The Greek Library Catalogue

Anonymous

Fragmenta varia

Edition reference
Fragmenta varia, ed. R. Fuchs, "Anecdota medica Graeca," Rheinisches Museum 50 (1895) 577–581.
CTS identifier
urn:cts:greekLit:tlg0721.tlg025.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

πολυποδίου· ὀποπάνακος· καστορίου· πετροσελίνου· ζιγγι- βέρεως·σαγαπήνου· κρόκου· ἀριστολοχίας· κιναμώμου· μέλιτος τὸ ἀρκοῦν:·{pag. 112r:}Εἶπεν ὁ <γαληνὸς>· ὅτι ἡ φλεβοτομία καὶ ἡ κάθαρσις δύ- ναται πᾶσαννόσον βοηθῆσαι· ἔσωθεν καὶ ἔξωθεν· καὶ μία γυναῖκα εἶχενεἰς τὸ βυζίον πάθος καρκίνου καὶ ἰατρεύθη μετὰ φλεβο- τομίαν καὶκάθαρσιν· δὶς μὲν τοῦ ἔαρος· ἅπαξ δὲ τοῦ φθινοπώρουχρεία δὲ καὶ τῶν ἔξωθεν ἐπιθεμάτων· ὡς γινώσκεις. —{Διάγνωσις περὶ τῶν ὀξέων καὶ χρονίων νοσημάτων.}{Φρενίτιδος αἰτία. κε. ιγ}<Ἐρασίστρατος> μὲν ἐξ ἀκολούθων τῶν ἑαυτοῦ δογμάτωνφησὶ γίνεσθαι τὴν φρενῖτιν κατά τι πάθος τῶν κατὰ τὴν μήνιγγαἐνεργειῶν· οὗ γὰρ τόπου κατ' αὐτὸν ἡ νόησις φρόνησις, ἐπὶτούτου ἡ παρανόησις παραφρόνησις ἂν εἴη. <Πραξαγόρας> δὲφλεγμονὴν τῆς καρδίας εἶναί φησι τὴν φρενῖτιν, ἧς καὶτὸ κατὰ φύσιν ἔργον φρόνησιν οἴεται εἶναι· ὑπὸ δὲ τῆςφλεγμονῆς ταρασσομένην τὴν καρδίαν τοῦδε τοῦ πάθουςσυστατικὴν γίνεσθαι. Ὁ δὲ <Διοκλῆς> φλεγμονὴν τοῦ δια-φράγματός φησιν εἶναι τὴν φρενῖτιν, ἀπὸ τόπου καὶ οὐκ ἀπὸἐνεργείας τὸ πάθος καλῶν, συνδιατιθεμένης καὶ τῆς καρδίας· ἔοικεγὰρ καὶ οὗτος τὴν φρόνησιν περὶ ταύτην ἀπολείπειν· διὰ τοῦτογὰρ καὶ τὰς παρακοπὰς ἕπεσθαι τούτοις. Ὁ δὲ <Ἱπποκράτης>τὸν μὲν νοῦν φησιν ἐν τῷ ἐγκεφάλῳ τετάχθαι καθάπερ τι ἱ-ερὸν ἄγαλμα ἐν ἀκροπόλει τοῦ σώματος· χρῆσθαι δὲ τροφῇτῷ περὶ τὴν χοριοειδῆ μήνιγγα αἵματι. ὅταν δὲ τοῦτο ὑ-πὸ τῆς χολῆς φθαρῇ, ὑπαλλάττει καὶ τὸ τρεφόμενον τῆς ἰδίας δυ-νάμεως· οὗ γὰρ ἡ ἔντακτος καὶ κατὰ φύσιν κίνησις φρόνησιςἦν, τούτου ἡ ἄτακτος καὶ παρὰ φύσιν παραφρόνησις ἂν εἴη.{Φρενίτιδος σημεῖα.}Φρενῖτιν δὲ σημαίνει συνε-χὴς πυρετὸς ἐπιγινόμενος εἰς νύκτα καὶ μὴ διαλείπων τιμηδὲ ἀξιόλογον ἐπανιείς, σφυγμὸς δεδιω〈γ〉μένος, σμικρός,πυκνός, ἀναπνοὴ συνεχίζουσα καὶ μὴ δι〈ι〉στᾶσα τελείως θώρακακαὶ πρὸς τούτοις ἀγρυπνία διηνεκὴς καὶ παραφορὰ τῆς διανοίαςκαὶ ποτὲ μὲν ὀργιζομένου καὶ ἀγριαίνοντος καὶ ἔξω τρέχοντος, ποτὲ δὲ ἱ-λαροῦ καὶ ᾄδοντος ἢ κατακειμένου καὶ ἐπὶ τὸν ἀέρα τὰς χεῖραςἔχοντος ἢ τὰς κροκίδας τῶν ἱματίων ἐκλέγοντος ἢ καρφολο-γοῦντος