De diaeta
- Edition reference
- De diaeta, ed. Ideler, op. cit., vol. 2 (1842; repr. 1963) 194–198.
- CTS identifier
urn:cts:greekLit:tlg0721.tlg009.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
1
14
μὲν θαλπομένου τοῖς ὑποστρώμασιν, ἄνωθεν δὲ τοῖς ἐπι-
πίπτουσιν αὐτῷ σπλάγχνοις.
15
Ἡ ἀριστερὰ δὲ κατά-
κλισις τότε καὶ μόνη χρησιμωτάτη, ὅτι ἐκ πολυφαγίας ἢ
καὶ πολυποσίας βαρύνονται τὰ σπλάγχνα καὶ ὁ στόμαχος
καὶ εἰς ἔμετον ἀνακινοῦνται.
16
Ἀρκεῖ γὰρ τότε τῷ
ἥπατι τὸ βάρος τῆς τροφῆς καὶ οὐχὶ καὶ τοῖς σπλάγχνοις
ἐπιβαρυνθήσεται. παρενεχθήσονται δὲ ταῦτα ἐπὶ τὰ ἀρι-
στερὰ καί τι τοῦ πλήθους τῆς τροφῆς καὶ τὸ ἧπαρ κου-
φισθὲν στέξει.
17
Ἡ δὲ πέψις δεῖται ἡσυχίας καὶ χρό-
νου, ἡσυχίας δηλονότι τῆς ἀπὸ κινήσεων καὶ ἁλμάτων καὶ
δρόμων καὶ βοῆς ἴσως, τὸ δὲ <χρόνου> προσετέθη διὰ τὸν
ὕπνον, ὡς μὴ βραχὺν εἶναι αὐτόν, ἀλλὰ ἄρκιον. γίνεται
γὰρ καὶ ἐν ἐγρηγόρσει πέψις, ἀλλὰ μοχθηρά.
18
Ὑπα-
γωγῆς γαστρὸς φρόντιζε ὡς ἅπαξ τῆς ἡμέρας καὶ τῆς
νυκτὸς ὡσαύτως εἰ μὴ πλέον ἀποσκυλαβίζεται ταύτην καὶ
εἰ μὲν ὁ στόμαχος μὴ ἀντιπράττει διὰ τροφῶν ὑγροτέρων
καὶ πόσεων ὑπακτικῶν συνεργεῖ τῇ ἐκκρίσει τῆς γαστρός.
19
Εἰ δ' οὖν διὰ τῆς ὑποκάτωθεν συνεργείας, φλεβοτο-
μίας χρῶ. εἰ μὲν πολύαιμος ἔσται, συχνότερον· εἰ δ' οὖν
χρονιώτερον, καὶ τὴν κρανιακὴν μάλιστα τέμνε κατὰ τοὺς
ἀλεεινοὺς καφοὺς καὶ θερμοὺς διὰ τὸ ἐν τούτοις μᾶλλον
τὴν κεφαλὴν πάσχειν.
20
Ἐν δὲ τοῖς κρυεροῖς καὶ χει-
μερινοῖς χρόνοις τὴν μέσην καὶ καθόλου διὰ τὸ ἐν τού-
τοις μᾶλλον τῷ ἄλλῳ σώματι συμβαίνειν τὰ πάθη καὶ
τὰς πλευρίτιδας ὑποπτεύεσθαι.
21
Γινέσθω σοι δὲ ἡ
φλεβοτομία καὶ μετὰ ἔκκρισιν γαστρὸς καὶ τοῦ στόματος
ἐπικράντου ὄντος καὶ ἀδάκνου.
22
Τοῖς δὲ λουτροῖς
πυκνότερον μὲν χρῶ, ἐὰν ὑποξήρου τετύχηκας σώματος·
εἰ δὲ πλαδαροῦ καὶ πληθωρικοῦ σπανιώτερον καὶ τῆς γα-
στρὸς καὶ τοῦ σώματος, ἐχόντων, ὡς ἐπὶ τῆς φλεβοτομίας
εἴπομεν.
