ τῶν κοινῶν
ἑλκῶν θεραπείᾳ· κάλλιστα δ' ἀνακαθαίρει καὶ σαρκοῖ καὶ ἀσφαλῶς
ἐπουλοῖ τοὺς τόπους θηριακὴ ἀναλυθεῖσα μετὰ ῥοδίνου.
{Φάρμακον πρὸς χοιράδας.}
Ἐπὶ δὲ τῶν ἀρχομένων χοιράδων καὶ ἐπὶ παίδων καὶ τῶν φευ-
γόντων τὴν χειρουργίαν, πειρατέον διὰ φαρμάκων ταύτας διαλῦσαι
καὶ διαφορῆσαι. Ἡ δὲ θεραπεία αὐτῶν ὁμοία ἐστὶ τῇ ἐπὶ τῶν σκίρρων
προγεγραμμένῃ· πρῶτον μὲν οὖν προσήκει μαλάττειν, ἔπειτα τοῖς
διαφορεῖν δυναμένοις κεχρῆσθαι.
{Ἔμπλαστρος πρὸς χοιράδας.}
Ῥύπον ἐκ παλαίστρας τὸν ἀπὸ τῶν τοίχων λαβὼν καὶ μαλάξας,
ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει· τοῦτο σφόδρα καλόν. Ἄλλο. Λάσαρ
κηρωτῇ κυπρίνῃ ἢ ἰρίνῃ ἀναλαβὼν ἐπιτίθει. Ἄλλο. Ὀπὸν μάλιστα
τὸν κυρηναϊκόν, εἰ δὲ μὴ τὸ λάσαρ ἀναλαβὼν μέλιτι ἀττικῷ, ὡς
ἐμπλάστρου ἔχειν σύστασιν, καὶ ἐμπλάσας ἐπιτίθει. Ἄλλο. Ἄσβε-
στον κηρωτῇ κυπρίνῃ ἢ ἰρίνῃ ἀναλαβὼν ἐπιτίθει. Ἄλλο. Θεῖον καὶ
χαλβάνην ἴσα ῥητίνῃ ἀναλαβὼν ἐπιτίθει· ἢ ὄστρακον ἀπὸ φούρνου ὄξει
λειώσας καὶ ἀναλαβὼν ὁμοίως τῇ κηρωτῇ ἐπιτίθει. Ἄλλο. Μαν-
δραγόρου ῥίζης φλοιὸν κηρωτῇ κυπρίνῃ ἢ ἰρίνῃ ἀναλαβὼν χρῶ· τοῦτο
σφόδρα καλόν.
{Ἄλλο ἐκπυΐσκον χοιράδας.}
Σανδαράχην ἀναλαβὼν στέατι ἐπιτίθει, ἢ τίτανον μετὰ στέατος
αἰγείου ἢ βοείου, ἢ κάρδαμον μετὰ κηρωτῆς
{Ἄλλο ῥηκτικὸν χοιράδων.}
Κίσσηριν λειώσας σὺν ὄξει ἐπίχριε· τοῦτο ῥήσσει καὶ ξηραίνει.
Ἄλλο. Καρδαμώμου σπέρμα κυαμίνῳ ἀλεύρῳ σὺν ὕδατι κατάπλασ-
σε δὶς τῆς ἡμέρας, καὶ ὅταν ἐκραγῶσι, τῷ αὐτῷ χρῶ μέχρι τελείας
ὑγείας. Ἄλλο. Κνίδης σπέρμα λειώσας μετ' οἴνου κατάπλασσε· τὸ
αὐτὸ ῥήσσει, ἀνακαθαίρει, σαρκοῖ καὶ ἐπουλοῖ. Ἄλλο. Ὀλύνθους
συκῆς ἀγρίας μάλιστα, σὺν ἀξουγγίῳ ἐπιτίθει· πᾶσαν γὰρ συστροφὴν
διαφοροῦσιν. Ἄλλο. Σκωρίαν σιδήρου τρίψας μετ' ἐλαίου ἐπίχριε ἢ
βδέλλιον τὸ λιπαρὸν λειώσας μετὰ μέλιτος, ἔμπλασσε ὀθονίῳ καὶ ἐπι-
τίθει καὶ ἐπίδησον ἡμέρας εʹ. εἶτα λύσας, σπόγγοις πυρία· ἐλαίῳ δὲ
μὴ μολυνέσθω· δεῖ δὲ πρῶτον σὺν τῷ μέλιτι ἐπ' ἀνθράκων διαλῦσαι
ποσῶς τὸ βδέλλιον πεπλατυσμένον, καὶ οὕτω θερμάνας καὶ λεάνας
ἐπιτίθει. Ἄλλο. Ψύλλιον, κυάμινον ἄλευρον καὶ κνίδης σπέρμα
ἴσα ἀναλάμβανε πίσσῃ ὑγρᾷ καὶ χρῶ. Ἄλλο. Ὀστρέων ὄστρακα
καύσας καὶ λειότατα ποιήσας καὶ προεμφυσήσας τῷ τόπῳ οἶνον, ἐπί-
πασσε τὸ ξηρὸν καὶ τοῦτο ποίει συνεχῶς· ἐμπλάστροις δὲ χρηστέον
ταῖς μετὰ βραχὺ ῥηθησομέναις· καλῶς δὲ πυοποιεῖ αὐτὰς καὶ ἡ διὰ
τοῦ ἀχάτου λίθου καὶ ῥήσσει καὶ ἀποθεραπεύει, καὶ ἡ παρδαλὶς ἔμ-
πλαστρος ἡ ἐν τοῖς ὑδρωπικοῖς προειρημένη. Ὠφελοῦνται δὲ οἱ χοι-
ραδικοὶ σφόδρα καὶ ἐχίδνας ἐσθίοντες, ὡς ἐπὶ τῶν ἐλεφαντιώντων
προείρηται, καὶ λάσαρ καταπίνοντες νήστεις καθ' ἡμέραν, ὅσον ἐρε-
βίνθου μέγεθος. εὔλυτον δὲ χρὴ τὴν κοιλίαν εἶναι καὶ λεπτυνούσῃ διαί-
τῃ χρῆσθαι, ἐμεῖν τε συνεχῶς καὶ ἀποφλεγματίζειν, ξυρᾶν τε τὴν κε-
φαλὴν καὶ καταπλάττειν τὸ βρέγμα τοῖς ἐξανθήματα μέτρια ποιεῖν
δυναμένοις, οἷον καππάρεως ῥίζῃ μετ' ἀλφίτων καὶ τοῖς ὁμοίοις, καὶ
σμήγμασι τοιούτοις χρῆσθαι καὶ πάσμασιν.
