De urinis secundum Syros
- Edition reference
- De urinis secundum Syros, ed. Ideler, op. cit., vol. 2, 303–304.
- CTS identifier
urn:cts:greekLit:tlg0721.tlg012.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
2
οῦτον οὖρον πυρετὸν καὶ φρίκην καὶ καταπλασμὸν καὶ
πικρότητα στόματος καὶ σκότος εἰς τὴν κεφαλὴν καὶ πό-
νον εἰς τὴν ῥάχιν καὶ τὰς λαγόνας καὶ δίψαν. ἐνδέχεται
οὖν, ἵνα γένηται κάθαρσις μετὰ μυροβαλάνου τῶν ξαν-
θῶν καὶ τοῦ χεράβιν τῶν δαμασκηνῶν καὶ τῶν ῥόδων καὶ
τοῦ χεράβιν τοῦ ῥοδοστάγματος.
3
Τὸ λευκὸν οὖρον καὶ λεπτὸν δηλοῖ μέλαιναν χο-
λήν, ἡ δὲ μέλαινα χολὴ αὔξει ἀπὸ τῆς καʹ τοῦ Αὐγούστου
ἕως καὶ τῆς κʹ τοῦ Νοεμβρίου. δηλοῖ δὲ τὸ τοιοῦτον οὖρον
βάρος εἰς λήθαργον καὶ πόνον λαγόνων καὶ ὀκνίαν καὶ
ἀγρυπνίαν καὶ ὁρώματα κακὰ καὶ κτύπον καρδίας καὶ φό-
βον. ἐνδέχεται οὖν ἵνα πίῃ τὴν θεοδώρητον καὶ τὴν Λο-
γαδίου καὶ τὸ μοναχικὸν καὶ τὴν εὐλογίαν καὶ τὸ χεράβιν
τοῦ βουγλώσσου καὶ τοῦ καπνοῦ τῆς γῆς.
4
Οὖρον λευκὸν καὶ παχύ ἐστιν ἀπὸ ὑγρότητος καὶ
χυμοῦ φλεγματικοῦ, αὔξει δὲ ὁ τοιοῦτος χυμὸς ἀπὸ τῆς
κʹ Νοεμβρίου ἕως κʹ Μαρτίου. δηλοῖ δὲ τὸ τοιοῦτον οὖρον
βάρος εἰς τὴν κεφαλὴν καὶ δάκρυα καὶ κώφωσιν καὶ ἔμ-
φραξιν εἰς τὰ ὦτα καὶ πόνον ῥάχεως καὶ κακοστομαχίαν
καὶ πληθυσμὸν συέλου καὶ ὀκνίαν καὶ βῆχα καὶ στένωσιν
καὶ κτύπον καρδίας. ἐνδέχεται οὖν ἵνα γένηται κάθαρσις
μετὰ τῶν κόκκων γαληνοῦ καὶ ἵνα πίῃ ὁ νοσῶν τὴν πι-
κρὰν καὶ τὸ μοναχικὸν καὶ τὴν θεοδώρητον καὶ τὴν Λο-
γαδίου καὶ τὴν Ῥούφου καὶ τὴν Συγκέλου, εἴ ἐστι δυνατός.
εἰ δὲ μήγε, πιέτω τὸ χεράβιν τῶν ζινζίφων καὶ τὴν ἀχό-
ριστον καὶ τὴν ἀθανασίαν καὶ τὴν διὰ λιβάνου, καὶ αἵμα-
τος κένωσις μὴ γενέσθω.
5
Οὖρον λευκὸν μὴ ἔχον ὑπόστασιν ἀπεψίαν δηλοῖ
καὶ δυσουρίαν.
Οὖρον ἐν πυρετῷ μέλαν ἐοικὸς οἴνῳ αὐστηρῷ ἡπατικὸν
νόσημα σημαίνει.
Οὖρον τεθολωμένον ἐοικὸς ἐλαίῳ θάνατον σημαίνει.
Οὖρον ὠχρὸν παχύτατον ποδαλγίαν σημαίνει.