23
Μὴ πάνυ δὲ ζέοντα ἔστωσάν σοι τὰ λου-
τρικὰ ὕδατος, ἀλλὰ συμμέτρως· ὃ γὰρ δύναται τὸ ψυχρὸν
ὕδωρ ἐν τῷ σώματι, τοῦτο καὶ τὸ σφόδρα θερμόν. καὶ
ὅρα τὰ σκύτη πῶς καταπυκνῶσαι ταῦτα θέλοντες οἱ τῶν
τοιούτων τεχνίται ὑπερζέουσιν ὕδασιν ἐμβαπτίζουσι.
24
Πυκνωθέντων δὲ τῶν πόρων τοῦ σώματος τοῖς λίαν
θερμολούτροις, οὐδὲν ἔσωθεν περιττὸν ἢ μοχθηρὸν δια-
πνέεται ὃ κατόρθωμα τῆς θερμολουσίας καὶ δι' ὅπερ αὕτη
σπουδάζεται.
25
Ἀλλὰ καὶ κατακλίσει μετὰ τὸ λουτρὸν
καὶ περιθάλψει τῶν ἐκκλινιδίων ἱματίων καὶ ὕπνῳ χρῷ,
ὥστε καὶ ἱδροῦν τὸ σῶμα δαψιλέστερον. ὁ γὰρ τοιοῦτος
ὕπνος καὶ ἱδρώς φησιν τὰ περιττὰ μὲν ἐπικρίνει, τὰ ὠμὰ
δὲ πέπτει.
26
Καὶ μετὰ δίαιταν δὲ πεφυλαγμένην καὶ
χρηστὴν τὴν μετὰ τὸν τοιοῦτον ὕπνον εἰ πάλιν ἐφυπνώ-
σεις καὶ πάλιν ἐφιδρώσεις ὑπερκαθάρσιον σχεδὸν ὅτι οὖν
ἄλλο ἐγένετό σοι ἡ ὠφέλεια.
27
Καὶ οὐδὲ τῶν ποτῶν
βοηθημάτων δεηθήσῃ οὕτω λουόμενος καὶ οὕτω φλεβο-
τομούμενος καὶ ὑγιαινῶς διαιτώμενος· ὅπερ δὲ ἐπὶ τῆς
θερμολουσίας εἴπομεν, τοῦτο καὶ ἐπὶ τῆς θερμοποσίας
λέγομεν, ὅτι οὐ δεῖ καὶ ταύτην πάνυ ζέουσαν εἶναι.
28
Τὰ
αὐτὰ γὰρ ἐντὸς ἐν τοῖς σπλάγχνοις καὶ αὕτη κακουργήσει
ἅπερ ἐκείνη ἐκτὸς ἐν τῷ σώματι καὶ τὸν στόμαχον συν-
άγξει καὶ οὐκ ἐάσει τὸ οἰκεῖον ἐνεργεῖν ἐλευθέρως.
29
Περιφρύξει δὲ καὶ τὰ ἐν τῇ γαστρὶ περιττώματα καὶ
βλάψει τῇ αὐτῶν ἐποχῇ· διὸ ἔστω μέση καὶ ἡ θερμοπο-
σία καὶ εὐκεκραμένη καὶ τὰ μεγάλα ὀνήσει.
30
Συμβαί-
νει δὲ εἰς ὑγείαν καὶ ἡ ὀλιγοποσία, ὅτι καὶ τῇ πέψει συν-
εργεῖ τῇ τε ἑαυτῆς· ἐπεὶ καὶ τὰ ὑγρὰ πέπτονται καὶ
εὐπέπτονται μὲν καὶ ταχυπεπτοῦνται ὡς τὸ εἰκὸς τὰ
ὀλίγα· ἐναντίως δὲ συμβαίνει ἐπὶ τοῖς πολλοῖς καὶ τῇ τῆς
τροφῆς.