6
{Περὶ βρογχοκήλης.}
Ὁ περὶ τὸν βρόγχον γινόμενος ὄγκος βρογχοκήλη ὠνόμασται· πᾶς
γὰρ ὄγκος παρὰ τοῖς ἀρχαίοις κήλη ὠνόμασται· τὸ μὲν οὖν ὄνομα τοῦ
πάθους κοινόν, τὸ δ' εἶδος τοῦ ὄγκου διαφέρει. Ἡρᾶ μελιτώδης
ἐστὶν ὄγκος ἢ στεατώδης ἢ ἀθερώδης ἢ σκιρρώδης ἢ καρκινώδης, ἐνίο-
τε δ' ἀνεύρυσμα τοπικὸν γίνεται, ὥσπερ εἴωθε πλειστάκις συμβαίνειν
ἐκ τόκου, ὅταν ἐν ταῖς βιαιοτέραις ἀλγηδόσι κατέχῃ τὸ πνεῦμα ἡ
τίκτουσα· πρόδηλον δ' ὅτι τὸ ἐν τῷ τόπῳ τούτῳ γινόμενον ἀνεύρυσμα
ἀνίατόν ἐστιν, ὥσπερ καὶ ὁ σκίρρος καὶ ὁ κακοήθης καὶ ὑπερμεγέθης
ὄγκος, οἱ δὲ λοιποὶ εὐΐατοι τῇ τε χειρουργίᾳ καὶ τῇ φαρμακείᾳ εἴκον-
τες. Χειρουργία δ' ἐπ' αὐτῶν παραλαμβάνεται ἡ τῷ παρόντι ὄγκῳ
κατάλληλος· λέγω δ' εἴτε μελικηρώδης ἐστὶν εἴτε στεάτωμα ἢ ἀθέ-
ρωμα. Διαφορεῖ δὲ βρογχοκήλην βδέλλιον μετὰ μέλιτος λεῖον ἐπιτι-
θέμενον, ἄσβεστος μετ' ἀξουγγίου, λάσαρ μετὰ θείου, κονία σὺν μέ-
λιτι καὶ κυνεία κόπρος σὺν ὄξει. Ἄλλο. Κονίαν, ἄσβεστον, ἀμμω-
νιακόν, βδέλλιον, ὄστρακον ἀπὸ κλιβάνου ὀπτόν, ἰόν, θεῖον ἄπυρον,
ἴσα σὺν ὄξει λεάνας καὶ ἀναλαβὼν ἀξουγγίῳ ἢ τερεβινθίνῃ ἐπιτίθει.
{Ἄλλο Ἀδαμαντίου πρὸς βρογχοκήλας.}
Κηκίδων οὐγγίαν μίαν· λίθου πυρίτου δραχμὰς τρεῖς· πυρέθρου
δραχμὰς δύο· νίτρου δραχμὴν μίαν· σιλφίου δραχμὴν μίαν καὶ ἡμί-
σειαν· σανδαράχης δραχμὰς δύο· τερεβινθίνης δραχμὰς δύο· κηροῦ
δραχμὰς τρεῖς· πίσσης δραχμὰς τρεῖς· ἀξουγγίου παλαιοῦ οὐγγίας
δύο· στυπτηρίας ὑγρᾶς οὐγγίαν μίαν. Τὰ ξηρὰ οἴνῳ ἀθαλάσσῳ λείου
καὶ ἑψήματι, καὶ τὰ τηκτὰ τήξας ἐπίχεε καὶ χρῶ.
{Ἄλλο.}
Λιθαργύρου δραχμὰς ὀκτώ· χαλκοῦ κεκαυμένου δραχμὰς ὀκτώ·
ἐλαίου παλαιοῦ δραχμὰς ἑκατόν· πιτυΐνης δραχμὰς τεσσαράκοντα.
χαλβάνης οὐγγίαν μίαν· ἀμμωνιακοῦ θυμιάματος οὐγγίαν μίαν· στυ-
πτηρίας σχιστῆς δραχμὰς τέσσαρας· μάννης δραχμὰς τέσσαρας.
Ἕψε τὸ ἔλαιον μετὰ τοῦ λιθαργύρου· μεσαζούσης δὲ τῆς ἑψήσεως,
ἐπίπασσε τὸν χαλκὸν καὶ ἕψε μέχρις ἀμολύντου, ἵνα σκληρότερον ᾖ·
εἶτα ἐπίβαλλε τὰ τηκτὰ προτακέντα, καὶ ἄρας ἀπὸ τοῦ πυρός, ἐπί-
πασσε μάνναν καὶ τὴν στυπτηρίαν καὶ χρῶ.
{Ἄλλο.}
Σιλφίου, σεμιδάλεως, ἀνὰ ............... δραχ. ηʹ.
Ἀσβέστου .......................... δραχ. ιστʹ.
Σανδαράχης ......................... δραχ. ιβʹ.
Μέλιτι ἀρκοῦντι ἀναλάμβανε καὶ χρῶ. Ἐπὶ δὲ τῶν ὑπὸ τὸ γένειον
οἰδημάτων, ἶριν Ἰλλυρικὴν μεθ' ὕδατος λειώσας κατάχριε, χρώσας
αὐτὴν ὀλίγῃ μίλτῳ. Χρῶ δὲ τρὶς τῆς ἡμέρας· τοῦτο πάνυ καλόν.