καὶ ἀπὸ τῶν τοίχων ἀφαιροῦντος καὶ δοκοῦντος ἀπο- τίλλεινμηδὲν αἴροντος καὶ ψηλαφῶντος, περίψυξις δὲ ἄκρων,ἀγρυπνία δι' ὅλου, παρακοπὴ ἢ ἀποσιώπησις, γέλως ἢ κατήφεια,ὄμματα ἐνερευθῆ, ὀξυκίνητα, δακρύοντα. κροκοδίζουσιδὲ οἱ ἐν τῷ πάθει. ἡ γλῶττα τούτων ἄνικμος, ὄρεξις ἄλλοιςἄλλη. κινδυνεύουσι δέ. ὑποχόνδριον προσεντείνεται καὶἀνασπᾶται, τράχηλος δὲ καὶ πρόσωπον ἐφιδροῖ, κοιλίακαταρρεῖ, τὸ σῶμα ὑποτρέμει. εἰ δὲ ἀποθνησκόμενοι ἐν τῷπάθει, ὀξυφωνοῦσιν, ἀσαφῆ λαλοῦσι, τραυλίζουσι, ἀσφυκτοῦσι,δυσπνοοῦσι. ταῦτα πάντα φρενιτικὰ εἶναι ὑπαγόρευε.{Φρενίτιδος θεραπεία.}Τοὺς δὲ φρενιτικοὺς πρῶτον μὲν κατακλιτέον ἐν τόπῳ φωτεινῷ·κατάλληλον γὰρ τοῖς πλείστοις τὸ τοιοῦτον. τοῖς δὲ πρὸς τὸ φῶς ἐκ-ταρασσομένοις τὸν ἁρμόζοντα ἔκκρινε ἀέρα. ἐνίοις δὲ παρα-ληπτέον καὶ τὸ τοῦ λύχνου φέγγος. καὶ τοὺς μὲν ἐκ πρώτης ἢ δευτέραςἡμέρας παρακόψαντας φλεβοτομητέον παρόντων τῶν πρὸς τὴν φλε-βοτομίαν ἀριθμῶν περὶ τὴν δευτέραν ἢ τρίτην ἡμέραν, σπανίωςδὲ περὶ τὴν τετάρτην. εἰ δ' οὖν κλυστῆρι μετακτέον ἐπὶ τὰκάτω τὴν ὕλην. τροφὴν δὲ μετὰ διάτριτον προσοίσομεν ὡςἐπὶ τῷ θεῷ τὰς εὐαρεστήσεις ἐκλαμβάνοντες. ποτοῦ ἀφειδοῦνκαὶ ἐπὶ τούτων καὶ μὴ βουλομένους ὑπομνηστέον. ἐμβροχαῖς δὲτὴν κεφαλὴν μέχρι πρώτης διατρίτου διὰ ῥοδίνου ὠμοτριβοῦςἐλαίου παραλαμβανέσθωσαν, ἀπὸ δὲ ταύτης ἡ δι' ὀξυροδίνου,ἑνὸς δὲ ὄξους πρὸς πέντε ῥοδίνου μεμιγμένου. ἐπιμενούσηςδὲ τῆς παρακοπῆς συμπλεκέσθωσαν τούτοις καὶ χυλοὶἡδυόσμου τε καὶ πηγάνου ἢ κισσοῦ· πολὺ δὲ πρότερον ἑρπύλλιον·μετὰ δὲ τὴν δευτέραν διάτριτον, εἴ τις εἴη ἐν τοῖς μέσονφλεγμονή, σικυαστέον μετὰ κατασχασμοῦ, εἰ δὲ μὴ χω-ρὶς τούτου· μετὰ δὲ ταῦτα ἰνίῳ καὶ βραχίονι σικύας κολλητέον.εἰ δὲ πρὸς τούτων ἓν τῶν εἰρημένων ὑπείκοιεν ἡ νόσος, χρη-στέον ἕωθεν πρός τε τοὺς ὕπνους καὶ τὰς παρακοπάς.κατάλληλον δὲ καὶ ταῦτα αἱρετέον τοῖς πάσχουσι πρὸς δύ-ναμιν τὸ πᾶν ἀφορῶντες. ἐν δὲ ταῖς τῶν παρακοπῶνφαντασίαις τῇ ἀπὸ λόγου βοηθείᾳ παρηγορήσομενπεριστάντες ὅτι οὐκ ἐχθροί, ἀλλὰ φίλοι οἱ παρόντες, ὁτὲ δὲἐπιπλήξομεν. ἐνίοις δὲ τὰ πρῶτα συναρεσθέντες ὕ-στερον ὑποθετικῶς παραστήσομεν τὰ ἠγνοημένα καὶ ἐπεισά-ξομεν (τοῖς μὲν οὖν αἰδεσθήσονται, τοῖς δὲ φοβηθήσονται).