Οὖρον ἐρυθρὸν μὴ ἔχον ἐναλλαγὴν ἐλεφαντίασιν ση-
μαίνει.
Οὖρον κροκῶδες μὴ ἐναλλάσσον πνευμόνειν καὶ βηχικὸν
νόσημα σημαίνει.
Οὖρον μελάντερον στίλβον κωλικὸν νόσημα σημαίνει.
Οὖρον μέλαν πελιδνὸν ἄνευ πυρετοῦ καὶ ἱδρώτων κε-
φαλαλγίαν σημαίνει.
Οὖρον κρυσταλλῶδες μὴ ἔχον ἐναλλαγὴν ὕδρωπα ση-
μαίνει.
Οὖρον ἐν τριταίῳ πυρετῷ μὴ ἔχον ὑπόστασιν μαρασμὸν
σημαίνει.
{* ΣΥΝΟΨΙΣ ΑΚΡΙΒΕΣΤΑΤΗ ΠΕΡΙ ΟΥΡΩΝΕΡΜΗΝΕΥΘΕΙΣΑ ΕΚ ΤΗΣ ΙΑΤΡΙΚΗΣΤΕΧΝΗΣ ΤΩΝ ΠΕΡΣΩΝ.} Δεῖ γινώσκειν ὅτι ὅταν ᾖ τὸ οὖρον ἐρυθρὸν καὶ θο-λόν, δηλοῖ ὅτι ἀπὸ αἵματός ἐστιν. ἐρυθρότης θερμασίανσημαίνει, ἡ δὲ θολότης τὴν ὑγρότητα. τὸ γὰρ αἷμα θερ-μόν ἐστι καὶ ὑγρόν· ὅτε δὲ πάλιν ἐστὶ τὸ οὖρον ἐρυθρὸνκαθαρόν, λεπτὸν ἤγουν ἔκστιλβον, δεῖ γινώσκειν ὅτι ἡξανθὴ χολὴ ὑπερέχει. ἡ μὲν γὰρ ἐρυθρότης δηλοῖ τὴνθερμασίαν, ἡ δὲ λεπτότης τὴν ξηρότητα. ἡ γὰρ ξανθὴχολὴ θερμή ἐστι καὶ ξηρά. ὅταν δὲ τὸ οὖρον λευκὸνκαὶ θολόν, δηλοῖ τὸ μὲν θολῶδες ὑγρότητα, τὸ δὲλευκὸν τὴν ψυχρότητα. σημαίνει οὖν τὸ τοιοῦτον ἐπι-κρατεῖν τὴν φλεγματικὴν διάθεσιν. τὸ γὰρ φλέγμα ψυ-χρὸν καὶ ὑγρόν ἐστιν. ὅταν δὲ τὸ οὖρον λεπτὸν καθα-ρόν ἐστι καὶ λευκόν, δεῖ γινώσκειν ὑπερνικᾶν τὴν ξηρό-τητα. ἡ γὰρ λευκότης τὴν ψυχρότητα δηλοῖ, ἡ δὲ καθα-ρότης τὴν ξηρότητα. καὶ γὰρ ἡ μέλαινα χολὴ ψυχρά ἐστικαὶ ξηρά. ὅταν δὲ τὸ οὖρον βεβαμμένον ᾖ, γίνωσκε ὅτιἀρρωστίαν καὶ νόσον καὶ ταραχὴν δηλοῖ. ἔστι δὲ τὸ τοι-οῦτον οὖρον ὅμοιον κόνει πρωτοστάκτῳ φαινομένῃ πρα-σοειδεῖ. ὅταν γὰρ ἀναμιχθῇ τὸ ὀρρῶδες περίττωμα τῇμελαίνῃ χολῇ, τοιαύτην ἰδέαν τοῦ οὔρου πρασοειδῆ ἀπερ-γάζεται. ὅταν δὲ ἀναμιχθῇ μετὰ τοῦ προειρημένου, γίνε-ται τὴν χροιὰν ὡς κρόκος. δηλοῖ οὖν ὅτι ἡ ξανθὴ χολὴἀνεμίχθη μετὰ τῆς προειρημένης ὑγρότητος καὶ διὰ τοῦτογέγονε τὸ οὖρον ὡς κροκοειδές, ἤτοι ὡς ὅταν τις ἐμβαλὼνἐν ὕδατι κρόκον καὶ τρίψας ἀποθλίψῃ καὶ χρῶμα τοιοῦτονἀποτελέσῃ, ὅταν ἀναμιχθῇ ἡ ξανθὴ χολὴ μετὰ τῆς μελαί-νης καὶ θολωθῇ. γίνεται τὸ τοιοῦτον οὖρον μελανοξανθί-ζον παρόμοιον κνίκῳ μεμιγμένῳ αἵματι καί ἐστιν ἐξ ἐπι-μιξίας χολῆς ξανθῆς καὶ μελαίνης. δεῖ δὲ εἰδέναι, ὅτι τὸοὖρον τῶν νέων ἤτοι τῶν ἀκμαζόντων παρόμοιόν ἐστι τῷκίτρῳ. ἔστιν οὖν ποσῶς ἐρυθραινόμενον καὶ καθιστάμε-νον, τῶν δὲ καθεστηκότων λευκότερον τοῦ προειρημένουκαὶ λεπτότερον. τὸ δὲ τῶν γερόντων παρόμοιον τῷ τῶνπαιδῶν. ἔστι δὲ καὶ τὸ γυναικεῖον οὖρον λευκότερον τοῦἀνδρῴου, ἡ δὲ ὑπόστασις αὐτοῦ εἰς τὸν πυθμένα ἐγκάθ-ηται καὶ εἰ κινῆσαι βουληθείης, οὐ σκορπίζεται. ἐποχεῖ-ται δὲ καὶ ἀφρὸς τῷ τοιούτῳ οὔρῳ. ὅταν οὖν ἴδῃς ἐν τῷτοιούτῳ οὔρῳ ὥσπερ ῥαμμάτια εἰς τὸν ἀφρόν, δηλοῖ συν-ουσιασμόν. ὅταν δὲ ὀφθείη σοι τὰ οὖρα ὡς λευκὴ νε-φέλη, δηλοῖ ὡς ἔγκυός ἐστιν ἡ γυνή, καὶ ὅτι ἂν ὑπόστασινβενετίζουσαν ἔχει, δηλοῖ ἀρχὴν ἔχειν τὸ ἐγγάστριον. εἰ δὲοὐ βενετίζει, τέλειον εἶναι σημαίνει.{* ΣΥΝΟΨΙΣ ΠΕΡΙ ΟΥΡΩΝ.} Τῶν μὲν οὔρων πολλαὶ μὲν κατὰ γένος διαφοραί,πολλαὶ δὲ καὶ κατὰ γένος εἰδέαι. καὶ πρῶται μὲν καὶ γε-νικώταται δύο χῦμά τε καὶ παρυφιστάμενον. καὶ χῦμαμὲν καλεῖται αὐτὸ τὸ ὅλον οὖρον παρὰ τὸ κεχύσθαι, παρ-υφιστάμενον δὲ τὸ ἐν ἑαυτῷ ἕτερόν τι ἐμφαῖνον. ἐντούτῳ δὲ τῷ χύματι, δύο θεωροῦνται ἐν συγκρίσει διαφο-ραί, σύστασις καὶ χροιά. ἑκατέρα δὲ τούτων εἰς ἕτερα διαι-ρεῖται καὶ ὑποδιαιρεῖται. ἡ μὲν γὰρ σύστασις εἰς λεπτότητακαὶ παχύτητα καὶ ἐξ ἀμφοτέρων σύμμετρον. ὅπερ δὴ κατὰφύσιν ὑπάρχει ἀδιαίρετος, φέρων φορὰν θεωρεῖται. τὸ δὲλεπτὸν καὶ τὸ παχὺ τέμνεται διχῇ. εἰ γὰρ ἐξουρεῖται λε-πτὸν