The Greek Library Catalogue

Anonymous

Commentatio de urinis

Edition reference
Commentatio de urinis, ed. Ideler, op. cit., vol. 2, 307–316.
CTS identifier
urn:cts:greekLit:tlg0721.tlg014.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

2

308

ἀπὸ χολῆς * * * * πλὴν τὸ ἐρυθρὸν οὖρον ἀπὸ πλείστου

αἵματος γίνεται. οἱ γὰρ ἰχῶρες τοῦ αἵματος καταβάπτουσι

τὸ οὖρον. τοῦτο δὲ γίνεται καὶ ἐπὶ τῶν φλεγμονῶν. τὸ δὲ

μέλαν οὖρον ἢ διὰ τὸ ἐκκαθαίρεσθαι καὶ ἐκκρίπτεσθαι

τὸν μελαγχολικὸν χυμὸν ἢ διὰ ὑπερόπτησιν τοῦ αἵματος.

ταῦτα δὲ πάντα τὴν διάθεσιν τῶν ἐν φλεψὶ κειμένων χυ-

μῶν σημαίνουσι. τὸ μὲν κατὰ φύσιν οὖρον ἐν συμμετρίᾳ

τῶν προειρημένων ποιοτήτων θεωρεῖται, κατὰ μὲν τὴν σύ-

στασιν μήτε λεπτὸν μήτε πολύ, κατὰ δὲ τὸ χρῶμα ξαν-

θόν τε καὶ ὑπόπυρρον, λευκὴν λείην καὶ ὁμαλὴν ἔχων

ὑπόστασιν καὶ ἐν τῷ πυθμένι τοῦ κολοκίου ἀποκαθιστα-

μένην. τοῦτο κυρίως λέγεται κατὰ φύσιν. εἰρηκότες τοίνυν

τὰς ἐν συστάσει καὶ κατὰ χροιὰν διαφορὰς ζητήσωμεν

ὁμοίως καὶ τοῦ παρυφισταμένου τὰς διαφοράς, ἀλλὰ πρό-

τερον μάθωμεν τί ἐστι παρυφιστάμενον. παρυφιστάμενον

λέγεται τῷ ἐν αὐτῷ τὸ οὖρον ἕτερόν τι ἐμφαῖνον ἢ ὑπο-

φαινόμενον καὶ οἱονεὶ μετεωριζόμενον ἢ καὶ ὑφιζάμενον.

καὶ ἐν τούτῳ δὲ τοῦ παρυφισταμένου δʹ τινα θεωροῦνται

πρὸς ἀκριβῇ γνῶσιν, σύστασις, τόπος, χρόνος καὶ χροιά.

καὶ σύστασις μὲν ὁμαλὴ ἢ ἀνωμάλως καὶ λικμὴ τραχέα.

309

χροιά, εἰ κατὰ φύσιν, ἔστι λευκή, μὴ καταβαφεῖσα ἀπὸ χυ-

μῶν τινος ἢ ἄλλως πως πλεονεκτήσαντος καὶ ἐπιχρώσαν-

τος αὐτήν. καὶ ταῦτα μὲν ἐπὶ τῶν κατὰ σύστασιν καὶ

χροιάν. τοῦ δὲ τόπου τρεῖς εἶναι λέγομεν διαφοράς, ἀνω-

τέραν, μέσην καὶ κατωτέραν καὶ εἰ μὲν ἐν τῷ οὔρῳ ἄνω

κεκρέμαται τὸ παρυφιστάμενον, καλεῖται νεφέλιον. εἰ δὲ ἐν

τῷ μέσῳ μετεωρίζεται, καλεῖται ἐναιώρημα. εἰ δὲ πάλιν ἐν

τῷ πυθμένι τοῦ κοκίου καθυφιζάνει καὶ ἀποκαθίσταται,

καλεῖται ὑπόστασις. καὶ πάλιν τὸ μὲν διεσπασμένον καὶ

μετέωρον ἐν τῷ οὔρῳ φαινόμενον ἄνω, ὅπερ λέγεται νε-

φέλη, σημαίνει πλῆθος πνευμάτων παχέων ἀποκλεισθέν-

των ἐν τῷ βάθει καὶ μὴ δυναμένων ἐκλεπτυνθῆναι. τὸ δὲ

ὑποκατελθὸν καὶ κατὰ τὴν μέσην χῶραν μεῖναν, ὅπερ

ἐνεώρημα καλεῖται, πέψιν μὲν τῶν χυμῶν σημαίνει, ἀλλ'