31
Εἰ γὰρ ἡ ταύτης πέψις ἕψησίς ἐστιν ὡς ἐν
χύτρᾳ τῇ γαστρί, ἡ δὲ ἕψησις τῇ πολλῇ πλημμύρᾳ παρ-
εμποδίζεται καὶ μᾶλλον τῇ ψυχρᾷ.
32
Βραδύνει γὰρ
αὕτη τε ζέσαι καὶ τῷ ἑψομένῳ βρώματι τὸ ὅμοιον ἐμποιεῖ
ὡς βλέπομεν γενόμενον καὶ ἐν τοῖς ἑψομένοις ἐν ταῖς
ἑστίαις.
33
Πάντως ἡ πολυποσία βλαβερόν· τοὐναντίον
δὲ ἡ ὀλιγοποσία ὡς ἔφημεν.
34
Ἡ δὲ κρᾶσις τοῦ οἴνου,
λέγω δὴ τοῦ εἰλικρινοῦς καὶ θερμοῦ γινέσθω σοι οὕτω.
κατὰ τὸ χειμέριον κίρνα τοῦτον ἴσον ἴσῳ· ἑσπέρας δὲ
τότε καὶ πλεονεκτείτω τι ὁ οἶνος διά τε τὸ ψυχεινότερον
τῆς νυκτὸς καὶ διὰ τὴν πέψιν· κατὰ δὲ θέρος μοναπλοῦν
τὸν οἶνον πρὸς διπλοῦν κίρνα διὰ τήν τε ξανθὴν χολὴν
καὶ τὸ θερμὸν αἷμα καὶ ἁπλῶς τὴν ἀλεσινὴν κατάστασιν.
35
Θέρους μᾶλλον καὶ καύματος φεῦγε τὰς δυσώδεις οἰ-
κήσεις καὶ ἀέρι περικεχυμένας μεμολυσμένῳ· ἐκ τῆς ἐν-
τεῦθεν γὰρ εἰσπνοῆς ἡ κεφαλὴ δέχεται πολὺ τὸ βλάπτον
καὶ αἱ λοιμώσεις ἐγγίνονται.
36
Χειμῶνος δὴ τὰς ψυ-
χρὰς καὶ πρὸς βορρᾶν καὶ νότον ἀνοιγούσας θύρας καὶ
παραθύρους, ἀλλὰ καὶ παντότε τῷ οἰκήματί σοι θύρας
ἀναπεπτᾶσθαι κρεῖττον τὰς πρὸς ἀπηλιώτην καὶ ζέφυρον,
τὸν ἑωθινὸν δηλαδὴ καὶ δυτικὸν ἄνεμον διὰ τὸ ἡμέρους
τούτους καὶ κεκραμένους πνεῖν.
2
t
{Περὶ τῆς κατὰ τὰς τεσσάρους ὥρας διαίτης.}
1
Τῷ χειμῶνι πλείοσι δεῖ κόποις χρῆσθαι καὶ πλειόνα
ἐσθίειν ἔαρος ἢ δι' ἐμέτων ἢ διὰ γαστρὸς κενοῦσθαι ἢ
διὰ φλεβοτομίας· θέρους ἀνάπαυσις τῶν πόνων συμφέ-
ρει, ἐλάττωσις τῆς τροφῆς, ψυχροτέρα τροφὴ καὶ ὑδροπο-
σία.
2
Τὸ φθινόπωρον ἀνώμαλον καὶ παντοδαπὰς φύει
νόσους· χρὴ οὖν ἐν τοῖς τοιούτοις πεφυλαγμένως διαι-
τᾶσθαι, φεύγειν τὰ ψυχρά, ὀπωρῶν μὴ ἐμπίπλασθαι,
συκᾶ δὲ καὶ σταφυλὰς πρὸ τῶν σιτίων ἐσθίειν, μὴ ψυ-
χροτέρου τότε γενομένου τοῦ ἀέρος θερμαίνειν τὸ σῶμα,
μετὰ δὲ τὴν ἰσημερίαν κενώσει χρῆσθαι μιᾷ τῶν εἰρημέ-
νων ἄνωθεν, ἵνα μὴ περιττόν τι κατασχεθὲν ἐν τῷ χει-
μῶνι γένηται λυπηρόν.
