The Greek Library Catalogue

Anonymous

De duodecim mensium natura

Edition reference
De duodecim mensium natura, ed. Ideler, op. cit., vol. 1, 423–429.
CTS identifier
urn:cts:greekLit:tlg0721.tlg008.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

2

5

ὀπωρῶν, σταφυλὰς ἄσπρας, ἀπιοὺς τοὺς ἀκμάσαντας, καὶ

μῆλα τὰ γλυκέα, σῦκα δὲ ἄσπρα, ῥοδάκινα περσικά, καὶ

φοίνικας καὶ ῥοιάς, καὶ μηλοκυδώνια ἐσθίειν.

6

Ἐκ δὲ

τῶν ξηρῶν ἁπάντων τῶν ὀπωρῶν, πιστάκια, κάρυα τὰ βα-

σιλικά, καὶ ἀμύγδαλα, καὶ κουκουνάρια, καὶ λεπτοκάρυα

ἐσθίειν.

7

Οἴνους δὲ λεπτοὺς καὶ ἐλαιοχρώους πίνειν καὶ

ἀψινθάτους. Λουτρὰ ὀκτώ. Καὶ ἀφροδισιάζειν. Καὶ χρίεσθαι

ἅπαξ. καὶ σμήχεσθαι, ὡς εἴρηται.

3

t

{Μηνὶ Νοεμβρίῳ.}

1

Ἁρμόζει εἰς λουτρὰ μὴ λούεσθαι, μηδὲ χρίεσθαι·

εἰ δὲ καὶ συμβῇ, δύο λουτρὰ καὶ μόνα δεῖ.

2

Ἐκ δὲ τῶν

κρεῶν, μὴ ἐσθίειν ἐλάφους, καὶ βόεια, καὶ δορκάδας, καὶ

λαγών, καὶ συάγρους, καὶ ἀγριοαῖγας· τὰ δὲ λοιπὰ κρέα ἐν

πετεινοῖς ἐσθίειν ψαχνὰ καὶ λίαν δίεφθα καὶ καρυκευτά·

καὶ λακτέντα τὰ μικρά.

3

Ἐκ δὲ τῶν ἰχθύων, πάντας

ἐσθίειν, πλὴν τῶν ὑγροτέρων, καὶ κίχλας καὶ κωβιούς, καὶ

πάντα τὰ ἀλέπιδα, καθὼς προλέλεκται ἐν τῷ ὀκτωβρίῳ.

Τοῖς δὲ δριμέσι χρᾶσθαι, οἷον πέπερι, καὶ ὅσα διὰ τῶν ἀρω-

μάτων· καὶ πρασομόλοχα ἐσθίειν.

4

Ἐκ δὲ τῶν ὀσπρίων,

κυάμους καὶ λουπινάρια ἀπέχεσθαι· τὰ δὲ λοιπὰ πάντα

ἐσθίειν.

5

Ἐκ δὲ τῶν ὀπωρῶν, φοίνικας μὴ ἐσθίειν·

ὅλας δὲ τὰς ξηρὰς ἐσθίειν.

6

Ἐκ δὲ τῶν οἴνων, τοὺς πα-

λαιοὺς καὶ λεπτοὺς καὶ λευκοὺς καὶ εὐώδεις πίνειν. Ἐκ-

φεύγειν δὲ πάντων τῶν ὑγροτέρων τὰ βρώματα. Λαμβά-

νειν δὲ καὶ τὸ ἀπόθερμον τῆς τίλης ἐκ διαλείμματος. Καὶ

ἀφροδισιάζειν.

4

t

{Μηνὶ Δεκεμβρίῳ.}

1

......... Λείπει ...........

5

t

{Μηνὶ Ἰανουαρίῳ.}

1

Ἁρμόζει οἴνου καλοῦ εὐωδεστάτου λαμβάνειν ῥο-

φήματα τρία, μετὰ ἀτάκτης, καὶ ἐπινηστεύειν ἕως ὥρας

τρίτης, καὶ τρέφεσθαι τοῖς ἐκ κρεῶν προβείοις χλίοις καὶ

ὀπτοῖς, καὶ χοιρείοις ὡσαύτως μικροῖς ὀπτοῖς.

