De urinis in febribus
- Edition reference
- De urinis in febribus, ed. Ideler, op. cit., vol. 2, 323–327.
- CTS identifier
urn:cts:greekLit:tlg0721.tlg016.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
2
325
νον καὶ τοῦ στρύχνου μετὰ ὀξυμέλιτος καὶ πᾶν ὄξυνον
φαγέτω, ἐκτὸς τῶν ἁλμυρῶν καὶ φλεβοτόμησον, εἰ πλη-
θωρικὸν σῶμα ἔχει ὁ κάμνων καὶ δύναμιν, καὶ ἡλικίαν
καὶ δύναμιν, κενοῦται γὰρ ἡ χολή. αὕτη γὰρ ἡ οἰκονομία
— —τοῦ τριταίου. ὁ δὲ ἐφήμερος πυρετὸς— — —θε-
ραπεύεται— —οὕτως. γίνεται δὲ ἢ ἀπὸ κόπου καὶ ἡλίου
ἢ ἀπὸ ἀγρυπνίας ἢ ἀπὸ τροφῆς καὶ πόσεως θερμῆς— —
ἢ ἀπὸ φρενίτιδος καὶ λύπης. διὰ τί δὲ καλεῖται ἐφήμερος,
326
ὅτι τὸ πρωῒ ἐὰν πυρέξῃ ὁ ἄρρωστος καὶ οὐκ ἔχει ὕλην τὸ
σῶμα, ἀφίῃ τῇ ἑσπέρᾳ ἢ μέχρι τῆς τρίτης καὶ τῆς ἑβδό-
μης. εἰ δὲ διαβιβάσει τὴν ἑβδόμην, ἐγένετο ἕτερον εἶδος
πυρετοῦ καὶ λέγουσιν, ὅτι παρήχθη ὁ τοιοῦτος πυρετὸς ὁ
ἐφήμερος, ἀπὸ ἰχθύος τινός, γεννᾷ τὸ πρωΐ, καὶ ἐκ τῶν
γενομένων ἰχθύων, τελευτᾷ τῇ ἑσπέρᾳ· ἐν τοῖς πνεύμασι
γὰρ γίνεται ὁ ἐφήμερος καὶ λέγονται δυνάμεις εἶναι τρεῖς
ὁ ἐφήμερος ἡ φυσικὴ ἥτις ἐστὶ ἐν τῷ στομάχῳ καὶ ἥπατι,
ὅθεν ἀλλοιοῦται ἡ τροφὴ πᾶσα καὶ μεταβάλλεται εἰς αἷμα
καὶ χολὴν ξανθὴν καὶ μέλαιναν καὶ φλέγμα κατὰ τὸ εἶδος
τῆς τροφῆς, καὶ ἐὰν λάβῃ ὁ χρώμενος οἶνον αὐστηρὸν
πολύ, ἢ νύπυ ἢ μέλι ἢ σκόρδα καὶ τὰ ὅμοια θερμά, ἐξ-
άπτεται τὸ ἧπαρ καὶ διὰ τῶν ἀρτηρίων πλησιάζει τῆς καρ-
δίας καὶ γίνεται ἐφήμερος πυρετὸς ὃν προείπομεν, ὅτι
γίνεται ἀπὸ διαίτης θερμῆς καὶ ἀπὸ ἡλίου καὶ ἀπὸ κόπου,
καὶ τοῦτον δὲ φλεβοτομεῖν τὸν ἀπ' οἴνου καὶ πλησμονῆς
γινόμενον, εἰ ἡ δύναμις ἀπαιτεῖ— — —καὶ τὰ σημεῖα
αἵματος ἔχει, ὥσπερ βάρος μετώπου καὶ κεφαλῆς πόνον
καὶ ὀφθαλμῶν ἐρυθρότης καὶ χαυνότητα σώματος, καὶ
ὀκνία, καὶ ἡ δίαιτα ἔστω ψυχρὰ καὶ ὑγρά. — — — —