καὶ μένῃ λεπτόν, ἢ οὐρεῖται μὲν λεπτόν, ἀναθολοῦ-ται δὲ καὶ γίνεται παχὺ καὶ τὸ ἀνάπαλιν, ἢ οὐρεῖται παχὺκαὶ μένει παχύ, ἢ οὐρεῖται μὲν παχὺ καὶ ὕστερον ἀποκαθ-ίσταται, καὶ τὸ μὲν ἐξουρούμενον λεπτὸν καὶ μένον λε-πτὸν δηλοῖ ἐσχάτην ἀπεψίαν τοῦ φλεβώδους γένους. οὐγὰρ ἐνεχείρησεν ἡ φύσις ὅλως ἐπαναστῆναι πρὸς ἄμηναντοῦ ἐπισωρευθέντος καὶ πλεονεκτοῦντος ἐν φλεψὶ χυμοῦ.τὸ δὲ ἐξουρούμενον λεπτὸν καὶ ὕστερον ἀναθολούμενονδηλοῖ τὴν φύσιν ἐπαναστᾶσαν. ἄρχεται δὲ κενεῖν καὶ ἐκ-μοχλεύειν τὴν ὑποκειμένην καὶ πλεονάζουσαν ἐν φλεψὶνὕλην. πάλιν τὸ ἐξουρούμενον παχὺ καὶ μένον παχὺ δηλοῖτὴν ἀκμάζουσαν τῶν παχέων πνευμάτων καὶ χυμῶν ζύ-μωσιν, τὸ δὲ ἐξουρούμενον πολὺ καὶ ὕστερον ἀποκαθι-στάμενον δηλοῖ, παύεσθαι μὲν τὴν τῶν παλαίων χυμῶνζύμωσιν, ἄρχεσθαι δὲ τὴν διάκρισιν γίγνεσθαι. αἱ δὲ ἐνσυστάσει τοῦ χύματος θεωρούμεναι διαφοραὶ τῆς πέψεωςκαὶ τῆς ἀπεψίας τῶν χυμῶν δηλοῦται. αἱ δὲ ἐν χρώματιδιαφοραὶ πολλαὶ μέν, ἐν συντόμῳ δὲ εἰπεῖν, εἰς ἓξ ταύταςπαραστήσομεν ὡς οἷον λευκόν, ὠχρόν, ξανθόν, πυρρόν,ἐρυθρὸν καὶ μέλαν. καὶ τὸ μὲν λευκὸν πολλὰ σημαίνει. εἰγὰρ ἀσθένειαν δυνάμεως καθάπερ ἐπὶ τῶν γερόντων καὶτῶν χρονίων νοσημάτων ἢ δι' ἔμφραξιν τῶν ἀγγείων ἢ διὰπολυποσίαν. εἰ δὲ πάχος ἔχει τὸ λευκόν, σῆψιν ὠμῶν χυ-μῶν ἐν φλεψὶ κειμένην δηλοῖ. πάλιν τὸ ὠχρὸν ἀσθένειανφύσεως δηλοῖ μὴ δυναμένης δεόντως ἀλυῶσαι καὶ πέψαιτὸ χῦμα τὸ ἐν φλεψί. τὸ δὲ ξανθὸν οὖρον ἔνδειαν ὕληςσημαίνει, ὡς δηλοῖ νεώτερος, ἀσιτήσας ἢ ἀγρυπνήσας ἢθερμότητα ἐν τῷ βάθει ἐναποκειμένην ἔχων ὡς ἐπὶ τοῦτριταίου. τὸ δὲ πυρρὸν ἄπεπτον ὑπάρχον κατὰ τὴν σύ-στασιν, ξηρότητα πολλὴν σημαίνει· εἰ δὲ καὶ πάχος ἔχεικαὶ πυρετόν, τὰ δὲ πολλὰ τῶν οὔρων εὐχερῶς χρώννυνται