2

Καὶ ζω-

μοὺς κατασκευάζειν καρυκευτούς, στάχος, κιννάμωμον, καὶ

ἔργον τριπτὸν ἀρτύματι, καρναβάδιον ἀνατολικόν, πέπερι,

καὶ τὰ λοιπά. Ἐν δὲ τῇ ὀπτήσει τὰ τῶν χοιρείων κρεῶν

ἀλειφέσθωσαν οἰνομέλιτι· τὰ δὲ ποδοκέφαλα τῶν ὀϊῶν, τουτ-

έστι προβατικά, ὀξυστά.

3

Ἐκ δὲ τῶν ὀρνέων, ὄρνιθας,

περιστερόπαυλα, λευκὰ δέ, ἐὰν εὐρθεῶσι, καὶ βρακκάτα·

ταῦτα γάρ εἰσι τὰ κρείττονα· χλία δὲ καὶ ὀπτὰ ἐσθίειν·

καὶ χῆνας καὶ νήσσας, καὶ κίχλας, καὶ ὄρτυγας, καὶ τρω-

γλίτας· τούτων δὲ ἀγρίων γινομένων, ἐπιβάπτειν αὐτὰ

σίναπυ, ἁλοκύμεινον, καὶ οἰνόγαρον.

4

Ἐκ δὲ τῶν ὀσπρίων,

λαθύριον καὶ αὖχος, ἀλεστά· ἡ δὲ ἄρτυσις αὐτῶν, ἅλας,

ἔλαιον, καὶ κύμινον τριπτόν.

5

Ἐκ δὲ τῶν ὀπωρῶν, στα-

φίδας, ἀμύγδαλα, πιστάκια, κουκουνάρια· λαμβάνειν δὲ

ὀλίγον κίτρον, καὶ ῥοΐδιν καὶ φοίνικας, καὶ πρῶτον γάλα

μετὰ μέλιτος, καὶ στάχος τριπτόν, καὶ κιννάμωμον.

6

Καὶ

δι' ὅλου τοῦ μηνός, λουτρὰ τέσσαρα· σμηχόμενος νίτρῳ

ὀπτῷ, ἐν οἴνῳ λειωθέντι. Καὶ χρίσμα ποιεῖν σκευαστόν,

τουτέστι ψίλιθρον, καὶ βάλλειν ἀλόην Ϛ̅ γʹ καὶ σμύρναν Ϛ̅ αʹ,

καὶ κρόκον ᾠῶν δύο. Ταῦτα πάντα ἑνώσας, χρίου· αὕτη

δὲ ἡ σκευὴ ἑνὸς ἀνθρώπου.

7

Ἁρμόζει δὲ πρὶν χρίσα-

σθαι, εἰσελθεῖν εἰς τὸ λουτρόν, καὶ περιχύσασθαι σίτλας

δύο ἢ τρεῖς, πρὶν ἱδρώσῃ, καὶ ἐξελθεῖν· καὶ ἀποσπογγί-

σασθαι καλῶς· καὶ οὕτω χρίσασθαι. Καὶ μὴ βράδυνε μετὰ

τοῦ χρίσματος. Μετὰ δὲ τὸ χρίσμα, ἀποτρίβεσθαι δεῖ διὰ

οἰνοποτηρίου καὶ κρόκων ᾠῶν, ῥοδελαίῳ ἀναμεμιγμένων.

Καὶ ἀφροδισιάζειν μέχρις ἰσημερίας μαρτίου.

6

t

{Μηνὶ Φεβρουαρίῳ.}

1

Ἁρμόζει σεῦτλον μὴ ἐσθίειν, μηδὲ ἄγριον τὸ οἱον-

δήποτε, μήτε κίχλας τῶν ἰχθύων· μήτε ζέμα πίνειν τὸ

οἱονδήποτε, ἄνευ τοῦ πρασοζέματος, καὶ τοῦ μαλάθρου,

καὶ τοῦ σκορδοζέματος καρυκευτοῦ. Οἴνους δὲ παλαιοὺς καὶ

εὐώδεις πίνειν.