οὐ τέλειαν. ὑπόστασις μὲν γὰρ τῇ φύσει γνωρίζεται τῷ

τόπῳ καὶ τῇ θέσει, καταλλαττομένη τὸν δὲ τόπον ἀμείβη

ἢ τοῦ πνεύματος περιουσία τοῦτο τὸ πνεῦμα ἀπὸ τῆς κατὰ

μέρος πέψεως λεπτύνεται καὶ διαφορεῖται καὶ ἡ μὲν τέλεια

ἡ πέψις γίνεται ὑπὸ τῆς φύσεως. τοῦτο πνεῦμα λεπτυν-

θὲν καὶ τελείως διαπνευσθὲν τὸ ἐναιώρημα φαίνεται κάτω

καὶ ποιεῖ τὴν ὑπόστασιν· τότε δηλοῦνται τελεία ἡ πέψις

ἐκ τούτων τῶν τριῶν, λέγω δὴ συστάσεως χρώματος καὶ

τόπου. καὶ ὁ χρόνος τοῦ νοσήματος μετρηθήσεται. ἡ μὲν

γὰρ ἄνω ἐπιπολάζει ἡ λεγομένη νεφέλη, ἀρχὴν δείκνυσι

τοῦ νοσήματος, εἰ δὲ ἐν τῷ μέσῳ ἐναιωρεῖται, μεσάζουσαν

τὴν πέψιν δηλοῖ τοῦ ὅλου νοσήματος, εἰ δὲ κάτω ὑποκα-

ταστήσεται, τὴν τέλειαν καὶ ἀσφαλῆ πέψιν δηλοῖ τοῦ ὅλου

νοσήματος, ὅσον λεπτύνεται τὸ πνεῦμα καὶ ὑποκαταβαίνει

τοῦ ὕψους, τὸ παρυφισταμένον τοσοῦτον τὰ νοσήματα καὶ

συμπτώματα πρᾳώτερα ἑαυτῶν γινήσονται, ἐν τούτοις θεω-

ρεῖται ὁ χρόνος τοῦ νοσήματος ἐκ τῶν μέτρων τῆς πέ-

ψεως καὶ τῆς ἀπεψίας. οὖρα πονηρά ἐστι ταῦτα χλωρά,

πελιδνά, μέλανα, αἱματώδη, καὶ λίαν παχέα τὰ πυρρά,

λίαν ἀνάκρατα τὰ ὠμὰ καὶ λεπτὰ καὶ μηδεμίαν ἔχοντα

ὑπόστασιν. μοχθηρὰ δὲ τὰ δυσώδη καινὰ δὲ τὰ λιπαρὰ

καὶ ἐλαιώδη. φαῦλα δέ ἐστι τὰ λεπτὰ καὶ ὑδατώδη καὶ

ὑπερβάλλοντα τὸ πλῆθος τοῦ πινομένου, νεφέλαι δὲ καὶ

310

ὑποστάσεις πονηραὶ καὶ πελιδναί, μέλαιναι καὶ ζοφώδεις,

ποικίλαι διεσπασμέναι καὶ κρυμνώδεις. αἱ μὲν πυρετώδεις

καὶ χλωραί, φλεγματώδεις καὶ δυσώδεις, τὰ δὲ ἀνυπόστατα

πάντα πονηρά. καὶ ταῦτα μὲν τὰ εἴδη τῶν οὔρων σημαί-

νουσι πλῆθος αἰτιῶν καὶ διαφοραὶ νοσημάτων καὶ αὔξησιν

τούτων καὶ μείωσιν, διάκρισίν τε καὶ κρίσιν, πέψιν τε καὶ

ἀπεψίαν καὶ τρόπους κινδύνων γεννησομένων. * * *. σκο-

πεῖν δὲ δεῖ τὸν ἰατρὸν ἐπὶ τούτων ἁπάντων τὸ πλῆθος

καὶ τὴν δύναμιν τῶν αἰτιῶν καὶ τὴν ὑπεροχὴν εἰς τὸ δια-

μάρτητον φυλαχθῆναι τὰ πολλὰ τούτων τῆς διακρίσεως

ἤγουν διαγνώσεως καὶ τῆς γεννησομένης προρρήσεως. ὣς

ἐκ τῶν οὔρων θεωρία.

{Περὶ τῶν κατὰ φύσιν ἀρίστων οὔρων.}

Ἐπὶ τῶν πυρεκτικῶν νοσημάτων ἡ ἐκ τῶν οὔρων

σημείωσις χρησιμωτάτη καθέστηκε. ἐπειδὴ δὲ πᾶν τὸ παρὰ

φύσιν ἐκ τοῦ κατὰ φύσιν εὑρίσκεται, ἀπὸ τῶν κατὰ φύσιν

ἀρξώμεθα. οὖρον μὲν οὖν ἄριστόν ἐστι ἐπὶ τῶν ἐν ὑγείᾳ

καὶ εὐεξίᾳ διακειμένων ἀνθρώπων ὑπόπυρρον, ὑπόξανθον

καὶ τῷ πάχει σύμμετρον καὶ μένον τοιοῦτον τῇ χρόᾳ,

ὁποῖον ἀπουρηθῇ, λείαν τε καὶ ὁμαλὴν καὶ λευκὴν ἔχον

ὑπόστασιν παρὰ πάντα τὸν χρόνον. πλῆθος δὲ πρὸς λόγον

τοῦ πινομένου, ἐπὶ δὲ τῶν γυναικῶν τὸ κατὰ φύσιν οὖ-

ρον τῇ χρόᾳ λευκότερον τοῦ ἀνδρὸς εἶναι χρὴ καὶ ὑπό-

στασιν ἔχειν πλείονα. ἐπὶ δὲ τῆς παιδικῆς ἡλικίας ἱκανῶς

παχεῖαν ὑπόστασιν αὐτὸ ἔχειν χρὴ διὰ τὰς τῶν παίδων

ἀδδηφαγίας καὶ ἀκάκτους καὶ ἀκαίρους κινήσεις, λεῖαν δὲ

ὑπόστασιν Ἱπποκράτης καλεῖ τὸ συνεχὲς καὶ ἀδιάπαυστον

δηλῶσαι βουλόμενος, ὁμαλὸν δέ φησιν, ἵνα διόλου ἀεὶ

ὅμοιον οὐρῆται καὶ μὴ σήμερον μὲν πεπεμμένον, τῇ δὲ

ἑξῆς ἄπεπτον, μήτε μὴν τὴν ὑπόστασιν ἢ τὸ χῦμα ὅλον

ἔχειν ἀνώμαλον.

Ζητοῦμεν οὖν ἐπὶ τοῦ κατὰ φύσιν οὔρου χρῶμα καὶ

σύστασιν τοῦ χύματος καὶ τὰ παρεμφερόμενα ἐν τῷ χύ-

ματι οἷον νεφέλην ἐναιώρημα κατὰ τὴν ἐν τῷ πυθμένι

ὑπόστασιν. εὔδηλον οὖν ὅτι κατά τι τούτων τρεπόμενον

τὸ οὖρον ἀπεψίαν τὴν ἐν ταῖς φλεψὶ ἐνδείκνυται.

