Collectiones medicae
- Edition reference
- Collectiones medicae (lib. 1–16, 24–25, 43–50), ed. J. Raeder, Oribasii collectionum medicarum reliquiae, vols. 1–4 [Corpus medicorum Graecorum 6.1.1–6.2.2. Leipzig: Teubner, 6.1.1:1928; 6.1.2:1929; 6.2.1:1931; 6.2.2:1933]: 6.1.1:4–27, 30–65, 67–91, 93– 109, 111–153, 155–192, 194–245, 247–300; 6.1.2:4–237, 239–297, 298; 6.2.1:4–291; 6.2.2:4–69.
- CTS identifier
urn:cts:greekLit:tlg0722.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
p
1
Τὰς προσταχθείσας ἐπιτομὰς παρὰ τῆς σῆς Θειότητος, αὐτόκρατορ
Ἰουλιανέ, πρότερον, ἡνίκα διετρίβομεν ἐν Γαλατίᾳ τῇ πρὸς ἑσπέραν,
εἰς τέλος ἤγαγον, καθὼς ἠβουλήθης, ἅστινας ἐκ μόνων τῶν ὑπὸ Γαλη-
2
νοῦ γραφέντων ἐποιησάμην. ἐπεὶ δ' ἐπαινέσας ταύτας δευτέραν ἐπέ-
ταξας πρᾶξιν, πάντων τῶν ἀρίστων ἰατρῶν ἀναζητήσαντά με τὰ και-
ριώτατα συναγαγεῖν καὶ πάντα ὅσα χρησιμεύει πρὸς αὐτὸ τὸ τέλος
τῆς ἰατρικῆς, καὶ τοῦτο πράττειν, ὡς οἷός τέ εἰμι, προθύμως διέγνωκα,
χρησιμωτάτην ὑπολαμβάνων ἔσεσθαι τὴν τοιαύτην συναγωγήν, τῶν ἐν-
τυγχανόντων ἑτοίμως ἐξευρισκόντων τὸ ἑκάστοτε τοῖς δεομένοις ὠφέ-
3
λιμον. περιττὸν δὲ νομίσας εἶναι καὶ παντελῶς εὔηθες τὸ ἐγγράφειν
τὰ αὐτὰ πολλάκις, καὶ τῶν ἄριστα συγγραψάντων καὶ τῶν μὴ ὁμοίως
τὸ ἀκριβὲς ἐξεργασαμένων, μόνα τὰ τῶν ἄμεινον εἰπόντων συνάξω,
〈τὰ〉 πάλαι Γαληνῷ μόνῳ ῥηθέντα, μηδὲν παραλιπὼν τάξεως, καθότι
τῶν συγγραψάντων ἁπάντων εἰς τὰς αὐτὰς ὑποθέσεις αὐτὸς κρατεῖ,
μεθόδοις καὶ διορισμοῖς τοῖς ἀκριβεστάτοις χρώμενος, ταῖς Ἱπποκρα-
4
τείοις ἀρχαῖς καὶ δόξαις ἐξακολουθῶν. χρήσομαι δὲ κἀνταῦθα τοιαύτῃ
τινὶ τάξει· καὶ πρῶτον μὲν οὖν συνάξω τὰ τοῦ ὑλικοῦ μέρους, εἶθ'
ὅσα περὶ φύσεως καὶ κατασκευῆς εἴρηται τἀνθρώπου, μεθ' ἃ τὰ τῆς
ὑγιεινῆς καὶ ἀναληπτικῆς πραγματείας, καὶ μετὰ ταῦτα ὅσα τῆς δια-
γνωστικῆς καὶ προγνωστικῆς ἔχεται θεωρίας, ἐφ' οἷς τὰ περὶ τῆς τῶν
νοσημάτων καὶ συμπτωμάτων καὶ ὅλως τῆς τῶν παρὰ φύσιν ἐπανορ-
θώσεως· ἄρξομαι δ' ἀπὸ τῶν περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων.
1
t
{Ἐκ τῶν Γαληνοῦ περὶ ἀρετῆς καὶ κακίας τῶν Δημητρια-
κῶν σπερμάτων.}
1
Οὐ μόνον ὅταν εἰς ξένην ἀφικόμενος χώραν ἐσθίειν τι μέλλῃς
ἄηθες, ἀλλὰ καὶ παρ' ἡμῖν αὐτοῖς προπειρᾶσθαι δυνήσῃ τῆς ἑκάστου
φύσεως ἐν τῷ διαβρέχειν ὕδατι μόνῳ χωρὶς ἑψήσεως ἢ σὺν ἑψήσει τε
καὶ ὀπτήσει· τὰ μὲν γὰρ εἰς ὄγκον ἐξαιρόμενα τῶν σπερμάτων ἀπο-
βάλλοντά τε ταχέως τὴν ἀρχαίαν σκληρότητα καὶ γλισχρότητα μετα-
βάλλοντά τε πρὸς τὸ μαλακώτερον ἀμείνω πάντα ἐστί, τὰ δὲ φυλάτ-
τοντα τὸν ἔμπροσθεν ὄγκον ἅμα τῇ σκληρότητι χείρω· δύσπεπτα γὰρ
2
καὶ γεώδη ταῖς οὐσίαις ἐστὶν ὡς μόλις αἱματοῦσθαι. καὶ ἀμυγδάλας
δὴ δοκιμάσεις οὕτως καὶ κάρυα τὰ μεγάλα καὶ τὰ μικρὰ καὶ τὰ κάστανα·
περὶ δὲ τῆς πτισάνης τί δεῖ καὶ λέγειν; ἤδη γὰρ τοῦτο καὶ οἱ παῖδες
ἴσασιν, ὡς ἡ μὲν ὀγκουμένη ταχέως ἀρίστη, μοχθηρὰ δ' ἡ ἐν χρόνῳ
3
πολλῷ βραχὺν ὄγκον ἔχουσα. τινὰ δὴ τῶν Δημητριακῶν σπερμάτων
οὐδ' ὅλως ὀγκοῦσθαι πέφυκεν ἑψόμενα, καὶ κεκλήκασιν ἀτέραμνα τὰ
4
τοιαῦτα τῶν παλαιῶν Ἑλλήνων ἔνιοι. τὰ δ' ἐν ὄγκῳ βραχεῖ πλεί-
στην οὐσίαν ἔχοντα καὶ ταύτην παχεῖάν τε καὶ γλίσχραν εὐχυμότατά
τε καὶ τροφιμώτατα πάντα ἐστίν, οὐ μὴν ὑποχωρεῖται κάτω ῥᾳδίως·
ὅσα δ' ἔμπαλιν χαύνην μὲν ἔχει καὶ μαλακὴν οὐσίαν, μόρια δ' αὑτῶν
πολλὰ πιτυρώδη, διαχωρεῖται μὲν ἄμεινον, ἧττον δὲ τρέφει· τούτων
δ' αὐτῶν ὅσα δυσώδη τέ ἐστι καὶ ἀηδίαν ἔχοντα κατὰ τὴν γεῦσιν,
5
εὔδηλον ὡς κακόχυμά τε καὶ δύσπεπτα πάντως ἐστίν. τοῦ δ' ἐν ὄγκῳ
μικρῷ πλείστην οὐσίαν εἶναι τό τε βάρος, ἱσταμένων αὐτῶν ἐπὶ ζυγοῦ,
σημεῖον ἔστω σοι καὶ τὸ τῶν ἀλεύρων πλῆθος· ἐξ ὀλίγου γὰρ ὄγκου
6
πολὺ γίνεται τοῖς πεπιλημένην ἔχουσι τὴν οὐσίαν σπέρμασιν. τῶν
γοῦν πυρῶν ὅσοι μὲν πυκνὴν καὶ πεπιλημένην ἔχουσιν ὅλην ἑαυτῶν
τὴν οὐσίαν, ὡς μόλις ὑπὸ τῶν ὀδόντων διαιρεῖσθαι (τῇ χρόᾳ δ' εἰσὶν
οὗτοι ξανθοί), πλείστην τροφὴν διδόασι τοῖς σώμασιν ἐξ ὄγκου βρα-
χέος· ὅσοι δ' ἐναντίοι τούτοις ῥᾳδίως μὲν ὑπὸ τῶν ὀδόντων θραυ-
όμενοι, μετὰ δὲ τὴν θραῦσιν ἀραιοὶ καὶ χαῦνοι φαινόμενοι, βραχεῖαν
7
παρέχουσι τροφὴν ἐξ ὄγκου πολλοῦ. τῶν δὲ κριθῶν κάλλισται τυγχά-
νουσιν αἱ λευκαὶ μετὰ τὸ πτισθῆναι φαινόμεναι καί τι πυκνότητος
ἔχουσαι καὶ βάρους, ὅσον οἷόν τε κριθὰς ἔχειν· ἀμείνους δὲ δηλονότι
καὶ τῶν ἰσχνῶν τε καὶ ῥυσῶν αἱ πλήρεις ὅλαι καὶ τεταμένην ἔξωθεν
8
ἔχουσαι τὴν περιγραφήν. οὐ μόνον δὲ ταύτας, ἀλλὰ καὶ πάντα τὰ
πλήρη καὶ τεταμένην ἔξωθεν ἔχοντα τὴν περιγραφὴν ἄριστα σπερμά-
των εἶναι συμβέβηκε, πλὴν εἰ πάνυ σφόδρα ποτὲ πλείονα τοῦ κατὰ
φύσιν ὄγκον ἔχοιεν ἅμα τῷ μαλακώτερά τε καὶ χαυνότερα γενέσθαι·
περιττωματικὴν γὰρ ὑγρότητα ταῦτα ἔχειν ἴσθι καὶ χείρω τῶν προ-
ειρημένων εἶναι, καὶ διὰ τοῦτο μετὰ μὲν τὴν συγκομιδὴν οὐ προσῆκεν
αὐτοῖς χρῆσθαι, καταθέμενον δ' ἐν τόποις ξηροῖς ἐᾶσαι χρόνῳ πλείονι
τὸ μέν τι διαπνεῦσαι τῆς περιττῆς ὑγρότητος, τὸ δέ τι πεφθῆναι, μέχρι-
9
περ ἂν ξηραινόμενα προσσταλῇ μετρίως. τὰ δ' ἐπὶ πλεῖστον κείμενα
χείρω γίνεται ταῖς δυνάμεσιν· ὅρος δὲ καὶ τούτων, ὅταν διαιρούμενα
10
καθάπερ λεπτήν τινα κόνιν ἐκπίπτουσαν ἔχῃ. γίνονται δὲ πολλάκις
ἐν μὲν τοῖς πυροῖς αἶραι πολλαί, κατὰ δὲ τὰς κριθὰς αὗται μὲν ὀλίγαι,
πολὺς δ' ὁ αἰγίλωψ· κἀν τοῖς φακοῖς δ' ἐκ μεταβολῆς αὐτῶν ἄρακοι
καὶ πελεκινοί, σκληρὰ καὶ στρογγύλα καὶ ἄβρωτα σπερμάτια, καθάπερ
11
ἡ ἀπαρίνη καὶ ἡ ὀροβάκχη κατὰ τοὺς ὀρόβους. ταῦτα μὲν οὖν πάνυ
μοχθηρὰ σπέρματα, τὸ δὲ μελάμπυρον καλούμενον ἐκ μεταβολῆς μὲν
γεννᾶται καὶ αὐτὸ τῶν πυρῶν, ἀλλ' ἀπολείπεται πάμπολυ τῆς ἐν ταῖς
12
αἴραις κακίας. εὑρίσκονται δὲ καὶ κατ' ἄλλα σπέρματα τοιαῦταί τινες
γινόμεναι μεταβολαί· διόπερ ἀμελεῖν οὐ προσήκει τοῦ καθαρὰ ποιεῖν
ἅπαντα τὰ πρὸς ἐδωδὴν παρασκευαζόμενα σπέρματα, γινώσκοντας ὡς,
εἰ καὶ τῆς καθ' ἡμέραν βλάβης οὐκ αἰσθανόμεθα διὰ βραχύτητα, τὸ
γοῦν ἀθροιζόμενον ἐξ αὐτῆς χρόνῳ πλείονι φανερὸν γενήσεταί ποτε.