{* ΑΝΩΝΥΜΟΥΠΕΡΙ ΧΥΜΩΝ, ΒΡΩΜΑΤΩΝ ΚΑΙ ΠΟΜΑΤΩΝ[τῶν τε χερσαίων, ἐναερίων καὶ θαλαττίων, ὅσα τε ἐκ τούτων εἰσὶ τρό-φιμα καὶ εὔχυμα, καὶ ὅσα δύσπεπτα καὶ κακόχυμα.]}{Περὶ εὐχύμων.} Εὐχυμότατόν ἐστι τὸ ἄριστον γάλα σχεδὸν ἁπάντων.ἄριστον δέ ἐστι τὸ τῶν εὐεκτούντων ζῴων, ὅταν ἀμελχθῇπινόμενον εὐθέως. προσλαμβάνειν δὲ χρὴ τοῦτο πρὸ παν-τὸς μὲν σιτίου τε καὶ ποτοῦ καὶ μηδὲν ἕτερον μετ' αὐτοῦσυνεσθίειν, ἕως ἂν πεφθῇ καὶ διαχωρίσῃ κάτω. Καὶ γὰρεἰ καὶ μικρὸν οὗτινος προσμιγῇ, τοῦτο αὐτό τε διαφθεί-ρεται καὶ τὸ ἐπ' αὐτῷ προσληφθέν. Καλὸν οὖν πρωΐαςπίνειν τοῦτο, εὐθύμελκτον καὶ ἀσιτεῖν ἐπ' αὐτῷ ἡσυχῆπεριπατοῦντα. Κατ' ἀρχὰς μὲν οὖν κινεῖ τὴν κοιλίαν, καὶμετὰ τοῦτο τρέφει κάλλιστα καὶ οὐκέτι διαχωρεῖ, ἀλλὰ καὶἵστησι τὴν γαστέρα. Μετὰ δὲ τὸ γάλα εὔχυμά εἰσι τὰᾠὰ τὰ τρομητὰ καὶ ῥοφητὰ τὰ τῶν ὀρνίθων, χείρονα δὲτὰ τῶν χηνῶν. Κρέατος δὲ πρὸ πάντων, ὄρνιθος καὶφασιανῶν καὶ οἱ ὄρχεις τῶν ἀλεκτρυόνων. Καὶ ἀπὸ τῶνλοιπῶν πετωμάτων, πέρδικος, ταγηναρίου· περιστερὰς δὲφεῦγε, κίχλας δέ, κοσσύφους, καὶ τῶν μικρῶν στρουθίων,ἐν οἷς εἰσὶ καὶ οἱ τρωγλῆται. σκληρότερα δὲ τούτων καὶδυσπεπτότερα καὶ εὐρωδέστερα τὰ τοῦ ταῶνος. Ἔτι δὲτούτων σκληρότερα τὰ τῆς τρύγονος καὶ τῆς φάσσης καὶτῆς νήσσης καὶ τοῦ γεράνου. Περιττωματικώτερα δὲ τού-των τὰ τῶν χηνῶν καὶ τῶν κύκνων καὶ ὠτίδων. Τούτωνδὲ αὐτῶν εὐχυμότερά εἰσι τὰ τῶν ἔτι αὐξανομένων ἤγουντὰ τρυφερά· βλαβερὰ δὲ τὰ παλαιὰ καὶ τὰ νεογενῆ. Τού-των δὲ αὐτῶν κάλλιστα ὄρνιθες καὶ περιστεραὶ αἱ κατ'ἀγρὸν διαιτώμεναι, καθόλον δὲ τὰ γεγυμνασμένα καὶ τὰξηροτέραις τροφαῖς χρώμενα καὶ τὰ καθαρὸν καὶ λεπτὸνεἰσπνέοντα τὸν ἀέρα, βελτίω τῶν ἐναντίων εἰσί, τουτέστιτῶν ὑγροτέραις τροφαῖς χρωμένων καὶ τῶν ἀγυμνάστων.