ἡ δὲ γένεσις τοῦ ἑτέρου πυρετοῦ ἀπὸ καρδίας— — — —
ἀπὸ χολῆς γενομένος καὶ θυμοῦ. — —ἡ θεραπεία τοῦ
τοιούτου τούτου— — — —τοῦ καταπραῦναι τὸν θυ-
μὸν— —αὐτοῦ διὰ— — — — — —προσηνῶν λόγων
καὶ πάντα τὰ πρὸς ἀρεσκείαν αὐτοῦ καὶ θεραπείαν— —
— — — — —καὶ διὰ ψυχρῶν ποτῶν καὶ τροφῶν, ἡ δὲ
γένεσις— — —τοῦ ἄλλου πυρετοῦ, τοῦ ἀπὸ τοῦ ψυχι-
κοῦ πνεύματος, ἀπὸ λύπης, ἀπὸ φροντίδος, ἀπὸ συμφο-
ρᾶς, καὶ ἀγρυπνίας— — — —τὸν τοιοῦτον ἄρρωστον
δεῖ ἰατρεύειν, τὸν μὲν ἀπὸ λύπης γενόμενον, ὅσα εὐχαρῆ,
ὅσα παραμυθῆ ἀπό τε ἀκοῆς καὶ μελωδίας ταῦτα ἐρᾷ καὶ
φίλων καὶ γνησίων καὶ ποθεινῶν συνομιλίαι καὶ διηγήσεις,
καὶ τῶν εἰρημένων ἡ θεωρία καὶ ἡ χρῆσις καὶ οἴνου κόρος,
τὸν δὲ ἀπὸ ἀγρυπνίας συμβάλλοντα γλυκέων ὑδάτων, καὶ
τροφαὶ ὑγραὶ ἀπὸ πετραίων ἰχθύων καὶ χρυσολαχάνων καὶ
σπαναχίων καὶ μαλάχης καὶ μαρουλλίων καὶ ἀλοιφὰς ἐν τῇ
κεφαλῇ, ἔλαιον καὶ τὰ ὅμοια, τὸν δὲ ἀπὸ τοῦ ἡλίου καὶ
327
καύματος γενόμενον πυρετὸν— — — — —ὀπωροφα-
γέτω ὡς δαμάσκηνα καὶ ἀγγούρια καὶ σταφυλὰς— — —
οὐ πολὺ γλυκυτάτας, ἀλλὰ ὑδαρῶδες καὶ τὰ ἄκρα τῶν ἐρί-
φων, καὶ τῶν πετεινῶν, ὀψημένων μετ' ὀμφακίου καὶ οἶνον
συγκερασμένον καὶ ἰχθύας πηκτὰς καὶ χυλὸν πτισάνης,
καὶ ὅσα ψύχουσι καὶ ὑγραίνουσι, καὶ ἀλειφέσθω ἀλείματα
ἐλαίου. εἰ δ' ἔστι πόνος κεφαλῆς, ῥόδινον ἔλαιον σὺν ὄξει
μεμιγμένον καὶ χυλὸν ἀκοράντου ἀλείψῃ τὸ μέτωπον καὶ
τὰς μήνιγγας. ἐὰν δὲ συμβῇ τεταρταῖος νεωτέρῳ τινὶ ἐν
καιρῷ ἔαρος, ὑπάρχει δὲ ἔμπλεος σώματι ἀπὸ ποτοῦ καὶ
τροφῆς καὶ αἱ φλέβαι ὄγκον ἔχουσιν, φλεβοτόμησον· ἐὰν
δέ ἐστι ἡ δύναμις, καὶ πότιζε μετὰ ταῦτα τὸ ὀξύμελι
μετὰ ψυχροῦ ὕδατος, εἰ ἔχει καὶ πυρετόν. εἰ δὲ μήγε,
μετὰ θερμοῦ, καὶ παρακολουθήσονται τὸν κανόνα τοῦτον,
λέγω δὴ τῶν τοιούτων ψυκτικῶν, ὑπὲρ τῶν θερμαντικῶν.