311

{Ποῖον ἄριστον οὖρον τῶν νοσούντων.}

Ἄριστον μὲν οὖν ἐστι οὖρον ἐπὶ τῶν νοσούντων τὸ

τοῖς ὑγιαίνουσιν ὁμοιότατον ὕπωχρον, ἢ ὑπόξανθον, καὶ

λευκὴν καὶ λείαν καὶ ὁμαλὴν ἔχον ὑπόστασιν, ὑποδεέστε-

ρον δὲ τὸ ἔχον ἐναιώρημα λευκὸν καὶ λεῖον καὶ ὁμαλόν.

ἔτι δὲ τούτου ἀπεπτότερον τὸ νεφέλην τοιαύτην ἔχον. ἐφ'

ὧν γὰρ πνεῦμά ἐστιν ἐν τῷ βάθει παχὺ καὶ ἄπεπτον, εἰ

μὲν ὀλίγον εἴη, συγχωρεῖ μὲν τὴν ὕλην ἐπὶ τὸν πυθμένα

τοῦ ἀγγείου κάτω φέρεσθαι, διαμερίζον δὲ αὐτὴν οὐ συγχω-

ρεῖ ἑνοῦσθαι. εἰ δέ τι πλεονάσει τὸ ἄπεπτον πνεῦμα, ἐν

τῷ βάθει μετεωρίζει τὴν ὑπόστασιν κατὰ τὸ μέσον τοῦ

χύματος καὶ ποιεῖ τὸ καλούμενον ἐναιώρημα. εἰ δ' ἔτι καὶ

μᾶλλον εἴη τὸ ἄπεπτον πνεῦμα, πρὸς τὴν ἄνω ἐπιφά-

νειαν τοῦ χύματος φέρει τὴν ὑπόστασιν καὶ ποιεῖ τὴν κα-

λουμένην νεφέλην. ἐφ' ὅσον οὖν ἰσχύει τὸ πνεῦμα μερί-

ζειν καὶ μετεωρίζειν τὴν ὑπόστασιν, ἐπὶ τοσοῦτον ἀπεπτό-

τερον νομίζεται τὸ οὖρον. ἐπὶ δὲ τῶν ἀκριβῶν τριταίων

καὶ ἐφημέρων πυρετῶν νεφέλη μόνον ἢ ἐναιώρημα πολ-

λάκις ἤρκεσε πρὸς λύσιν τοῦ νοσήματος, ἐνίοτε δὲ καὶ τὸ

εὔχρουν γενέσθαι τὸ οὖρον μόνον.

{Ὅτι οὐ πᾶσα λευκὴ ὑπόστασις ἀγαθόν τι σημαίνει καὶ περὶ ὠμοῦ

χυμοῦ καὶ πύου.}

Πολλάκις δὲ τὸ λευκὸν χρῶμα τοῦ παρεμφερομένου

ἐν τῷ χύματι ἀπατᾷ τοὺς ἰδιώτας, ὡς ὑπόστασιν χρηστὴν

νομίζεσθαι, μὴ οὖσαν χρηστήν. σημαίνει γὰρ ὠμὸν χυ-

μὸν καὶ λευκόν, συνεκκρινόμενον τὸ οὖρον, ὑφίστασθαι

καὶ φαντασίαν χρηστῆς ὑποστάσεως παρέχειν. ἐνίοτε δὲ

ἥπατος ἢ νεφρῶν πεπονθότων πῦον ἐκκρίνεται σὺν τῷ

οὔρῳ καὶ παρυφιστάμενον ἀπατᾷ τὸν τεχνίτην. ἀλλὰ

τοῦτο πρῶτον διορίζεται τὸ προπεπονηκέναι τὸν ἄνθρω-

πον τὸν νεφρὸν ἢ τὸ ἧπαρ ἤ τι ἕτερον μόρων τῶν εἰω-

θότων ἐκκαθαίρεσθαι διὰ τῶν οὔρων. ἔπειτα καὶ δυσῶδες

εὑρίσκεται τὸ μετέχον πύου. ὁ δὲ ὠμὸς χυμὸς διορίζεται,

τῶν χρηστῶν ὑποστάσεως καὶ τῇ ἀνωμάλῳ συστάσει τὸ

παρυφιστάμενον. οὐ γὰρ συνεχὲς ἑαυτῷ μένει, ἀλλὰ δια-

μερίζεται εἰς μικρά, οἷον ψαμμία καὶ οὐδὲ ὅλως λεῖόν ἐστι,

312

καθὼς ἡ ἀληθὴς ὑπόστασις. ἐπὶ μὲν οὖν τῶν χρηστῶν

οὔρων πρῶτον μὲν ἐπιφαίνεται νεφέλη, ἔπειτα ὑποκατα-

βαίνουσα ποιεῖ τὸ ἐναιώρημα, ἐπὶ τέλει δὲ ὑφιζάνουσα ἐν

τῷ πυθμένι τοῦ ἀγγείου ποιεῖται τὴν ὑπόστασιν δηλονότι,

ἂν τελείως πεφθῇ, ἐπὶ δὲ τῶν ὠμῶν χυμῶν εὐθὺς ἐξ ἀρ-

χῆς εἰς τὸν πυθμένα τοῦ ἀγγείου, ὑποχωρεῖ πλῆθος πολὺ

μετὰ τοῦ εἶναι κακόχροον καὶ τὸ χῦμα ὅλον. ἔπειτα δὲ

κατὰ βραχὺ πεπτόμενος καὶ λεπτυνόμενος, αἰωρεῖται κατὰ

τὸ μέσον τοῦ χύματος καὶ ποιεῖ τὸ ἐναιώρημα. ὅταν δὲ

ἐπὶ πλέον λεπτυνθῇ καὶ πεφθῇ, ἐφίσταται ἐπὶ πολὺ τοῦ

χύματος καὶ ποιεῖ τὴν νεφέλην καὶ πλανᾷ τοὺς ἰδιώτας

ὡς ὑπολαμβάνειν ἐπὶ τὸ χεῖρον προβαίνειν τὴν νόσον.