13
τῶν καρπῶν δ' εἰς ἀπόθεσιν ἐπιτηδείους ὄντας ἴσθι τοὺς πρὶν σαπῆναι
14
ξηραινομένους. πιθανῶς δ' ἄν τις ὀνομάζοι μικρὸν πυρὸν τὴν τίφην,
καὶ τῇ χρόᾳ καὶ τῇ πυκνότητι καὶ τῇ θερμότητι τὴν δύναμιν ἐοικυῖαν
15
αὐτῷ. πολλὰ δὲ καὶ ἄλλα σπέρματα παραπλήσια μέν, οὐκ ἀκριβῶς
〈δὲ〉 ταὐτὸν εἶδος ἔχοντα τοῖς εἰρημένοις ἐστίν, τὰ μὲν ἐν τῷ μεταξὺ
κριθῆς τε καὶ τίφης ἢ μεταξὺ πυροῦ τε καὶ τίφης, ἔνια δ' ἐγγυτάτω
τῆς φύσεως τὰ μὲν ὀλύρης ἐστί, τὰ δὲ κριθῆς ἢ τίφης ἢ πυροῦ, καθάπερ
ἄλλα τὰ μὲν ἐλύμου, τὰ δὲ κέγχρου προσηγορίας ἔχοντα, τινὰ μὲν
ἁπλᾶς, ὥσπερ ἐν Ἰταλίᾳ τὸ σιτάνιον [μέν], ἔνια δὲ συνθέτους, ὡς ἐν
Καππαδοκίᾳ μὲν τὸ καλούμενον γυμνὴ κριθή, κατὰ δὲ Βιθυνίαν τὸ
ζεόπυρον.
2
t
{Ἐκ τῶν Ἀθηναίου περὶ πυρῶν, ἐκ τοῦ α̅ λόγου.}
1
Τῶν σίτων κράτιστοι πρὸς εὐτροφίαν εἰσὶν οἱ πυροί· διαφέρουσι
δ' ἀλλήλων τῷ μᾶλλον καὶ ἧσσον θερμαίνειν τε καὶ ὑγραίνειν παρὰ
τὰ γένη καὶ παρὰ τοὺς τόπους, ἐν οἷς φύονται, καὶ παρὰ τὰς κατα-
2
στάσεις τῶν ὡρῶν καὶ τῶν ἀέρων καὶ παρὰ τὸν χρόνον. παρὰ μὲν
οὖν τὰ γένη διαφέρουσιν οἱ πυροί, ὅτι οἱ μὲν αὐτῶν σιτάνιοι καὶ
ἀλευρῖται, οἱ δὲ σεμιδαλῖταί εἰσιν· οἱ μὲν οὖν σιτάνιοι κοῦφοί τέ εἰσι
καὶ χαῦνοι τῇ συστάσει καὶ λευκοί· κατειργασμένοι γάρ εἰσι, τῆς γεώ-
δους οὐσίας ἐν αὐτοῖς ἐπὶ πλέον κεχυμένης καὶ διαλελυμένης ὑπὸ τῆς
οἰκείας συμπέψεως· διόπερ ἑτοίμην καὶ εὔπεπτον καὶ καθόλου εὐμετά-
βολον τὴν τροφὴν προσφέρονται, ἔτι δ' εὐδιάπνευστον καὶ εὐεκποίητον,
ἐλάσσονα δὲ καὶ οὐκ ἴσην τοῖς σεμιδαλίταις καὶ πρὸς ὑγείαν μᾶλλον
3
ἢ ῥώμην ἁρμόζουσαν. οἱ δὲ σεμιδαλῖται βαρύτεροί τέ εἰσι καὶ πυκνοὶ
καὶ ξανθοὶ καὶ διαφανεῖς, καὶ δύσπεπτοι μέν εἰσιν, ἀνάδοσιν δ' ἔχουσι
δαψιλῆ καὶ δυσδιάπνευστον καὶ καθόλου πρὸς ῥώμην μᾶλλον ἢ πρὸς
4
ὑγείαν εἰσὶν ἐπιτήδειοι. παρὰ δὲ τοὺς τόπους διαφέρουσιν οἱ πυροὶ
οἱ ἐν ξηραῖς καὶ ἀλιπέσι χώραις γινόμενοι τῶν ἐν εὐγείοις καὶ πιεραῖς
φυομένων· οἱ μὲν γὰρ ἀπ' ἐλάσσονος ὕλης καὶ κουφοτέρας καὶ λεπτο-
τέρας συνεστῶτες εὐκατέργαστοι μέν εἰσι καὶ εὐμετάβολοι, ἐλάσσονα
δὲ τροφὴν προσφέρονται, ὃν τρόπον οἱ ἐν τοῖς καύσοις λεγομένοις
ἐπισπειρόμενοι· τῆς γὰρ ἐν τοῖς τόποις ὕλης ἐμπρησθείσης, διὰ τὸ
ἀλιπὲς καὶ ἄτροφον τῆς τέφρας λευκοί τε γίνονται καὶ χαῦνοι καὶ
5
σιτάνιοι. οἱ δ' ἐν εὐγείοις καὶ λιπαροῖς τόποις φυόμενοι, ἀπὸ δαψιλοῦς
καὶ στερεᾶς ὕλης τρεφόμενοι, πυκνοί τέ εἰσι καὶ βαρεῖς καὶ πολύτροφοι·
καὶ οἱ ἀναπεπταμένοι δὲ τῶν τόπων καὶ εὔπνοοι καὶ εὐήλιοι βελτίους
6
πυροὺς φέρουσι καὶ πολὺ τροφιμωτέρους. διαφέρουσι δὲ τοῖς τόποις
καὶ οἱ ἐν ψυχροῖς ἄγαν καὶ χιονοβολουμένοις φυόμενοι τῶν ἐν θερ-
μαῖς χώραις σπειρομένων· οἱ μὲν γὰρ ἐν ψυχροῖς τόποις φυόμενοι
κατειργασμένοι μᾶλλόν εἰσι καὶ λεπτομερεῖς, οἷοίπερ εἰσὶν οἱ σιτάνιοι
μήποτε γὰρ οἷον φωλευούσης ἐν αὐτοῖς τῆς δυνάμεως καὶ ὀλίγην μὲν
τροφὴν ἀναλαμβανούσης, ταύτην δ' ἐκ τοῦ κατ' ὀλίγον, ἐπὶ πολὺ δὲ
πεττούσης, πλείονα κατεργασίαν τε καὶ χύσιν ἐν αὐτοῖς τὸ γεῶδες
λαμβάνει· διὸ καὶ κοῦφοί τέ εἰσιν οἱ πυροὶ καὶ εἰς λεπτὸν ἄλευρον
7
ἀναλελυμένοι. καὶ τοὺς τριμηνιαίους δὲ πυροὺς κουφοτέρους ὄντας
καὶ μάλιστα τοὺς ἐν τοῖς χιονοβολουμένοις τόποις γινομένους ὁμοίους
8
ὄντας παρειλήφαμεν. οἱ δ' ἐν θερμοῖς τόποις γινόμενοι τῶν πυρῶν
ἄφθονον μὲν τροφὴν παραλαμβάνουσι καὶ πολλὴν πυκνοτέραν τε καὶ
9
ἧσσον κεχυμένην τε καὶ διακεκριμένην. οἱ δ' ἑλώδεις τῶν πυρῶν
ἄτροφοί τέ εἰσι καὶ κουφότεροι καὶ τὸ αἷμα φαῦλον ποιοῦσι καὶ ἧσσον
10
θερμαίνουσι τὰ σώματα. καὶ οἱ κάθυγροι δὲ τῶν τόπων ἀτροφωτέρους
φέρουσι καὶ ἀτονωτέρους τοὺς πυρούς, δοκοῦσι δὲ καὶ τῷ ὅλῳ γένει
11
μεταβάλλειν εἰς αἴρας διὰ πλεονασμὸν ὑδάτων. οἱ δ' ἐν σκιεροῖς καὶ
συνδένδροις τόποις γεννώμενοι πλέον ἔχουσι τὸ σκύβαλον τοῦ χρησί-
12
μου. παρὰ δὲ τὰς καταστάσεις τῶν ὡρῶν καὶ τῶν ἀέρων οἱ πυροὶ
διαφέρουσι· παρὰ μὲν τὰς ὥρας, ὅταν τε εὔκρατος καὶ σύμμετρος
αὐτῶν ἡ μεταβολὴ γένηται ψύξει καὶ θερμασίᾳ καὶ ὄμβροις καὶ πάλιν
ἀνοχαῖς τῶν ὑδάτων (συμβαίνει γὰρ εὐτροφεῖν τε καὶ πληροῦσθαι τοῖς
ὄγκοις τοὺς πυρούς), καὶ τοὐναντίον, ὅταν ἀκαίρως, ἀκρατῶς καὶ ἀσυμ-
μέτρως ἕκαστον τῶν εἰρημένων ἐπιτελῆται (ἰσχνοὶ γὰρ καὶ ἄτροφοι
γίνονται)· παρὰ δὲ τοὺς ἀέρας, ὅταν κατὰ τοὺς προσήκοντας καιροὺς
εὐδίεινοι γένωνται καὶ εὐήλιοι καὶ εὐήνεμοι ἢ τοὐναντίον ἐπινεφεῖς
καὶ δυσήλιοι, πολλάκις δὲ καὶ ψεκάδας φέροντες, ἤδη θερμῆς τῆς ὥρας
οὔσης καὶ πρὸς τελείωσιν τῶν πυρῶν ὄντων· φθίνουσι γὰρ ἐρυσιβού-
13
μενοι. παραπλησίως δὲ καὶ ὅταν βαρέα καὶ ξηρὰ καὶ θερμὰ γένηται
πνεύματα τὰ ὑπὸ τὸν καιρὸν τῆς τῶν σταχύων πληρώσεως, καὶ ἰσχυροὶ
καὶ πολὺν χρόνον φυσήσωσιν οἱ λεγόμενοι καύσωνες, ἐπικαίουσι τοὺς
14
στάχυας καὶ ξηραίνουσι, καὶ διὰ τοῦτο ἀτρόφους κατασκευάζουσιν. παρὰ
δὲ τὸν χρόνον διαφέρουσιν οἵ τε νέοι καὶ οἱ παλαιοὶ καὶ οἱ μεταξὺ
τούτων· οἱ μὲν γὰρ πρόσφατοι πολυχυλότεροί εἰσι καὶ πνευματώδεις
καὶ πολύτροφοι, οἱ δὲ παλαιοὶ τοὐναντίον ἀχυλότεροι καὶ ξηρότεροι
καὶ ἀτροφώτεροι, οἱ δὲ μεταξὺ τούτων κατὰ χρόνον τὰς μεσότητας
ἔχουσι τῶν εἰρημένων.