2

Ἐν δὲ κρέασιν ἐσθίειν, κατὰ τὸν προ-

λεχθέντα κανόνα τοῦ ἰανουαρίου μηνός.

3

Καὶ ἐκ τῶν

ἰχθύων τὰ προλεχθέντα, καὶ ὅσα ὀστρακώδη, τὰ λεγόμενα

ὄστρια, καὶ φάγρους, καὶ ἀστακούς, καὶ μύδια καὶ κτένια,

καὶ ὅσα τῶν ἰχθύων πετραῖα, ὡσαύτως ὀρφούς, λαπίνας,

σκάρια, καρίδας, καὶ ὅσα πετρώδη, πλὴν διὰ σίνηπι.

4

Τὰ

δὲ βάμματα, καὶ τὰ ὀπωρινά, ὅσα προελέχθησαν τῷ ἰα-

νουαρίῳ μηνί. Ὡσαύτως καὶ ἐκ τῶν λαχάνων καὶ κοδι-

μέντων τὰ προλεχθέντα. Ὁμοίως καὶ τὰ λουτρά, καὶ τὸ

χρίσμα. Καὶ ἀφροδισιάζειν ὁμοίως.

7

t

{Μηνὶ Μαρτίῳ.}

1

Ἁρμόζει πᾶσι τοῖς γλυκέσι χρᾶσθαι ἐν τροφαῖς καὶ

ποτοῖς. Ἀρκετὰ δὲ ταῦτα ἐν τούτοις· πᾶν γὰρ τὸ πολὺ

τῇ φύσει πολέμιον, τὰ δὲ κατὰ μικρὸν ἀσφαλῆ. Δριμυφα-

γίας δὲ πάσης καὶ πικροφαγίας ἀπέχεσθαι.

2

Ἐκ δὲ τῶν

ἰχθύων, παντοῖα ἐσθίειν, ἄνευ τῶν ἀλεπίδων· τοὺς δὲ λά-

βρακας, καὶ κεφάλους ἐσθίειν συχνῶς.

3

Καὶ ἐκ τῶν

ὀσπρίων, τὸν ἄλικα δίεφθον καὶ ὑδαρώτερον καὶ καρυκευ-

τὸν μέλιτι, στάχει, κινναμώμῳ καὶ οἴνῳ εὐωδεστάτῳ. Τὸν

δὲ κύαμον, τουτέστι φάβα, βρέχειν δεῖ καὶ ἐκζένειν καλῶς,

καὶ ἅλασι καὶ ἐλαίῳ ὀμφακίνῳ καλῷ ἐπιβάλλειν.

4

Λαμ-

βάνειν δὲ καὶ τῆς τίλης τὸ σπέρμα, τουτέστι κέριν, ἀπό-

θερμον, δίεφθον, ἀρτυθὲν μέλιτι καὶ στάχει. Πλύνεσθαι

δὲ δεῖ τὴν τίλην τρίτον, καὶ τρίβειν ταῖς χερσί, καὶ τότε

ἕψειν, καὶ μερικῶς ἀποζεματίζειν· ἐὰν γὰρ πάνυ ἀποζε-

ματισθῇ, γίνεται δύσπεπτος, ἐφεκτικὴ καὶ πονηρά, καὶ

ἐμφρακτικὴ κοιλίας· μὴ πάνυ δὲ ἀποζεματισθεῖσα τὸν ἴδιον

χυλόν, τουτέστι τὴν ἰδίαν πικρίαν, γαστέρα ἐμφράττει.

Γλύκαινε οὖν τὴν πικρίαν αὐτῆς μέλιτι. Λαθύριν δὲ καὶ

αὖχος, ἀλεστά· τὸν δὲ φασίουλον, τοῖς εὐαρέστοις, λαμβά-

νειν ἐκζεστόν, δίεφθον ὀξυμέλιτι.

