Iatricorum liber xvi
- Edition reference
- Iatricorum liber xvi, ed. S. Zervos, Gynaekologie des Aëtios, Leipzig: Fock, 1901: 1–172.
- CTS identifier
urn:cts:greekLit:tlg0718.tlg016.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
P
ρκγʹ. Περὶ ἀποστήματος ἐν τοῖς πτερυγώμασι
ρκδʹ. Πρὸς ἐξομφάλους γυναῖκας
ρκεʹ. Πρὸς τὸ μὴ ποιεῖν κοιλίαν ῥαγάδας καὶ μελανίας ἐκ τοκετοῦ,
Ἀσπασίας
ρκϚʹ. Νίμμα θαυμάσιον ἀποκαθαῖρον τὴν ὄψιν καὶ λαμπρύνον
ρκζʹ. Σκευασίαι μύρων, μοσχάτων, κονδίτων, οἰνανθαρίων, θυμιαμάτων
καὶ ἑτέρων τινῶν μυρεψικῶν· ξηρόφρυκτον ὃ καλοῦσι βερεθριὰς
ρκηʹ. Ῥοδάτον ξηρόμυρον
ρκθʹ. Ἄλλο ξηρόμυρον τὸ καλούμενον λευκόφυλλον, ᾧ χρῶνται εἰς τοὺς
τραχήλους καὶ τὰς μασχάλας
ρλʹ. Ὑγρομύρου σκευασία, ᾧ χρῶνται εἰς τὰ ὦτα γυναῖκες
ρλαʹ. Ἐλαίου σαλκᾶ σκευασία πολυτελὴς
ρλβʹ. Φουλιάτου σκευασία
ρλγʹ. Σπεκάτου σκευασία
ρλδʹ. Οἰνανθαρίου σκευασία
ρλεʹ. Ἀψινθάτου ἤτοι ῥοδαψινθάτου ὑγιεινοῦ σκευασία καλλίστη
ρλϚʹ. Ῥοδάτου σκευασία
ρλζʹ. Κονδίτου καθαρτικοῦ σκευασία ἐπὶ τῶν φλεγματικῶν, χρῶ δὲ τούτῳ
ἐν χειμῶνι
ρληʹ. Ἀψινθάτου σκευασία
ρλθʹ. Μαστιχάτου κυμινάτου σκευασία
ρμʹ. Κιτράτου σκευασία
ρμαʹ. Ῥοδομήλου σκευασία
ρμβʹ. Μουστακίων σκευασία
ρμγʹ. Γάρου νηστικοῦ σκευασία
ρμδʹ. Θυμιάματος μοσχάτου σκευασία
ρμεʹ. Θυμιάματος τοῦ βασιλικοῦ σκευασία
ρμϚʹ. Θυμιάματος μοσχάτου Θεοπέμπτου σκευασία
ρμζʹ. Θυμιάματος καλοῦ ῥοδάτου σκευασία
ρμηʹ. Μοσχάτου τοῦ ἐν τῇ ἐκκλησίᾳ καπνιζομένου σκευασία
ρμθʹ. Θυμιάματος μυρεψικοῦ καλοῦ σκευασία
ρνʹ. Θυμιάματος ἐράνου σκευασία
ρναʹ. Θυμίαμα τῆς κυρίας Ῥωμύλου
ρνβʹ. Θυμίαμα ῥοδάτον τοῦ ἐμβολάρχου
ρνγʹ. Θυμίαμα ῥοδάτον ἐπισκόπου Παμφύλου
ρνδʹ. Θυμίαμα μυρεψικὸν ἡ φυκοτύχη
ρνεʹ. Νεκροῦ σμύρνησις
t
{ΑΕΤΙΟΥ ΛΟΓΟΣ ΕΞΚΑΙΔΕΚΑΤΟΣ.}
1
{ΠΕΡΙ ΘΕΣΕΩΣ ΜΗΤΡΑΣ ΚΑΙ ΜΕΓΕΘΟΥΣ ΚΑΙ ΤΗΣ ΛΟΙΠΗΣ
ΔΙΑΠΛΑΣΕΩΣ.}
Ἡ μήτρα λέγεται καὶ ὑστέρα, μήτρα μὲν ἀπὸ τοῦ μητέρα
ταύτην πάντων τῶν ἐν τῷ βίῳ γενομένων ζῴων εἶναι, ὑστέρα δὲ
ἀπὸ τοῦ ὑστέραν πάντων κεῖσθαι τῶν σπλάγχνων· κεῖται δὲ ἡ
μήτρα ἐντὸς τοῦ περιτοναίου μεταξὺ κύστεώς τε καὶ ἀπευθυσμένου·
καὶ τῷ μὲν ἀπευθυσμένῳ ἐντέρῳ ἐπίκειται, κύστεως δὲ κατὰ μὲν
τὸ πρὸς τὸν ὀμφαλὸν μέρος ἐν ᾧ ὁ πυθμὴν αὐτῆς ἐστιν, ὑπερέ-
χουσα ἄνω ὡς τὰ πολλά, κατὰ δὲ τὸ πρὸς τὸ αἰδοῖον μέρος ἡ
κύστις τῆς μήτρας ὑπερέχει τῷ αὐχένι. τῷ δὲ μεγέθει οὐκ ἴση
ἐπὶ πασῶν τῶν γυναικῶν ἐστὶν ἡ μήτρα, ἐπὶ γὰρ τῶν τετοκυιῶν
μείζων ἐστίν, ἐπὶ δὲ τῶν ἀτόκων μικρά, καὶ παρὰ τὰς ἡλικίας
τὰς μήπω συνουσίας κεχρωμένας ἐλάττων. Ἔστι δὲ μῆκος αὐτῆς
ὡς τὸ πολὺ ἐπὶ τῶν τελείων γυναικῶν, ἀπὸ τοῦ κατὰ τὸν πυθ-
μένα μέρους τοῦ κατὰ τὸν ὀμφαλὸν μέχρι τοῦ αἰδοίου δακτύλων
ἕνδεκα· κατὰ δὲ τὸ πλάτος, ἐφ' ἑκάτερον τῶν λαγόνων ἐπεκτεί-
νεται ταῖς κεραίαις. τὸ δὲ σχῆμα αὐτῆς τὸ μὲν ἄλλο πᾶν κῦτος
καὶ μάλιστα ὁ πυθμὴν κύστει ἔοικεν. Ἔχει δὲ ἐκ τῶν πλαγίων με-
ρῶν ἀμφοτέρων τοῦ πυθμένος ἄνωθεν ἀποφύσεις τινὰς κερα-
τοειδεῖς, ἃς κεραίας καλοῦσι· πρῶτον μὲν ἄνω ἀνατεινομένας,
ἔπειτα δὲ κάτω νευούσας καὶ κατὰ βραχὺ στενουμένας, ὡς ἐοικέναι
τὸ στενωθὲν καὶ κάτω νεῦον αὐτῶν τῶν κεραιῶν μέρος φλεψί.
Τοῦτο δὲ τὸ στενούμενον τῶν κεραιῶν μέρος ἑλικοειδὲς γιγνόμενον
φέρεται ἄνωθεν κάτω, καὶ ἐμφύεται τοῖς ὄρχεσιν ἔξωθεν τῆς
μήτρας, ἑκατέρωθεν αὐτῆς ἐκ τῶν πλαγίων τεταγμένοις ἐκ δεξιῶν
καὶ ἐξ εὐωνύμων. διὰ δὲ τῶν ἑλικοειδῶν κεραιῶν ἡ μήτρα ἐν
ταῖς συνουσίαις τὸ σπέρμα ἐκ τῶν ὄρχεων εἰς αὑτὴν ἕλκει. εἰσὶ
δὲ οἱ τῆς γυναικὸς ὄρχεις σμικρότατοι καὶ οὐχ ὁμοίως ψαθαροί,
ὥσπερ οἱ τῶν ἀνδρῶν, ἀλλ' οἷον δερματώδεις καὶ ὥσπερ πεπλα-
τυσμένοι. Προσήρηται δὲ ἡ μήτρα κατά τινας ἰνώδεις ἀποφύ-
σεις τῇ τε κύστει καὶ τῷ ἀπευθυσμένῳ, μάλιστα δὲ τῷ ἱερῷ
ὀστῷ κατὰ πολλὰ μέρη ἐξήρτηται διά τινων εὐτόνων δεσμῶν νευ-
ρωδῶν καὶ μυωδῶν. Ἀρτήματα δὲ αὐτῆς ἐστὶ καὶ τὰ ἐκ τοῦ νω-
τιαίου μυελοῦ εἰς αὐτὴν ἐμφυόμενα νεῦρα καὶ διαπλέκοντα αὐτῆς
ὅλον τὸ σῶμα, ἐξήρτηται δὲ καὶ ἐκ τῶν εἰς αὐτὴν ἐμφυομένων
ἀγγείων, φλεβῶν λέγω καὶ ἀρτηριῶν. ἀπὸ γὰρ τῆς κοίλης φλεβὸς
τῆς διὰ τῆς ῥάχεως ἀπὸ τῶν κυρτῶν τοῦ ἥπατος καταφερομένης,
καὶ τῆς μεγάλης ἀρτηρίας τῆς ἐκ τῆς καρδίας σὺν τῇ κοίλῃ φλεβὶ
καταφερομένης ἐκφύεται ἀγγεῖα καὶ φέρεται ὡς ἐπὶ τὴν μήτραν
δύο ἑκατέρωθεν, μία φλὲψ καὶ ἀρτηρία. Ταῦτα δὲ τὰ τέσσαρα
ἀγγεῖα ἐκφύεται μὲν ἄνω κατὰ τὸν πυθμένα τῆς μήτρας, καὶ
διασχιζόμενα διαπλέκει ὅλην αὐτὴν ἔξωθεν καὶ ἔνδοθεν, μάλιστα
δὲ ἔνδοθεν. διὰ δὲ τῶν ἀγγείων τούτων τοῦτο τὸ καταμήνιον
αἷμα φέρεται εἰς τὴν μήτραν. καὶ μὴν καὶ ἕτεραι φλέβες καὶ
ἀρτηρίαι ἑκατέρωθεν τῆς μήτρας ἐμφύονται· αἱ μὲν εἰς τοὺς
ὄρχεις, αἱ δὲ περὶ τὸν πυθμένα αὐτῆς καὶ τὸ αἰδοῖον. Αὐτὸ δὲ
τὸ σῶμα τῆς μήτρας δύο χιτῶνες εἰσίν· ὁ μὲν ἔξωθεν νευρωδέ-
στερος, ὅστις καὶ ἀποδέρεται, ὁ δὲ ἔνδοθεν φλεβωδέστερος· καὶ
ὁ μὲν ἔξωθεν ἐστὶν ἁπλοῦς, ὁ δὲ ἔνδοθεν διπλοῦς. ὡς εἰ ἐθε-
λήσεις ἀποδεῖραι τὸν ἄνωθεν χιτῶνα, δύο σοι φανοῦνται μῆτραι
ἑνὶ αὐχένι συνεζευγμέναι. Ὁ δὲ αὐχὴν τῆς μήτρας μυώδης ἐστὶ γε-
νόμενος ἐκ σαρκὸς σκληρᾶς καὶ χονδρώδους, καὶ ἀεὶ σκληρότερος
ἑαυτοῦ γίνεται τῷ χρόνῳ, ὥστε ὅσαι πολλὰ ἐκύησαν ἢ πρεσβύτιδες
εἰσίν, ἱκανῶς ταύταις ὁ αὐχὴν τῆς μήτρας σκληρότερός τε καὶ
χονδρωδέστερος ἐστίν, ὡς ἐοικέναι τῷ βρόγχῳ. Τρῆμα δὲ ἔχει ὁ
αὐχὴν τῆς μήτρας, δι' οὗ κενοῦται μὲν τὸ καταμήνιον, ἀνα-
λαμβάνει δὲ πρὸς ἑαυτὴν ἡ μήτρα ἐν ταῖς συνουσίαις τοῦ ἄρρενος
τὴν γονήν· διὰ τούτου τοῦ τρήματος καὶ τὸ ἔμβρυον ἔξεισιν.