3
t
{Περὶ τῶν κατὰ τὰς ὥρας κρεῶν.}
1
Σύες μὲν 〈μετὰ〉 τὴν ἐαρινὴν ὥραν εἰσὶ κάκιστοι μέχρι Πλειάδος
2
δύσεως φθινοπωρινῆς, τὸ δ' ἐντεῦθεν μέχρι ἦρος κάλλιστοι. αἶγες δὲ
τὸν μὲν χειμῶνα κάκισται, τοῦ δ' ἦρος ἄρχονται κρείσσους γίνεσθαι
3
μέχρι Ἀρκτούρου δύσεως. πρόβατα δὲ καὶ ταῦτα τὸν μὲν χειμῶνα
κάκιστα, μετὰ δὲ τὴν ἰσημερίαν πιαίνεται μέχρι τροπῶν θερινῶν· αἱ δὲ
βόες, ὅταν ἡ πόα ἐκκαρπῇ ἦρός τε παυομένου καὶ τῷ θέρει παντί.
4
τῶν δ' ὀρνίθων οἱ μὲν κατὰ χειμῶνα κάλλιστα ἔχουσιν, ὅσοι γε ἐπι-
φαίνονται χειμῶνος, ὁ κόσσυφός τε καὶ ἡ κίχλα καὶ φάσσα· οἱ δ'
ἀτταγῆνες κατὰ τὸ φθινόπωρον καὶ μελαγκόρυφοι συκαλίς τε καὶ χλω-
5
ρὶς καὶ ὄρτυγες τηνικαῦτα πιότατοι. ἀλεκτορίδες τὸν μὲν χειμῶνα οὐ
πάνυ εὐσωματοῦσι καὶ μάλιστα ἐν νοτίοις· ἡ δὲ τρυγὼν ἐν φθινο-
6
πώρῳ καλλίστη. τῶν δ' ἰχθύων οἱ μὲν ἐν τῇ κυήσει κάλλιστοι, κάρις,
κάραβος καὶ τὰ μαλάκια, τευθίς, σηπία, τὰ δ' ὅταν ἄρχηται ἐπωάζεσθαι,
ὥσπερ οἱ κέφαλοι, ὑπερπλησθέντες δ' οὗτοι τῶν κυημάτων λεπτοὶ καὶ
7
ἄτροφοι καὶ ἔτι μᾶλλον τεκόντες. ὁ δὲ θύννος πιότατος μετ' Ἀρκτοῦ-
ρον, θέρους δὲ χείρων.
4
t
{Ἐκ τῶν Γαληνοῦ περὶ πυρῶν ἑφθῶν.}
1
Ἑφθοὶ πυροὶ ἔδεσμα βαρὺ καὶ δύσπεπτόν ἐστιν· δύναμιν δ' ἔχουσι
μεγάλην, εἰ πεφθεῖεν, οὕτω βρωθέντες πυροί, καὶ τρέφοντες ἰσχυρῶς
τὸ σῶμα καὶ ῥώμην ἐπίσημον παρεχόμενοι τοῖς προσενεγκαμένοις αὐτούς.
5
t
{Περὶ χόνδρου.}
1
Τοῦ γένους τῶν πυρῶν ἐστιν ὁ χόνδρος, ἱκανῶς τρόφιμόν τε καὶ
γλίσχρον ἔχων χυμόν, ἐάν τε ἐν ὕδατι μόνῳ ἑψηθεὶς λαμβάνηται δι'
οἰνομέλιτος ἢ οἴνου γλυκέος ἢ στύφοντος (ἴδιος γὰρ ἑκάστου καιρὸς
τῆς χρήσεως), ἐάν τε τορυνηθεὶς μετ' ἐλαίου καὶ ἁλῶν· ἐμβάλλεται
δέ ποτε καὶ ὄξους αὐτῷ, καὶ καλοῦσιν οἱ ἰατροὶ τοῦ παρασκευασθέντος
2
οὕτω χόνδρου πτισανιστὶ γεγονέναι τὴν ἄρτυσιν. εἰσὶ δὲ καὶ οἱ ἄρτοι
οἱ ἐκ τοῦ χόνδρου τροφιμώτατοι μέν, διαχωροῦντες δ' ἧττον.
6
t
{Περὶ ἀμύλου.}
1
Ἐκ πυρῶν σκευάζεται τοῦτο δύναμιν ἔχον ὁμαλυντικὴν τῶν τετρα-
2
χυσμένων· οὔτε γὰρ στῦψίν τινα ἔχει οὔτε δριμύτητα περιφανῆ. παρα-
πλήσιον δ' ἐστὶ τῇ δυνάμει τοῖς πλυτοῖς ἄρτοις τὸ ἄμυλον, ἐλάττονα
δὲ τροφὴν διδὸν τῷ σώματι καὶ μὴ θερμαῖνον.
7
t
{Περὶ τῶν ἐξ ἀλεύρου πεμμάτων.}
1
Οἱ ταγηνῖται σκευάζονται δι' ἐλαίου μόνου· βάλλεται δὲ τὸ μὲν
ἔλαιον εἰς τήγανον ἐπικείμενον ἀκάπνῳ πυρί, καταχεῖται δ' αὐτῷ θερ-
μανθέντι τὸ τῶν πυρῶν ἄλευρον ὕδατι δεδευμένον πολλῷ· διὰ ταχέων
οὖν ἐν τῷ ἐλαίῳ ἑψόμενον συνίσταται καὶ παχύνεται παραπλησίως
ἁπαλῷ τυρῷ· τηνικαῦτα δ' ἤδη καὶ στρέφουσιν οἱ σκευάζοντες αὐτό,
τὴν μὲν ἄνωθεν ἐπιφάνειαν ἐργαζόμενοι κάτωθεν ὡς ὁμιλεῖν τῷ
ταγήνῳ, τὸ δ' αὐτάρκως ἑψόμενον, ὃ κάτωθεν ἦν πρότερον, εἰς ὕψος
ἀνάγοντες ὡς ἐπιπολῆς εἶναι· κἀπειδὰν ἤδη καὶ τὸ κάτω παγῇ, στρέ-
φουσιν αὖθις αὐτὸ δίς που καὶ τρίς, ἄχριπερ ἂν ὁμαλῶς αὐτοῖς
2
ἑψῆσθαι δόξῃ. εὔδηλον οὖν ὅτι παχύχυμόν τε τοῦτό ἐστι καὶ στατικὸν
γαστρὸς καὶ χυμῶν ὠμῶν γεννητικόν· διὸ καί τινες αὐτῷ μιγνύουσι
μέλιτος, εἰσὶ δ' οἳ καὶ τῶν θαλαττίων ἁλῶν· εἴη δ' ἂν ἤδη τοῦτό γε
πλακοῦντός τι γένος, ὥσπερ γε καὶ ἄλλα τοιαῦτα πλακούντων εἴδη
συντιθέασιν ἀποσχέδια οἵ τε κατ' ἀγρὸν ἄνθρωποι καὶ τῶν κατὰ
3
πόλιν οἱ πένητες. καὶ γὰρ οὖν καὶ ὅσα διὰ κριβάνου τῶν ἀζύμων
πεμμάτων ὀπτῶσιν, εἶτα ἀφελόντες ἐμβάλλουσιν εἰς μέλι θερμὸν εὐθέως,
ὡς δέξασθαι δι' ὅλων ἑαυτῶν αὐτό, καὶ ταῦτα πλακοῦντός τι γένος
ἐστί, καὶ τὰ διὰ τῶν ἰτρίων σκευαζόμενα μετὰ μέλιτος πάντα. διττὸν
δὲ τῶν ἰτρίων τὸ εἶδος· ἄμεινον μὲν ὃ καλοῦσι ῥύμματα, φαυλότερον
4
δὲ τὰ λάγανα. πάντα γοῦν ὅσα διὰ τούτων καὶ σεμιδάλεως συντίθεται
παχύχυμά τέ ἐστι καὶ βραδύπορα καὶ τῶν καθ' ἧπαρ διεξόδων τῆς
τροφῆς ἐμφρακτικὰ καὶ σπληνὸς ἀσθενοῦς αὐξητικὰ καὶ λίθων ἐν νεφροῖς
γεννητικά, τρόφιμα δ' ἱκανῶς, εἰ πεφθείη τε καὶ καλῶς αἱματωθείη.