5

Ἐκ δὲ τῶν λαχάνων,

σεῦτλον καὶ μολόχιν καὶ χρυσολάχανον ἐσθίειν, καὶ πάν-

τας τοὺς ἀσπαράγους καὶ ἀμανίτας, ἄνευ τῆς βρυωνίας

καὶ τῆς χαμαιδάφνου, διότι πικρά εἰσιν.

6

Ἐκ δὲ τῶν

συνθέτων, ἐσθίειν ἐλαίας κολυμβάδας καὶ ὀξυμέλιτα ἐκ

διαλείμματος. Καὶ δριμέος παντοίου μηδόλως ἅπτεσθαι

τὸν μῆνα τὸν μάρτιον, ἀλλὰ παντοῖα γλυκέα ἐσθίειν.

7

Ἐκ δὲ τῶν ὀπωρῶν πασῶν, τὰς προλεχθείσας, φοίνικας

κατὰ χρέος. Ἐκ δὲ γλυκοποσίας, λαμβάνειν κονδύτον, ἔχοντα

πέπερι, κιννάμωμον, καρυόφυλλον, καὶ στάχος πλεῖστον.

8

Καὶ λουτρὰ τὸν μῆνα ἕξ, τὰ μὲν τρία χρίεσθαι ἐν ἡμέρᾳ γʹ,

ὥρᾳ γʹ, ἄνευ τῆς ἀλόης καὶ τῆς σμύρνης· τὰ δὲ ἄλλα τρία

λουτρὰ λούεσθαι ἐν ἡμέρᾳ πέμπτῃ ἄνευ τοῦ χρίσματος.

Σμήγματα δὲ ὅσα διὰ νίτρου. Οἴνου δὲ λεπτοῦ καὶ εὐωδε-

στάτου, καὶ ἐλαιοχρόου μεταλαμβάνειν· καὶ συνουσίας

μετρίως.

8

t

{Μηνὶ Ἀπριλίῳ.}

1

Ἁρμόζει μὴ ἐσθίειν ῥάφανον ἢ ἡδύοσμον, κάπα-

ριν, πεπεροκύμινον, θρύμβον, καὶ πάντων τῶν δριμέων

ἀπέχεσθαι παντάπασιν.

2

Ἐν δὲ κρεοῖς, ἁρμόζει ἐσθίειν

τρυφερὰ καὶ εὔσαρκα, οἷον ἄρνας νεμομένας καὶ γαλακτο-

τρόφους, καὶ ἐρίφους γαλακτοτρόφους· καὶ ὅσα δὴ πρόβεια

κρεῶν τῶν νέων καὶ εὐνούχων, ψαχνὰ καὶ δίεφθα. ἐκ τού-

των λαμβάνειν καὶ ζωμοὺς μετρίως καρυκευτούς, διὰ τὸ

εὔλυτον ποιεῖν τὴν κοιλίαν. Τῶν δὲ χοιρείων ἀπέχεσθαι

χρή.

3

Ἐκ δὲ τῶν ὀρνέων, ἐσθίειν ὄρνιθας καὶ ὀρνιθό-

πουλα τὰ ἄρρενα, καὶ περιστερόπουλα τὰ λευκά, καὶ νήσ-

σας, καὶ χῆνας τρυφεράς, ψαχνὰ καὶ δίεφθα, καὶ γλυκέα,

καὶ ὀπτά. Γλυκοφαγεῖν δὲ καὶ γλυκοποτεῖν, ὡς προλέ-

λεκται.

4

Καὶ ἐκ τῶν ἰχθύων, λάβρακας καὶ κεφάλους,

συάκια καὶ χρυσάφια, καὶ φάγρους, ζωμῷ ὀλίγῳ καρυκευτῷ·

λαπίνας δὲ καὶ χάννους, καὶ κοκίμια, σαύρους καὶ μελανού-

ρους, ἔχοντα λέπια, ἐσθίειν τηγάνου, καὶ ἐργ......, ὡς

εἴρηται. ὀλίγον δὲ καρυκεύειν καὶ μὴ πλεῖστα.