ἄπιστον γὰρ ὡς ὅσον ὁ πόρος οὗτος διαφέρει τῷ πλάτει· στενὸς
γὰρ ἐστὶν ἐν παντὶ μὲν τῷ χρόνῳ, ὡς πυρῆνα μήλης μόλις ὑπο-
δέχεσθαι, κυούσης δὲ τῆς γυναικὸς σφόδρα ἀκριβῶς μέμυκεν ὁ
πόρος οὗτος, ὡς μηδὲ παντάπασί τι παραδέχεσθαι· ἀπολυομένου
δὲ τοῦ ἐμβρύου τῆς μήτρας διΐσταται ὁ πόρος οὗτος, ἔστι δὲ
θαῦμα καὶ ἀκοῦσαι, τὸ ἔμβρυον ὅλον δι' ἐκείνου ἐξέρχεσθαι·
τελευτᾷ δὲ ὁ αὐχὴν οὗτος εἰς τὸν γυναικεῖον κόλπον καὶ τὸ
αἰδοῖον καλούμενον. Τὸ δὲ μῆκος τοῦ αἰδοίου ὡς ἐπίπαν ταῖς
ἤδη τελείαις δακτύλων ἐστὶν ἕξ, προχειρότερον δὲ γίνεται τὸ αἰ-
δοῖον κατὰ τὰς ἀποτέξεις καὶ κατὰ τὰς συνουσίας, ἐπεκτεινομένου
ἔξω δηλονότι τοῦ τραχήλου τῆς μήτρας· καὶ ἐπὶ μὲν τῆς παιδικῆς
ἡλικίας τρυφερώτερόν τε ἐστὶ καὶ μαλακὸν, ἐπὶ δὲ τῶν πλεῖστα
τετοκυιῶν τυλωδέστερον γίνεται, ὡς χόνδρῳ ἐοικέναι τῇ σκληρότητι.
τυλοῦται γὰρ τῷ χρόνῳ παρατριβόμενον συνεχῶς ἐν ταῖς συνου-
σίαις καὶ ταῖς ἀποτέξεσιν, ἀλλὰ καὶ διὰ τὴν δι' αὐτοῦ γιγνο-
μένην ἐπιμήνιον κάθαρσιν μᾶλλον τυλοῦται· ὥσπερ τὰ διὰ τὴν
πλείστην δριμεῖαν ὑγρότητα συριγγούμενα ἕλκη. Παχεῖα δὲ ἐστὶν
ἡ μήτρα καὶ εὔογκος γίνεται, ὅταν ὁ καιρὸς τῶν καταμηνίων
ἐπιφαίνηται, λεπτοτέρα δὲ καὶ ξηροτέρα φαίνεται ἐν τῷ ἄλλῳ
χρόνῳ, καὶ παχυτέρα μὲν ἐπὶ ταῖς πλειστάκις μάλιστα κυούσαις,
λεπτοτέρα δὲ ταῖς μήπω κυησάσαις· καὶ πάλιν ἐν μὲν ταῖς πρώταις
ἡμέραις τῆς συλλήψεως παχεῖα φαίνεται, ὅταν δὲ τελειωθῇ τὸ
ἔμβρυον καὶ καιρὸς τῆς ἀποτέξεως γένηται, λεπτότατον τὸ σῶμα
τῆς μήτρας γίνεται. τὸ γὰρ πάχος αὐτῆς εἰς μῆκος ἐπεκτεινόμενον
λεπτύνεται, ὥσπερ αἱ κύστεις πνεύματος πληρούμεναι. Περὶ μὲν
οὖν θέσεως καὶ σχήματος καὶ μεγέθους τῆς μήτρας ὧδε ἔχει.
2
{ΤΙΝΑ ΣΥΛΛΑΜΒΑΝΟΥΣΗΣ ΤΗΣ ΓΥΝΑΙΚΟΣ ΕΝΤΟΣ ΤΗΣ
ΜΗΤΡΑΣ ΓΙΝΕΤΑΙ.}
Ἐν δὲ τῷ καιρῷ τῆς συλλήψεως καὶ κυήσεως γίνεται ἐν αὐτῇ
τὸ <χορίον>, τὸ ἔξωθεν περιέχον ὅλον τὸ ἔμβρυον, καὶ μετ' αὐτὸ
ἕτεροι δύο ὑμένες ὅ τε Ἀλαντοειδὴς καλούμενος, διπλοῦς ἐπικείμενος
τοῖς κυρτοῖς μέρεσι τοῦ ἐμβρύου, καὶ μετ' αὐτὸν ὁ Ἀμνειὸς
προσαγορευόμενος, λεπτὸς πάντοθεν περιβεβλημένος τῷ ἐμβρύῳ.
3
{ΠΕΡΙ ΓΕΝΕΣΕΩΣ ΤΟΥ ΧΟΡΙΟΥ.}
Ἡ δὲ γένεσις τοῦ Χορίου γίνεται τὸν τρόπον τοῦτον· τὰ
στόματα τῶν φλεβῶν καὶ τῶν ἀρτηριῶν τῶν εἰς τὸ ἐντὸς τῆς
μήτρας ποικίλως διασχιζομένων, κατὰ τὸ πέρας ἑαυτῶν ἕκαστον
κονδυλώδη ἐξοχὴν ἔχει ἐοικυῖαν ταῖς ἐν τῇ ἕδρᾳ γινομέναις αἱ-
μορροΐσι· ταύτας τὰς κονδυλώδεις ἐξοχὰς κοτυληδόνας καλοῦσι
τινές· μικρότεραι δὲ εἰσὶν αὗται ἐπὶ τῶν γυναικῶν τῶν εὑρισκο-
μένων, ἐπί τε αἰγῶν καὶ βωῶν καὶ ἐλάφων, καὶ τῶν παραπλησίων
ζῴων. σώματα δὲ ἐστὶ ταῦτα τὰ ἐπὶ τῶν ἀλόγων ζῴων φαινόμενα
πλαδαρὰ ὑπόμυξα, τῷ σχήματι ἐοικότα τοῖς φύλλοις τῆς κοτυλη-
δόνος πόας, ὑπόκοιλα δέ. Ταῦτα οὖν τὰ στόματα τῶν εἰς τὴν ἐντὸς
εὐρυχωρίαν τῆς μήτρας διασπειρομένων ἀγγείων ἀνέῳκται ἅπαντα,
ὁπόταν ἡ γυνὴ συλλήψεσθαι μέλλῃ. Ἔστι δὲ οὗτος ὁ τῆς συλλή-
ψεως χρόνος, ἢ ἀρχομένων τῶν καταμηνίων ἢ παυομένων. ἀνε-
στόμωται μὲν γὰρ καὶ ἐν τῷ ἄλλῳ παντὶ χρόνῳ τῆς καθάρσεως
τὰ ἀγγεῖα ταῦτα, ἀλλ' οὐκ ἂν λάβῃ πρὸς ἑαυτὴν ἡ γυνή· τηνι-
καῦτα γὰρ οὐ μένει τὸ τοῦ ἀνδρὸς σπέρμα ἐν τῇ μήτρᾳ τούτῳ
τῷ καιρῷ, ἐκκλυζόμενον τῷ πλήθει τοῦ ἐπιρρέοντος αἵματος.