7
{Περὶ ἀθερωμάτων καὶ μελικηρίδων Λεωνίδου}
Τὸ μὲν ἀθέρωμά ἐστιν ὄγκος ὁμόχρους, ἀνώδυνος, ἐν χιτῶνι νευ-
ρώδει περιέχων ἀργοῦ ὑγροῦ συλλογήν, ἐοικότος τῇ λεγομένῃ ἀθάρῃ
τῇ ἐξ ἀλεύρου ἑψουμένου σκευαζομένῃ· ἐπὶ δέ τινων ἀθερωμάτων σπα-
νίως εὑρίσκομεν σὺν τῷ ἀθερώδει ὑγρῷ καὶ ἕτερά τινα λιθώδη καὶ
σκληρὰ σώματα καὶ ἕτερα ὡς θείου ψήγματα· ἔσθ' ὅτε δὲ καὶ ὀρνί-
θων ὀσταρίοις μεμασσημένοις ὅμοια· εὕρομεν δέ ποτε καὶ ὥσπερ τρί-
χας συμπεπλεγμένας τῷ ὑγρῷ παχυτάτῳ ὄντι. Φιλόξενος δέ φησί
ποτε εὑρηκέναι ζῷα ἐν τῷ ὑγρῷ κώνωψιν ἢ μύαις μικραῖς ὅμοια· ὑπο-
πίπτει δ' ἐνίοτε τὰ τοιαῦτα σώματα τῇ ἀφῇ τῶν δακτύλων ἐν
ταῖς σημειώσεσιν. Ἔστι δὲ καὶ τῷ σχήματι καὶ τῇ διαπλάσει ὁ ὄγ-
κος τοῦ ἀθερώματος ὑπομήκης καὶ ὑπόπλατυς· τῇ δὲ παραπιέσει τῶν
δακτύλων διὰ τὸ πάχος τοῦ ὑγροῦ, βραδέως μὲν κοιλαίνεται ὁ τόπος,
καὶ μετὰ τὴν ἄρσιν τῶν δακτύλων βραδέως συνάγεται. Ἡ δὲ μελι-
κηρὶς νευρώδης ἐστὶ χιτών, λεπτοῦ ὑγροῦ μελιττώδους περιεκτικός,
ἀνώδυνος δ' ὁμοίως. Διαφέρει μὲν οὖν τοῦ ἀθερώματος σχήματι καὶ
τῇ τοῦ ὑγροῦ συστάσει· τῷ μὲν γὰρ σχήματι στρογγυλότερός ἐστιν ὁ
τῆς μελικηρίδος ὄγκος, τῇ δὲ συστάσει λεπτότερόν ἐστι τὸ ἐν αὐτῇ
ὑγρόν, διὸ καὶ περιτέταται μᾶλλον ὁ ὄγκος, καὶ ἐν τῷ παραπιεσμῷ
τῶν δακτύλων τάχιστα μὲν εἴκει τὸ ὑγρόν, καὶ πάλιν μετὰ τὴν ἄρ-
σιν τῶν δακτύλων τάχιστα συνάγεται. Πρὸς δὲ τὴν χειρουργίαν οὐ
διαφέρει, εἴτε ἀθερῶδες εἴη τὸ περιεχόμενον ὑγρόν, εἴτε μελικηρῶδες,
εἴτε τρυγῶδες ἢ ἄλλης τινὸς οὐσίας. ἐπὶ πάντων γὰρ σκοπὸς ἡμῖν
ἐστιν ἐν τῇ χειρουργίᾳ τὸν περιέχοντα τὸ ὑγρὸν χιτῶνα ἀφαιρεῖν·
ἀναγκαῖον οὖν ἐστιν ὑπομνῆσαι ὅτι τινὲς τῶν ὄγκων οἷον προσηρτη-
μένοι εὑρίσκονται καὶ εὐμετακίνητοι καὶ ῥᾳδίως κομιζόμενοι, τινὲς δὲ
προσφυεῖς καὶ δυσμετακίνητοι καὶ προσοχῆς δεόμενοι ἐν ταῖς χειρουρ-
γίαις, διὰ τὰς αἱμορραγίας καὶ τὰς τῶν νεύρων διακοπάς· ἤδη γάρ
τινες τῶν ἀπείρων χειρουργῶν συναπέταμον τοῖς ὄγκοις καὶ τὰ ὑπο-
κείμενα νεῦρα.
{Χειρουργία.}
Ἐν δὲ τῇ χειρουργίᾳ καθέδριον μὲν σχηματίζειν δεῖ τὸν πάσχον-
τα· καὶ εἰ μὲν μικρὸς εἴη ὁ ὄγκος, ἁπλῆ διδόσθω ἡ διαίρεσις, καθὼς
ἐπὶ χοιράδων προείρηται· εἰ δὲ μείζων, μυρσινοειδὲς ἀφαιρείσθω τὸ
ἐπικείμενον δέρμα πρὸς τὴν τοῦ ὄγκου ἀναλογίαν· ἀλλ' οὐ κατὰ μίαν
ἐπιβολὴν δοτέον τὴν τομήν, ἵνα μὴ ἀθρόως διαιρεθέντος τοῦ τὸ ὑγρὸν
περιέχοντος χιτῶνος ἐκκενωθῇ τὸ ὑγρόν· κενωθέντος γὰρ τοῦ ὑγροῦ
καὶ συμπεσόντος τοῦ ὄγκου, δυσχερῶς ὑποδέρεται καὶ κομίζεται ὁ χι-
τών· προσήκει οὖν μετὰ προσοχῆς ὑποδέρειν κατὰ βραχὺ καὶ κομίζειν
ὅλον τὸν χιτῶνα τοῦ ὑγροῦ, μηδὲν καταλιπόντας περὶ τὴν βάσιν, διὰ
τὴν παλιγγενεσίαν τοῦ πάθους. Μετὰ δὲ τὴν τοῦ ὄγκου κομιδήν, συν-
άγομεν τὰ χείλη τῆς διαιρέσεως· καὶ ἐὰν φαίνηται κεχαλασμένα
πλέον τοῦ δέοντος καὶ ἐκτρεπόμενα, τό τε πλεονάζον τοῦ δέρματος
ἐκτέμνομεν, καὶ οὕτω ῥαφαῖς συνάγομεν τὰ χείλη· ἄξιον δὲ καὶ τοῦτο
ὑπομνῆσαι, ὡς εἴ γε συμβῇ τὸν τοιοῦτον ὄγκον ἐν τῇ κεφαλῇ εἶναι,
μετὰ τὴν κομιδὴν τοῦ ὑγροῦ διαιρεῖν προσήκει τὸν περιόστεον ἢ περι-
κράνιον λεγόμενον ὑμένα, καὶ περιξέειν ἀκριβῶς τὸ τῆς κεφαλῆς ὀστοῦν.