5

Ἐκ δὲ

τῶν ὀσπρίων, παντοίων ἀπέχεσθαι τῶν ξηρῶν, τὰ δὲ χλωρὰ

ἐσθίειν μετὰ τῶν προλεχθέντων κρεῶν.

6

Καὶ ἐκ τῶν

λαχάνων, ὄξει σκιλλιτικῷ χρυσολάχανον, ἄνηθον, κολίανδρον

χλωρόν, μαϊούλια ἐσθίειν καὶ ὀξυγαρίζειν· καὶ σκόροδα

χλωρὰ ἐσθίειν μετρίως, ἐλαίῳ καὶ ἅλατι πρὸς ὀλίγον.

7

Ἐκ

δὲ τῶν ὀπωρῶν, παντοίας ξηρᾶς ἀπέχεσθαι. Καὶ ἀνισά-

τοις χρᾶσθαι. Μυρία ὀσφραίνεσθαι, οἷόν τι νάρδου, κρίνα,

χαμαίμηλα τὰ εἰς ὀσμήν, καὶ τῶν ξηρῶν μυρίων τὸν μόσχον

καὶ ῥοδόσταγμα. Καὶ μετρίως ἀφροδισιάζειν.

8

Λουτρὰ δὲ

ὀκτὼ δι' ὅλου τοῦ μηνός. Σμήχεσθαι δὲ σαπωνίῳ γαλλικῷ.

Ψίλιθρον δὲ δεῖ χρίεσθαι ἅπαξ τοῦ μηνός, ἄνευ τῆς ἀλόης

καὶ τῆς σμύρνης· εἰ δὲ μή, μόνον λυτὸν ἔχον κρόκον ᾠῶν

τριῶν καὶ ῥοδέλαιον· καὶ ταὐτὰ ποιεῖν, ὡς προείρηται.

9

t

{Μηνὶ Μαΐῳ.}

1

Ἁρμόζει μὴ ἐσθίειν πᾶν καρφαλέον καὶ κακόχυμον

καὶ χολῶδες, οἷόν τι ποδοκέφαλα, καὶ ἐντερόκοιλα, καὶ νευ-

ρώδη. Ἐσθίειν δὲ καὶ τὰ προλεχθέντα κρέα τῷ ἀπριλίῳ

μηνί· καὶ ἐκ τῶν ἰχθύων τοὺς παστοὺς καὶ ξηρούς. Νέβρων

δὲ θαλάσσης ἀπέχεσθαι χρή.

2

Διάγειν δὲ καὶ πολιτεύ-

εσθαι κατὰ τὸν προλεχθέντα ἀπρίλιον, ἔν τε τροφαῖς καὶ

ποτοῖς καὶ λουτροῖς. Καὶ ἐκ τῶν λαχάνων, ἐσθίειν ἑλειο-

σπάραγον καὶ ἀγριοσπάραγον.

3

Ξηροζέματά τε καὶ ἀπό-

θερμα, καὶ μίλια, καὶ ὑδρόγαρον καὶ τίλην, πάντα τὰ ξηρὰ

καὶ ἁλμυρὰ καὶ πικρά, μὴ ἐσθίειν. Γλυκοφαγεῖν δὲ καὶ

γλυκοποτεῖν μετρίως, καὶ ὡς προλέλεκται τῷ ἀπριλίῳ μηνί.

Ὡσαύτως καὶ χρᾶσθαι λουτρῷ, χρίσμασι, σμήγμασι, καὶ

ἀφροδισίοις.

10

t

{Μηνὶ Ἰουνίῳ.}

1

Ἁρμόζει ῥοφᾶν ὕδωρ ψυχρὸν βρόχθους τρεῖς, νή-

στης, ῥοφήματα δὲ μικρὰ καὶ μὴ ἀπλήστως· καὶ ἐπινηστεύειν

ἕως ὥρας τρίτης. Καὶ πᾶσι τοῖς γλισχροτέροις μετρίως χρᾶ-

σθαι, τῶν δὲ δριμυτέρων καὶ ξηρῶν ἀπέχεσθαι, καρυοφύλ-

λων, κινναμώμου, καὶ ὅσα διὰ τῶν ἀρωμάτων ἐσθίειν.