ἀρχομένων δὲ τῶν καταμηνίων καὶ μάλιστα παυομένων ἀνεστό-
μωται μὲν τὰ ἀγγεῖα, τὸ δὲ καταμήνιον αἷμα οὔτε πολὺ οὔτε
ἀθρόον ἐκχεῖται, ἀλλ' ὀλίγον τε καὶ κατὰ βραχύ· ὥστε προσ-
φύεται μὲν διὰ τὴν τραχύτητα τῆς μήτρας τὸ σπέρμα, αὐτάρκη
δὲ ἔχει τροφὴν τὴν ὀλιγότητα τοῦ φερομένου αἵματος. Πρὸ
δὲ τοῦ καιροῦ τῶν καταμηνίων οὐκ ἂν συλλάβῃ ἡ γυνὴ, ὅ τι καὶ
τοῦ τρέφοντος ἐστέρηται τὸ σπέρμα, καὶ τοῦ προσφύεσθαι οὐκ
ἔχει. λεία γὰρ ἡ μήτρα τηνικαῦτα ἐστὶν ἐπιμεμυκότων τῶν ἀγγείων,
ὥστε διὰ τοῦτο ἀπορρεῖ τὸ σπέρμα, ὥσπερ τὰ χρίσματα ἀπὸ
τῶν λειοτάτων τοίχων· καὶ γὰρ καὶ τοὺς τοίχους οἱ ἐπιχρίειν
βουλόμενοι τραχύνουσι πρότερον, καὶ οὕτως κατέχεται τὰ χριό-
μενα καταβληθὲν μὲν οὖν τὸ τοῦ ἀνδρὸς σπέρμα καὶ κατα-
σχεθὲν ἐν τῇ μήτρα προσφύεται ταῖς κοτυληδόσιν, εἴτε κατὰ τὸν
δεξιὸν αὐτῆς κόλπον, εἴτε κατὰ τὸν εὐώνυμον· συνάγει δὲ ἑαυτὴν
ἡ μήτρα καὶ περιπτύσσεται τὸ σπέρμα πάντοθεν. Ἀρχὴ τοίνυν
τῆς τοῦ χορίου γενέσεως ταῦτα τὰ πέρατα γίνεται τῶν εἰς αὐτὴν
διασπειρομένων ἀγγείων· ἐξ ἑκάστου γὰρ στόματος ἀγγεῖον ἐκ-
φύεται· ἀρτηρία μὲν ἀπὸ τοῦ τῆς ἀρτηρίας στόματος, φλὲψ δὲ
ἀπὸ τοῦ τῆς φλεβός. Συνδεῖ δὲ ταῦτα τὰ ἀγγεῖα πρὸς ἄλληλα
λεπτὸς μὲν ἰσχυρὸς δὲ ὑμὴν περιφυόμενος ἔξωθεν ἅπασι, καὶ
οὕτω συνίστησι τὸ χορίον. συνερχόμενα δὲ πάλιν ἀλλήλοις τὰ
ἐν τῷ χορίῳ διεσπαρμένα ἀγγεῖα, ἀποτελεῖ δύο φλέβας καὶ δύο
ἀρτηρίας· αὗται δὲ ἐμφύονται κατὰ τὸ μέσον τοῦ ἐμβρύου παρα-
λαμβάνουσαι πάντοθεν τὴν ἔκκρισιν τὴν τοῦ ἐμβρύου ἐπὶ τὸν
ἀλαντοειδῆ ὑμένα ἐπιφερομένην, δι' ἧς ἐκκρίνεται τὸ οὖρον τοῦ
ἐμβρύου καὶ ἀθροίζεται ἐν τῷ ὑμένι· ὥστε τὸν συγκείμενον ἐκ τῶν
τεσσάρων τούτων ἐχόντων μεταξὺ σφῶν αὐτῶν τὸν καλούμενον
οὐραχὸν γίνεσθαι τὸν λεγόμενον ὀμφαλόν. Ὁ δὲ οὐραχὸς ἐστὶν ἡ
ἀρχὴ τοῦ ἀλαντοειδοῦς ὑμένος διατετρημένος πρὸς τὸν τῆς
κύστεως πυθμένα τοῦ ἐμβρύου, δι' οὗ τὸ οὖρον τοῦ ἐμβρύου μετά-
γεται καὶ εἰς τὸν ἀλαντοειδέα συναθροίζεται. μετὰ δὲ ταῦτα αἱ
μὲν δύο φλέβες ἑνωθεῖσαι μίαν ποιοῦσι, καὶ αὐτὴ φερομένη διὰ
τοῦ ὀμφαλοῦ ἐμφύεται τοῖς σιμοῖς τοῦ ἥπατος τοῦ ἐμβρύου, τῇ
κοίλῃ λεγομένῃ φλεβί, καὶ διὰ ταύτης ἐκ τῆς μήτρας τὸ αἷμα εἰς
τροφὴν τοῦ ἐμβρύου χορηγεῖται· δεχόμενον γὰρ τὸ τοῦ ἐμβρύου
ἧπαρ τὸ φερόμενον αἷμα, ἀναδίδωσιν εἰς ὅλον αὐτοῦ τὸ σῶμα.
Αἱ δὲ προειρημέναι δύο ἀρτηρίαι αἱ κατὰ τὸν ὀμφαλὸν πάλιν
μίαν ἀποτελοῦσιν ἀρτηρίαν, καὶ αὐτὴ φερομένη διὰ τῶν πλαγίων
μερῶν τῆς κύστεως τοῦ ἐμβρύου ἐμφύεται τῇ μεγάλῃ ἀρτηρίᾳ τῇ
κειμένῃ κατὰ τὴν ῥάχιν αὐτοῦ, καὶ διὰ ταύτης τὸ ζωτικὸν αἷμα
ἐκ τῶν ἐν μήτρᾳ ἀρτηριῶν εἰς τὸ ἔμβρυον μεταδίδοται. Κατὰ
δὲ τὸν καιρὸν τῆς ἀποτέξεως ὅταν τελειωθῇ τὸ ἔμβρυον, καὶ
μέγα γενόμενον προτείνῃ πανταχοῦ τὴν μήτραν, καὶ δηλονότι καὶ
τὸ χορίον τε τηνικαῦτα στενοχωρούμενον ἀλλὰ μηδὲ τῇ ἐκ τῆς
μήτρας αὐτῷ χορηγουμένῃ τροφῇ ἀρκούμενον, σκιρτᾷ καὶ ἀπορ-
ρήγνυσι τοὺς περικειμένους ὑμένας, καὶ οὕτως ἀρρήτῳ λόγῳ ἀνοί-
γουσα ἑαυτῆς τὸ στόμα ἡ μήτρα ἐκκρίνει τὸ ἔμβρυον. ταῦτα
μὲν οὖν ἐστι καθ' ὅσον οἷόν τε διὰ βραχέων σαφηνίσαι βουλό-
μενοι, ἃ εἰρήκαμεν. Εἰ δέ τις βούλοιτο ἅπαντα τὰ προειρημένα
ἀκριβέστατα θεάσασθαι, ἀναταμέτω αἶγα ἐγκύμονα μάλιστα ἢ
βοῦν ἢ ἔλαφον ἢ δορκάδα, διαλύων πρότερον τὰ τῆς ἥβης ὀστᾶ,
ἔπειτα ἀνασχίζων εὐφυῶς τὸ δέρμα· φανεῖται γάρ σοι ταῦτα
ποιήσαντι σαφῶς ἡ πρὸς τὰ περικείμενα μόρια τῆς μήτρας κοινωνία.
4
{ΠΕΡΙ ΠΟΙΟΝ ΕΤΟΣ ΑΡΧΟΝΤΑΙ ΑΙ ΓΥΝΑΙΚΕΣ ΚΑΘΑΙΡΕΣΘΑΙ.}
Τὰ δὲ καταμήνια ταῖς γυναιξὶν ἐπιφαίνεται περὶ τὸ τεσσα-
ρεσκαιδέκατον ἔτος ἅμα τῷ ἡβάσκειν καὶ τοὺς μαστοὺς ἐπαί-
ρεσθαι· οὐ πᾶσαι δὲ κατὰ τὸν αὐτὸν καιρὸν, οὐ δὲ τὸ αὐτὸ
μέτρον τῆς κενώσεως, οὔτε τὰς αὐτὰς ἡμέρας καταβιβάζονται.
κατὰ δὲ τὸ πλεῖστον φέρεται ἡμέρας δ, πλῆθος δὲ ὅσον κοτυλῶν
δύο, ἢ πλεῖον ἢ ἔλασσον. Καιρὸς δὲ ταῖς μὲν διὰ κʹ ἡμερῶν, ταῖς
δὲ πλεῖστον διὰ λʹ, ἐνίαις δὲ δὶς τοῦ μηνός· παύονται δὲ τοῦ
καθαίρεσθαι οὐ πρότερον τῶν λεʹ ἐτῶν, οὔτε μετὰ πεντήκοντα
ἐπιφαίνεται, σπάνιαι γὰρ μέχρι τῶν ξʹ ἐτῶν ἐκαθάρθησαν· αἱ
δὲ καταπίμελοι ταχέως παύονται. Ἄρχεται δὲ τὸ πλῆθος ἐκ τοῦ
κατὰ μικρὸν ἕως τῆς ἀκμῆς, εἶτα μένει τὴν ἰσότητα φυλάσσον
παρὰ τὸ μᾶλλον· καὶ ἧττον ἐπὶ χρόνον τινά· ὅταν δὲ μέλλῃ ἐκλεί-
πειν, ἐλαττοῦται πάλιν κατὰ βραχὺ ἕως τέλεον ἐκλείψει. Συνεργεῖ
δὲ εἰς τὸ ἀτάκτως ἢ εὐτάκτως φέρεσθαι, ἢ ὀλίγον ἢ πολύ, ἡλικία
καὶ ὥρα καὶ δίαιτα καὶ τὰ λοιπὰ ἐπιτηδεύματα, καὶ τῶν τροφῶν
ποιότητες, καὶ ἰδιότητες, καὶ νόσων παρεμπτώσεις.
5
{ΤΙΝΑ ΠΡΟΣΗΜΑΙΝΕΙ ΤΑΙΣ ΠΑΡΘΕΝΟΙΣ ΤΗΝ ΜΕΛΛΟΥΣΑΝ
ΕΠΙΦΑΙΝΕΣΘΑΙ ΑΥΤΑΙΣ ΚΑΘΑΡΣΙΝ.}
Ταῖς μὲν οὖν παρθένοις μέλλουσαν ἐπιγίνεσθαι κάθαρσιν
προσημαίνει μαστῶν κνησμός, πόνος ἤτρου, ὀσφύος, κεφαλῆς,
ἔμετος χολωδῶν ἢ φλεγματωδῶν. τούτων προφαινομένων περὶ
τὸ τεσσαρεσκαιδέκατον ἔτος, δεῖ τὸν ἰατρὸν τεκμαίρεσθαι ὡς
ἐπείγει ἡ κάθαρσις, καὶ συνεργεῖν τῇ τοῦ αἵματος φορᾷ διὰ τῶν
ἁπλουστέρων ἀποζεμάτων.
6
{ΠΟΤΕ ΕΠΙΦΑΙΝΕΤΑΙ ΤΟ ΣΠΕΡΜΑ ΚΑΙ ΠΟΤΕ ΑΡΧΕΤΑΙ
ΣΥΛΛΑΜΒΑΝΕΙΝ.}
Καὶ τὸ σπέρμα δὲ ἐπιφαίνεται περὶ τὸ τεσσαρεσκαιδέκατον
ἔτος, ταῖς δὲ πλείσταις ἅμα τὸ ἡβᾷν· γόνιμον δὲ γίνεται τισὶ μὲν
περὶ τὸ ὀκτωκαιδέκατον ἔτος, ταῖς δὲ πλείσταις περὶ τὸ εἰκοστὸν,
καὶ ἐπιθυμίαι γίνονται τοῦ συνουσιάζειν ἐπιφανέντος εὐθέως τοῦ
σπέρματος.