{Τί δηλοῖ τὸ λεπτὸν καὶ ὠχρόν.}

Τὸ δὲ λεπτὸν καὶ ὠχρὸν οὖρον ἄπεπτον μέν ἐστι τῇ

συστάσει· πεπεμμένον δὲ μετρίως τῇ χρόᾳ ἀσθένειαν καὶ

τοῦτο δηλοῖ τῆς φύσεως. τῷ μὲν γὰρ χρώματι, ἔπεψεν ὡς

ἂν ῥᾴδιον ὕπαρχον, οὐκέτι δὲ καὶ τῇ συστάσει, διὰ τὸ

δυσκολώτερον.

{Τί δηλοῖ τὸ λεπτὸν καὶ πυρρόν.}

Τὸ δὲ λεπτὸν τῇ συστάσει καὶ πυρρὸν τῷ χρώματι

βέλτιον τοῦ ὠχροῦ, ὅμως ἄπεπτον διὰ τὴν σύστασιν.

{Τί δηλοῖ τὸ ἐρυθρόν.}

Τὸ ἐρυθρὸν οὖρον ἀπεψίαν σημαίνει, οὐ θάνατον,

ἀλλὰ χρόνου δεῖται εἰς πέψιν. ἔστι γὰρ ἐξ αἵματος ἤγουν

χωροειδοῦς μήπω τελείαν πέψιν λαβόντος μηδὲ τὴν ἰδίαν

χρόαν καὶ διὰ τοῦτο χρονιώτερον σημαίνει τὸ πάθος. ἐπὶ

δὲ τῶν συνοχῶν πυρετῶν, τῶν ἐπὶ πλήθει αἵματος συνι-

στάμενον ἐκκρίνεται τὸ οὖρον ἐρυθρὸν καὶ παχὺ καὶ δῆλον,

ὥς ἐστι τοῦτο καὶ τῷ χρώματι καὶ τῇ συστάσει τοῦ χύμα-

τος καὶ τῷ παρυφισταμένῳ ἄπεπτον.

313

{Τί δηλοῖ τὸ λεπτὸν οὐρούμενον καὶ ἔξω ἀναθολούμενον.}

Τὸ δὲ λεπτὸν οὐρούμενον καὶ μετὰ ταῦτα ἔξω ἀνα-

θολούμενον ἄπεπτόν ἐστι διὰ περιουσίαν πνεύματος πα-

χέος, δηλοῖ δὲ τὴν φύσιν ἄρχεσθαι πέττειν.

{Τί δηλοῖ τὸ παχὺ οὐρούμενον καὶ μένον παχὺ καὶ μὴ καθιστάμενον

οἷόν ἐστι τὸ τῶν ὑποζυγίων.}

Ἀκμάζειν δηλοῖ τὴν τῶν παχέων πνευμάτων τε καὶ

χυμῶν οἷον ζύμωσιν, ἐπὶ τούτων κεφαλαλγίαι ἢ πάρεισιν

ἢ παρέσονται διὰ τὴν ἐν τοῖς χυμοῖς ταραχὴν καὶ τὰς ἀνα-

θυμιάσεις.

{Τί δηλοῖ τὸ οὐρούμενον παχὺ καὶ μετὰ ταῦτα καθιστάμενον.}

Τὸ δὲ οὐρούμενον παχὺ καὶ μετὰ ταῦτα καθιστάμε-

νον παύεσθαι μὲν τὴν ἐν τοῖς χυμοῖς ζύμωσιν καὶ λεπτύ-

νεσθαι ποσῶς δηλοῖ, ἄρχεσθαι δὲ τὴν διάκρισιν.

{Τί δηλοῖ τὸ λευκὸν καὶ λεπτὸν οὐρούμενον καὶ μένον τοιοῦτον.}

Τὸ λευκὸν καὶ λεπτὸν οὖρον ἐσχάτην ἀπεψίαν ση-

μαίνει. οὐ γὰρ ἐνεχείρισεν φύσις ὅλως ἐπὶ τούτου πρὸς

τὴν πέψιν, γίνεται δὲ τοῦτο ἢ δι' ἀσθένειαν τῆς δυνά-

μεως ἢ δι' ἔμφραξιν ἢ διὰ τὸ χρόνιον εἶναι τὸ νόσημα.

ἐπὶ γὰρ τῶν τεταρταίων χρονιωτάτων ὄντων ἐν ἀρχαῖς διὰ

τὸ πάχος καὶ τὸ δυσπειθὲς τῆς ὕλης, διηθούμενον τὸ οὖ-

ρον λεπτὸν οὐρεῖται. οὐρεῖται δὲ λεπτὸν καὶ δι' ἔμφραξιν

ἥπατος ἢ νεφρῶν, ἀλλὰ διαγινώσκεται διὰ τῆς τοπικῆς

ὀδύνης. οὐρεῖται δὲ ἐνίοτε λεπτὸν καὶ λευκόν, καὶ ἐπὶ τῶν

διακαῶν πυρετῶν καὶ σημαίνει φρενίτιν ἀπειλουμένην. καὶ

γὰρ ὁ καῦσος πυρετὸς πλῆθος δηλοῖ χολῆς, οὐ χρώννυται

δὲ τὸ οὖρον. εὔδηλον οὖν ὅτι οὐ μένει ἐν τοῖς ἀγγείοις ἡ

χολή, ἀλλὰ τῇ κουφότητι εἰς τὸν ἐγκέφαλον ἀνέδραμεν. εἰ

μὲν οὖν μὴ πάρεστιν ἡ φρενίτις, ἐπὶ τούτων γίνωσκε αὐ-

τὴν μέλλουσαν ἤδη ἔσεσθαι. εἰ δέ, καὶ παρούσης φρενίτι-

δος οὐρεῖται λευκὸν καὶ λεπτὸν οὖρον, ἐπὶ διακαοῦς πυρε-

τοῦ προαγγέλλει θάνατον ὡς ἐπιπολύ. οὐ γὰρ ὑπομένει ἡ

ἐν ἐγκεφάλῳ δύναμις ἤδη προκαταβεβλημένη τῷ διακαεῖ

πυρετῷ, ἐνεγκεῖν δριμύτητα καὶ δῆξιν χολῆς, ἤδη σεσηπυίας.