2

Ἐκ δὲ τῶν κοδιμέντων, σκόροδα, κρόμυα, ῥάφανον, εὔ-

ζωμον, καρδάμον, σινάπι χλωρὸν καὶ τριπτόν, ὀρίγανον,

ὕσσωπον, πήγανον, πρᾶσα, χαμαιδάφνην μὴ ἐσθίειν.

3

Ἐκ

τῶν κρεῶν, ἐσθίειν τὰ πρόβεια τὰ τρυφερά, τουτέστι τῶν

κριῶν καὶ εὐνούχων. λάμβανε δὲ ψαχνὰ καὶ δίεφθα· στέα-

τος δὲ μὴ ἅπτου· αὐτὸ δὲ τὸ κρέας λιπαροῦ κριοῦ ἔστω.

4

Δεῖ ἐσθίειν καὶ ἀρνοὺς νεμομένους καὶ γαλακτοτροφοῦν-

τας ψαχνοὺς καὶ διέφθους, μὴ καρυκεύειν δὲ τὸ σύνολον,

ὡς εἴρηται, ἄνευ τοῦ κολιάνδρου καὶ στάχους καὶ ἀνίσου.

Ἔργα δὲ ἐσθίειν μετρίως. Καὶ ἀπέχεσθαι ζεματοποσίας

παντοίας.

5

Καὶ ἐκ τῶν ὀρνέων ἐσθίειν ὄρνιθας καὶ

ἀλεκτορόπουλα καὶ περιστερόπουλα λευκά, βρακκάτα, ψαχνὰ

δίεφθα καὶ ὀπτά. Καὶ ἐκ τῶν οἴνων λαμβάνειν τοὺς

λεπτοὺς καὶ εὐώδεις, μὴ παλαιούς, ἀλλὰ χροακούς. Καὶ

ἄνισον λιτὸν πίνειν μετὰ θερμοῦ.

6

Ἐκ δὲ τῶν ἰχθύων,

πάντας τοὺς τρυφεροσάρκους ἐσθίειν, οἷον λαπίνας, κόκ-

κυγα, χάννους, σπάρους, σκάρους, χρυσάφους, κωβιούς,

καὶ ὅσα μαλακόσαρκα· λάβρακας δὲ καὶ κεφάλους, γυλάρους,

τρίγλας, σκορπιούς, ἀστακούς, φάγρους, καὶ ὅσα ὀστρακό-

δερμα καὶ σκληρόσαρκα, μὴ ἐσθίειν.

7

Ἔστωσαν δὲ τὰ

ἐμβάμματα τῶν προβάτων ὀξυμέλιτι. Τοὺς δὲ τῶν ὀψα-

ρίων ζωμοὺς καρυκεύειν διὰ στάχους καὶ κολιάνδρου χλω-

ροῦ, καὶ τὰ τήγανα μετρίως.

8

Ἐκ δὲ τῶν λαχάνων,

ἐσθίειν χρυσολαχάνου τρυφερά, σεῦτλον, κολοκύνθην, μετὰ

τῶν εἰρημένων κρεῶν καὶ αὐτὰ ὀξυμέλιτι, καὶ ἀράχνην

ἑφθὴν μετὰ κρέατος· ὀξύγαρον δὲ μερικῶς· μαϊούλιν, ἰν-

τύβιον, σελίνιον ἐν ὄξει σκιλλιτικῷ βαπτόμενον μετρίως.

Κατὰ πολὺ γὰρ ἐσθιόμενον τὸ μαϊούλιν ἀμβλύνει τὰς κόρας

τῶν ὀφθαλμῶν.

9

Ἐκ δὲ τῶν ὀπωρῶν, ἄσπρα κεράσια,

καὶ ἄγγουρα ἐσθίειν μετρίως· ὅσα δὲ ἔξω τῶν ἐγγεγραμ-

μένων ἐν τῷ μηνὶ τούτῳ ἀπέχεσθαι χρή.