5
τὰ δὲ σὺν μέλιτι σκευαζόμενα μικτῆς γίνεται δυνάμεως, ὡς ἂν τοῦ
μέλιτος αὐτοῦ τε λεπτὸν ἔχοντος χυμόν, ὅσοις τε ἂν ὁμιλήσῃ, καὶ
ταῦτα λεπτύνοντος· εἰκότως οὖν ὅσα μέλιτός τε πλείονα ἐν τῇ σκευ-
ασίᾳ προσείληφε καὶ τὴν ἕψησιν ἔσχηκε μακροτέραν, ἧττόν τέ ἐστι
βραδύπορα, καὶ χυμὸν γεννᾷ μικτὸν ἐκ λεπτοῦ τε καὶ παχέος, ἥπατί
τε καὶ νεφροῖς καὶ σπληνὶ τοῖς μὲν ὑγιεινοῖς ἀμείνω τῶν χωρὶς μέλι-
τος σκευασθέντων, ἐμφράξεως δ' ἀρχὴν ἔχουσιν ἢ φλεγμαίνουσιν ἢ
σκιρρουμένοις οὐδὲν ἧττον ἐκείνων, ἀλλ' ἔστιν ὅτε καὶ μᾶλλον βλαβερά,
καὶ πολὺ μάλιστα πάντων ὧν γλίσχρον ἱκανῶς ἐστι τὸ ἄλευρον· θώρακά
6
γε μὴν οὐδὲν οὐδὲ πνεύμονα βλάπτει τῶν οὕτως σκευασθέντων. ἑψών-
των δὲ παρ' ἡμῖν πολλῶν ἄλευρον πυροῦ μετὰ γάλακτος, ἰστέον καὶ
7
τοῦτο ἔδεσμα τῶν ἐμπλαττομένων ὑπάρχον. ὥσπερ γὰρ εὔχυμά τε
καὶ τρόφιμα πάντα ἐστὶ τὰ τοιαῦτα τῶν ἐδεσμάτων, οὕτως βλάπτει
τοὺς διηνεκῶς αὐτοῖς χρωμένους, ἐμφράξεις τε ποιούμενα καθ' ἧπαρ
καὶ λίθους ἐν νεφροῖς γεννῶντα.
8
t
{Περὶ ἄρτων πυρίνων.}
1
Ἄριστος ἄρτος εἰς ὑγείαν ἐστὶν ἀνθρώπῳ μήτε νέῳ μήτε γυμνα-
ζομένῳ 〈ὁ〉 πλεῖστον μὲν ζύμης ἔχων, πλεῖστον δ' ἁλῶν, ἐπὶ πλεῖον δὲ
τετριμμένος καὶ κατειργασμένος, ὠπτημένος δ' ἐν κριβάνῳ συμμέτρως
2
θερμῷ. κρίσις δὲ τοῦ πλείστου κατὰ τὴν ζύμην καὶ τοὺς ἅλας ἡ γεῦσις
ἔστω σοι· τὸ γὰρ ἤδη λυποῦν ἐν τῇ τούτων πλείονι μίξει μοχθηρόν.
3
ὅσοι δὲ τὸν πλυτὸν ἄρτον ἐπενόησαν σκευάζειν, ἀτροφώτερον μὲν
εὗρον ἔδεσμα, πεφευγὸς δέ, ὡς οἷόν τε μάλιστα, τὴν ἐκ τῆς ἐμφρά-
ξεως βλάβην· ἥκιστα γὰρ ὁ ἄρτος οὗτος ἔχει τὸ παχὺ καὶ γλίσχρον,
ἀερωδέστερος ἀντὶ γεωδεστέρου γεγονώς· ὁρᾶται δ' ἡ κουφότης αὐτοῦ
διά τε τοῦ σταθμοῦ κἀκ τοῦ μὴ δύεσθαι καθ' ὕδατος, ἀλλ' ἐποχεῖσθαι
4
τρόπον φελλοῦ. κάλλιστοι δὲ τῶν ἄρτων εἰσὶν οἱ κριβανῖται, ἐφεξῆς
δ' οἱ ἰπνῖται, τὴν αὐτὴν ἐσχηκότες δηλονότι παρασκευήν· ἐπεὶ γὰρ
οὐχ ὁμοίως ὀπτῶνται διὰ βάθους τοῖς κριβανίταις, διὰ τοῦτο ἀπο-
5
λείπονται αὐτῶν. οἱ δ' ἐπὶ τῆς ἐσχάρας ὀπτηθέντες ἢ κατὰ θερμὴν
τέφραν μοχθηροὶ πάντες εἰσίν, ἀνωμάλως διακείμενοι· τὰ μὲν γὰρ
6
ἐκτὸς αὐτῶν ὑπερώπτηται, τὰ δὲ διὰ βάθους ἐστὶν ὠμά. μετὰ δὲ
τοὺς πυρίνους ἄρτους οἱ ἀπὸ τῆς ὀλύρης εἰσὶ κάλλιστοι, ὅταν εὐγενεῖς
ὦσιν αἱ ὄλυραι, δεύτεροι δ' αὐτῶν εἰσιν οἱ τίφινοι.
9
t
{Περὶ ἄρτων, ἐκ τῶν Ἀθηναίου, ἐκ τοῦ λ̅ λόγου.}
1
Οἱ λεπτοὶ τῶν ἄρτων ἀχυλότεροί τέ εἰσι καὶ ἀτροφώτεροι, τῆς
ὀπτήσεως μᾶλλον καθικνουμένης καὶ ἐξατμιζούσης τὸ τροφῶδες· διὸ
2
καὶ τὸ τῶν ἰτρίων καὶ τὸ τῶν λαγάνων γένος ἐστὶν ἀχυλότερον. κατὰ
δὲ τὸν αὐτὸν λόγον οἱ κάτοπτοι τῶν ἐγχύλων ἧσσον τρέφουσι καὶ οἱ
δίπυροι· ἐπὶ ποσὸν γὰρ ὀπτηθέντες ἀνατρίβονται πάλιν, ἔπειτα δ' ἐκ
δευτέρου τῆς τρίψεως καὶ τῆς ὀπτήσεως τυγχάνουσιν· συμβαίνει γὰρ
διατεθερμασμένους αὐτοὺς καὶ ἐπὶ ποσὸν κεχυμένους πολὺ μᾶλλον ὑπὸ
τῆς τρίψεως χεῖσθαι καὶ διαλύεσθαι, τοιούτων δὲ γεγονότων, ὑπὸ τῆς
δευτέρας ὀπτήσεως ἱκανὸν μὲν ἐξ αὐτῶν ἀπαναλῶσθαι, τὸ δ' ὑπο-
λειπόμενον κοῦφόν τε γίνεσθαι καὶ χαῦνον καὶ λεπτομερὲς καὶ εὐδιοί-
3
κητον. ὅτι δ' οἱ θερμοὶ καὶ πρόσφατοι τροφιμώτεροι τῶν ψυχρῶν
εἰσι καὶ τῶν παλαιῶν, δῆλον· ἡ γὰρ θερμότης αὐτῶν συλλαμβάνεται
τῇ πέψει.
10
t
{Περὶ κριθῶν, ἐκ τῶν Γαληνοῦ.}
1
Οἱ μὲν πυροὶ θερμαίνουσι φανερῶς, αἱ δὲ κριθαὶ ψυκτικὸν ἔχουσί
τι κατὰ πάντας τοὺς τρόπους τῆς χρήσεως, ἐάν τε ἄρτους τις τύχῃ ἐξ
αὐτῶν σκευάσας, ἐάν τε πτισάνην ἑψήσας, ἐάν τε ἄλφιτα ποιησάμενος·
2
χυμὸν δὲ γεννῶσι ῥυπτικόν. οἱ δ' ἄρτοι οἱ ἐξ αὐτῶν οὐ μόνον τῶν
πυρίνων, ἀλλὰ καὶ τῶν ὀλυρίνων καὶ πολὺ μᾶλλον τῶν τιφίνων ψαθυ-
ρώτεροι, μηδὲν ἐν ἑαυτοῖς ἔχοντες γλίσχρον· εὔδηλον οὖν ὅτι τροφὴν
ὀλίγην παρέχουσι τοῖς σώμασιν.
11
t
{Περὶ κριθῶν, ἐκ τῶν Ἀθηναίου, ἐκ τοῦ λ̅ λόγου.}
1
Τῶν κριθῶν αἱ μὲν γυμναὶ καὶ ἄφλοιοι πολύχυλοί τέ εἰσι καὶ
2
πολύτροφοι, συνεγγίζουσαι τοῖς πυροῖς μᾶλλον τῶν ἄλλων. ἐχόμεναι
δὲ τούτων εἰσὶν αἱ δίστιχοι, ἔλαττον ἔχουσαι [τῶν πυρῶν] ἀποκάθαρμα
τῶν μονοστίχων.