Μετὰ δὲ τὴν χειρουργίαν ἐπὶ μὲν τῶν μικρῶν ὄγκων, μικρᾶς τῆς δι-
αιρέσεως γενομένης καὶ μηδεμιᾶς δυσχερείας ὑποπτευομένης αὐτόθι,
μετὰ τὰς ῥαφὰς σπληνίον κολλητικὸν ἀφλεγμάντου δυνάμεως ἐπιτι-
θέναι καὶ ἐπιδεσμεῖν· ἐφ' ὧν δὲ οὐ πρόκειται ἔναιμος κόλλησις, ῥά-
πτειν μὲν οὖν χρὴ ἐκ διαστημάτων μειζόνων, πρὸς τὸ ὑπόμηκες
ἐργάσασθαι τὸ σχῆμα τῆς διαιρέσεως, καὶ διαμοτώσαντες χρησόμεθα
τῇ ἀκολούθῳ πυοποιῷ θεραπείᾳ, καθὼς ἐν τῷ περὶ ἀποστημάτων
λόγῳ προδεδήλωται. Ἐπὶ δὲ τῶν τὴν χειρουργίαν παραιτουμένων,
πειρατέον διὰ τῶν διαφορεῖν ἐπαγγελλομένων τοὺς τοιούτους ὄγκους
φαρμάκων ἀποθεραπεύειν, ὁποῖά ἐστι τὰ τοιαῦτα.
{Ἔμπλαστρος πρὸς μελικηρίδας.}
Σταφίδων ἐκγιγαρτισμένων λίτραν μίαν· κυμίνου λειοτάτου οὐγγίας
ἕξ· νίτρου οὐγγίας τρεῖς· ὁλμοκοπήσας ἐπιτίθει καὶ ἐπίδησον· εἰ δὲ
δέοι διὰ τὰς ἀπὸ τῆς σφίγξεως περιτάσεις κηρωτῇ χρῆσθαι, σκεύαζε
διὰ Σικυωνίου ἐλαίου καὶ μαστίχης ὀλίγης κηρωτήν.
{Ἄλλη πρὸς μελικηρίδας ποιοῦσα καὶ πρὸς τὰ κηρία
λεγόμενα.}
Σταφίδος ἐκγιγαρτισμένης, λεπίδος, μάννης, ἴσα ἀναλαβὼν καὶ μα-
λαγματώδη ποιήσας ἐπιτίθει.
{Ἄλλη πρὸς μελικηρίδας καὶ στεατώματα.}
Κηροῦ, τερεβινθίνης, λεπίδος, ἀνὰ οὐγγίας δύο· θείου ἀπύρου, νί-
τρου ἀνὰ οὐγγίαν μίαν· καννάβεως ἀγρίας ῥίζης ξηρᾶς δραχμὰς τριά-
κοντα πέντε· εἰ δὲ μὴ παρείη, ἀριστολοχίας δραχμὰς τριάκοντα πέντε.
ἐλαίου παλαιοῦ λίτραν μίαν. Τὰς ῥίζας προβρέχων τεθλασμένας ἡμέρας
τρεῖς ἕψε ἕως φρυγῶσιν· εἶτα ταῦτα μὲν ἀπορρίψας, τῷ δ' ἐλαίῳ τήξας
τὰ τηκτά, ἐπίχεε τοῖς ξηροῖς προλειωθεῖσι μετ' ὀλίγου ὄξους καὶ χρῶ.
{Ἄλλη πρὸς μελικηρίδας διαφορητική.}
Ἁλὸς ἀμμωνιακοῦ, λιθαργύρου, ψιμμυθίου, ἀνὰ λίτραν μίαν· κηροῦ,
τερεβινθίνης, χαλβάνης, ὀποπάνακος, ἀνὰ οὐγγίαν μίαν· μίλτου Σι-
νωπικῆς οὐγγίας ἕξ· ὄξους κύαθον ἕνα. Ἕψε λιθάργυρον, ψιμμύθιον,
ἅλας λειότατον ποιήσας, μέχρις ἀμολύντου· εἶτα ἐπίβαλλε τὴν μίλ-
τον προλειωθεῖσαν μετ' ὄξους, καὶ ἑνώσας ἐπίβαλλε τὰ τηκτά· καὶ
ψύξας ἐπίχεε τὸν ὀποπάνακα καὶ τὴν χαλβάνην λειωθέντα ἐν λοπάδι
μετ' ὄξους καὶ χρῶ.
{Ἄλλη ἡ δι' ὀνίσκων πρὸς μελικηρίδας καὶ χοιράδας·
ἔστι δὲ καὶ ἀπουλωτική.}
Ὀνίσκους τοὺς ὑπὸ τὰς ὑδρίας διακοσίους· ὀστρέων κεκαυμένων
λειοτάτων δραχμὰς τέσσαρας· μίλτου Σινωπικῆς δραχμὰς ἑπτά· τε-
ρεβινθίνης λίτραν μίαν. Τὰ ὄστρεα καὶ τὴν μίλτον λειώσας ἕκαστον
ἰδίᾳ καὶ ὁμοῦ, ἐπίβαλλε τοὺς ὀνίσκους ζῶντας· καὶ συλλεάνας ἱκανῶς
ἕψε τὴν τερεβινθίνην ἐπὶ θερμοσποδιᾶς ἐπ' ὀλίγον, ἵνα μὴ μολύνῃ·
καὶ κατάχεε ἐν τῇ θυίᾳ καὶ χρῶ, δέρματι ἐμπλάσσων καὶ λύων δι'
ἡμερῶν πέντε· εἰ δέ τις βούλοιτο, καὶ συλλουέσθω.
8
{Περὶ στεατωμάτων.}
Τὸ στεάτωμα πιμελή ἐστι παρὰ φύσιν ηὐξημένη κατὰ τὴν τοπι-
κὴν ἰδιότητα· ἔστι δὲ ὄγκος ὁμόχρους, εὐαφὴς καὶ κατ' ἀρχὰς μὲν
μικρός, χρόνῳ δὲ μεγεθύνεται· τὰ δὲ πολλὰ τῶν στεατωμάτων πλα-
τύτερά εἰσι τῇ βάσει κατὰ τὴν περιφέρειαν· σπανίως δ' εὑρίσκεται
καὶ στενὰ μὲν τῇ βάσει κεχρημένα, κατὰ δὲ τὴν κορυφὴν πλατυνό-
μενα. Διαφέρει δὲ τὸ στεάτωμα χοιράδος, τὸ μαλακώτερον ὑποπί-
πτειν τῇ ἀφῇ· ἀθερώματος δὲ καὶ μελικηρίδος διαφέρει τὸ στεάτω-
μα ὅτι καὶ πλῆρές ἐστι καὶ ναστὸν καὶ μὴ κοιλαινόμενον κατὰ τὰς τῶν
δακτύλων παραπιέσεις· χειρουργίᾳ δὲ θεραπεύεται καὶ τοῦτο. Ἐν
δὲ τῷ χειρουργεῖν κατ' ἀναλογίαν τοῦ ὄγκου ἡ διαίρεσις διδόσθω ἢ
ἁπλῆ ἢ μυρσινοειδὴς κατὰ τὴν μεσότητα τῆς κορυφῆς· παρρησίᾳ δὲ
νῦν ἐκτέμνεται τὸ δέρμα, οὐ γὰρ εὐλαβούμεθα ἐπὶ τούτων τὴν τοῦ
χιτῶνος σύντρησιν, ὡς ἐπὶ μελικηρίδος ἢ ἀθερώματος, ἐπειδὴ οὐδὲ
προπίπτει ἡ πιμελὴ διαιρεθεῖσα. Πάλιν δὲ μνημονευτέον, ὡς καὶ
πρόσθεν εἴρηται περὶ χοιράδων· ἐὰν μὲν ᾖ προσαρτὲς τὸ στεάτωμα,
κατὰ περιδορὰν καὶ ὑποδορὰν κομιζέσθω, τὸ μὲν τοῖς δακτύλοις ὑπο-
δέροντες, τὸ δὲ τῇ τοῦ σμιλίου λαβῇ· ἐὰν δὲ προσφυές, κατὰ περι-
τομὴν καὶ ὑποτομήν. Μετὰ δὲ τὴν ἐξαίρεσιν ῥαφαῖς συναγέσθω τὰ
χείλη πρὸς κόλλησιν, ἢ διαμοτούσθω τὸ βάθος, καὶ τῇ πυοποιῷ
ἀγωγῇ θεραπευέσθω. Τοῦ δὲ στεατώματος κατὰ τὴν κορυφὴν πε-
πλατυσμένου, στενοτάτης καὶ λεπτοτάτης ἄγαν οὔσης τῆς βάσεως,
οὐδὲν ἕτερον δεῖ περιεργάζεσθαι ἢ ὅλον ἐκ βάσεως ἀποτέμνειν δεῖ
τὸν ὄγκον· οὕτω γὰρ καὶ σύντονος ἡ χειρουργία γίνεται, καὶ σμικρο-
τάτη ἡ ἕλκωσις, καὶ ἰσόπεδος καὶ σύντομος ἡ θεραπεία. Διαφορεῖν δὲ
στεάτωμά φασι, βουφθάλμου ἄνθη λεῖα μετὰ κηροῦ καὶ ἐλαίου παλαιοῦ,
κυκλαμίνου ῥίζα ἀξουγγίῳ παλαιῷ ἀναλαμβανομένη· χρῶ δὲ καὶ ταῖς
ἐπὶ τῶν μελικηρίδων προειρημέναις ἐμπλάστροις, καὶ μάλιστα τῇ διὰ
τοῦ θείου καὶ νίτρου καὶ ταῖς ὁμοίαις μετὰ ταῦτα γραφησομέναις.