10

Λουτρὰ δὲ

ὀκτώ· ψίλιθρον δὲ μηδόλως· σμήγματα τῶν αὐτῶν ἅπαντα,

ἕως κδʹ. Καὶ ἀφροδισιάζειν μετρίως.

11

t

{Μηνὶ Ἰουλίῳ.}

1

Ἁρμόζει ἀφροδισίων καὶ πλείστης τροφῆς παντοίας,

μόχθου τε βιαίου καὶ πλείστης κραιπάλης ἀπέχεσθαι.

2

Ἐν

δὲ κρεοῖς, ὡς προλέλεκται τῷ ἰουνίῳ μηνί· χρὴ δὲ λαμβά-

νειν κρέα αἴγεια, τρυφερά, εὐνοῦχα· λαγὼν δέ, καὶ δορκά-

δας καὶ ἐλάφους, τρυγόνας καὶ φάσσας ἐσθίειν μετρίως·

ἄνευ δὲ ὄξους ταῦτα μὴ ἐσθίειν.

3

Ἐν κοδιμέντοις, ὡς

προλέλεκται τῷ ἰουνίῳ μηνί, μὴ δριμέα καὶ πικρὰ καὶ

θερμά ..........

Τὰ ἕτερα λείπει.

{* ΠΕΡΙ ΔΙΑΙΤΗΣΑΝΩΝΥΜΟΥ} Τροφὴν καὶ πόσιν οὐ χρὴ προσφέρεσθαι πολλάκιςτῆς ἡμέρας, ἀλλὰ κατὰ τὸν καιρὸν τοῦ ἀρίστου, ἐν δὲ τοῖςἑσπερινοῖς δείπνοις οἴνου ποτηρία δύο ἢ τρία σὺν ἄρτῳβραχεῖ ὡς ἂν ὑπαναθυμιῶσιν ἐπὶ τὴν κεφαλὴν τὰς ὑπνώ-δεις ἀναθυμιάσεις μετρίως καὶ ὑποσύρηται πρὸς τοῦτονἠρέμα ὁ χρώμενος καὶ μὴ κάμνῃ ἀϋπνῶν ὑπὸ τῆς παν-τελοῦς ἀδειπνίας. Τό γε μὴν πολλάκις τῆς ἡμέραςἐσθίειν καὶ πίνειν κάματον παρέχει τῇ φύσει ἐν τῷ πολ-λάκις ἀναγκάζεσθαι ταύτην πέπτειν καὶ ἐπὶ ἡπιπέπτοιςὠμὰ δέχεσθαι καὶ ἢ μοχθηρῶς πέπτει ἢ τελείως ἀπεπτεῖκαὶ ἀμφοτέρωθεν ἀδικεῖ. Τὸ δὲ ἐπιδειπνεῖν ὀλιγοδεῶςὡς εἴπομεν ἀγαθὸν ὑπὲρ τὸ τελεῶς ἀδειπνεῖν, ἀλλὰ καὶ δι'ἐκεῖνο, ἵνα μὴ προσεσθίσας ἑαυτὸν ὁ ἄνθρωπος τῇ κατὰτὴν ἑσπέραν παντελεῖ ἀπαστείᾳ ἀνάγκης ποτὲ ἢ ἐκ νόσουἢ ἐκ πείνης τυχὸν κατὰ τὴν αὐτὴν ὥραν τραφῆναι δυσχε-ράνει μεγάλως τῷ καιρῷ τῆς πέψεως τοῦ στομάχου ἀγνοή-σαντος ἤδη ἐκ μακροῦ χρόνου τὴν τοιαύτην τροφὴν καὶπέψιν. Ἔσται δὲ καὶ τὰ λεχθέντα ἐπιδείπνεια ποτήριαθερμὰ καὶ μέτρια, ἵνα καὶ μὴ τῷ ψυχρῷ ἀδικία τις ἐγγέ-νηται τῷ στομάχῳ κατὰ τὴν νυκτερίνην πέψιν ἢ τῷ πολλῷπλημμύρα ὁμοίως ἀδικοῦσα καὶ αὐτή. Ἔσται καὶ ἡτροφὴ τοῦ ἀρίστου εὔχυμος. εἰ δὲ καὶ περί τινα τῶνμοχθηροτέρων ὀρεκτιᾷ ὅπερ ἡμῶν διαιτώμενος κατὰ τὴναὐτὴν ὥραν καὶ τράπεζαν συγκεχωρήσθω προσφέρεσθαιταῦτα καὶ μὴ ἐν διαφόροις τῆς ἡμέρας χρόνοις. Κατὰταὐτὸν γὰρ τοῖς εὐχύμοις τὰ μὴ τοιαῦτα ὡς ἐν μιᾷ χύτρᾳτῇ γαστρὶ συμβληθέντα καὶ τοῖς εὐπέπτοις τὰ ἐναντία,εἰ συνεψηθήσεται ὡς τῆς φύσεως ὅλης εἰς αὐτὰ ἀπασχο-ληθείσης ἅπαξ ἀκμαίας, οὐκ ἂν ἀδικήσωσιν ἢ μικρόν.Τοῦτο δὲ ἐξακουσθήσεται καὶ εἰς τὴν πόσιν τήν τεἀγαθὴν καὶ μὴ τοιαύτην τυχόν. Ψυχρὸν δὲ ποτήριονἓν ἢ δύο ἐν τῷ μεταξὺ τῆς ὅλης τροφῆς τοῦ ἀρίστου ἐκ-πίῃς, εἰ τῇ ψυχροποσίᾳ χαίρει σου τὸ σῶμα, χειμῶνος μὲνὑποχλιαινόμενα, θέρους δὲ κρυερά. Ἀκράτου δὲ ὕδα-τος οὐ γεύσῃ, πλὴν εἰ μὴ ἐν τῷ θέρει μόνῳ, καὶ ψυχρο-τέρου τηνικαῦτα διὰ τὴν ἀλέαν τῆς ὥρας καὶ τὸ γεννώμε-νον τότε θερμὸν αἷμα καὶ τὴν χλωρὰν χολήν. Δύσ-πεπτον γὰρ τὸ ὕδωρ καὶ δύσπορον εἰς οὖρα καὶ νεφροὺςκαὶ στόμαχον ζυμοῖ καὶ ἄτροφόν ἐστι, ὧν τὰ ἐναντία ὁοἶνος αὐχεῖ, καὶ μᾶλλον ὁ χρηστός. Καματοῖς χρῶπρὸ τῶν σιτίων, τοσοῦτον ὡς ἱδροῦν συμμέτρως, ἵνα ἐκτοῦ διαφορεῖσθαι καὶ διαπνέεσθαι τὸ σῶμα ἀσμένως τὴντροφὴν καὶ τὴν πλήρωσιν διὰ τὴν κένωσιν οὐχ ὡς ἄχθος,καὶ μὴ μόνης τῆς διὰ τῶν ἀδήλων πόρων κενώσεως φρόν-τιζε, ἀλλὰ καὶ τῆς διὰ τῶν ἐνδήλων μάλιστα. Μετὰδὲ τὴν τροφὴν χρῶ μετρίοις περιπάτοις ὡς ἂν ὑποχαλῶν-ται τὰ σιτία, μὴ ἅλμασι καὶ ἀτάκτοις κινήμασιν ἢ κραυ-γαῖς, ἵνα μὴ ἀναβράσσωνται. Μετὰ δὲ τοὺς τοιούτουςπεριπάτους ὕπνῳ συμμέτρῳ χρῶ μεσημερινῷ καὶ μᾶλλονἐν ταῖς μείζουσι καὶ θερμοτέραις τῶν ἡμερῶν. Ἐνμὲν τοῖς ὑποστρώμασι καὶ τοῖς ὕπνοις πᾶσι δεξιοκοιτῶνκάθευδε καὶ ἐπὶ τὸ ἧπαρ ἀνακλίνου· οὕτω γὰρ ἡ πέψιςχρηστοτέρα γίνεται καὶ ταχυτέρα, ὡς τοῦ ἥπατος κάτωθεν