12
t
{Περὶ ἀλφίτων καὶ μάζης, ἐκ τῶν Γαληνοῦ.}
1
Τροφὴν μὲν ὀλίγην δίδωσι τοῖς σώμασι καὶ τοῖς γυμναζομένοις
2
ἐλάττονα, τοῖς δ' ἀγυμνάστοις ἱκανήν. ἡ δὲ μᾶζα τοσοῦτον ἀπο-
λείπεται εἰς τροφὴν σώματος ἄρτου κριθίνου, ὅσον οὗτος πυρίνου·
πέττεται δὲ καὶ ἧττον τῶν κριθίνων ἄρτων ἡ μᾶζα καὶ φύσης μᾶλλον
ἐμπίπλησι τὴν γαστέρα, καὶ εἰ ἐπὶ πλέον ἐν αὐτῇ μένοι, ταραχὴν ἐρ-
3
γάζεται μᾶλλόν τε διαχωρεῖ κάτω φυραθεῖσα καὶ τριφθεῖσα μέχρι
πλείονος· εἰ δὲ καὶ μέλι προσλάβοι, θᾶττον ἔτι καὶ διὰ τοῦτο παρ-
ορμήσει τὴν γαστέρα πρὸς ἔκκρισιν.
13
t
{Περὶ τιφῶν καὶ ὀλυρῶν.}
1
Οἱ μὲν οὖν ὀλύρινοι κάλλιστοι μετὰ τοὺς πυρίνους εἰσίν, 〈ὅταν
γε εὐγενεῖς ὦσιν〉 αἱ ὄλυραι, δεύτεροι δ' αὐτῶν οἱ τίφινοι· μοχθηρῶν
2
δ' οὐσῶν τῶν ὀλυρῶν, οὐδὲν ἐκείνων ἀπολείπονται. βελτίστων δὲ τῶν
τιφῶν οὐσῶν, οἱ θερμοὶ τίφινοι πολὺ κρείττους εἰσὶ τῶν ὀλυρίνων·
ἑωλισθέντες δὲ χείρους αὐτῶν γίνονται, ὥστε μετὰ μίαν ἡμέραν ἢ δύο
καὶ πολὺ μᾶλλον ἐν ταῖς ἐφεξῆς ὁ φαγὼν ἄρτον τοιοῦτον οἴεται πηλὸν
ἐγκεῖσθαι τῇ κοιλίᾳ· θερμὸς δ' ὢν ἔτι καὶ τοῖς ἐκ τῶν πόλεων σκευ-
άζεται μετὰ τυροῦ τινος ἐπιχωρίου προσφερομένοις αὐτόν, ὀνομάζουσι
3
δ' ὀξυγαλάκτινον. ὁ μὲν οὖν θερμὸς ἐσθιόμενος οὐ μόνον τοῖς κατ'
4
ἀγρόν, ἀλλὰ καὶ τοῖς ἐν ταῖς πόλεσι περισπούδαστός ἐστιν. ὁ δὲ τριῶν
ἢ τεττάρων ἡμερῶν καὶ τοῖς ἀγροίκοις αὐτοῖς ἀηδέστερος μὲν ἤδη
βρωθῆναι, δυσχερέστερος δὲ πεφθῆναι, βραδυπορώτερος δὲ κατὰ γαστέρα,
τοῦ θερμοῦ μηδὲ τοῦτο ἔχοντος τὸ σύμπτωμα· καὶ μέντοι καὶ τρέφει
τὸ σῶμα θερμὸς ὢν ἱκανῶς, ὡς ἀπολείπεσθαι μὴ πολὺ τοῦ πυρίνου
5
συγκομιστοῦ. τὸ δὲ σπέρμα τὸ τῆς τίφης ἔχει μὲν ἔξωθεν λέμμα,
καθάπερ ὄλυρά τε καὶ κριθή, πτισθὲν δ' ἀρτοποιεῖται καὶ ὅλως εἰς
χρῆσιν ἄγεται· καὶ ἐξ ὕδατος ἑψηθὲν ἐσθίεται κατὰ τὸν ὑπὸ τῶν
ἀγροίκων ὀνομαζόμενον ὑπόθερμον, ἐμβαλλομένου σιραίου· καί ποτε
6
καὶ μεθ' ἁλῶν ἐσθίεται. τὴν δ' εὐγενεστάτην ὄλυραν, ὅταν ὡς χρὴ
πτίσωσιν, τὸν ὀνομαζόμενον τράγον ποιοῦσιν, ᾧ πολλοὶ χρῶνται δι'
ὕδατος ἑψῶντες, εἶτα τὸ μὲν ὕδωρ ἀποχέοντες ἐπιχέουσι σίραιον ἢ
οἶνον γλυκὺν ἢ οἰνόμελι· παρεμβάλλουσι δὲ καὶ κώνους ἐν ὕδατι δια-
βεβρεγμένους, ὡς ἐπὶ πλεῖστον ἐξοιδηκέναι.
14
t
{Περὶ βρόμου.}
1
Τοῦτο τὸ σπέρμα τροφὴ τῶν ὑποζυγίων ἐστίν, οὐκ ἀνθρώπων, εἰ
μή ποτε ἄρα λιμώττοντες ἀναγκασθῶσιν ἐκ τούτου τοῦ σπέρματος ἀρ-
τοποιήσασθαι· χωρὶς δὲ λιμοῦ δι' ὕδατος ἑψηθὲν ἐσθίεται μετ' οἴνου
2
γλυκέος ἢ ἑψήματος ἢ οἰνομέλιτος ὁμοίως τῇ τίφῃ. θερμότητος δ'
ἱκανῆς μετέχει παραπλησίως ἐκείνῃ, καίτοι γε οὐχ ὁμοίως αὐτῇ σκλη-
ρὸν ὑπάρχον· διὸ καὶ τροφὴν ἐλάττονα παρέχει τῷ σώματι· ἄλλως
δ' ἐστὶν ἀηδὴς ὁ ἐξ αὐτοῦ γινόμενος ἄρτος, οὐ μὴν ἐπισχετικὸς γαστρὸς
ἢ προτρεπτικός.
15
t
{Περὶ κέγχρου καὶ ἐλύμου, ὃν καὶ μελίνην ὀνομάζουσιν.}
1
Γίνεται μὲν ἄρτος ποτὲ καὶ ἐκ τούτων, ὅταν ἀπορία καταλάβῃ
τῶν προγεγραμμένων σιτηρῶν ἐδεσμάτων, ὀλιγότροφος δ' ἐστὶ καὶ
ψυχρὸς καὶ δῆλον ὅτι κραῦρός τε καὶ ψαθυρός· εἰκότως οὖν ὑγραινο-
2
μένην γαστέρα ξηραίνει. τὸ δ' ἄλευρον ἑψῶντες αὐτῶν ἐν τοῖς ἀγροῖς,
3
εἶτα πιμελὴν χοιρείαν ἢ ἔλαιον ἀναμιγνύντες ἐσθίουσιν. κρεῖττον δ'
ἐστὶν ἐλύμου κέγχρος εἰς πάντα· καὶ γὰρ ἥδιον εἰς ἐδωδὴν καὶ
δύσπεπτον ἧττόν ἐστι καὶ ἧττον ἐπέχει γαστέρα καὶ μᾶλλον τρέφει.
4
καὶ μετὰ γάλακτος δ' ἐνίοτε τὸ ἄλευρον αὐτῶν ἑψήσαντες ἐσθίουσιν
ὥσπερ τὸ τῶν πυρῶν οἱ ἀγροῖκοι· καὶ δῆλον ὅτι τὸ ἔδεσμα τοῦτο
τοσούτῳ κρεῖττόν ἐστιν ἐσθιόμενον, ὅσῳ καὶ τὸ γάλα εἰς εὐχυμίαν τε
πολλὴν καὶ τἄλλα πάντα διενήνοχεν.
16
t
{Περὶ ὀρύζης.}
1
Τούτῳ τῷ σπέρματι εἰς ἐπίσχεσιν γαστρὸς χρῶνται, δυσπεπτότερον
δ' ἐστὶ χόνδρου καὶ τρέφον ἧττον.
17
t
{Περὶ φακῶν.}
1
Στυπτικὸν μὲν ἔχουσι τὸ λέμμα, τὴν δ' οἷον σάρκα παχύχυμόν
τε καὶ γεώδη καὶ βραχὺ μετέχουσαν αὐστηρᾶς ποιότητος, ἧς τὸ λέμμα
πολλῆς μετέχει· χυμὸς δ' ἐν αὐτοῖς ἐναντίος τῷ στυπτικῷ· διὸ κἂν
ἑψήσας τις αὐτοὺς ἐν ὕδατι προσενέγκηται τὸ ὕδωρ, ἡδύνας ἁλσὶν ἢ
2
γάρῳ καὶ μετ' αὐτῶν ἐλαίῳ, διαχωρητικὸν γίνεται τὸ πόμα. δὶς δ'
ἑψηθέντων, ὡς εἴρηται, τῶν φακῶν, ἐξ αὐτῶν σκευαζομένη φακὴ τὴν
ἐναντίαν ἔχει δύναμιν τῷ χυλῷ, ξηραίνουσα τὰ κατὰ γαστέρα ῥεύματα
καὶ [τὸν] τόνον ἐντιθεῖσα τῷ στομάχῳ καὶ τοῖς ἐντέροις καὶ συμπάσῃ
3
τῇ γαστρί. ἡ δ' ἀφῃρημένη τὸ λέμμα φακὴ τὸ μὲν ἰσχυρὸν τῆς στύ-
ψεως ἀπόλλυσι, τροφιμωτέρα δὲ γίνεται τῆς ἀπτίστου, παχύχυμός τε
οὖσα καὶ βραδύπορος, οὐ μὴν ξηραντική γε τῶν κατ' αὐτὴν ῥευμά-
των, ὥσπερ ἡ ἄπτιστος· ἔστι δὲ καὶ κακόχυμον τοῦτο τὸ ἔδεσμα καὶ
4
τὸν μελαγχολικὸν χυμὸν ἐργαζόμενον. τὴν δ' ὄψιν ἀμβλύνει μὲν τὴν
ὑγιεινῶς διακειμένην ὑπερξηραίνουσα, τὴν δ' ἐναντίως ἔχουσαν ὀνίνησιν.
18
t
{Περὶ κυάμων.}
1
Σκευάζεται μὲν καὶ καθ' ἑαυτὸ τὸ ἔτνος τῶν κυάμων καὶ μετὰ
πτισάνης, ὅπερ σαρκοῖ τὴν ἕξιν οὐκ ἐσφιγμένῃ σαρκί, καθάπερ τὸ χοί-
ρειον κρέας, ἀλλὰ χαυνοτέρᾳ πως μᾶλλον· φυσῶδες δ' ἐστὶν ἔδεσμα,
2
ὅπως ἂν σκευασθῇ. τὴν δ' οὐσίαν οὐ πυκνὴν καὶ βαρεῖαν, ἀλλὰ χαύνην
τε καὶ κούφην ἔχουσιν οἱ κύαμοι, καί τι καὶ ῥυπτικὸν ἔχουσιν ὁμοίως
3
πτισάνῃ. ὄντος δὲ τοῦ τῶν κυάμων ἔτνους φυσώδους, ἔτι καὶ μᾶλλον,
4
ὅτε ὁλοκλήρους τις αὐτοὺς ἑψήσας χρῆται, φυσώδεις γίνονται. φρυ-
γέντες μέντοι τὸ μὲν φυσῶδες ἀποτίθενται, δυσπεπτότεροι δὲ καὶ
βραδύποροι γίνονται καὶ παχὺν χυμὸν εἰς τροφὴν ἀναδιδόασι τῷ σώ-
5
ματι. χλωροὶ δ' ἐσθιόμενοι πρὶν πεπανθῆναί τε καὶ ξηρανθῆναι τὸ
κοινὸν ἁπάντων ἔχουσι τῶν καρπῶν, ὅσους πρὸ τοῦ τελειωθῆναι προσ-
φερόμεθα, τροφὴν ὑγροτέραν διδόντες τῷ σώματι.
19
t
{Περὶ πισσῶν.}
1
Οἱ πισσοὶ παραπλήσιόν τι κατὰ τὴν ὅλην οὐσίαν ἔχοντες κυάμοις
ἐσθιόμενοί τε κατὰ τοὺς αὐτοὺς τρόπους αὐτοῖς, ἐν δύο τοῖσδε παρ-
αλλάττουσιν, ὅτι τε φυσώδεις ὁμοίως τοῖς κυάμοις οὔκ εἰσι, καὶ ὅτι
τὴν ῥυπτικὴν δύναμιν οὐκ ἔχουσι, καὶ διὰ τοῦτο βραδυπορώτεροι κατὰ
γαστέρα τῶν κυάμων εἰσίν.
20
t
{Περὶ ἐρεβίνθων.}
1
Οὐχ ἧττον κυάμων ἐρέβινθοι φυσώδεις εἰσί, τρέφουσι δ' οὐχ ἧττον
ἐκείνων, ἐπεγείρουσι δὲ καὶ τὰς εἰς συνουσίαν ὁρμὰς ἅμα τῷ καὶ
2
σπέρματος εἶναι γεννητικοί. ὑπάρχει δὲ καὶ ῥυπτικὴ δύναμις αὐτοῖς
ἐπὶ πλέον ἢ τοῖς κυάμοις, ὥστε τινὲς ἐξ αὐτῶν καὶ τοὺς ἐν νεφροῖς
συνισταμένους λίθους ἐναργῶς θρύπτουσιν· μέλανες δ' εἰσὶν οὗτοι καὶ
μικροὶ καὶ καλοῦνται κριοί· βέλτιον δὲ τὸν χυλὸν αὐτῶν μόνον πίνειν
3
ἑψῶντας ἐν ὕδατι. οἱ δὲ χλωροὶ ὁμοίως πᾶσι περιττωματικοὶ τυγ-
χάνουσι, καθάπερ καὶ οἱ φρυγέντες τὸ μὲν φυσῶδες ἀποτίθενται, δυσ-
πεπτότεροι δὲ γίνονται καὶ σταλτικώτεροι καὶ τροφὴν ἐλάττονα διδόασι
τοῖς σώμασιν.
21
t
{Περὶ θέρμων.}
1
Θέρμος σκληρός ἐστι καὶ γεώδης τὴν οὐσίαν, ὥστε ἀνάγκη δύσ-
πεπτον αὐτὸν εἶναι καὶ παχὺν γεννᾶν χυμόν, ἐξ οὗ μὴ καλῶς ἐν ταῖς
2
φλεψὶ κατεργασθέντος ὁ καλούμενος ἰδίως ἀθροίζεται χυμός. ἔστι δ'
ὁ ἐδώδιμος τῶν ἀποίων ὡς πρὸς αἴσθησιν καὶ διὰ τοῦτο οὔτε εἰς δια-
χώρησιν ἐπιτήδειος οὔτε ἐφεκτικὸς τυγχάνων.
22
t
{Περὶ τήλεως τῆς καὶ βουκέρως.}
1
Ὑπάγει γαστέρα διὰ γάρου προεσθιομένη· ἐσθίεται δὲ δι' ὄξους
καὶ γάρου, καὶ δι' οἴνου δὲ καὶ γάρου καὶ ἐλαίου· καί τινες σὺν
ἄρτῳ λαμβάνουσιν αὐτήν, οὐ[τε] κεφαλαλγῆ γινομένην, ὥσπερ ἡ διὰ
2
γάρου. ἐσθίεται δὲ τῆλις καὶ πρὶν ἐκκαρπῆσαι εἰς ὄξος καὶ γάρον,
ἔνιοι δὲ καὶ ἔλαιον βάλλουσι μετ' ἄρτου· κεφαλαλγὴς δ' ἐστὶν ἡ τοι-
3
αύτη. χυλὸς δ' ἑψηθεὶς τήλεως καὶ μετὰ μέλιτος λαμβανόμενος ἐπι-
τήδειός ἐστιν ὑπάγειν ἅπαντας τοὺς ἐν τοῖς ἐντέροις μοχθηροὺς χυμούς·
ὅτι δὲ καὶ ῥυπτικῆς μετέχει δυνάμεως, ἐπὶ τὴν ἔκκρισιν παρορμᾷ τὸ
ἔντερον.
23
t
{Περὶ φασήλων καὶ ὠχρῶν.}
1
Καὶ ταῦτα τὰ σπέρματα, καθάπερ καὶ τὴν τῆλιν, ὕδατι διαβρέ-
χοντες οἱ ἄνθρωποι μέχρι τοῦ φῦσαι ῥίζαν ἐσθίουσι πρὸ τῆς ἄλλης
τροφῆς ὑπαγωγῆς ἕνεκα γαστρός, ἐναποβάπτοντες γάρῳ· τρόφιμον δ'
2
ἔχει τὸν χυμόν, ὅταν ἀναδοθῇ πεφθέντα, μᾶλλον τήλεως. ἔστι δέ πως
ταῦτα μέσα τῶν εὐχύμων τε καὶ κακοχύμων, εὐπέπτων τε καὶ δυσ-
πέπτων, βραδυπόρων τε καὶ ταχυπόρων, ἀφύσων τε καὶ φυσωδῶν,
ὀλιγοτρόφων τε καὶ πολυτρόφων· οὐδὲ γὰρ οὐδὲ ποιότητά τινα δρα-
στήριον ἔχει.
24
t
{Περὶ λαθύρων.}
1
Ἐσθίονται καὶ τῇ φακοπτισάνῃ παραπλησίως. χυλὸν δ' ἔχουσι
τῇ μὲν δυνάμει παραπλήσιόν πως ὠχροῖς τε καὶ φασήλοις, παχύτερον
δὲ τῇ συστάσει, καὶ διὰ τοῦτό γε οὗτοι τροφιμώτεροί πως ἐκείνων εἰσίν.
25
t
{Περὶ ἀράκων.}
1
Παραπλήσιον τοῦτο τὸ σπέρμα λαθύροις ἐστίν· καὶ γὰρ ἡ χρῆσις
ἅπασα καὶ ἡ δύναμις αὐτοῦ παραπλησία τῇ τῶν λαθύρων ἐστί, πλὴν
ὅσον σκληρότεροί τε καὶ δυσεψητότεροι καὶ διὰ τοῦτο καὶ δυσπεπτότεροι
2
τῶν λαθύρων εἰσὶν οἱ ἄρακοι. παρ' ἡμῖν δ' ἄγριόν τι καὶ σκληρὸν
καὶ στρογγύλον, ὀρόβου μακρότερον ἐν τοῖς Δημητριακοῖς καρποῖς
εὑρίσκομεν, ὃν ὀνομάζουσιν ἄραχον διὰ τοῦ χ, καὶ ῥίπτουσιν αὐτὸν ἐκ-
λέγοντες ὥσπερ γε καὶ τὸν πελεκινόν.
26
t
{Περὶ δολίχων ἤτοι φασιόλων.}
1,2
Τούτους ἔνιοι λοβοὺς ὀνομάζουσιν, ἔνιοι φασιόλους. διαχωρητικοὶ
2
δ' εἰσὶ μᾶλλον τῶν πισσῶν καὶ ἧσσον φυσώδεις καὶ τρόφιμοι.
27
t
{Περὶ ὀρόβων.}
1
Ἐν λιμῷ ποτε μεγάλῳ κατ' ἀνάγκην ἐσθίονται· ἧττον δ' εἰσὶ
φαρμακώδεις ἐν αὐτοῖς οἱ λευκοὶ τῶν πρὸς τὸ ξανθὸν ἢ ὠχρὸν ἀφιστα-
2
μένων. οἱ δ' ἀφεψηθέντες δίς, ἀπογλυκανθέντες δὲ δι' ὕδατος πολ-
λάκις ἀποτίθενται μὲν τὴν ἀηδίαν, ἀποτίθενται δὲ σὺν αὐτῇ καὶ τὴν
ῥυπτικήν τε καὶ τμητικὴν δύναμιν, ὥστε ὑπολείπεσθαι τὸ γεῶδες αὐτῶν
τῆς οὐσίας, ὃ χωρὶς πικρότητος ἐπιφανοῦς ἔδεσμα ξηραντικὸν γίνεται.