7
{ΠΩΣ ΣΗΜΕΙΩΤΕΟΝ ΤΑΣ ΔΥΝΑΜΕΝΑΣ ΣΥΛΛΑΒΕΙΝ ΣΩΡΑΝΟΥ.}
Εὐφυῶς δὲ πρὸς τὸ συλλαβεῖν διακεῖσθαι νομιστέον τὰς ἀπὸ
πεντεκαιδεκάτου ἔτους ἡλικίας μέχρι τῶν τεσσαράκοντα ἐτῶν ἐπὶ
τὸ πολύ, καὶ μήτε ἀνδρώδεις καὶ πυκνὰς τὴν ἕξιν καὶ κατασκλή-
ρους, μήτε ἄγαν ἐκλελυμένας καὶ καθύγρους, ἢ τὴν κοιλίαν συνεχῶς
ὑγραινομένας· εὐσταθεῖς δὲ τὴν διάνοιαν καὶ ἱλαράς· εὐρύτερα τὰ
περὶ τὴν ὀσφὺν καὶ τὸ ἐπιγάστριον ἐχούσας, καὶ ἀπαραποδίστως
καθαιρομένας, καὶ ἀπηλλαγμένας τοῦ ὑπὸ νοσημάτων συνεχῶς
ἐνοχλεῖσθαι, καὶ μάλιστα τὰ περὶ τὴν ὑστέραν· φασὶ δὲ καὶ
τοῦτο προγνωστικὸν εἶναι, εἰ συλλήψεται ἡ γυνή· σχηματίσας τὴν
γυναῖκα ῥητίνην ὑποθυμία, ἵνα διὰ τοῦ αἰδοίου δέξηται τὸν
καπνόν· καὶ ἐὰν εἰς τὸ στόμα αὐτῆς διαδοθῇ ἡ ὀσμή, συλλήψεται,
εἰ δὲ μὴ οὔ. Ἄλλο. Σκόροδα λεπίσας καὶ ἐρίῳ περιελίσας, δίδου
προστίθεσθαι ὡς πεσσὸν καθεύδειν μελλούσῃ, καὶ ἐὰν πρωῒ ἡ
ὀσμὴ τῶν σκορόδων ἐμφαίνηται διὰ τοῦ στόματος αὐτῆς, συλλήψε-
ται· εἰ δὲ μὴ οὔ.
8
{ΠΩΣ ΣΗΜΕΙΩΤΕΟΝ ΤΑΣ ΗΔΗ ΣΥΝΕΙΛΗΦΕΙΑΣ.}
Συνειληφέναι δὲ γνωσόμεθα τὴν γυναῖκα, ἐκ τοῦ πρῶτον μὲν
ἐρωτωμένην ὑπὸ τῆς μαίας εἰπεῖν ὡς οὐκ ἀποκέκριται τὸ σπέρμα
τοῦ ἀνδρὸς μετὰ τὴν συνουσίαν, καὶ ἐκ τοῦ κατὰ τὴν συνουσίαν
φρικώδους αἰσθήσεως ἀντίληψιν τῇ γυναικὶ γεγονέναι· ἀλγεῖν δὲ
μετρίως περὶ τὸ αἰδοῖον καὶ τὰ περὶ τὸν ὀμφαλὸν μέρη. ἔπειτα
καὶ ἐκ τοῦ κατάξηρον καὶ ἄνικμον ἔχειν τόν τε κόλπον καὶ τὸ
στόμιον τῆς μήτρας, μεμυκέναι τε αὐτὸ τὸ τῆς ὑστέρας στόμα
χωρὶς σκληρίας καὶ φλεγμονῆς, καὶ ἐπὶ τὸ πρόσω καὶ ἄνω κε-
χωρισμένως· καὶ ἐκ τοῦ ἀνορεκτοτέρας γίνεσθαι περὶ τὰ ἀφρο-
δίσια, καὶ ἐκ τοῦ ἐν τῷ εἰωθότι χρόνῳ τὴν κάθαρσιν μὴ ἐπι-
φανῆναι, καὶ τὰς πρὸς τὸ στῆθος φλέβας πρασιζούσας τῇ χροιᾷ
γίνεσθαι, τοὺς δὲ μαστοὺς διοιδίσκεσθαι Προϊόντος δὲ τοῦ χρόνου
καὶ γάλα ῥεῖν, καὶ τὰ κοῖλα τῶν ὀφθαλμῶν ὕπωχρα εἶναι, ποτὲ
δὲ καὶ σπίλους μελανίζοντας τῷ προσώπῳ, ἐνίαις δὲ καὶ ἔφηλιν
ἐπιγίγνεσθαι, καὶ ἐκ τοῦ τὸ πρόσθιον μέρος τοῦ τραχήλου θερ-
μότερον εἶναι τὰ δὲ ὄπισθεν ψυχρά· καὶ ἐκ τοῦ περὶ τὸν δεύτερον
μῆνα παρὰ τὸ ἔθος αὐτὰς ὀξέων ὀρέγεσθαι καὶ ἁλικῶν, ἐνίαις δὲ
καὶ ὁ στόμαχος πλαδοῖ, ὄκνος τε ὑπὸ τὰς ἐνεργείας γίγνεται, καὶ
τὸ βλέμμα τακερώτερον, καὶ λίαν θῆλυ ἐπιστάντα προσπίπτει·
τρέπεται δὲ καὶ ἡ χρόα ἐπὶ λευκαντίζουσαν ὠχρότητα, προηγου-
μένου τὰ πολλὰ ἀνδρικωτέρου ἐρεύθου. Περὶ δὲ τὴν τῆς καθάρ-
σεως προθεσμίαν βαρύνονται καὶ πνευματοῦνται τὰ περὶ τοὺς
μαστούς, καὶ ἡ ὀσφὺς δυσκάμπτως ἔχει, καὶ ἡ κύστις ἐπιπόνως
ἐξουρεῖ πυρῶδες καὶ ἐρυθρόν, τῆς ἐν κόλπῳ θερμασίας αὐτὴν
συγκαιούσης, κἀκτοῦ ἔμμηνον διακρινούσης ἐπὶ τὴν οὐρήθραν.
9
{ΤΙΝΑ ΚΑΤΑ ΤΟΥΣ ΑΡΧΑΙΟΥΣ ΣΗΜΕΙΑ ΤΟΥ ΑΡΡΕΝ Η ΘΗΛΥ
ΕΙΝΑΙ ΤΟ ΚΥΟΜΕΝΟΝ.}
Ἱπποκράτης φησὶ καὶ ἕτεροι τοῦ μὲν ἄρρεν κύειν σημεῖα,
τὸ εὐχρουστέραν ὑπάρχειν τὴν κύουσαν καὶ εὐκινητοτέραν, καὶ τὸ
τὸν δεξιὸν μαζὸν μείζονα εἶναι καὶ εὐογκότερον, καὶ μάλιστα τὴν
θηλὴν ἐπαίρεσθαι, τοῦ δὲ θῆλυ ὠχροδεστέραν· εἶναί τε τὸν
εὐώνυμον μαζὸν ὀγκωδέστερον, καὶ μάλιστα τὴν θηλήν. Καὶ ἐπὶ
μὲν τοῦ ἄρρενος τὰ τοῦ δεξιοῦ μέρους ἀγγεῖα, λέγω δὴ αἱ φλέβες
μᾶλλον ἐν ὄγκῳ εὑρίσκονται, καὶ μάλιστα αἱ ὑπὸ τὴν γλῶσσαν·
ἐπὶ δὲ τοῦ θήλεος αἱ ἐν τοῖς εὐωνύμοις. <ἀψευδέστατόν> τε καὶ
βεβαιότατον ἐστὶ σημεῖον, τὸ ἐπὶ μὲν τῶν ἀρρένων τὸν σφυγμὸν
τῆς δεξιᾶς χειρὸς εἶναι τῆς ἐγκύου σφοδρότερον καὶ ταχύτερον
καὶ μείζονα καὶ σκληρότερον· ἐπὶ δὲ τῶν θηλέων τὸν τῆς εὐωνύμου
χειρὸς τοιοῦτον εἶναι.
10
{ΠΕΡΙ ΚΙΤΤΗΣ ΓΑΛΗΝΟΥ.}
Τὸ περὶ τὸν δεύτερον μῆνα συμβαῖνον ταῖς κυούσαις πάθος
κίττη ὠνόμασται, ἐκ μεταφορᾶς ὄρνιθος τινὸς ζῴου οὕτω λεγο-
μένου, ἄλλοτε ἄλλως καὶ ποικίλως φθεγγομένου· γίνεσθαι δὲ
φασὶ καὶ ἐκ μεταφορᾶς τοῦ φυτοῦ τοῦ λεγομένου κιττοῦ, προσ-
πλεκομένου δὲ διαφόροις φυτοῖς τοῖς παρατυχοῦσι· καὶ γὰρ αἱ κιττῶ-
σαι γυναῖκες ἐπιθυμοῦσιν ἐδεσμάτων ποικίλων, καὶ μάλιστα ἐκείνων
ἅτινα τῆς ὀδύνης καὶ ἡδονῆς ἀντιλαμβάνονται. ἐπιγίνεται δὲ ταῖς
κυούσαις τὸ πάθος ὡς ἐπὶ τὸ πολὺ, περὶ τὴν τεσσαρακοστὴν
ἡμέραν μετὰ τὴν τῆς κυήσεως ἀρχήν. Ἔστι δὲ πλάδος στομάχου,
καὶ ναυτία, καὶ ἀπορία, καὶ ἀλυσμὸς, καὶ ἔμετος σιτίων καὶ χολῆς
καὶ φλέγματος, πτυελίζουσί τε συνεχῶς καὶ καρδιαλγοῦσι καὶ
ἀσιτοῦσι· ταῦτα δὲ συμβαίνει διὰ πλεονασμὸν αἵματος γίνεσθαι.
τὸ γὰρ εἰωθὸς διὰ τῶν ἐν μήτρᾳ ἀγγείων κατὰ μῆνα ἀποκρί-
νεσθαι αἷμα, κωλυόμενον ὑπὸ τοῦ ἐμβρύου ἀνατρέχει πρὸς τὰ
ἄνω μέρη, καὶ ἐνοχλεῖ τῷ στομάχῳ μάλιστα αἰσθητικωτάτῳ ὑπάρ-
χοντι· ποικίλων δὲ καὶ ἀλλοκότων ἐπιθυμοῦσι πρὸς τὴν τῆς ἐπι-
κρατούσης κακοχυμίας ἰδέαν. αἱ μὲν γὰρ ὀξέων, αἱ δὲ ἁλικῶν,
αἱ δὲ γῆς· ἕτεραι ὀστράκων ἢ ἀνθράκων ἐσβεσμένων ἐπιθυμοῦσι.