ἐνίοις τέκνα παρηγορήσοντα καὶ ἄλλοις γυναῖκας, εἰ δὲ καὶπρός τινας ἐρωτικῶς ἔχουσιν. ἐν καλῷ οὖν καιρῷ παραλη-φθήτω τῆς ἡσυχίας, ἅπαν ἐν τούτοις θέμενος. ὑπνωτικοῖςδὲ χρησόμεθα προσκλύσμασι τῷ διὰ κωδιῶν ἢ ὑοσκυ-άμου ἀφεψήματι, καταπλάσμασι δὲ ἐπὶ τοῦ μετώπουἑρπυλλίῳ ἐν γλυκεῖ ἑψημένῳ. τούτῳ δὲ μάλιστα ἐν παροξυσμοῖςχρηστέον. ἢ ἑφθὰς λείας τὰς κωδίας ἀναλαμβάνοντεςἄρτῳ μετὰ ῥοδίνης κηρωτῆς καταπλάσσομεν. περιχρίσματαδὲ δι' ὀποῦ μήκωνος ἢ μανδραγόρου χρηστῆς. ὑπνωτικοῖςτροχίσκοις χρησόμεθα. προποτιστέον δὲ καὶ τοῖς διὰ μανδρα-γόρου καὶ ὀποῦ μήκωνος ἀνωδύνοις. τελευταῖον δὲ καὶ ἐπὶ τὰςἑδρικὰς κροκίδας συμφευξόμεθα. δεῖ δὲ ἀναλαβόντας ἐρίῳ μή-κωνος ὀπὸν ἢ μανδραγόρου καὶ ἀποδήσαντας λίνῳ καθιέναιεἰς τὴν ἕδραν, εἰ δέ τισι χρησόμεθα, εὐβαφῶς καὶ μὴ βιαίωςαὐτὴν ποιούμενοι. συναλείμμασι δὲ ἀφ' ἑαυτῶν τοῖς διὰπαλαιοῦ ἢ Σικυωνίου ἐλαίου ἀναμεμιγμένου καστορίου χρησό-μεθα καὶ προποτιοῦμεν αὐτούς. προσοίσομεν δὲ καὶ σικύαςἐν σπονδύλῳ καὶ ῥάχει καὶ ὀσφύϊ, μετὰ ταῦτα δὲ καὶθώρακι καὶ ὑποχονδρίοις, ἐπὶ δὲ γυναικῶν καὶ ἤτρῳκαὶ βουβῶσι. ταῖς δὲ τοιαύταις βοηθείαις ἐπιτρεπουσῶντῶν δυνάμεων πλεονάκις χρησόμεθα, ἀεὶ δὲ μετὰ τοῦτοντὸν κλυστῆρα ὡς μέγιστον βοήθημα ἐγκρίνοντες καὶ τοὺς βαλα-νισμοὺς διὰ χολῆς ταυρείας καὶ νίτρου ἢ διὰ στυπτηρίας ὑγρᾶςκαὶ μέλιτος. μετὰ δὲ τὴν τρίτην ἢ τετάρτην διάτριτονἐπιμενόντων τῶν παροξυσμῶν ἐμβιβαστέον εἰς ἔλαιονθερμόν. ἔστω δὲ Σάμιον ἢ παλαιὸν ἢ Σικυώνιον. καὶ εἰπρὸς τοῦτο εὐαρεστηθεῖεν, ἐπιμενέτω. τοὺς δὲ ἐν κατα-φορᾷ πλείονι διιόντας διεγείρειν δεῖ τοῖς διὰ νάπυοςφοινιγμοῖς καὶ ταῖς ἀκολούθοις πυρίαις. προσακτέον δὲκαί τινα τῶν πταρμικῶν. εἰ δὲ πρὸς μηδὲν τούτων εἴκοιεν, ἐμ-φυσητέον εἰς τὰς ῥῖνας ὄξος καθ' αὑτὸν καὶ μετὰ νάπυοςκαὶ καστορίου καὶ ὑποκαπνιστέον. ἀποφλεγματισμοῖςκαὶ ῥινεγχύτοις. ἔστω δὲ τάδε· τὰ διὰ νάπυος καὶ μέλιτοςκαὶ θύμου καὶ ὀριγάνου καὶ γλήχωνος καὶ ὑσσώπου ἀφεψη- μένου μετ' ὀ-ξυμέλιτος. ἐν ἐνδόσει δὲ τῶν παθῶν ὄντων ἐπὶ αἰώρας χωρή-σομεν. αὗται δὲ γενέσθωσαν ἐν εὐαέροις τόποις. ἐκ παντὸςδὲ φυλακτέον τὸν πνιγώδη καὶ ψοφώδη τόπον καὶ διατάσειςκαὶ δυσώδεις ὀσμὰς καὶ εἴ τι τῶν τοιούτων. ὑπομνηστικὰγὰρ ταῦτα τῆς ἐπιλη〈μ〉ψίας· φυλάξομεν καὶ ἀπὸ βαλανείωνκαὶ οἴνων αὐτούς. προχωρούντων δὲ ἡμῶν κατὰ δεκάτην ἡμέρανκατὰ τρόπον τῆς θεραπείας, εἰ τοῖσδε ἔστι τοῦ πάθους ἀπαλ- λαγή, αὐτάρ-κης ὁ ἐνιαύσιος χρόνος. τὰς δὲ παρακολουθούσας τῷπάθει παραλύσεις κατὰ μὲν τοὺς παροξυσμοὺς ταῖς ἐμβρο-χαῖς τοῦ καστορίου καὶ ταῖς διὰ τῶν ἐρίων σκεπασμάτων