9
{Περὶ γαγγλίου Φιλαγρίου.}
Τὸ γάγγλιον συναγωγή ἐστι νεύρου, τὰ πολλὰ μὲν ἐκ πληγῆς ἢ
κρούσματος προηγησαμένου γιγνόμενον, σπανίως δ' ἐξ αὐτομάτου,
πλεονάζει δὲ τὸ πάθος ἐν τοῖς καρποῖς καὶ ἐν τοῖς μετακαρπίοις καὶ
τοῖς τῶν ποδῶν πεδίοις, σπανίως δὲ καὶ ἐν τῷ ἀγκῶνι καὶ ἐν τῇ
κεφαλῇ, ἐνίοτε δὲ καὶ ἐν ἄλλῳ μέρει τοῦ σώματος· ἐν δὲ τῇ σημειώ-
σει ὑποπίπτει ὄγκος ἀνώμαλος μικρός, ναρκώδης, αἴσθησιν ἐμποιῶν
ἐν τῷ παραπιεσμῷ. Διαφέρει δὲ μελικηρίδος καὶ ἀθερώματος τῇ ἀνω-
μαλίᾳ τοῦ ὄγκου καὶ τῇ ἀντιτυπίᾳ, καὶ ὅτι οὐ μετακινεῖται κατὰ
κύκλον ὅλον ὥσπερ ἐκεῖνα, ἀλλὰ δεξιὰ καὶ ἀριστερὰ παράγεται κατὰ
τὴν τοῦ νεύρου θέσιν. Τὴν μὲν οὖν χειρουργίαν ἐπὶ τῶν γαγγλίων
παραιτεῖσθαι χρὴ καὶ μάλιστα τῶν ἐν ταῖς χερσὶν ἢ ποσίν, ἰᾶσθαι
δὲ διὰ φαρμακείας· χρὴ γὰρ ἀμμωνιακὸν παρὰ πυρὶ μαλάξαντας καὶ
ἐμπλάσσαντας ἐπιτιθέναι ὡς ἔνι ἔνθερμον· ἔπειτα μολύβδου πλάτυ-
σμα ἰσοπλατὲς τῷ ὄγκῳ ἐπιτιθέναι καὶ ἐπιδεσμεῖν, κατὰ τῆς μεσό-
τητος ἐρείδοντες τὸν ἐπίδεσμον, μὴ ἔνθα καὶ ἔνθα· μετὰ δὲ ἡμέρας
ἤδη τινὰς προμεμαλαγμένου ἤδη τοῦ γαγγλίου, μηδὲν προειπόντες
τῷ θεραπευομένῳ, εὐθέως μετὰ τὴν τοῦ ἐπιδέσμου ἀφαίρεσιν ἔτι τοῦ
τόπου ἐνθέρμου ὄντος, ἐπιτιθέναι δεῖ τὸν μέγαν δάκτυλον τῆς δεξιᾶς
χειρὸς τῷ γαγγλίῳ, περιβάλλειν δὲ τῷ κώλῳ τοὺς λοιποὺς τέσσα-
ρας καὶ θλίβειν σφοδρότερον· οὕτως γὰρ πραττόντων, ἔσθ' ὅτε καὶ
παραχρῆμα διαλύεται. Χρῶ δὲ καὶ ταῖς μαλακτικαῖς ἐμπλάστροις
καὶ μάλιστα τῇ διὰ ψυλλίου καὶ πίσσης καὶ μαστίχης μελαίνης καὶ
κόπρου περιστερῶν καὶ μαλάχης ἀγρίας· χρῶ δὲ καὶ τῷ πρὸς ἀγκύ-
λας μαλάγματι Λευκίου· ποιεῖ δὲ καὶ τοῦτο· ψιμμυθίου, ἐλαίου πα-
λαιοῦ, πιτυΐνης, ἀνὰ λίτραν μίαν· κηροῦ οὐγγίας δύο· ἀμμωνιακοῦ
θυμιάματος, χαλβάνης, ἀνὰ οὐγγίαν μίαν. Ἕψε τὸ ἔλαιον μετὰ τοῦ
ψιμμυθίου μέχρις ἀμολύντου· εἶτα ἐπίβαλλε τὸ ἀμμωνιακὸν κεκομ-
μένον, ἔπειτα τὴν πιτυΐνην καὶ τὸν κηρόν, ἐσχάτην δὲ τὴν χαλβά-
νην προμεμαλαγμένην· τινὲς δὲ τῆς μὲν πιτυΐνης οὐγγίας πέντε βάλ-
λουσι, τοῦ δὲ κηροῦ οὐγγίας τέσσαρας.
10
{Περὶ ἀνευρύσματος.}
Τὸ ἀνεύρυσμα ἐν παντὶ μέρει τοῦ σώματος γίνεται· πλεονάζει δὲ
κατὰ τὸν βρόγχον, ἐν τῇ γενέσει τῆς καλουμένης ἀνευρυσματώδους
βρογχοκήλης· μάλιστα δὲ γυναιξὶν ἀπὸ τοῦ τόκου τοῦτο συμβαίνει
ἐν ταῖς βιαίαις τοῦ πνεύματος κατοχαῖς, γίνεται δὲ καὶ ἐν τῇ κε-
φαλῇ κατὰ τοὺς ἀρτηριώδεις τόπους καὶ ἐν ἑτέροις δὲ τόποις ἀρτη-
ρίας τρωθείσης, ὡς ἐπὶ τῶν ἀφυῶς τεμνόντων ἰατρῶν τὴν ἐν ἀγκῶνι
φλέβα τὴν κάτω καὶ συνδιαιρούντων αὐτῇ τὴν ὑποκειμένην ἀρτηρίαν·
κοινῶς δὲ ἡ γένεσίς ἐστι τοῦ ἀνευρύσματος, κατὰ διήθησιν τοῦ ἐν
ταῖς ἀρτηρίαις αἵματος καὶ πνεύματος ἢ κατ' ἀναστόμωσιν τῶν ἀρ-
τηριῶν ἢ κατὰ ῥῆξιν· τὸ δὲ κατὰ βραχὺ ἐκκρινόμενον αἷμα καὶ πνεῦ-
μα ἀθροίζεται ὑπὸ τὸ δέρμα. Σημεῖα δὲ συνεδρεύει τῷ ἀνευρύσματι,
ὄγκος ἢ μικρὸς ἢ μέγας, ὁμόχρους, ἀνώδυνος, μαλακὸς ἄγαν, σομ-
φότατος, ἔννοιαν ἐμποιῶν· ἐν δὲ τῇ παραπιέσει τῶν δακτύλων ὑπο-
χωρεῖ, ὥστε σχεδὸν καὶ ἄδηλον γενέσθαι, καὶ πάλιν τάχιστα διογ-
κοῦται· καὶ μάλιστα τοῦτο συμβαίνει ἐπὶ τῶν ὑπὸ τὸ γένειον ἀνευ-
ρυσμάτων καὶ τῶν ἄλλων τῶν χωρὶς τρώσεως γιγνομένων. Ἐφ' ὧν δὲ
τρῶσις τῆς ἀρτηρίας προηγήσατο, εἴτ' ἐπουλωθέντος τοῦ δέρματος
τὸ ἀνεύρυσμα γέγονεν, οὐχ ὁμοίως ὁ ὄγκος μαλακὸς ὑποπίπτει, διὰ
τὸ πλεῖον τοῦ πνεύματος εἶναι τὸ αἷμα καὶ θρομβοῦσθαι καὶ περιτεί-
νειν τὸν ὄγκον. Ἡ μὲν οὖν σημείωσις τοῦ πάθους αὕτη. ἀπηγόρευ-
ται δὲ τὸ πάθος ὑπὸ τῶν χειρουργῶν πάντων, ὅταν ἐν τῷ βρόγχῳ
γένηται ἢ ἐν τῇ κεφαλῇ· ἅμα γὰρ τῇ τοῦ ἀνευρύσματος διαιρέσει,
δυσεπίσχετος καὶ λαβροτάτη γίνεται ἡ αἱμορραγία, συνεκκρινομένου
καὶ πλήθους ζωτικοῦ πνεύματος, ὡς ἐκ τούτου συμβαίνει ἐν ταῖς τοῦ
ἰατροῦ χερσὶ κινδυνεύειν τὸν ἄνθρωπον χειρουργούμενον τελευτᾶν.