Παρατείνει δὲ ἡ κίττα ἐνίοτε ἄχρι τοῦ τετάρτου μηνός· κατὰ γὰρ
τὰς ἀρχὰς ἐλάχιστόν τι τοῦ αἵματος ἀναλίσκεται εἰς τὴν τοῦ
ἐμβρύου τροφήν, ὕστερον δὲ μείζονος γενομένου πλεῖον· καὶ οὕτω
τοῦ μὲν αἵματος γινομένου καὶ χωροῦντος εἰς τὴν μήτραν εἰς τὴν
τοῦ ἐμβρύου τροφήν, τῆς δὲ κακοχυμίας κενωθείσης διὰ τῶν ἐμέ-
των, ἄνεσις γίνεται τῶν προειρημένων συμπτωμάτων. Ἐφ' ὧν μὲν
οὖν ἱκανῶς φαίνεται συνειλεγμένον αἷμα, ὀλίγα ἁρμόζει σιτία καὶ
ἡ ναυτία εὔθετος καὶ ἡ ἀποσιτία, καὶ γυμνάσια γυναιξὶ πρέποντα
διαφορεῖν δυνάμενα τὸ πλεονάζον· ἐφ' ὧν δὲ δριμὺ ἢ ὀξῶδες
ἢ ἁλικὸν ὑπάρχον ἀναδάκνει τὸν στόμαχον καὶ ἐκπυροῖ, εὔθετον
χλιαρὸν ὕδωρ πινόμενον πρὸς τὸ εἰς ἔμετον ἐπεγεῖραι τὴν γαστέρα,
καὶ ἄκριτον παρασκευάσαι τὸν ἐνοχλοῦντα χυμόν· σιτία δὲ μὴ
ἄγαν γλυκέα ἔστω· οἶνος δὲ κιῤῥός, εὔοσμος, παλαιός, καὶ ὑποστύ-
φων. τὸ μέντοι ὅλον ποτὸν ὀλίγον ἔστω πρὸς τὸ μὴ ἐπιπολά-
ζειν τῷ στομάχῳ τὰ σιτία· ἁρμόδιον δὲ πρὸ τῶν σιτίων, ἐλαίας
κολυμβάδας διδόναι μετ' ἄρτου κλιβανίτου ἁπαλοῦ δεόντως ἐσκευ-
ασμένου· καὶ ἀμύγδαλα πικρὰ πέντε ἢ ἑπτά, ἄλφιτα μετὰ χυλοῦ
πυρίνων ἢ ῥοιᾶς πεφρυγμένα ἢ σέρεως χυλοῦ, ἀσπάραγον ἑλίτην,
σίσαρον, καὶ τῶν πτηνῶν ὅσα μὴ καταπίμελα καὶ βρωμώδη· ὑῶν
πόδας καὶ ῥύγχη καὶ μήτρας καὶ κοιλίας· ἐχίνους θαλασσίους
προσφάτους· μετὰ δὲ τροφὴν δοτέον ἀσταφίδας καὶ ῥόας καὶ
ἀπίους· σύμμετρα δὲ ἔστω ταῦτα τῷ πλήθει καὶ τὰ προειρημένα.
Τὰς δὲ μὴ ἐσθίειν δυναμένας προτρέπειν εἰς ἐδωδήν, τά τε ποικίλα
σιτία καὶ τὰ πρὸς ἡδονήν· τὰς δὲ γῆν ἐσθιούσας ὠφελεῖ μᾶλλον
τὸ ἄμυλον ἐσθιόμενον ἀντὶ τῆς γῆς, ἔστω δὲ καὶ πρόσφατον·
πρὸς δὲ φάρμακον δοτέον ἀνδράχνης ἀπόβρεγμα, καὶ αὐτὴ ἐσ-
θιομένη ὠφελεῖ, καὶ σικύου σπέρμα λελεπισμένον μεθ' ὕδατος
πινόμενον· πολυγόνου ἀφέψημα πινόμενον καὶ ἀνήθου ὁμοίως, καὶ
ῥέου ποντικοῦ, καὶ ναρδοστάχυος ἀπόβρεγμα· σέρεως χυλόν, καὶ
αὐτὴ ἐσθιομένη συνεχῶς ὠμὴ καὶ ἑφθή· εἰ δὲ παχὺ εἴη τὸ ἐμού-
μενον καὶ διὰ γλισχρότητα δυσκόλως ἐκκρίνοιτο, διδόναι ῥαφανίδας
μετ' ὀξυμέλιτος ἐσθίειν καὶ τάριχον, καὶ πάντα τρόπον μηχανη-
τέον ἀλύπως καὶ δίχα σπασμοῦ ἐκκενωθῆναι τὸ λυποῦν. Βοηθεῖν
δὲ προσήκει καὶ ἔξωθεν τῷ στομάχῳ ἐξησθενηκότι τοιούτοις·
οἰνάνθη, βαλαύστιον, ῥόδα, κίτυνοι, μύρτοι, σμυρνίου καὶ μαράθρου
σπέρμα μετ' οἴνου καταπλασθέντα προστίθενται. κηκῖδος, κυμίνου
καὶ ἀψινθίου, φοινίκων σάρκας ἐν οἴνῳ ἑψημένας ἢ βεβρεγμένας
λειώσαντες, μαλάγματος τρόπον ἐπιθήσομεν· ἢ μῆλα κυδώνια ἐν
ὀξυκράτῳ ἐπιθέντες καὶ λεῖα ἀναληφθέντα κηρωτῇ ῥοδίνῃ ἢ
ναρδίνῃ, ἢ ὀμφάκινον μετὰ κρόκου· οἰσυπηρά τε ἔρια ἢ ὀθόνιον
οἰνελαίῳ ἢ ὀξελαίῳ, ἢ ῥοδίνῳ καὶ ὄξει ἢ ναρδίνῳ μετ' οἴνου βρέξας
ἐπιτίθει τῷ στομάχῳ. Ἐπικουφίζει δὲ τοὺς καρδιωγμοὺς καὶ τὰς
δήξεις καὶ τὸ ἐπιρροφεῖν συνεχῶς θερμοῦ ὕδατος μὴ ζέοντος, καὶ
τὸ ἡσύχως βαδίζειν συνεχῶς, καὶ τὸ σκέπειν τὸ ὑποχόνδριον ἐρίῳ
μαλακῷ, καὶ θάλπειν, συναλείφειν τε καὶ γυμνάζειν πρὸ τροφῆς
τὰ κάτω μέρη πρὸς δύναμιν.
11
{ΠΡΟΣ ΤΑ ΓΙΝΟΜΕΝΑ ΤΑΙΣ ΚΥΟΥΣΑΙΣ ΠΕΡΙ ΤΟΥΣ ΠΟΔΑΣ
ΟΙΔΗΜΑΤΑ.}
Πρὸς δὲ τὰ συμβαίνοντα ταῖς κυούσαις περὶ τοὺς πόδας οἰ-
δήματα ὄξει καὶ ῥοδίνῳ ἀνατρίβειν, ἐνίοτε δὲ καὶ ἅλας λεῖον
συμπλέκοντας, ποιεῖ καὶ κιμωλία γῆ ἐπιχριομένη μετ' ὄξους. ἀγα-
θὸν δὲ καὶ τοῦ ἐντὸς τῶν κυτρίων τὸ ἀφέψημα καταντλούμενον·
καλὸν δὲ ἀνθίλην ὄξει βεβρεγμένην ἐπιδεῖν μετὰ φύλλων κράμβης
ἐπικειμένων πλατέως.
12
{ΠΕΡΙ ΕΠΙΜΕΛΕΙΑΣ ΤΩΝ ΚΥΟΦΟΡΟΥΣΩΝ ΑΣΠΑΣΙΑΣ.}
Τῶν δὲ κυοφορουσῶν προνοητέον παραφυλαττομένους ἐπὶ
τῶν προσφάτους συνειληφυιῶν, φόβους εἰσβάλλειν καὶ λύπας καὶ
πᾶσαν ἰσχυρὰν ταραχὴν διανοίας· αἰώρας τε τὰς δι' ὀχημάτων,
καὶ τὰ βίαια γυμνάσια, καὶ πνεύματος σφοδρὰς κατοχὰς καὶ
πληγὰς κατὰ τῶν ἰσχίων, καὶ βάρος αἴρειν, καὶ πηδήματα καὶ
σκληρὰς καθέδρας, καὶ δριμέων ἐδεσμάτων ἢ ἐμπνευματούντων
προσφοράς, καὶ κλυστῆρας δριμεῖς, καὶ ἔνδειαν καὶ πλεονασμὸν
τροφῆς ἢ οἴνου, καὶ ῥύσιν αἵματος διὰ ῥινῶν, ἢ αἱμορροΐδων,
ἢ ἑτέρου τόπου· πάντα γὰρ ταῦτα βλαβερὰ ταῖς κυούσαις.
χρηστέον δὲ τροφαῖς συμμέτροις, εὐχύμοις, εὐστομάχοις, αἰώρᾳ
διὰ φορείου, περιπάτοις πραέσι, τρίψει μαλακῇ, ταλασιουργίᾳ.
Περὶ δὲ τὸν ὄγδοον μῆνα, ὅστις βαρύτατος ὢν κοῦφος λέγεται,
ὑποστέλλειν χρὴ τὴν τροφὴν καὶ τὰς σφοδρὰς κινήσεις περιΐστα-
σθαι· εἰ δὲ καὶ ἡ κοιλία ἐπέχεται διὰ τὸ περιπιέζεσθαι τὸ ἀπευ-
θυσμένον ὑπὸ τῆς μήτρας, διδόναι τροφὰς ὑπακτικὰς τῆς κοιλίας·
οἷον πτισάνης χυλόν, λάπαθον ἑφθήν, μαλάχην, κνίδας. περὶ δὲ
τὸν ἔννατον μῆνα συνεχέστερον τοῖς βαλανείοις χρῆσθαι, ἀνα-
χαλασμοῦ χάριν τῶν σωμάτων καὶ τὸ ὅλον προνοητέον, ὅπως
ἰσχύῃ ἡ τίκτουσα τὰς ὀδύνας ὑπομεῖναι.