314

{Πόσαι διαφοραὶ τῶν ἐλαιωδῶν οὔρων καὶ τί σημαίνουσι.}

Εἴωθε ὁ πυρετὸς πρότερον τὴν πιμελὴν ἐκτήκειν,

ἔπειτα τὴν σάρκα· ἔσχατον δὲ καὶ αὐτῶν τῶν στερεῶν σω-

μάτων καθάπτεται. πυρετῷ οὖν τῆς πιμελῆς τηκομένης,

τὰ ἐλαιώδη οὖρα ἐκκρίνεται, κατὰ βραχὺ δὲ ἡ πιμελὴ τήκε-

ται, ὅθεν καὶ ἀρχὴν ἔχει καὶ ἀνάβασιν καὶ ἀκμήν. ἐν

ἀρχῇ μὲν οὖν τῆς συντήξεως ἐλαιόχροα ποιεῖ τὰ οὖρα, ὡς

εἶναι αὐτὰ ἄμφω, εἴτε ἐλαιώδη εἴτε ὑδατώδη ἐστιν· ἐν δὲ

τῇ ἀναβάσει ἐλαιοφανῆ γίνεται, ἐπισημοτέραν τὴν μῖξιν

τοῦ ἐλαιώδους ἔχοντα, ἐν δὲ τῇ ἀκμῇ τῆς συντήξεως ὅλα

δι' ὅλων τὰ οὖρα καὶ ἐν χρώματι καὶ ἐν συστάσει οἷον

ἔλαιόν ἐστι. ἀλλ' αὐτὴ ἡ τηκομένη πιμελὴ ἢ τῶν νεφρῶν

μόνον ἐστὶν ἢ τοῦ παντὸς σώματος. εἰ μὲν οὖν μόνον

νεφρῶν εἴη, ἀθρόως ἐκκρίνεται πλῆθος τοιοῦτον, ἀλλὰ καὶ

θερμασίας πλείονος αἴσθησις περὶ τοὺς νεφροὺς γίνεται·

εἰ δὲ ἐκ τοῦ παντὸς σώματος εἴη, κατὰ βραχὺ τὴν προσ-

θήκην ποιεῖται.

{Τί σημαίνουσιν αἱ ὀροβοειδεῖς ὑποστάσεις.}

Ὅταν δαπανηθῇ ἡ πιμελὴ καὶ λοιπὸν ἡ σὰρξ τήκη-

ται, ὀροβοειδεῖς ὑποστάσεις γίνονται ἐν τοῖς οὔροις, ἀλλὰ

καὶ αὗται ἢ τῶν νεφρῶν μόνον εἰσίν, ἢ τοῦ παντὸς σώ-

ματος. εἰ μὲν οὖν ἐν πυρετοῖς φανείη τὸ τοιοῦτον οὖρον,

τοῦ παντὸς σώματος δηλοῖ τὸ πάθος εἶναι· εἰ δὲ μὴ τῶν

νεφρῶν μόνον καὶ πάλιν εἰ μέν ἐστιν ἀπεψία τῶν οὔρων,

ὅλου τοῦ σώματος τὸ κακόν. εἰ δὲ πεπεμμένον μὲν εἴη

τὸ οὖρον, αἱ ὀροβοειδεῖς δέ εἰσιν ὑποστάσεις, τῶν νεφρῶν

δηλοῖ τὸ πάθος.

{Τί δηλοῦσιν αἱ πυροειδεῖς ὑποστάσεις.}

Ὅταν δ' ὁ πυρετὸς δαπανήσῃ τὴν πιμελὴν καὶ τὸ

πλέον τῆς σαρκὸς καὶ ἐν τῷ βάθει τῶν ἀγγείων ἐγκατα-

σκήψῃ, γίνονται πιτυρώδεις ὑποστάσεις, στενώτεραι μὲν

τῶν πεταλωδῶν, παχύτεραι δὲ αὐτῶν, ὁμοίως δὲ καὶ ἐκ

τῆς κύστεως ἐκκρίνεται. ἀλλ' εἰ μὲν πυρετὸς παρείη ὅλου

τοῦ σώματος, ἂν δὲ μή, τῆς κύστεως καὶ εἰ μὲν ἄπεπτον

315

εἴη τὸ οὖρον, τοῦ παντὸς σώματος τὸ πάθος, εἰ δὲ πε-

πεμμένον, τῆς κύστεως μόνης. ἀλλὰ καὶ τοπικὴ ὀδύνη ἐστίν.

{Τί δηλοῦσιν αἱ πεταλωδεῖς ὑποστάσεις.}

Ὅταν αὐτὰ πάθωσι τὰ στερεά, πρῶτον μὲν τὰ ἐπι-

πολῆς διαζέονται καὶ γίνονται πεταλώδη τὰ ἐν τοῖς οὔροις·

ἀλλὰ καὶ ἐκ τῆς κύστεως μόνης τοιαῦτα ἐκκρίνεται. εἰ μὲν

οὖν εἴη πυρετός, τὸ ὅλον σῶμα κεκάκωται, εἰ δὲ μή, τῆς

κύστεως τὸ πάθος. καὶ εἰ μὲν ἄπεπτα τὰ οὖρα, τοῦ ὅλου

σώματος τὸ πάθος, εἰ δὲ μή, τῆς κύστεως μόνης.