28
t
{Περὶ σησάμου καὶ ἐρυσίμου.}
1
Λιπαρόν ἐστι τὸ τῶν σησάμων σπέρμα· διὸ καὶ τάχιστα ἐλαιηρὸν
γίνεται· διὰ τοῦτο οὖν ἐμπίπλησι τοὺς ἐσθίοντας αὐτὸ ταχέως ἀνατρέπει
τε τὸν στόμαχον καὶ βραδέως πέττεται καὶ τροφὴν δίδωσι τῷ σώματι
2
λιπαράν· ἐπεὶ δὲ παχύχυμόν ἐστιν, οὐδὲ διεξέρχεται ταχέως. τὸ δ'
ἐρύσιμον σησάμῳ κατὰ τὴν τοῦ σώματος οὐσίαν ὁμοιογενές πως ὂν
ἀηδέστερόν τέ ἐστι βρωθῆναι καὶ τροφὴν ἥττονα δίδωσι τῷ σώματι
καὶ παντὶ χεῖρον ὑπάρχει· θερμὰ δ' ἐστὶ ταῖς κράσεσιν ἄμφω καὶ διὰ
τοῦτο καὶ διψώδη.
29
t
{Περὶ μήκωνος σπέρματος.}
1
Τῆς ἡμέρου μήκωνος χρήσιμόν ἐστι τὸ σπέρμα ἐπιπαττόμενον
ἄρτοις ὡς ἥδυσμα· βέλτιον δ' ἐστὶ τὸ λευκότερον σπέρμα τοῦ μελανω-
τέρου, δύναμιν δ' ἔχει ψυκτικήν· διὰ τοῦτο καὶ ὑπνωτικόν ἐστιν· εἰ
δὲ πλέον ληφθείη, καὶ καταφορικὸν καὶ δύσπεπτον· ἔτι δὲ τῶν ἐκ
2
πνεύμονός τε καὶ θώρακος ἀναβηττομένων ἐπισχετικόν. ὠφελεῖ μέντοι
τοὺς ἐκ κεφαλῆς καταρροϊζομένους λεπτῷ ῥεύματι· τροφὴν δ' οὐκ
ἀξιόλογον παρέχει τῷ σώματι.
30
t
{Περὶ λινοσπέρμου.}
1
Κακοστόμαχόν ἐστι καὶ δύσπεπτον τὸ λινόσπερμον καὶ τροφὴν
ὀλίγην παρέχει τῷ σώματι, τῆς γαστρὸς δ' οὔ[τε] τι κινητικὸν ἔχει,
βραχὺ δέ τι τῆς οὐρητικῆς δυνάμεως μετέχει, καὶ μάλιστα φρυχθέν.
31
t
{Περὶ ὁρμίνου.}
1
Χρῶνται μὲν αὐτῷ φρύγοντες καὶ λειοῦντες, μιγνύντες μέλιτος·
ὀλίγον δ' ἔχει τρόφιμον.
32
t
{Περὶ καννάβεως.}
1
Τῆς καννάβεως τὸ σπέρμα δύσπεπτόν ἐστι καὶ κακοστόμαχον
κεφαλαλγές τε καὶ κακόχυμον· θερμαίνει δ' ἱκανῶς.
33
t
{Περὶ ἄγνου σπέρματος.}
1
Ἀφροδισίους ὁρμὰς ἐπέχειν πεπίστευται τὸ τοῦ ἄγνου σπέρμα·
τροφὴν δ' ὀλίγην δίδωσι τῷ σώματι, καὶ ταύτην ξηραίνουσαν μὲν καὶ
ψύχουσαν, ἄφυσον δ' ἱκανῶς· κατὰ πάντα οὖν ταῦτα τοῖς ἁγνεύειν
ἀφροδισίων βουλομένοις ἐπιτήδειόν ἐστιν.
34
t
{Περὶ βίκου.}
1
Τὸ σχῆμα τούτων ἔοικε τοῖς φακοῖς· ἐν λιμῷ δ' ἐσθίουσιν αὐτοὺς
οἱ ἄνθρωποι, καὶ μάλιστα τοῦ ἦρος, ἔτι χλωρῶν ὄντων, ὥσπερ ἐρεβίνθων
2
τε καὶ κυάμων. ἔστι δ' οὐκ ἀηδῆ μόνον, ἀλλὰ καὶ δύσπεπτα καὶ
στατικὰ γαστρὸς καὶ κακόχυμα τυγχάνοντα καὶ τοῦ μελαγχολικοῦ χυμοῦ
γεννητικά.
35
t
{Περὶ κολοκύντης.}
1
Ἑψηθεῖσα καλῶς ἡ κολοκύντη σαφῆ ποιότητα χυμῶν οὐδεμίαν
ἔχει καὶ εἰκότως πολλοὺς ἐπιδέχεται τρόπους σκευασίας, ὡς ἂν ἐν τῷ
μέσῳ καθεστῶσα πασῶν τῶν ὑπερβολῶν· αὕτη μὲν οὖν, ὅσον ἐφ'
ἑαυτῇ, τροφὴν τῷ σώματι δίδωσιν ὑγρὰν καὶ ψυχρὰν καὶ διὰ τοῦτο
καὶ βραχεῖαν· ῥᾳδίως δ' ὑπέρχεται κατὰ γαστέρα τῷ τῆς οὐσίας ὀλι-
2
σθηρῷ, πέττεται δ' οὐ κακῶς, ὅταν γε μὴ φθάσῃ διαφθαρῆναι. ἡ δ'
ὀπτηθεῖσα καὶ ταγηνισθεῖσα τῆς μὲν οἰκείας ὑγρότητος ἀποτίθεται πάμ-
πολυ, τὸ δ' ὑπόλοιπον αὐτῆς οὐδεμίαν ἰσχυρὰν ἐπικτᾶται δύναμιν,
ὥσπερ οὐδ' ὅταν ἁπλῷ ζωμῷ σκευασθῇ· χαίρει δ' εἰκότως ὀριγάνῳ
3
διὰ τὴν ὑδατώδη ποιότητα. ἔνιοι δὲ κενοῦντες αὐτῆς τὸ σπέρμα
κἄπειτα τὴν οἷον σάρκα ξηράναντες ἀποτίθενται μὲν εἰς τὸν χειμῶνα,
χρῶνται δὲ πάντα μᾶλλον ἢ ὡς κολοκύνταις αὐταῖς· ἄχυλοί τε γὰρ
γίνονται καὶ ξηραί, καττύμασι παραπλήσιαι.
36
t
{Περὶ πεπόνων.}
1
Ἡ μὲν ὅλη φύσις αὐτῶν ψυχροτέρα ἐστὶ σὺν ὑγρότητι δαψιλεῖ,
ῥυπτικὸν δ' ἔχουσί τι· διὸ καὶ κινοῦσιν οὖρα καὶ ἐξέρχονται κάτω τῶν
2
κολοκυντῶν καὶ τῶν μηλοπεπόνων μᾶλλον. 〈τῆς δ'〉 οἷον σαρκὸς
αὐτῶν τὸ σπέρμα ῥύπτει μᾶλλον, μοχθηρὸν δ' ἐργάζεται χυμὸν ἐν τῷ
σώματι, καὶ μᾶλλον ὅταν μὴ καλῶς πεφθῇ· τηνικαῦτα δὲ χολερικοὺς
ἀποτελεῖν εἴωθεν· καὶ γὰρ καὶ πρὶν διαφθαρῆναι πρὸς ἔμετον ἐπι-
τήδειόν ἐστι, καὶ πλεῖόν γε βρωθέν, ἐὰν μή τις αὐτῷ τι τῶν εὐχύμων
ἐδεσμάτων ἐπιφάγῃ, κινήσει πάντως ἔμετον.
37
t
{Περὶ μηλοπεπόνων.}
1
Οἱ μηλοπέπονες ἧττον τῶν πεπόνων εἰσὶν ὑγροὶ καὶ ἧττον κακό-
χυμοι καὶ ἧττον οὐρητικοὶ καὶ ἧττον ὑπέρχονται κάτω, τὸ δ' εἰς ἔμετον
2
ἐξορμᾶν ὁμοίως τοῖς πέποσιν οὐκ ἔχουσι. πολὺ δ' ἀπολειπόμενοι τῶν
εὐστομάχων ὀπωρῶν οὐκ ἔχουσι τὸ τῶν πεπόνων κακοστόμαχον.
38
t
{Περὶ σικύων.}
1
Οὐρητικὸν μὲν ἔχουσί 〈τι〉 καὶ αὐτοὶ καθάπερ καὶ οἱ πέπονες,
2
ἀλλ' ἧττον ἐκείνων. τοῖς δὲ καλῶς πέττουσιν αὐτούς, ὅταν αὐτῶν
ἄδην ἐμφορηθῶσι, χρόνῳ πολλῷ καὶ ἀμέτρως παχὺν χυμὸν ἀθροίζουσιν,
οὐκ εὐπετῶς ἐπιδέξασθαι δυνάμενον τὴν εἰς αἷμα χρηστὸν ἀλλοίωσιν
ἐν τῇ κατὰ τὰς φλέβας πέψει.
39
t
{Περὶ σύκων.}
1
Τὸ μὲν κοινὸν οὐ μόνον ὀπώραις πάσαις, ἀλλὰ καὶ τοῖς ὡραίοις
ὀνομαζομένοις καρποῖς ἔχει καὶ τὰ σῦκα, φυγεῖν οὐ δυνηθέντα τὴν
κακοχυμίαν οὐδ' αὐτά, καίτοι τῶν ἄλλων ἁπάντων ὡραίων ἧττον αὐτῆς
2
μετέχοντα. πρόσεστι δ' αὐτοῖς ἀγαθὰ τὸ κατὰ γαστέρα πορίμοις εἶναι
καὶ τὸ διεξέρχεσθαι ῥᾳδίως ὅλον τὸ σῶμα· καὶ γάρ τι καὶ ῥυπτικὸν
3
ἀξιόλογον ἔχει. τροφὴν δ' ἁπασῶν τῶν ὀπωρῶν ὀλίγην τῷ σώματι
διδουσῶν, ἧττον ἁπασῶν τοῦτο τὰ σῦκα πέπονθεν, οὐ μὴν ἐσφιγμένην
γε καὶ ἰσχυρὰν ἐργάζεται τὴν σάρκα, ἀλλ' ὑπόσομφον, ὥσπερ ὁ κύαμος·
ἐμπίπλησί γε μὴν φύσης καὶ αὐτὰ τὴν γαστέρα, τῷ τάχει δὲ τῆς δι-
4
εξόδου τὴν φῦσαν ὀλιγοχρόνιον ἐργάζεται. τὸ δ' ἀκριβῶς πέπειρον
σῦκον ἐγγὺς τοῦ μηδ' ὅλως βλάπτειν ἥκει παραπλησίως ταῖς ἰσχάσι,
πολλὰ μὲν ἐχούσαις τὰ χρήσιμα, μοχθηρὸν δ' ἐχούσαις τι τοῖς πλεο-
νάζουσιν ἐν αὐταῖς· οὐ πάνυ γὰρ αἷμα γεννῶσι χρηστόν, ὅθεν αὐταῖς
5
καὶ τὸ τῶν φθειρῶν πλῆθος ἕπεται. δύναμιν δ' ἔχουσι λεπτυντικήν
τε καὶ τμητικήν, δι' ἣν καὶ τὴν γαστέρα πρὸς ἔκκρισιν ἐξορμῶσι καὶ
νεφροὺς ἐκκαθαίρουσιν, ἥπατι δὲ καὶ σπληνὶ φλεγμαίνουσι μέν εἰσι [δὲ]
βλαβεραί, καθάπερ καὶ τὰ σῦκα, τῷ κοινῷ λόγῳ τῶν γλυκέων ἁπάντων
ἐδεσμάτων τε καὶ πομάτων, οὐ κατ' ἰδίαν τινὰ δύναμιν ἐξαίρετον.
