De corporis hominis natura
- Edition reference
- De corporis hominis natura, ed. Ideler, op. cit., vol. 1, 301–302.
- CTS identifier
urn:cts:greekLit:tlg0721.tlg005.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
τίς ἐστι ζωτική, τῶν λοιπῶν τριῶν στοιχείων συστατική,οὗ τινος τὸ ζῷον στερούμενον, θνήσκει, ἐκ τῶν τριῶνστοιχείων μηδὲν ὠφελούμενον. Παρὰ δὲ τοῖς ἀνθρώποις ἡ τοῦ αἵματος φύσις σύν-δεσμός ἐστι τῆς ψυχῆς καὶ τοῦ σώματος. ἀφηρουμένουγοῦν τοῦ συνδέσμου ἀνάγκη τὰ συνδεδεμένα διαλύεσθαι.{ΑΝΩΝΥΜΟΥΠΕΡΙ ΤΗΣ ΤΟΥ ΚΟΣΜΟΥ ΚΑΤΑΣΚΕΥΗΣ ΤΟΥ ΑΝΘΡΩΠΟΥ.} Κόσμος οὗτος συνέστηκεν ἐκ τεσσάρων στοιχείων,ἐκ θερμοῦ, ψυχροῦ, ξηροῦ καὶ ὑγροῦ, ἤγουν ἐξ ἀέρος, πυ-ρός, γῆς καὶ ὕδατος. Καὶ ὁ μὲν ἀήρ ἐστι θερμὸς καὶὑγρός, τὸ δὲ πῦρ θερμὸν καὶ ξηρόν· ἡ δὲ γῆ ψυχρὰ καὶξηρά, τὸ δὲ ὕδωρ ψυχρὸν καὶ ὑγρόν. Ὡσαύτως καὶ ὁἄνθρωπος ὁ μικρὸς κόσμος συνέστηκεν ἐκ τεσσάρων στοι-χείων, ἐκ θερμοῦ, ψυχροῦ, ξηροῦ καὶ ὑγροῦ ἐξ αἵματος,χολῆς ξανθῆς, χολῆς μελαίνης καὶ φλέγματος. Καὶ τὸμὲν αἷμα ἔοικε τῷ ἀέρι θερμὸν καὶ ὑγρόν· ἡ χολὴ ἡ ξανθὴἔοικε τῷ πυρὶ θερμὴ καὶ ξηρά· ἡ χολὴ ἡ μέλαινα ἔοικε τῇγῇ ψυχρὰ καὶ ξηρά· τὸ φλέγμα ἔοικε τῷ ὕδατι ψυχρὸν καὶὑγρόν. Καὶ τὸ μὲν αἷμα πληθύνεται εἰς τὸ ἔαρ, ἡχολὴ ἡ ξανθὴ εἰς τὸ θέρος, ἡ χολὴ ἡ μέλαινα εἰς τὸ φθι-νόπωρον, καὶ τὸ φλέγμα ἐν χειμῶνι. Καὶ ἐπὶ μὲν τῆςπαιδικῆς ἡλικίας τὸ αἷμα πληθύνεται ἕως ἐτῶν ιδʹ καὶ ἔστιθερμὸν καὶ ὑγρὸν καὶ γλυκύ· ἐπὶ δὲ τῶν νεανίσκων ἡ χολὴἡ ξανθὴ πληθύνεται ἕως ἐτῶν κηʹ καὶ ἔστι θερμὴ καὶ ξηρὰκαὶ πικρά· ἐπὶ δὲ τῆς τελείας ἡλικίας ἡ μέλαινα χολὴ πλη-θύνεται ἕως ἐτῶν μρʹ καὶ ἔστι ψυχρὰ καὶ ξηρὰ καὶ ὀξώδης·ἐπὶ δὲ τῶν γερόντων τὸ φλέγμα πληθύνεται