Ἐπὶ δὲ τοῦ κατὰ τὸ κοῖλον τοῦ ἀγκῶνος ἀνευρύσματος, ἐγχειροῦμεν
οὕτως· πρῶτον μὲν σημειούμεθα τὴν ἐκ τῆς μασχάλης διὰ τοῦ ἔνδον
μέρους τοῦ βραχίονος ἐπὶ τὸν ἀγκῶνα φερομένην ἄνωθεν ἀρτηρίαν
ἁπλῇ διαιρέσει κατὰ τὸ μῆκος τοῦ ἔνδον μέρους τοῦ βραχίονος, δι-
δομένῃ ἀπὸ τριῶν ἢ καὶ τεσσάρων δακτύλων κατώτερον τῆς μασχά-
λης, ἔνθα μάλιστα ὑποπίπτει τῇ ἀφῇ ἡ ἀρτηρία· γυμνωθεῖσαν δὲ
αὐτὴν κατὰ βραχύ, ἠρέμα ἀποδέρομεν καὶ ἀποχωρίζομεν τῶν περι-
κειμένων σωμάτων, καὶ τῷ τυφλαγκίστρῳ ἀνασπάσαντες αὐτήν,
βρόχους δύο λινοὺς συνεστραμμένους στερεοὺς ἐμβάλλομεν ἀπὸ δια-
στημάτων δακτύλου πλατυτέρου ἑνός· σφίγγοντες ἀκριβέστατα, ἀπο-
τέμνομεν τὴν ἀρτηρίαν κατὰ τῶν δύο βρόχων τὴν μεσότητα, καὶ
πληρώσαντες τὴν διαίρεσιν μάννῃ καὶ διαμοτώσαντες, ἐπιδέσμοις
χρώμεθα· μετὰ δὲ ταῦτα διαιροῦμεν τὸν ἐν τῷ κοίλῳ τοῦ ἀγκῶνος
ὄγκον, οὐκέτι ὑφορώμενοι τὸν ἐκ τῆς αἱμορραγίας κίνδυνον. Ἐκκενώ-
σαντες δὲ τοὺς θρόμβους, εἶτα ἐπιζητήσαντες καὶ εὑρόντες τὴν αἱ-
μορραγοῦσαν ἀρτηρίαν, τοῖς ἀγκίστροις ταύτην ἀνασπῶντες, ἀπο-
σφίγγομεν ὁμοίως τῇ προτέρᾳ, καὶ πάλιν τῇ μάννῃ πληρώσαντες τὴν
διαίρεσιν θεραπεύομεν τῇ πυοποιῷ ἀγωγῇ. Χρῶ δ' ἐπὶ τῶν περὶ τὸν
βρόγχον ἀνευρυσμάτων τῷ διὰ τῆς κυπαρίσσου καταπλάσματι, τῷ
γραφησομένῳ σὺν τοῖς διαφορητικοῖς φαρμάκοις.
11
{Περὶ κηρίων.}
Τὸ καλούμενον κηρίον ἕλκος ἐστὶ νομῶδες καὶ ῥευματιζόμενον·
φθειρόμενον γὰρ τὸ ἐπικείμενον δέρμα, κατατιτρᾶται καὶ ἰχῶρα ῥεῖ·
μελιτῶδες δ' ἐστὶν ὑγρὸν τὸ λεπτὸν ἐκκρινόμενον, διὸ καὶ κηρίον κέ-
κληται, διά τε τὸ σχῆμα τῶν διατρήσεων καὶ τὴν ἰδέαν τοῦ ἐκκρι-
νομένου ὑγροῦ· γίνεται δὲ συνεχῶς κατὰ τοὺς μυώδεις τόπους καὶ
κατὰ τὰ ἄρθρα καὶ πλευρὰς καὶ τὰ τῶν ποδῶν πεδία· τοῖς δὲ πλεί-
στοις γίνεται κατὰ τὸν ἕκτον ἐν τῷ τραχήλῳ σπόνδυλον. Ἐν δὲ τῇ
κεφαλῇ γιγνόμενον τὸ πάθος, συμβαίνει μᾶλλον ὥστε φθειρομένων
τῶν σωμάτων καὶ τὸ ὀστέον τοῦ κρανίου κακοῦσθαι. Ἀρχομένου τοί-
νυν τοῦ πάθους ἐπιχειρεῖν προσήκει θεραπεύειν διὰ τῶν ὑποτεταγ-
μένων φαρμάκων· νικηθέντων δ' αὐτῶν, ἐξέσται ἐκτομῇ χρῆσθαι τῶν
ἠλλοτριωμένων σωμάτων καὶ μάλιστα ἐν κεφαλῇ, εἶτα διαιρεῖν τὸν
περικράνιον ὑμένα καὶ ἀποξέειν τὸ ὀστέον τῆς κεφαλῆς· εἶτα καυ-
στηρίοις σιδήροις καίειν κατὰ κύκλον τὰ χείλη τῆς διαιρέσεως, μὴ
ἁπτομένου τοῦ τῆς κεφαλῆς ὀστοῦ· τὸ αὐτὸ δὲ ποιεῖν κἀπὶ τῶν ἄλ-
λων, χρονιζούσης τῆς διαθέσεως, εἶτα τοῖς πρὸς νομὰς φαρμάκοις κε-
χρῆσθαι, ὡς τῷ διὰ τοῦ κεκαυμένου χάρτου ξηρῷ καὶ τῷ οἰσυπηρῷ
τροχίσκῳ καὶ τοῖς ὁμοίοις, καὶ καταπλάσσειν φακῷ ἑφθῷ μετὰ σι-
δίων ἢ ἐλαίας φύλλων. Σταθείσης δὲ τῆς νομῆς, θεραπεύειν ὡς τὰ
κοινὰ ἕλκη. Ἐπὶ δὲ τῶν ἀρχομένων κηρίων ἐπιτήδειά ἐστι ταῦτα·