{Τί δηλοῖ τὰ κριμνώδη ἐν τοῖς οὔροις.}

Ἐπειδὰν πυρετὸς μετὰ τοῦ κατειληφέναι τὸ βάθος

καὶ μεῖζον πλάτος ἐπιλάβῃ καὶ μῆκος, ἁδρότερα γίνεται

τὰ τοιαῦτα τῶν πιτύρων καὶ καλεῖται κριμνώδη· δύο δὲ

σημαίνει· ἢ ὄπτησιν τοῦ αἵματος δηλοῖ ἢ σύντηξιν ἰσχυ-

ρὰν τῶν στερεῶν. εἰ μὲν οὖν λευκὰ εἴη αὐτὰ τὰ κριμνώδη,

τῶν στερεῶν σωμάτων ἐστὶ τὸ πάθος, εἰ δὲ ἐρυθρά, τοῦ

αἵματος.

{Τί δηλοῖ τὸ δυσῶδες οὖρον.}

Τὸ δυσῶδες οὖρον σῆψιν δηλοῖ καὶ τῆς φύσεως νέ-

κρωσιν μέλλουσαν.

{Τί δηλοῖ τὸ μέλαν οὖρον.}

Πάντα τὰ μέλανα τῶν οὔρων εὐθὺς καὶ παχέα. τὰ δὲ

ἰχωρώδη καὶ σανδαραχίζοντα τῶν οὔρων θάνατον δηλοῦ-

σα πάντως εἰσί. σπάνιον γὰρ ἢ οὐδ' ὅλως εὑρεθῆναι λε-

πτὸν καὶ μέλαν. τὸ γὰρ μέλαν χρῶμα προσγίνεται τοῖς

οὔροις ἐκκαθαιρομένου τοῦ μελαγχολικοῦ χυμοῦ ἢ αὐτῆς

τῆς μελαίνης χολῆς, τῆς τε διὰ ψύξιν γενομένης καὶ τῆς

δι' ὑπερόπτησιν. αἱ δὲ τρεῖς αὗται διαφοραὶ παχύτητας

κέκτηνται τὰς συστάσεις· ἐξ ἀνάγκης οὖν καὶ παχέα εὑρε-

θήσεται τὰ μέλανα τῶν οὔρων· ἐπὶ μὲν οὖν τῶν ὀξέων

νοσημάτων ὀλεθριώτατόν ἐστι σύμπαν τὸ οὖρον μελανθέν,

καὶ μάλιστα ὅταν καὶ δυσῶδες ὑπάρχῃ καὶ παχὺ καὶ ὑπό-

στασιν ἔχον μέλαιναν. ἀδύνατος γὰρ ὀξέως νοσοῦντα τοι-

316

οῦτον οὐρήσαντα σωθῆναι. καὶ εἰ μὲν ὑπόστασις εἴη μέ-

λαινα, ὀλεθριώτατον. εἰ δὲ ἐναιώρημα μᾶλλον, ἧττον κα-

κόν, ὅμως κακόν. εἰ δὲ νεφέλη εἴη μέλαινα, ἔτι ἠπιώτερον,

ὅμως κακόν. τὸ δὲ μέλαν ποτὲ μὲν ἐνδείκνυται ψύξιν,

ποτὲ δὲ θερμότητα ἤγουν ἐξυπερόπτησιν. εἰ μὲν οὖν πρό-

τερον, οὐρηθείη πελιδνὸν οὖρον, εἶθ' οὕτως γένοιτο μέ-

λαν, ἔχει ψύξιν τὴν αἰτίαν. εἰ δὲ τὸ ξανθὸν προηγήσοιτο

καὶ οὐρηθείη, ἔπειτα μέλαν γένοιτο, δηλονότι ὑπὸ πλείο-

νος θερμότητος μέλαν γέγονεν ἐξυπεροπτηθέν. γνωστέον

μέντοι ὅτι καὶ ἐπὶ τῇ παρακμῇ τοῦ τεταρταίου πυρετοῦ

καὶ ἐπὶ τῆς μελαγχολικῆς· παρανοίας λυομένης, οὖρα φαί-

νεται μέλανα παχέα. ἡμεῖς δὲ ὀλέθρια ἔφημεν εἶναι ταῦτα

ἐπὶ τῶν ὀξέων.

{Τί δηλοῦσι τὰ ἰχωρώδη καὶ σανδαραχίζοντα τῶν οὔρων.}

Παρεικομένων, καὶ αὐτῆς τὴν οὐσίαν ἀναλύεσθαι καὶ

τὸ λεπτομερὲς αὐτοῦ τὴν ἰχωρώδη χροιὰν διαλύει. εἰ δὲ

παχυμερές, τὴν σανδαραχίζουσαν, καὶ ὡς ἐπιπολὺ θάνα-

τον σημαίνουσιν, εἰ δὲ περισώζει τὴν ἰχῶρα.