13
{ΤΙΝΑ ΣΗΜΕΙΑ ΠΡΟΗΓΕΙΤΑΙ ΤΗΣ ΜΕΛΛΟΥΣΗΣ ΓΙΝΕΣΘΑΙ ΚΑΤΑ
ΦΥΣΙΝ ΑΠΟΚΥΗΣΕΩΣ.}
Παρέπεται δὲ ταῖς μελλούσαις ἀποτίκτειν βάρος ἤτρου καὶ
ἐπιγαστρίου, καὶ πύρωσις τοῦ γυναικείου αἰδοίου· ἥ τε ὑστέρα
προχωρεῖ τοῦ αἰδοίου, ὥστε ῥᾳδίως τὴν μαῖαν σημειουμένην
ἅψασθαι αὐτῆς· καὶ διέστηκεν αὐτῆς τὸ στόμα μετὰ εὐαφίας καὶ
καθυγρασμοῦ. ἐγγιζούσης δὲ τῆς ἀποτέξεως, συμπίπτει μὲν τὸ
ὑπογάστριον, διογκοῦνται δὲ βουβῶνες καὶ ἐφήβαιον, καὶ συνεχὴς
γίνεται πρὸς ἀπούρησιν προθυμία· φέρεται δὲ ὑγρὸν πλεῖστον,
εἶτα καὶ αἷμα ταῖς πλείσταις, ῥηγνυμένων τῶν ἐν τῷ χορίῳ λε-
πτῶν ἀγγείων.
14
{ΤΙΝΑ ΔΕΙ ΠΑΡΑΙΝΕΙΝ ΤΑΙΣ ΚΑΤΑ ΦΥΣΙΝ ΤΙΚΤΟΥΣΑΙΣ.}
Τίνα δεῖ προπαρασκευάζειν καὶ ὅπως βοηθεῖν ταῖς κατὰ
φύσιν τικτούσαις, περιττὸν ἡγοῦμαι γράφειν, ἐξ ἔθους οὐ μόνον
τῶν μαιῶν, ἀλλὰ καὶ τῶν ἄλλων γυναικῶν ταῦτα ἐπισταμένων·
ὅπερ δὲ ἐστὶν ἀναγκαῖον ἐπίστασθαι γραφήσεται. Παραινεῖν χρὴ
ταῖς τεκτούσαις κατέχειν μὲν τὸ πνεῦμα, καὶ εἰς τοὺς κάτω τόπους
τοῦτο διωθεῖν, καὶ μὴ κατὰ τὸν τράχηλον τοῦτο συνάγειν, ὡς
ἔνιαι ποιοῦσι τῶν ἀπείρων. ἐκ τούτου γὰρ πολλαῖς βρογχοκῆλαι
κατεσκευάσθησαν, ὅπερ ἐστὶν ἀνεύρυσμα τοπικόν· ἔστι δὲ ἀνίατος
ἡ διάθεσις.
15
{ΠΕΡΙ ΕΠΙΜΕΛΕΙΑΣ ΔΥΣΤΟΚΟΥΣΩΝ ΑΣΠΑΣΙΑΣ.}
Δυστοκίας δὲ γενομένης καὶ μεμυκότων τῶν τόπων, ἀκτέον
τὴν πάσχουσαν εἰς βαλανεῖον καὶ ἐμβιβαστέον τῇ θερμῇ δεξαμενῇ,
ἢ προκλύσμασι χρηστέον καὶ ἐγκαθίσμασιν ὄλισθον ποιεῖν δυνα-
μένοις, καὶ διαχρίστοις· οἷον ἐλαίῳ χλιαρῷ, καὶ ὠῶν τοῖς λευκοῖς
ἀνακεκομμένοις, καὶ ἀφεψήμασι μαλάχης, τήλεως, λινοσπέρματος,
καὶ πτισάνης ἢ κηρωτῇ ὑγρᾷ διὰ κυπρίνου, μάλιστα δὲ κατα-
χριστέον τοὺς τόπους καὶ τοὺς βουβῶνας· καὶ ἡ τῶν χελιδόνων
δὲ καλιά, λέγω δὴ ἡ κοίτη διαλυομένη μετ' ἐλαίου καὶ ἐπιχριω-
μένη τῇ ὀσφύϊ κατὰ τῆς ῥάχεως ὄπισθεν, ταχεῖαν τὴν ἀπότεξιν
ποιεῖται. Φασὶ δὲ ὅτι καὶ τιθυμάλλου τοῦ μεγάλου ἡ ῥίζα εἰς
ῥάκος λινὸν περὶ τὸν μηρὸν ἐνδεσμουμένη βοηθεῖ σφόδρα, καὶ
σύραξ ὁμοίως καὶ κορίανον χλωρὸν καὶ πολυγόνου ἡ ῥίζα καὶ
ἀλκυόνιον καὶ σικύου ἀγρίου σπέρμα· δεῖ δὲ, φασὶ, μετὰ τὴν ἀπό-
τεξιν λύειν ταῦτα καὶ ἀφαιρεῖν εὐθέως. Μετὰ δὲ τὴν ἀπότεξιν,
εἰ τὸ χορίον μὴ ἀποδοθείη, οὐ χρὴ ἀποσπᾶν βίᾳ ἀλλὰ πταρμὸν
κινεῖν, κατέχουσαν τὸ πνεῦμα καὶ ἀποφράττουσαν τὰς ῥῖνας καὶ
τὸ στόμα. Εἰ δὲ χρονίζοι, συμπράττειν τῇ τούτου ἀποβολῇ καθὼς
ἐν τοῖς μετὰ ταῦτα δηλωθήσεται.
16
{ΤΙΣΙΝ ΑΘΕΤΟΝ ΣΥΛΛΑΒΕΙΝ, ΚΑΙ ΕΓΧΡΗΣΤΕΟΝ ΕΠ' ΑΥΤΩΝ
ΦΘΟΡΙΟΙΣ.}
Τινὲς τῶν γυναικῶν ἐν γαστρὶ λαμβάνουσαι, κινδυνεύουσιν
ἐν ταῖς ἀποτέξεσιν ἢ διὰ στενότητα τοῦ τραχήλου τῆς ὑστέρας ἢ
μικρᾶς ὅλης τῆς μήτρας ὑπαρχούσης καὶ μὴ δυναμένης ὑπουργεῖν
μέχρι τελειώσεως ἢ κατὰ τὸ στόμιον τῆς μήτρας κονδύλωμα ἤ
τι τοιοῦτον ἕτερον γιγνόμενον, κώλυμα γίνεται τῆς ἀποτέξεως, αἷς
πολλῷ μὲν ἄμεινον ἐστὶ τὸ μὴ συλλαβεῖν, εἰ δὲ ἄρα συλλάβοι,
βέλτιον ἐστὶ τοῦ ἐμβρυοτομηθῆναι τὸ φθεῖραι· διὸ ἀκόλουθόν
ἐστι περὶ φθορίων διαλαβεῖν καὶ ἀτοκίων.
{ΠΕΡΙ ΑΤΟΚΙΩΝ ΚΑΙ ΦΘΟΡΙΩΝ.}
Ἀτόκιον δὲ φθορίου διαφέρει· τὸ μὲν γὰρ ἀτόκιον οὐκ ἐᾷ
γίγνεσθαι σύλληψιν, τὸ δὲ φθόριον φθείρει τὸ συλληφθὲν καὶ
ἐκβάλλει. Πρὸς μὲν οὖν τὸ μὴ συλλαβεῖν παραφυλάττεσθαι χρὴ
μὴ συνουσιάζειν ἐν τοῖς ἐπιτηδείοις πρὸς σύλληψιν καιροῖς, οἷον
ἀρχομένων ἢ ληγόντων τῶν καταμηνίων, ἐν δὲ τῷ καιρῷ τῆς συν-
ουσίας ὅταν ὁ ἀνὴρ ἀποκρῖναι τὸ σπέρμα μέλλῃ, κατέχειν χρὴ
τὸ πνεῦμα καὶ ἀφέλκειν ἑαυτὴν εἰς τὸ μὴ ἐν τῷ κύτει τῆς μήτρας
ἀκοντισθῆναι τὸ σπέρμα, καὶ διεγερθεῖσαν εὐθέως καὶ ὀκλὰξ
καθίσασαν πταρμὸν κινεῖν καὶ περιμάξασθαι τὸν κόλπον ἐπι-
μελῶς. Βοηθεῖ δὲ τῇ ἀσυλληψίᾳ καὶ τὸ προχρίειν τὸ στόμιον
τῆς μήτρας μέλιτι ἢ ὀποβαλσάμῳ ἢ κεδρίᾳ κατ' ἰδίαν καὶ μετὰ
ψιμμυθίου ἢ κηρωτῇ μυρσινίνῃ ὑγρᾷ ἐχούσῃ ψιμμύθιον ἢ στυ-
πτηρίᾳ ὑγρᾷ ἢ χαλβάνῃ μετ' οἴνου. Τὰ γὰρ τοιαῦτα, εἰ μὲν
στυπτικὰ εἴη καὶ ἐμπλαστικὰ καὶ ψυκτικὰ, μύειν παρασκευάζει
τὸ στόμα τῆς ὑστέρας πρὸ τοῦ καιροῦ τῆς συνουσίας καὶ οὐκ ἐᾷ
παρελθεῖν εἰς τὸν πυθμένα αὐτῆς τὸ σπέρμα. Τὰ δὲ θερμὰ ἐρε-
θίζοντα, οὐ μόνον τὸ τοῦ ἀνδρὸς σπέρμα ἐναπομεῖναι τῷ κύτει
τῆς μήτρας οὐ συγχωροῦσιν ἀλλὰ καὶ ἑτέραν ὑγρότητα ἐξ αὐ-
τῆς ἔλκουσι· τοῦ γένους δὲ τῶν ἀτοκίων καὶ κωλυτικῶν τῆς
συλλήψεως ἐστὶ καὶ τὰ τοιαῦτα.
17
{ΠΕΣΣΟΙ ΑΤΟΚΙΟΙ.}
Πίτυος φλοιοῦ, ῥοὸς βυρσοδεψικοῦ, ἑκάστου ἴσον τρίβε μετ'
οἴνου στεμφυλίτου καὶ προστίθει μετ' ἐρίου πρὸ τῆς συνουσίας,
καὶ μετὰ ὥρας β. ἀφαιροῦσα ἡ γυνὴ συνουσιαζέτω. Ἄλλο. Σι-
δίων νεαρῶν τὸ ἐντὸς λεάνας μεθ' ὕδατος προστίθει. Ἄλλο.