ἄλευρον κρίθινον ἑψήσας μετὰ μελικράτου κατάπλαττε· ἢ ὕειον στέαρ
καὶ τερεβινθίνην καὶ μέλι ἴσα ἑψήσας, ὡς ἔχειν σύστασιν, ἐπιτίθει·
πρὸς δὲ τὰ ἤδη ἀναστομωθέντα, θεῖον ἄπυρον πίσσῃ ὑγρᾷ ἀναλαβὼν
χρῶ, ἢ ὀρόβων ἄλευρον μετὰ μέλιτος κατάπλασσε, ἢ λεπίδα καὶ μάν-
ναν καὶ σταφίδων σάρκας ἴσα λεάνας χρῶ. Πρὸς δὲ τὰ πλατύτερα
κηρία, σήκαλιν παρακόψας ἐπιτίθει· ἐγὼ δ' εἴωθα πρῶτον καταπλάτ-
τειν φακῷ μετὰ σιδίων ἑφθῷ λειοτάτῳ σὺν μέλιτι· εἰ δὲ φλεγμαίνει,
καὶ σὺν ἄρτῳ βραχεῖ· εἶτα πραϋνθεισῶν τῶν φλεγμονῶν, ἐπιτίθημι
τὸ ἐλαδικὸν μάλαγμα ἢ τὴν Σεραπίωνος ἢ τὴν Πασίωνος μηλίνην ἢ
τὴν Ἀφροδίτην· μαλακώτερον δ' εἶναι χρὴ τῇ συστάσει τὸ προσαγό-
μενον φάρμακον, διὰ τὰς ἐγγινομένας ἐκ τῶν σκληρῶν περιστάσεις·
ὅθεν εἰ σκληρὸν εἶναι συμβῇ τὸ φάρμακον, μαλακτέον αὐτὸ σὺν ἐλαίῳ.
12
{Περὶ ὑδροκεφάλου, Λεωνίδου.}
Ὑδροκέφαλον τὸ πάθος προσηγόρευται ἀπὸ τοῦ ἐν τῇ κεφαλῇ
ὑδατώδους ὑγροῦ συλλεγομένου· κατὰ τὸ πλεῖστον δ' ὑδατῶδες συλ-
λέγεται, ἐνίοτε δὲ καὶ τρυγῶδες καὶ δίαιμον· ἐπὶ δὲ πάντων ἀργόν
ἐστι τὸ ὑγρόν, διὸ οὐ σήπεται. Γίνεται δ' ἢ ἐξ ἀδήλου αἰτίας ἢ
ἐκ προδήλου· ἐξ ἀδήλου μέν, αὐτομάτως ἀραιουμένων τῶν τοπικῶν
ἀγγείων, καὶ διηθουμένης ἐξ αὐτῶν τῆς ὀρρώδους οὐσίας καὶ εἰς τό-
πον τινὰ συνισταμένης τῆς κεφαλῆς· ἐκ προδήλου δ' αἰτίας γίνεται,
ἐκ πληγῆς ἢ θλάσματος· θλωμένων τῶν τοπικῶν ἀγγείων καὶ διη-
θούντων τὸ αἷμα, τὸ δὲ διηθούμενον κατὰ βραχὺ ἐξυδαροῦται· συνε-
χέστατα δὲ γίνεται τὸ πάθος νηπίοις, ὅταν ἡ μαῖα σκληροτέρᾳ τῇ
χειρὶ χρησαμένη κατὰ τὸ τοῦ ἐμβρύου κεφάλιον θλάττῃ τινὰ τῶν
σωμάτων. Συνίσταται δὲ τὸ ὑγρὸν ἢ μεταξὺ τοῦ δέρματος καὶ τοῦ
περικρανίου μυὸς καὶ τοῦ περικρανίου ὑμένος ἢ ὑπὸ τὸν περικράνιον
ὑμένα, μεταξὺ αὐτοῦ καὶ τοῦ τῆς κεφαλῆς ὀστοῦ· τινὲς δέ φασι καὶ
ὑπὸ τὴν μήνιγγα, μεταξὺ αὐτῆς τε καὶ τοῦ ἐγκεφάλου ποτὲ συνί-
στασθαι τοῦτο τὸ ὑγρόν. Τοῦ μὲν οὖν ὑγροῦ ἔξωθεν τοῦ περικρανίου
συνειλεγμένου, ὄγκος ὑποπίπτει ὁμόχρους κατά τι μέρος τῆς κεφα-
λῆς, ἀνώδυνος, εὐαφής, μεθιστάμενος κατὰ τὴν τῶν δακτύλων πίλη-
σιν· τῆς δὲ συλλογῆς ὑπὸ τὸ ὀστέον τῆς κεφαλῆς γεγενημένης μετα-
ξὺ αὐτοῦ τε καὶ τῆς μήνιγγος, κατ' ἀρχὰς μὲν ὀλίγου ὄντος τοῦ
ὑγροῦ, βάρος ἐπιγίνεται τῆς κεφαλῆς καὶ σκοτώματα συνεχῆ, καὶ ἐν
τοῖς μετασχηματισμοῖς τῆς κεφαλῆς ἔννοια γίνεται τῷ πάσχοντι, ὡς
μεταγομένου τινὸς κατὰ τὸ τῆς κεφαλῆς βάθος πρὸς τὸ κλινόμενον
μέρος· ὅταν δὲ πλεονάσῃ τὸ ὑγρόν, αἱ ῥαφαὶ τῆς κεφαλῆς τῷ πλήθει
διΐστανται ἀπ' ἀλλήλων, καὶ διὰ τοῦτο ἡ κεφαλὴ μεγεθύνεται, καὶ
τοῦ δακτύλου…
πτει…
The complete text is available when the reading interface loads.