ἕως ἐτῶν πʹκαὶ ἔστιν ψυχρὸν καὶ ὑγρὸν ἁλμυρόν. Καὶ τὸ μὲν αἷμάἐστιν ἐν τῇ καρδίᾳ, καὶ ἐν τῇ καρδίᾳ τὸ πνεῦμα. ἡ χολὴἡ ξανθὴ ἐν τῷ ἥπατι καὶ ἐν τῷ στομάχῳ· ἡ χολὴ ἡ μέ-λαινα ἐν τῷ σπληνὶ καὶ ἐν τῇ ......, καὶ [ἐν] τὸ φλέγμαἐν τῷ ἐγκεφάλῳ καὶ τῇ κύστει. Πόθεν οἱ μὲν τῶν ἀνθρώπων εἰσὶ χαριεντικοὶ καὶγελῶσι καὶ παίζουσι, οἱ δέ εἰσι στυγνοὶ καὶ σκυθρωποὶ καὶκατηφεῖς, οἱ δὲ ὀργίλοι καὶ πικροὶ καὶ μανιώδεις, οἱ δὲῥᾴθυμοι καὶ ὀκνηροὶ καὶ ὀλιγόψυχοι; Ἡ αἰτία ἐστὶν αὕτηἐκ τῶν δʹ στοιχείων· οἱ μὲν οὖν ἐξ αἵματος καθαρωτάτουτυγχάνοντές εἰσι πάντοτε χαριεῖς καὶ παίζουσι καὶ γελῶσικαὶ σώματά εἰσι ῥοδινοὶ καὶ ὑπόπυρροι καὶ καλλίχροοι.Ὅσοι δὲ ἀπὸ ξανθῆς χολῆς τυγχάνουσιν, οὗτοί εἰσινὀργίλοι καὶ πικροὶ καὶ εὔτολμοι καὶ σώματά εἰσιν ὕπωχροικαὶ ξανθόχροοι. Ὅσοι δὲ ἀπὸ μελαίνης χολῆς τυγχά-νουσιν, οὗτοί εἰσι ῥᾴθυμοι καὶ ὀλιγόψυχοι καὶ φιλάσθενοι,καὶ σώματά εἰσι μελανόψιοι καὶ μελάντριχοι. Ὅσοι δὲἀπὸ φλέγματος τυγχάνουσιν, οὗτοί εἰσι λυπηροὶ καὶ ἀμνή-μονες καὶ τῷ σώματί εἰσι λευκόχροοι. Τὰ μὲν οὖν παιδία ὅτι εἰσὶν ἐκ τοῦ αἵματος, εἰσὶχαριεντικά, καὶ παίζουσι καὶ γελῶσι, καὶ διὰ τοῦτο, ὅτανκλαύσωσι, μάλιστα μεταλλάσσονται. Οἱ δὲ νεανίσκοιἐκ τῆς ξανθῆς χολῆς εἰσι πικροὶ καὶ ὀργίλοι καὶ μανιώδεις,καὶ διὰ τοῦτο, ὅταν πικρανθῶσιν, βραδέως λάσσονται.Οἱ δὲ τέλειοι ἄνδρες ἐκ τῆς μελαίνης χολῆς εἰσι ῥᾴθυ-μοι καὶ ὀλιγόψυχοι καὶ ὀκνηροὶ καὶ διὰ τοῦτο ὅταν μαί-νωνται, εἰσὶ δυσμετάβλητοι. Οἱ δὲ γέροντές εἰσι εἰςτοῦ φλέγματος πολυπηροὶ καὶ στυγνοὶ καὶ ἀμνήμονες, καὶδιὰ τοῦτο ὅταν μαίνωνται, ἀμετάβλητοι διαμείνουσι. Ἔχουσι δέ τινα τόπον ὅδιον κατὰ μέρος ἕκαστοντούτων, τὸ αἷμα διὰ ῥινὸς πνέει, ἡ ξανθὴ χολὴ διὰ τῶνὤτων πνέει, ἡ μέλαινα διὰ τῶν ὀφθαλμῶν, καὶ τὸ φλέγμαδιὰ τοῦ στόματος ἐκχέει. Μερίζονται δὲ οἱ χυμοὶ διὰτὸν δʹ. Ἐν τῇ αʹ ἡλικίᾳ κυριεύει τὸ αἷμα ἕως ἐτῶν ιδʹ,ἐν τῇ βʹ ἡ ξανθὴ χολὴ ἕως ἐτῶν κηʹ, ἐν τῇ γʹ ἡ μέλαιναἕως ἐτῶν μβʹ, ἐν τῇ δʹ τὸ φλέγμα ἕως ἐτῶν πʹ καὶ ἕωςγήρως.{ΑΝΩΝΥΜΟΥΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ ΣΤΙΧΟΙ.}{ΣΕΠΤ.}Γῆν ἀροσίμην σπεῦδε τέμνειν, ἀγρότα·Βρωτῶν ποτῶν τε γλυκέων πᾶς ἀντέχου·Χολὴ μέλαινα κυριεύει γὰρ πλέον.{ΟΚΤ.}Σπείρειν ἀνάγκη, γλυκέων τ' ἀποτρέχειν·Οἴνῳ παλαιῷ χρώμενος ἐν τοῖς ποτοῖς.Δριμεῖα καὶ γὰρ ἡ χολὴ πλεῖον φέρει.{ΝΟΕΜΒ.}Συχνῶν λοετρῶν ἀπέχου καὶ δριμέων.Ἔσθιε θερμὰ καὶ γλυκαίνοντα πλέον.Φλέγμα ψυχρὸν γὰρ κυριεύει τῷ τότε.{ΔΕΚ.}Παύθητι νῦν γε τοῦ σπείρειν, πᾶς ἀγρότης.Ψυχρῶν δὲ πάντων ἀπέχεσθ' ἐδεσμάτων.Καιρὸς γὰρ οὗτος τὸ πλέον φλέγμα φέρει.{ΙΑΝ.}Νῦν ἀπογεύου νῆστις ἀκράτου τρίτον.Τὸ φλέγμα πλέον κυριεύει γὰρ πάλιν.{ΦΕΒΡ.}Θερμοῖς σιτίοις καὶ ποτοῖς ἀνθοσμίουΚέχρησο· καὶ γὰρ φλέγμα ψυχρὸν πλημμύρει.{ΜΑΡΤ.}Πρὸς ἐκστρατείαν γυμνάσιά τε τρέπου.Βρωτῶν ποτῶν τε γλυκερῶν πᾶς ἀντέχου.Αἷμα προσαῦξον εὐκραὲς γάρ σοι τότε.{ΑΠΡ.}Θερμῶν ἁπάντων δριμέων τ' ἀφεκτέον.Εὔχυμα δ' ἔσθειν καὶ πίνειν ἀνθοσμίου.Αἵματος ἡ κίνησίς ἐστι γὰρ τότε.{ΜΑΙΟΣ.}Τῶν ταριχευτῶν ἀπέχου καὶ δριμέων.Τοῖς εὐόσμοις ἥδου τε καὶ γλυκυτέροις.Μέλαν γὰρ αἷμα κυριεύει καὶ πάλιν.{ΙΟΥΝ.}Νῦν ὕδατος πρωΐθεν ἐκρόφα τρίτον.Θερμὸν γὰρ αἷμα κυριεύει καὶ πάλιν.{ΙΟΥΛ.}Μόχθους παραιτοῦ καὶ κέχρησο τοῖς ὕπνοις.Ξανθὴ χολὴ γὰρ κυριεύει τὸ πλέον.{ΑΥΓ.}Τὴν τῶν ψυχρῶν δίαιταν ἀσπάζου πλέον.Μόνην ἐδωδὴν φεῦγε τὴν τῶν λαχάνων.Χλωρὰ χολὴ γὰρ καὶ πάλιν κατισχύει.