τοῦτο δὲ εἰς τὸ διουρητικόν· σπέρμα σικύων καὶ μαλά-
θρων καὶ ἰντιβῶν, καὶ τὰς ῥίζας αὐτῶν καὶ τῶν ἀσπα-
ράγγων ἑψημένων. καὶ τὸν ζυμὸν αὐτῶν πιέτω ὁ ἄρρω-
στος μετ' ὀξυμέλιτος, εἰ θεῷ φίλον.
{ἘΞ ἸΑΤΡΙΚΗΣ ΒΙΒΛΟΥ ΠΡΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΝΒΑΣΙΛΕΑ ΤΟΝ ΠΩΓΩΝΑΤΟΝΠΕΡΙ ΤΡΟΦΩΝ.ΣΥΝΤΑΓΜΑ.(Τυγχάνει τόδε σαφῶς πονηθὲν παρὰἀνδρὸς σοφωτάτου).} Γνωστὴ ἡ φύσις καὶ ἡ δύναμις τῶν βρωμάτων καὶ πο-μάτων ἐκ τῆς αὐτῶν γεύσεως· αἱ δὲ γεύσεις διαιροῦνταιεἰς ὀκτώ· γεῦσις γλυκεῖα· γεῦσις πικρά· γεῦσις ἁλμυ-ρά· γεῦσις δριμεῖα· γεῦσις λιπαρά· γεῦσις στυπτική·γεῦσις ὀξίζουσα· γεῦσις μὴ ἔχουσα αἴσθησιν. Καὶ ἡ μὲν γλυκεῖα γεῦσις ὑπάρχει θερμὴ καὶ ὑγρὰ,καὶ ἁρμόζουσα τοῖς ἔχουσι σύμμετρον, καὶ πλεονάζει εἰςαὐτοὺς αἷμα εὔχρηστον, ἔχον σύμμετρον κρᾶσιν. τοῖς δὲσώματα ἔχουσι θερμὰ καὶ ξηρὰ καὶ χολώδη μετατρέπε-ται εἰς χολὴν ξανθήν· πᾶσα δὲ ὑγρὰ ὀπώρα καὶ γλυ-κεῖα ἔχει ἐλαττοτέραν θερμότητα καὶ ξηρότητα παρὰτὴν θερμότητα τοῦ σάκχαρος. πᾶσα δὲ βρῶσις καὶ πόσιςὅσον πλεονάζει εἰς αὐτὰς ἡ γλυκύτης, τοσοῦτον πλεονά-ζει καὶ ἡ θερμότης. Τὸ δὲ πικρὸν κέκτηται πλειοτέραν θερμότητα καὶ ξη-ρότητα τοῦ γλυκέος καὶ οὐχ ἁρμόζει τοῖς τὰ σώματαἔχουσι θερμὰ καὶ ξηρά. λεπτύνει δὲ τὸ φλέγμα καὶ δια-λύει αὐτὸ, καὶ πεπαίνει τοὺς παχεῖς χυμοὺς, καὶ ἁρ-μόζει τοῖς τὰ σώματα ἔχουσι θερμὰ καὶ ξηρά, ποιεῖ δὲδίψαν καὶ πολυφαγίαν καὶ τέμνει τὸ φλέγμα καὶ δια-λύει ἐκ τοῦ στομάχου τὰ παχέα περιττώματα καὶ σεση-πότα ........................................................