{* ΠΕΡΙ ΣΦΥΓΜΩΝ.} Σφυγμός ἐστι κίνησις τῶν ἀρτηριῶν ἀπὸ μὲν τῶν ἐν-τὸς εἰς τὰ ἐκτός, ὃ δὴ καὶ διαστολὴ καλεῖται. ἀπὸ δὲ τῶνἐκτὸς εἰς τὰ ἐντός, ὃ καὶ συστολὴ λέγεται. χρεία δὲ τῆςδιαστολῆς κατὰ τὴν ἀναλογίαν τῆς θέρμης ἐπισπᾶσθαιτοῦ ἐκτὸς ἀέρος πρὸς εὐκρασίαν, τῆς δὲ συστολῆς τὸ ἀπώ-σασθαι τὰ λιγνυώδη καὶ καπνώδη περιττώματα. πᾶσαιμὲν οὖν αἱ ἀρτηρίαι τὸν αὐτὸν τρόπον σφύζουσιν, οὔτεδὲ εὐσχημονέστερον οὔτε τῇ χρείᾳ συμφορώτερον ἄλλης ἂνἅπτοιο τὰς ἐν τοῖς καρποῖς παρείς. Εἰ πολλά γε εἴη τὰ τὴν χρείαν ἐπείγοντα μέγεθοςπρῶτον, εἶθ' οὕτω καὶ τάχος ἐπιγίνεται τοῖς σφυγμοῖς καὶμέγεθος μὲν ἐξ μεγάλης τοῦ αἵματος θερμότητος τῆς ἔν-δον, ὃ μάλιστά ἐστι σημεῖον θανάτου οὐ πόρρωθεν.{* ΠΕΡΙ ΟΥΡΩΝ ΕΝ ΠΥΡΕΤΟΙΣ.} Ἐὰν ἴδῃς τὸ οὖρον ἐρυθρὸν καὶ παχὺ εἰς τὴν πρώ-την ἡμέραν τοῦ νοσήματος ἢ εἰς τὴν δευτέραν μέχρι τῆςτρίτης, ὑπάρχοι νέος καὶ σῶμα ἔμπλεον ἔχων, καὶ αἱφλέβαι τοῦ βραχίονος ὡσαύτως καὶ ἔτρωγε καὶ ἔπινενἀκορέστως, ὅτε εἰς τὴν ὑγίαν αὐτοῦ διῆγε, καὶ ἔχει δύνα-μιν, τουτέστι περιπατεῖν καὶ καθεύδειν, καὶ οὐ κατάκειταιἐν κλίνῃ βεβαρωμένος ἢ καταχθονισμένος. καὶ ἡ ὥρα τοῦἔτους ἔαρ, τέμνε τὴν φλέβαν αὐτοῦ ἀδεῶς. εἰ δὲ καὶ πυ-ρετὸν συνεχῆ ἔχει, φημὶ ἄσπονδον νύκτα καὶ ἡμέραν περισ-ωτέρος ἡ ῥεῦσις τοῦ αἵματος αὐτοῦ γενέσθω. τροφὴ δὲαὐτῷ ἔστω πᾶσα ψυχρὰ καὶ ὑγρὰ δίαιτα ὥσπερ χρυσολά-χανα καὶ μαλάχη καὶ ἀγγούρια καὶ κυτράγγουρα καὶ ῥόαςκαὶ τὰ ὅμοια καὶ πιέτω ζουλάβιν ἢ σάχαρ μετὰ ψιλλίουπεπλυμένου μεχρισότου γένηται γλιῶδες καὶ γλίσχρον, ποι-οῦντες οὐδὲ τὸν κανόνα τοῦτον τῆς θεραπείας καὶ παύσειὁ πυρετὸς ἢ εἰς τὴν τετάρτην ἡμέραν ἐὰν ἱδρὼς γένηταιἢ αἱμορραγία ἐκ τῶν ῥινῶν ἢ κοιλίας ῥεῦσις. ἢ ποτοῦ ἕωςτῆς ἑβδόμης ἡμέρας, λαβέτω δίαιταν ἁδρὰν ὥσπερ ᾠὰ τρο-μητὰ καὶ ὀρνιθόπουλα μετὰ ζωμοῦ τῆς ὀμφακίου σταφυ-λῆς ἢ ὄξος ἢ δαμάσκηνα καὶ μετὰ ταῦτα λουθείτω. εἰ δὲπολλάκις γένοιτο ὁ τοιοῦτος πυρετὸς ἐν θέρει, ῥίγους δὲμὴ ὄντος ἢ ἐν φθινοπώρῳ ἢ ἐν χειμῶνι, καὶ ἔστιν ἡ δύ-ναμις τοῦ κάμνοντος, καὶ παρακολουθοῦσι τὰ προειρημένασημεῖα, φλεβοτόμησον καὶ μὴ τήρει καιρὸν χειμῶνος, ἢἑτέρου τινὸς καιρόν. εἰ δὲ κατίσχνον ἐστὶ τὸ σῶμα τοῦπυρέττοντός ἐστι καὶ ὠχρὸν τῇ ὄψει ἀνάπαλιν τῶν προ-λεχθέντων, καὶ φράττει τὸ σωμάτιον καὶ συστέλλεται, παῦ-σον τοῦ φλεβοτομεῖν, καὶ ἀρκέσθητι εἰς τὸ ὀξυσάχαρ, ἢὀξύμελι ἢ τὸν ζυμὸν τῶν ῥοῶν. εἰ δὲ ἴδῃς καὶ τὸ οὖρονλεπτὸν καὶ πυρρόν, σημαίνει ξανθὴν χολὴν σεσημένην ἐντῷ στομάχῳ, ἢ ἔξωθεν τοῦ ἀγγείου, τουτέστιν εἰς τὴν κοι-λότητα τοῦ στήθους, καὶ ἐν ἄλλῳ τόπῳ καὶ ἐποίησε ῥῖγοςτριταῖον. ἐν πρώτοις δὲ τὸν τοιοῦτον βλέπε εἰς τὴν δύνα-μιν καὶ εἰ ἔχει ἐναντίωσιν καὶ σκότωσιν, καὶ ἐπέχεται ἡγαστὴρ αὐτοῦ, κένωσον μετὰ χροσοβαλάνων ἀπογιγαρτι-σμένων, συντεθλασμένα, ποίησον δὲ οὕτως· λάβε ἐξ αὐτῶνἓξ καὶ δέκα οὐγγίας καὶ θὲς εἰς χύτραν καινὴν σταφί-δος οὐγγίαν μίαν δαμάσκηνα ιηʹ ἢ κʹ συρικά, λέγω δὴ ζί-ζιφα, ὁμοίως ἐὰν