{ΑΝΩΝΥΜΟΥΠΕΡΙΤΩΝ ΔΩΔΕΚΑ ΜΗΝΩΝ ΤΟΥ ΕΝΙΑΥΤΟΥΟΠΟΙΑΙΣ ΔΕΙ ΧΡΗΣΘΑΙ ΤΡΟΦΑΙΣ ΕΝ ΕΚΑΣΤΩΙ ΑΥΤΩΝΚΑΙ ΑΠΟ ΠΟΙΩΝ ΑΠΕΧΕΣΘΑΙ.}{Μηνὶ Σεπτεμβρίῳ.} Ἐν τούτῳ τῷ μηνὶ ἁρμόζει γαλακτοτροφεῖν καὶγαλακτοποτεῖν· ἐκ δὲ τῶν κρεῶν ὄρνιθας ἐσθίειν. καὶ πρό-βεια, καὶ περιστεράς, καὶ νήσσας καὶ τρωγλίτας, ὄρτυγαςκαὶ λακτέντα ὀπτὰ ξὺν ὀξυμέλιτι ἐσθίειν. Ἐκ δὲ τῶνἰχθύων, λαμβάνειν πάντας τοὺς τρυφεροὺς καὶ πετραίουςκαὶ μαλακοσάρκους, καὶ κεφάλους, καὶ πάντα τὰ ἀλέπιδα.Ἐκ δὲ τῶν ὀσπρίων, κυάμων καὶ φακῆς ἀπέχεσθαι, τὰδὲ λοιπὰ ἐσθίειν. Ἐκ δὲ τῶν λαχάνων, κράμβης, γογ-γύλης καὶ ἐλαιῶν μαυρῶν ἀπέχεσθαι. Δριμυφαγίαις δὲχρᾶσθαι μερικῶς, οἷον ῥέπανον, σίναπι, πέπερι, κιννάμω-μον καὶ στάχος. Ἐκ δὲ τῶν ὀπωρῶν, σταφυλὰς καὶἀπίδια καὶ δαμασκηνὰ λευκὰ καὶ μῆλα, καὶ ῥοδάκινα, καὶπεπόνιον, καὶ τὰ ὅμοια τούτων. Καὶ οἴνους πίνειν ἀψιν-θοκράεις καὶ ἀψινθάτους. Λουτρὰ ὀκτώ· σμήγματα δὲκεφαλῆς, κιμώλια μετὰ ὄξους, καὶ ἔλαια ῥοδάκινα, ἕως κδʹ.Καὶ συνουσιάζειν. Χρίσμα δὲ κοινὸν ποιεῖν.{Μηνὶ Ὀκτωβρίῳ.} Ἁρμόζει δριμυφαγίαις πάσαις χρᾶσθαι, πρὸ πάντωνδὲ πράσα ἐσθίειν ἑφθὰ καὶ ὠμά. Καὶ τὸ ζέμα πίνειν.Καὶ σκόροδα ἑφθά, καρυκευτά, οἷον στάχος, πέπερι, κιν-νάμωμον, καρυόφυλλον, καὶ ταῦτα διὰ τῶν ἀρωμάτωνἐσθίειν. Ἐκ δὲ τῶν κρεῶν, πρόβεια καὶ ὀρνίθεια καὶπεριστερόπουλα, καὶ χῆνας, καὶ ὀρτυγομήτρας, καὶ λακτένταἐσθίειν, νήσσας τε καὶ φάσσας, καὶ τρυγόνας καὶ πέρ-δικας. Βόεια δὲ καὶ ἐλάφια καὶ πλατὺν καὶ συάγρουςκαὶ λαγὼν ἀπέχεσθαι χρή. Ἐκ δὲ τῶν ἰχθύων, κεφά-λους καὶ μίχλας, καὶ πάντα τὰ ἀλέπιδα μὴ ἐσθίειν, τὰδ' ἄλλα πάντα. Ἐκ δὲ τῶν ὀσπρίων, κυάμους καὶ φα-κῆς καὶ λαθύρων ἀπέχεσθαι· τὰ δὲ λοιπὰ ἐσθίειν, καὶἀσπαράγους πάντας καὶ ἀμανίτας λευκούς. Ἐκ δὲ τῶν