Σιδίων μέρη δύο, κηκίδων μέρος ἕν, λειώσας ἀνάπλασσε βαλάνια
μικρὰ καὶ ὑποτίθει μετὰ τὴν λῆξιν τῶν καταμηνίων. Ἄλλο. Κη-
κίδων δραχ. γζʹ. σμύρνης δραχ. βʹ. ἀνάπλασσε μετ' οἴνου ὀρόβων μέγε-
θος καὶ ξήραινε ἐν σκιᾷ, καὶ πρὸ τῆς συνουσίας δίδου προστί-
θεσθαι τῷ πεσσῷ. Ἄλλο. Ἰσχάδων σάρκας λειώσας μετὰ νίτρου
προστίθει. Ἄλλο. Κυτίνων δραχ. βʹ. κηκίδων δραχ. βʹ. ἀψινθίου
δραχ. αʹ. λειώσας ἀναλάμβανε κεδρίᾳ καὶ ἀνάπλασσε κριθῆς μεγέθη
καὶ προστίθει μετὰ τὴν λῆξιν τῶν καταμηνίων εὐθέως ἐφ' ἡμέρας
βʹ. καὶ μενέτω ἄλλην μίαν ἡμέραν καὶ οὕτως εἰ βούλοιτο, ἀνδρο-
κοιτείτω, πρὶν δὲ μή· ἔστι δὲ ἀδιάπτωτον ἐκ τῆς πολλῆς πείρας.
Πινόμενος δὲ κωλύει τὴν σύλληψιν ὀπὸς κυρηναϊκὸς ὅσον ἐρεβίνθου
μέγεθος μετὰ κυάθων δύο κράματος, διδόναι δὲ τοῦτον ἅπαξ
τοῦ μηνός, κινεῖ γὰρ καὶ τὸ καταμήνιον. Ἄλλο. Ὀπὸν κυρηναϊ-
κόν, ὀποπάνακα, πηγάνου φύλλα, ἴσα λειώσας ἀνάπλασσε καὶ
παραπλάσας χυλῷ δίδου καταπίνειν κυάμου μέγεθος καὶ ἐπιρρο-
φείτω οἶνον κεκραμμένον· κινεῖ καὶ καταμήνια. Ἄλλο. Ἀλόης
δραχμ. αʹ, λευκοΐου σπέρμα, τριωβόλου ζζ δραχ. πεπέρεως, κρόκου
βʹ. δίδου μετ' οἴνου τὸ ὅλον μερίσας εἰς δόσεις τρεῖς· δίδου δὲ
μετὰ τὴν λῆξιν τῶν καταμηνίων εὐθέως. Ἀτόκιον δὲ ἐστὶ καὶ
τὸ τῶν χαλκέων ὕδωρ ἐν ᾧ σίδηρος ἀποσβέννυται, συνεχῶς πι-
νόμενον καὶ μάλιστα μετὰ τὴν λῆξιν τῶν καταμηνίων εὐθέως.
Ἐφεξῆς δὲ λεύκης τοῦ δένδρου τῆς ῥίζης δραχ. α. μετὰ τοῦ ὕδατος
κοτύλης τὸ ζ ἐξ ἀφέδρου οὔσῃ, πάρεχε πιεῖν ἅπαξ μόνον τοῦ
μηνός. Ἀσύλληπτον. Ἧπαρ γαλῆς ἐν σωλῆνι εἰς τὸν ἀριστερὸν
πόδα ἢ τοὺς ὄρχεις τοῦ ζῴου αὐτοῦ ἐν σωλῆνι περὶ τὸν ὀμφαλὸν
φορείτω. Ἄλλο. Στέαρ λεοντείας μήτρας ἐν κυθριδίῳ ἐλεφαν-
τίνῳ φορείτω, ἔστι γὰρ ἐνεργέστατον· ἢ ψιμμύθιον μετ' ἐλαίου
ἐν πεσσῷ πρὸ μίξεως ἐντιθέτω, ἢ καὶ μᾶλλον κυτίνων ῥόας καὶ
σιδίων καὶ κηκίδων καὶ ὀμφακοῦ ἀνὰ δραχ. βʹ. ἀψινθίου δραχ. αʹ.
ἀναλαβὼν κεδρίᾳ καὶ ποιῶν κριθῆς μέγεθος, προστίθει μετὰ
ἀφέδρου ἡμέρας βʹ. καὶ οὐ συλλήψεται. Ἄλλο ἀτόκιον. Ὅσον χρόνον
βούλει ἀσύλληπτον μένειν αὐτὴν, τόσους κόκκους κισσοῦ μελαν-
θέντας μετὰ ἀφέδρου δὸς εἰς εὔκρατον πίνειν, ἢ ὑοσκυάμου
σπέρμα πρὶν εἰς τὴν γῆν πεσεῖν ἐκ τῆς βοτάνης ἀνελών, λείου
γάλακτι ὀνείῳ μετὰ σμύρνης ὀλίγης καὶ ἑνὸς κόκκου κισσοῦ μέ-
λανος ἢ τῶν κορύμβων, καὶ ἐνδύσας λαγείῳ ἢ ἡμιόνου δέρματι
φορείτω ἢ ἀπὸ ἐλάφου· μὴ θίγῃ δὲ τῆς γῆς τὸ σύνολον τὸ πε-
ριαφθέν· ἢ ὕδωρ χαλκείου νήστει πότιζε ψυχρὸν μετὰ ἀφέδρων.
Ἄλλο. Χρῶ τῷ ζέματι τοῦ φλοιοῦ τῆς ἰτέας συνεχῶς μετὰ χρυ-
σαττικοῦ διὰ τὸ πικρόν. Ἄλλο. Ὀδόντα παιδὸς πρῶτον πεσόντα
γῆς μὴ θίγοντα, περικείσθω ἡ γυνὴ δακτυλίῳ ἢ τὸν ἐκ λατομίου
σκώληκα περίαμμα. Ἄλλο διὰ πείρας. Ὑοσκυάμου σπέρμα λειώσας
σὺν γάλακτι ἵππου ἡμιόνιον τρεφούσης, ἔνδυσον ἐν ἐλαφείῳ δέρ-
ματι καὶ περίαπτε ἀριστερῷ βραχίονι καὶ φυλάττου μὴ χαμαὶ
πέσῃ· καὶ κόρεως δὲ τοῦ σπέρματος τῆς βοτάνης καταπινομένου
ἐπὶ ἐνιαυτὸν ἄτοκον διαφυλάττει. Ἄλλο. Ὁ ἀνὴρ τινὶ τῶν στυπ-
τικῶν χριέσθω, οἷον [στυπτηρίᾳ] σχιστῇ ἢ σιδίου ἢ κηκίδων
μετὰ ὄξους λειωθέντων, ἅλμῃ προνιψάμενος καὶ οὐ γονοποιήσει·
ἔστι δὲ ὡς ἐπὶ τὰ σπληνικὰ πάντα βοηθήματα ἀσύλληπτα. Ποιοῦσι
δὲ καὶ ὄρχεις εὐνουχισθέντων ἡμιόνων κεκαυμένοι καὶ μετὰ ζέματος
ἰτέας πινόμενοι.
18
{ΦΘΟΡΙΑ ΑΣΠΑΣΙΑΣ.}
Εἰ δὲ ἀμελήσασα ἡ πρὸς τὸ συλλαβεῖν ἀνεπιτήδειος οὖσα
γυνὴ συλλάβοι, τὸ μὲν πρῶτον ἕως ἡμερῶν λ. τὰ ἐναντία οἷς
ἔμπροσθεν εἰρήκαμεν ἐν τῇ ἐπιμελείᾳ τῆς κυοφορούσης προσάγειν.
Παραινοῦντες σφοδρότερον κινεῖσθαι καὶ πηδᾶν καὶ βαστάζειν
τὰ εἰς δύναμιν βάρη, ἀφεψήμασι δὲ διουρητικοῖς χρῆσθαι
τοῖς δυναμένοις καὶ τὰ καταμήνια κινεῖν καὶ τὴν γαστέρα λα-
πάττειν, καὶ κλύζειν δριμυτέροις κλύσμασι· τρίβειν τε ἐπιγάστριον
καὶ ἐφήβαιον καὶ ὀσφὺν ἐν λουτρῷ καθ' ἡμέραν καὶ ἐγχρονίζειν
χλιαρωτέρᾳ τῇ ἐμβάσει καὶ ἐγκαθίζειν εἰς ἀφέψημα τήλεως,
ἀλθαίας, ἀρτεμισίας, καὶ ἐγχυματίζειν ἐλαίῳ παλαιῷ κατ' ἰδίαν
καὶ μετὰ πηγάνου χυλοῦ καὶ μέλιτος. Κἂν ἐπιμένῃ καταπλάσσειν
τὸ ὑποχόνδριον καὶ τὴν ὀσφὺν θερμίνῳ ἀλεύρῳ μετὰ χολῆς ταυ-
ρείας καὶ τοῖς παραπλησίοις ἐπιθέμασι χρῆσθαι, ἃ καὶ εἰσὶ ταῦτα·
κυκλαμίνου, ἐλατέρος, ἀρτεμισίας ἀνὰ δραχ. εʹ. ἀψινθίου, κόκκου
κνίδου ἀνὰ δραχ. ιʹ. νίτρου δραχ. ηʹ. σικύου ἀγρίου ῥίζης δραχ.
εʹ. ὀποπάνακος δραχ. αʹ. θέρμων πικρῶν, χελιδονίου ῥίζης, λευ-
κοΐου σπέρμα ἢ τῆς ῥίζης ἀνὰ δραχ. στʹ. κυπρίνου ἐλαίου τὸ
ἀρκοῦν εἰς τὸ ἔμπλαστρον ποιῆσαι τὸ φάρμακον. Πυριάσας δὲ
τὸ ὑπογάστριον ἀφεψήματι ἀρτεμισίας ἐπιτίθει, καὶ κατὰ τῆς
ὀσφύος ἐπικειμένου τοῦ ἐπιθέματος δίδου ἐντίθεσθαι τῷ κόλπῳ
ἰσχάδας μετὰ νίτρου ἤ τι τῶν παραπλησίων ἢ διαχριέσθω κεδρίᾳ
μετ' ἐλαίου παλαιοῦ. Ἁπλοῦν δὲ ἐστὶ δόκιμον κυπαρίσσου φύλλα
ἑφθὰ λειωθέντα καὶ ἀπὸ λουτροῦ καταπλασσόμενα τῇ γαστρὶ
πρὸς κοίτην, μενέτω δὲ ὑπτία ὅλην τὴν νύκτα κειμένη· ἢ ὀπο-
πάνακος κολλύριον ποιήσας ἔνθες ἢ σκορόδων λέπη καὶ τρίχας
ἀνδρῶας ὑποθυμία. Μὴ διαλυομένου δὲ πρὸς ταῦτα τοῦ σπέρματος
ἐπὶ τὰ δραστικώτερα τῶν φθορίων δεῖ παραγίνεσθαι, μὴ ὡς
ἔτυχε· κινδυνώδης γὰρ ἐστὶ πᾶσα ἐμβρύου φθορὰ, καὶ μάλιστα
ὅταν ἰσχυρὰ τῷ σώματι ἡ γυνὴ τύχῃ καὶ σκληροτέραν καὶ πυ-
κνοτέραν τὴν μήτραν ἔχουσα. Διὸ φυλάττεσθαι μὲν χρὴ τὸν
δεύτερον μῆνα καὶ τὸν τέταρτον, κατὰ γάρ τινα φυσικὸν λόγον,
δυσαρεστησίαι καὶ νωθρεῖαι καὶ πρὸς τὸ νοσεῖν ἐπιτηδειότητες
κατὰ τὸ πλεῖστον ἐν τοῖς ἀρτίοις γίνονται μησίν· αἰρεῖσθαι δὲ
ἕνα χρόνον τὸν τοῦ τρίτου μηνός, μήτε δὲ πρότερον μήτε ὕστε-
ρον. Τὴν δὲ μέλλουσαν φθείρειν χρὴ πρὸ ἡμερῶν τινῶν ὀλίγῃ
χρῆσθαι τροφῇ, λουτροῖς τε συνεχέσι καὶ πεσσοῖς μαλακτικοῖς,
καὶ οἴνου ἀπέχεσθαι, εἶτα φλεβοτομεῖν καὶ πλέον ἀφαιρεῖν.