εὐρωθῶσιν, ὀξυφοίνικον οὐγγίαν ῥᾶνονἐπ' αὐτῶν ὕδωρ γλυκὺ πηγημαῖον καὶ σκέπασον τὰ εἴδηκαὶ τοῦτο εἰκάσμου λίτρας καὶ ἥμισυ καὶ βράσον, ἕως οὗκαταλειφθείη ἡ ἡμίσεια λίτρα καὶ τρίψας καὶ συρώσαςπιέτω ὁ ἄρρωστος μετὰ οὐγγίαν σάχαρ. εἰ δὲ καὶ ὁ κάμνωνὑπάρχει ἐπίσημος, πρόσθες τὸ μέλι τοῦ μέλανος καλάμουτοῦ ἰνδικοῦ στάθμην οὐγγίας εʹ LL ἢ καὶ ςʹ καὶ πιέτωκαὶ μετὰ τὴν κένωσιν λαβέτω δίαιταν ἐκ τῶν προειρημέ-νων λαχάνων. εἰ δὲ ἴδῃς ὅτι ἡ κοιλία ἐπέχεται καὶ ταῦταοὐ καταδέχεται, καὶ αὐτὸς ἀσυνήθης τῶν πτώσεων τού-των, ἀλλ' ἰδιώτης καὶ ἄγροικος, ἕψησον τὸ παρθένιον μετὰτῆς μαλάχης καὶ πινέτω, ὅταν φέρῃ ἡ κοιλία καὶ τῇ ἐξῆςγινομένης τῆς ἡμέρας, πινέτω τὸ ὀξυσάχαρ μετὰ τοῦ χυ-λοῦ τῆς πτισάνης ἢ ῥοδοσάχαρ καὶ ἡ τροφὴ γενέσθω λά-χανα. σημείωσαι δὲ τούτου τὴν ἡμέραν τῆς περιόδου μὴλάβῃ δίαιταν, μεχρισότου διέλθῃ τὸ ῥῖγος καὶ πληρωθῇ.γίνωσκε δὲ ὅτι ὁ τριταῖος πυρετός, ὁ ἀκριβής φημι, τὸ κα-θαρὸν ῥῖγος τὸ κρατοῦν δώδεκα ὥρας τουτέστιν ἡμέραν ἢνύκτα, καὶ πλέον οὐδέν, ἀφίει τεσσαράκοντα καὶ ὄκτωὥρας, αἵτινες εἰσὶ δύο ἡμέραι καὶ μήτε πρόςθεσιν δεχό-μενον τὸ τοιοῦτον ῥίγος ἢ ἔλλειψιν, οὗτος καλεῖται ὁ ἀκρι-βὴς ὁ φυλάττον τάξιν τῶν ὡρῶν αὐτοῦ, καθὼς ἐν τοῖςἀφορισμοῖς ὁ Ἱπποκράτης λέγει, τριταῖος ἀκριβὴς κρίνεταιἐν ἑπτὰ περιόδοις τὸ μακρότατον. φημὶ ὑπὲρ τῶν ἡμε-ρῶν οὐ διαβαίνει, ἀλλὰ λύεται, πῶς δὲ ἐὰν μὴ συγκε-ρασθῇ μετὰ ἑτέρου ῥίγους, ἢ ἀπὸ πλήθους ὕλης μὴ κε-νωθείσης ἀπὸ τοῦ στομάχου, μήτε ἀπὸ τῆς αὐτομάτουφύσεως διὰ γαστρὸς ἢ δι' ἐμέτου. ἐπειδὴ γὰρ ὁ τριταῖοςκινεῖ τὸν ἔμετον εἰς τὴν δευτέραν περίοδον ἢ εἰς τὴν τρί-την ἢ εἰς τὴν τετάρτην, διότι γεννᾶται ἡ σῆψις τῆς χολῆςἐν τῷ στομάχῳ. περίοδον δὲ λέγει, τοῦ ἐμέτου εἰς τὴν τε-τάρτην ἡμέραν γίγνεται, ἢ πολλάκις ἐξ αὐτῆς μέχρι τῆςτετάρτης ἡμέρας, ὅσον δὲ ἐμεῖ, λείπει ὁ πυρετὸς καὶ τὸῥῖγος πρὶν τῶν ιδʹ ἡμερῶν, ἢ διὰ τῆς κενώσεως τῆς αὐ-τομάτου φύσεως, ἢ διὰ τῆς τέχνης τοῦ ἰατροῦ, εἰ δὲ πα-ρακαλουθεῖ τὸν τοιοῦτον ἄρρωστον ἰατρὸς ἰδιώτης, μετ-αλλάττεται ὁ τριταῖος εἰς τεταρταῖον, μάλιστα ἐὰν καὶσυμβῇ ὁ τριταῖος εἰς τὰ τέλη τοῦ θέρους καὶ εἰς τὴν ἀρ-χὴν τοῦ φθινοπώρου. ἐὰν δὲ ἴδῃς τὸν ἀρρωστοῦντα τὸντριταῖον, ὅτι φλέβας ἔχει ἐμπεπλησμένας καὶ νέος τὴν ἡλι-κίαν, τέμνε τὴν φλέβα τῇ ὀγδόῃ ἡμέρᾳ καὶ τῇ δεκάτῃκαὶ μὴ κενώσει αἷμα πολύ, ὥσπερ ἐκένωσας εἰς τὸν σύνο-χον πυρετόν, ἀλλ' ὀλίγον διὰ τὴν σῆψιν· ἐξέρχεται γὰρ διὰτοῦ αἵματος καὶ κουφίζεται ὁ ἄρρωστος. πότιζε δὲ αὐτὸνκαθ' ἡμέραν τὸ ὀξυσάχαρ μετὰ τῆς πτισάνης καὶ ἀπόφυγετὰ θερμὰ ἀπό τε διαίτης καὶ θεραπείας, διότι ἐὰν θρέ-ψῃς αὐτὸν μετὰ τῆς θερμῆς διαίτης καὶ τῆς ἰατρείας,ἐξέρχεται εἰς ἴκτερον ὁ λεγόμενος χρυσιασμὸς ἀσκὸς καὶλύρα, βλάπτεται τὸ ὅλον σῶμα, καὶ οἱ ὀφθαλμοί, καὶ τὸκλοκίον κίτρινον, καὶ ὁ ἀφρὸς αὐτοῦ, καὶ ἐὰν ἴδῃς τὸ τοι-οῦτον κλοκίον, εἰπὲ ἴκτερον ἔχει καὶ ἁρμόζει ἰατρεύεσθαιὡς τριταῖος, πινέτω δὲ τὸν χυλὸν τῶν ἰνδίβων ἐξαφρισμέ-