τὰ δὲ ἔχοντα ἐκκαυστικὴν δύναμιν εἰς γεῦσιν αὐτῶν,οἷον τὸ πέπερι, τὸ πύρεθρον, καὶ τὰ κρόμμυα, καὶ τὰσκόροδα, κέκτηνται καὶ αὐτὰ πλείστην θερμασίαν, καὶβλάπτουσι τὰ θερμὰ καὶ ξηρὰ σώματα καὶ γεννῶσι κε-φαλαλγίαν ἐκ τῶν ἀναθυμιάσεων αὐτῶν, καὶ λεπτύνου-σι τὸ αἷμα. χρὴ δὲ λαμβάνειν αὐτὰ τοῖς τὰ σώματαἔχουσι καὶ ψυχρὰ καὶ ὑγρὰ, καὶ μάλιστα τοὺς καιροὺςτοὺς ψυχροὺς καὶ ὑγρούς· διαλύουσι δὲ τὴν ὑγρότητακαὶ παχύτητα ἐκ τοῦ στομάχου καὶ ἐκ τῶν ἐντέρων. Τὸ δὲ λιπαρὸν ἔχει σύμμετρον θερμότητα καὶ ὑγρό-τητα· ἁρμόζει δὲ τοῖς τὴν κρᾶσιν ἔχουσι ξηράν. Τὸ δὲ στύφον ὑπάρχει ξηρὸν καὶ ψυχρὸν καί ἐστινἐπιτήδειον τοῖς τὴν κρᾶσιν θερμοτέραν ἔχουσιν· ἐνδυνα-μεῖ δὲ τὸν στόμαχον καὶ ἄγει αὐτὸν εἰς ὄρεξιν, καὶ παύειτὸν πόνον αὐτοῦ, καὶ ἐνδυναμεῖ τὴν αὐτοῦ ἐνέργειαν,καὶ καταπραΰνει τὴν δίψαν. ἔστι δὲ τὸ τοιοῦτον βλαβε-ρὸν τοῖς τὴν κρᾶσιν καὶ τὰ σώματα ἔχουσι ψυχρὰ, ἀδυ-νατοῖ δὲ τὰ νεῦρα καὶ βλάπτει αὐτά. Τὸ δὲ ὄξος διὰ τὴν φυσικὴν ξηρότητα, ἣν κέκτηνταικρᾶσιν ψυχρὰν καὶ ὑγράν. βλαβερὰ δὲ ὑπάρχουσι τοῖςτὰ σώματα ἔχουσι ξηρά. ἁρμόζουσι δὲ τοῖς τὰ νεῦρα τοῦστομάχου ἔχουσι χαῦνα ἐκ πολλῆς ὑγρότητος, καὶ ὠφε-λοῦσιν ἐν τοῖς κοιλιακοῖς· τὰ δὲ ἐλαττοτέραν τὴν στυφό-τητα ἔχοντα, οἷον τὰ κυδώνια καὶ τὰ ἄπια καὶ τὰμῆλα καὶ ὅσα τούτοις ὅμοια ἔχουσι σύμμετρον δύναμινκαὶ ἐνέργειαν εἰς τὸ δυναμεῖν τὸν στόμαχον καὶ τὴν κοι-λίαν καὶ τὸ ἧπαρ καὶ εἰς τὴν ὄρεξιν τοῦ βρώματος.ἐσθιόμενα δὲ πρὸ τῆς βρώσεως κωλύουσι τὴν φύσιν,καὶ ἐσθιόμενα μετὰ τὴν βρῶσιν ἄγουσι τὴν φύσιν. Ἡ δὲ γεῦσις ἡ μὴ ἔχουσα αἴσθησιν, οἷον τὰ λευκὰτῶν ὠῶν καὶ τὸ ψύλλιον καὶ ὅσα τούτοις ὅμοια ὑπάρ-χουσιν, ὑγρὰ καὶ ψυχρὰ καὶ μετατρέπονται ταχέως εἰςτὴν ὑγρότητα, ἁρμόζουσι δὲ τοῖς ἔχουσι τὴν κρᾶσιν τῶνσωμάτων θερμὴν καὶ ξηράν.{Περὶ τροφῆς σπερμάτων καὶ καρπῶν.} Ὁ σῖτος πλεονάζει τῇ θερμότητι καὶ ὑπάρχει βελτιώ-τερος πάντων τῶν σπερμάτων, γεννᾷ δὲ αἷμα εὔχρηστονκαὶ πάνυ καλόν. ἡ δὲ κριθὴ πλησιάζει τὴν ψυχρότητακαί ἐστιν ἡ τροφὴ αὐτῆς ἐλαττοτέρα τῆς τροφῆς τοῦ σί-του, οὐχ ἁρμόζει δὲ τοῖς τὴν φύσιν ἔχουσι θερμοτέραν.