Γυνὴ γὰρ ἐν γαστρὶ ἔχουσα καὶ φλεβοτομηθεῖσα ἐκτιτρώσκει,
φησὶν Ἱπποκράτης. Εἶτα μετὰ δύο ἡμέρας ἢ τρεῖς εἰ ἐπιμένοι, ἐμέ-
σασα ἀπὸ δείπνου λαμβανέτω νῆστις λινοζώστεως θηλείας φύλλα
ἑφθὰ μετ' ἐλαίου καὶ γάρου ἠρτυμένα καὶ ἐπιρροφείτω τὸν
ζωμόν, πινέτω δὲ καὶ ἀγαρικοῦ μεθ' ὑδρομέλιτος ἢ λευκοΐου
σπέρματος δραχ. αʹ. ἢ ἀρτεμισίας ἢ δικτάμνου ἢ γεντιανῆς ἢ
καστορίου ἀνὰ δραχ. αʹ. ἀμμωνιακοῦ θυμιάματος ἢ σμύρνης ἢ
δαφνίδος μετὰ ὑδρομέλιτος ἢ θύμου κορύμβων δραχ. ιʹ. ἢ χολῆς
ταυρείας ψυγείσης ἀνέσας λεπτοκαρύου μέγεθος, εἰς οἶνον εὐώδη
πότιζε· ταῦτα καὶ τὰ θνήσκοντα τῶν ἐμβρύων ἐκβάλλει. Ἐλπὶς
μὲν οὖν ὑπὸ τούτων φθορὰν τοῦ συνειλημμένου γίνεσθαι· εἰ δὲ
μήγε, μοχλευθήσεται διὰ τῶν ὑπογεγραμμένων. Δεῖ δὲ πρὸ τῶν
πομάτων καὶ τῶν τῇ ὑστέρᾳ προσαγομένων φθορίων πταρμὸν κινεῖν,
προσάγοντας ταῖς ῥισὶ τινὰ τῶν δραστικώτερον πταρμὸν κινούντων.
{ΠΕΣΣΟΣ ΦΘΟΡΙΟΣ ΑΣΤΑΛΗΣ.}
Ἴρεως, χαλβάνης, κόκκου κνιδείου, τερεβινθίνης ἀνὰ δραχ.
αʹ. μετὰ σουσίνου καὶ ῥοδίνου καὶ κυπρίνου ἴσων ἀναληφθέντων,
προλουσαμένη προστιθέσθω καὶ διακρατείτω δι' ὅλης τῆς νυκτός,
ἕωθεν δὲ ἐγκαθιζέτω εἰς ἀφέψημα τήλεως καὶ ἀρτεμισίας. Καὶ εἰ
μὴ ὑπακούοι μετὰ τὸ λουτρὸν ἕτερον ὑποτιθέναι, λευκοΐου σπέρμα,
νίτρον καὶ ἀψίνθιον ἐν ἐρίῳ μετ' οἴνου. Ἄλλο. Πηγάνου φύλλων,
σμύρνης, δαφνίδων ἀνὰ δραχ. βʹ. μετ' οἴνου προστίθει.
{ΚΟΛΛΥΡΙΟΝ ΑΛΥΠΩΣ ΕΚΒΑΛΛΟΝ ΤΡΙΜΗΝΙΑΙΑ.}
Καρδάμου σπέρματος, λευκοΐου, σμύρνης, ἀψινθίου, ἀνὰ
δραχ. αʹ. ὕδατι ἀναπλάσας κολλύριον προστίθει λουσαμένη, πι-
νέτω δὲ ἐν τῷ προστίθεσθαι γλήχωνος ἀφέψημα. Ἄλλο δόκιμον.
Ἀβρότονον ὅσον βούλει ἑψήσας σὺν ὕδατι ἕως ὅλον τὸ ὕδωρ
ἀναλωθῇ, ἐκπιέσας εὑρήσεις ὑποκάτω ὑγρὸν μελιτώδη ὑγρὰν σύ-
στασιν ἔχον· τοῦτο ἐρίῳ ἀναλαβὼν δίδου προστίθεσθαι. Χρῶ
δὲ καὶ τοῖς πρὸς τὰ ἐπεχόμενα ἔμμηνα ἀναγραφησομένοις βοη-
θήμασι καὶ τοῖς ἐπιθέμασι, φασὶ δὲ καὶ κόπρον περιστερᾶς θυ-
μιωμένην ἐκβάλλειν. Κόκκοι τε ἀγριοσικύου εἰς φάρος ὑποδεχθέν-
τες αὐτόματοι ἐκθρώσκοντες, ἵνα γῆν μὴ θίγωσι, περιαπτόμενοι
φθόριον.
19
{ΤΙΝΑ ΠΡΟΗΓΕΙΤΑΙ ΣΗΜΕΙΑ ΜΕΛΛΟΥΣΗΣ ΓΙΝΕΣΘΑΙ ΦΘΟΡΑΣ.}
Μελλούσης δὲ γίνεσθαι τοῦ ἐμβρύου φθορᾶς, προηγεῖται
κένωσις ὑδατώδης εἶτα ἰχωρώδης ἢ ὕφαιμον ὑγρὸν καὶ οἷον
ἀπόπλυμα κρεῶν. Ὅταν δὲ πρὸς τῇ λύσει ὑπάρχῃ, αἷμα καθαρὸν
ἐπὶ τέλει δὲ θρόμβοι, εἶτα αὐτοῦ τοῦ ἐμβρύου ἔκκρισις ἢ τετυ-
πωμένου ἢ ἀδιατυπώτου. Ταῖς δὲ πλείσταις βάρος καὶ πόνος
ὀσφύος καὶ ἰσχίων καὶ ἤτρου καὶ κεφαλῆς καὶ ὀφθαλμῶν,
στομάχου δῆξις, περίψυξις, λειποθυμία, φρικώδης πυρετός, ἐνίαις
δὲ καὶ σπασμοὶ ἐπιγίνονται ὀπισθοτονικοὶ ἢ ἐπιληπτικοί. Ταῦτα
δὲ μάλιστα παρέπεται ταῖς ἐκ φαρμακείας φθειρούσαις, ταῖς δὲ
χωρίς τινος φαρμακείας ἐκτιτρωσκούσαις προηγεῖται, καθὼς
Ἱπποκράτης φησί, παράλογος μαστῶν ἴσχνωσις, μηρῶν ψύξις,
βάρος ἐγκαθήμενον ὀσφύϊ καὶ μηροῖς. Πρὸς δὲ τὸ φθείρειν
ἀλυπότερον διατίθενται, αἷς ὑγιεινότερόν ἐστι τὸ σῶμα καὶ ἡ
κοιλία φυσικῶς εὔλυτος καὶ οἱ κατὰ τὴν ὑστέραν τόποι κάθυγροι
καὶ τὸ πολλάκις τετοκέναι ἀλύπως μεγάλα βρέφη καὶ αἱ προβε-
βηκυῖαι ταῖς ἡλικίαις καὶ αἱ ὀλίγαιμοι καὶ οὐ πιμελώδεις.
20
{ΟΠΩΣ ΔΕΙ ΣΥΝΕΡΓΕΙΝ ΤΗ ΑΠΟΒΟΛΗ ΤΟΥ ΦΘΕΙΡΟΜΕΝΟΥ
ΕΜΒΡΥΟΥ.}
Δεῖ δὲ μετὰ τὸ ἀπολυθῆναι τὸ ἔμβρυον, εἰ ἐπέχοιτο ἐν τῷ
τραχήλῳ τῆς ὑστέρας, ἐγχυματίζειν κυπρίνῳ συντετηκυῖαν ἔχοντι
τερεβινθίνην καὶ ὅλον τὸ σῶμα μάλιστα δὲ τὰ περὶ τὴν ὑστέραν,
καὶ μετὰ τὴν ἔκκρισιν αὐτοῦ τοῖς διὰ τοῦ κυπρίνου ἐλαίου ἐγ-
χυματισμοῖς χρῆσθαι· εἰ δὲ μὴ ὑπακούει, ἐγκαθίζειν εἰς ἀφέψημα
ἀρωμάτων καὶ πταρμοὺς κινεῖν καὶ ὑποθυμιᾶν ῥητίνην ξηράν,
ἄσφαλτον, πρόπολιν, χαλβάνην, καρκίνους ποταμίους ξηρούς,
ταῦτα δὲ καὶ τὰ τοιαῦτα ποιητέον, εἰ μὴ φλεγμονὴ ἐπιγένοιτο.
Φλεγμονῆς γὰρ παρούσης, τοῖς χαλᾶν καὶ παρηγορεῖν δυναμένοις
ἐγκαθίσμασιν ἀρκεῖσθαι, εἰ δὲ δι' αὐτὴν τὴν μύσιν τῆς ὑστέρας
χωρὶς φλεγμονῆς ἐγκατέχεται τὸ ἔμβρυον, καὶ τοῖς ἐσκελετευμένοις
σπόγγοις ἢ παπύροις χρῆσθαι, πρῶτον μὲν ἰσχνοτέρους ἐντι-
θέναι ὕστερον δὲ ἁδροτέρους, κεχρισμένων τῶν…
…
The complete text is available when the reading interface loads.