ἐμπεφραγμένοις δὲ καὶ σκιρρουμένοις αὐταὶ μὲν καθ' ἑαυτὰς οὐδὲν οὔτε
εἰς ὠφέλειαν οὔτε εἰς βλάβην ἐργάζονται, μιγνύμεναι δὲ τοῖς τέμνουσί
6
τε καὶ ῥύπτουσι φαρμάκοις οὐ μικρὸν ὄφελός εἰσιν. ὅσοι δὲ μετά
τινος τῶν ἐδεσμάτων ἐσθίουσι τά τε σῦκα καὶ τὰς ἰσχάδας, οὐ μικρὰ
βλάπτονται.
40
t
{Ἐκ τῶν Ῥούφου, περὶ σύκων.}
1
Σῦκα τῆς μὲν ἄλλης ὀπώρας ἐστὶ κρείσσω, βλάβην δὲ καὶ ταῦτα
2
ἔχει τινά. αἱ δ' ἰσχάδες ἱκανῶς τρέφειν σῶμα δύνανται· οἱ γοῦν
3
παλαιοὶ τοῖς ἀθληταῖς ἰσχάδας ἐσθίειν παρεῖχον. Πυθαγόρας δὲ πρῶτος
ὑπήλλαξε τὴν προσφοράν, κρέα δοὺς Εὐραμένῃ τῷ Σαμίῳ· καὶ οὕτως
μετέπεσεν ἡ δίαιτα.
41
t
{Περὶ σταφυλῆς, ἐκ τῶν Γαληνοῦ.}
1
Σῦκα καὶ σταφυλαὶ τῆς ὀπώρας ὅτιπερ κεφάλαιόν εἰσιν· καὶ γὰρ
τρέφει μᾶλλον ἁπάντων τῶν ὡραίων ταῦτα καὶ ἥκιστά ἐστι κακόχυμα,
καὶ μάλιστα ὅταν ἀκριβῶς ᾖ πέπειρα· οὐ μὴν ἰσχυρά γε καὶ πυκνὴ
σάρξ ἐστιν ἡ ἐξ αὐτῶν γεννωμένη, ἀλλὰ χαύνη καὶ πλαδαρά· διὸ καὶ
2
ταχέως προσστέλλεται. ἧττον δὲ τῶν σύκων αἱ σταφυλαὶ τρέφουσι,
μέγιστον δ' αὐταῖς ἀγαθὸν ὑπάρχει τὸ ταχέως ὑπέρχεσθαι· διὸ κἂν
ἐπισχεθῶσί ποτε, βλάπτουσιν ἱκανῶς, οὐκ ἐχόντων τοῦτο τῶν σύκων·
εἰ γὰρ καὶ μὴ διαχωρήσωσιν ἀξιολόγως, ἀβλαβῆ τροφὴν δίδωσι τῷ
3
σώματι. ταῖς σταφυλαῖς δ' οὐδέτερον ὑπάρχει τούτων· οὔτε γὰρ πέτ-
τονται καλῶς, ὅταν ἐπισχεθῶσι, καὶ κατὰ τὴν εἰς ἧπάρ τε καὶ τὰς
φλέβας ἀνάδοσιν ὠμὸν γεννῶσι χυμόν, οὐ ῥᾳδίως εἰς αἷμα μεταβαλλό-
4
μενον. μᾶλλον δ' ὑπέρχεται διὰ γαστρός, εἰ ἄνευ τῶν γιγάρτων αἱ
ῥᾶγες καταπίνονται· τὰ γὰρ γίγαρτα στύφει, ἄπεπτα καὶ ἀμετάβλητα
5
τυγχάνοντα. τῶν δ' ἀποτιθεμένων τονωτικὴ μέν ἐστιν ἡ ἐν τοῖς στεμ-
φύλοις συντιθεμένη καὶ τοὺς ἀνορέκτους ἐπεγείρει πρὸς ἐδωδήν· οὐ
μὴν ὑπέρχεταί γε κατὰ γαστέρα καί, εἰ πλείων βρωθείη, κεφαλῆς ἅπτε-
ται· ἡ δ' ἐν τῷ γλεύκει συντιθεμένη ταύτης ἐστὶ μᾶλλον κεφαλαλγής·
ἡ δὲ κρεμαστὴ οὔτε κεφαλὴν πλήττει οὔτε ἐπέχει γαστέρα οὔτε προ-
6
τρέπει, εὐπεπτοτέρα δ' ἐστὶ τῶν ἄλλων τῶν συντεθέντων. αἱ μὲν οὖν
γλυκεῖαι τῶν σταφυλῶν θερμότερον ἔχουσι τὸν χυμόν (διὸ καὶ διψώ-
δεις εἰσίν), αἱ δ' αὐστηραί τε καὶ ὀξεῖαι ψυχρότερον, αἱ δ' οἰνώδεις
μέσαι ψυχροῦ τε καὶ θερμοῦ· τὴν γαστέρα δ' ὑπάγουσιν αἱ γλυκεῖαι,
καὶ μάλιστα ὅταν ὦσιν ὑγραί· μοχθηραὶ δ' οὐκ εἰς ταῦτα μόνον, ἀλλὰ
καὶ πρὸς τὴν ἐν γαστρὶ πέψιν αἵ τε ὀξεῖαι καὶ αὐστηραὶ σταφυλαί.
7
πασῶν δ' ἀσφαλεστάτη χρῆσίς ἐστιν, ὅταν σαρκώδεις τε ὦσιν αἱ στα-
φυλαὶ φύσει, πεπειροτάτων τε αὐτῶν τις ἐσθίῃ συμμέτρως, εἴτε οὖν
ἐπὶ τῶν ἀμπέλων ἐπὶ πλεῖστον πεπανθεισῶν, εἴτε καὶ τὸ λεῖπον ἐκ
τοῦ κρεμασθῆναι προσλαβουσῶν· ἐφεξῆς δὲ τῶν ὑγρῶν ἄνευ ποιότητος
ὀξείας ἢ αὐστηρᾶς, ἃς ἕνεκεν ὑπαγωγῆς γαστρὸς ἐγχωρεῖ δαψιλῶς
8
ἐσθίειν. ἔνιοι δὲ καὶ γλεῦκος πίνουσι τῆς αὐτῆς χρείας ἕνεκεν, καὶ
μάλιστα τὸ γλυκύ (τῶν ὑπακτικωτέρων γάρ)· τὸ δ' ἐξ αὐστηρῶν ἢ
9
ὀξειῶν σταφυλῶν φαυλότατον εἰς πάντα. τὸ δ' ἀπόβρεγμα τῶν στεμ-
φύλων οὐρητικόν ἐστιν.
42
t
{Περὶ ἀσταφίδων.}
1
Αἱ μὲν αὐστηραὶ τῶν ἀσταφίδων ψυχρότεραι τὴν κρᾶσίν εἰσιν,
2
ὥσπερ αἱ γλυκεῖαι θερμότεραι. καὶ τὸν μὲν στόμαχον ῥωννύουσι καὶ
τὴν γαστέρα στεγνοῦσιν αἱ αὐστηραί, καὶ δῆλον ὅτι μᾶλλον αὐτῶν αἱ
3
στρυφναί. μέσην δέ πως κατάστασιν αἱ γλυκεῖαι ποιοῦσι, μήτε ἐκλύ-
ουσαι σαφῶς τὸν στόμαχον μήτε ὑπάγουσαι τὴν γαστέρα· τό γε μὴν
ἐπικρατικὸν ὑπάρχει ταῖς γλυκείαις ἀεί, καθάπερ γε καὶ τὸ μετρίως
ῥυπτικόν, ὥστε ἐξ ἀμφοτέρων τῶν δυνάμεων τὰς μικρὰς κατὰ τὸ
στόμα τῆς κοιλίας ἀμβλύνουσι δήξεις, ὡς αἵ γε μείζους τῶν δήξεων
4
εὔδηλον ὅτι γενναιοτέρων χρῄζουσι βοηθημάτων. ἀμείνους δ' ἐν ταῖς
σταφίσιν εἰσὶν αἱ λιπαρώτεραί τε καὶ τὸν οἷον φλοιὸν ἔχουσαι λεπτόν.
5
ἔνιοι δὲ καλῶς ποιοῦντες ἐκ τῶν γλυκειῶν τῶν μεγάλων, οἵαιπέρ εἰσιν αἱ
σκυβελιτικαί, [καὶ] πρὶν ἐσθίειν ἐξαιροῦσι τὰ γίγαρτα· χρονισθεῖσαι δ' οὖν
καὶ αὗται σκληρὸν ἴσχουσι καὶ παχὺ τὸ δέρμα, καὶ χρὴ προδιαβρέχειν
αὐτὰς ἐν ὕδατι· καὶ γὰρ τὸ γίγαρτον ἑτοιμότερον οὕτως ἐξαιρεῖται.
6
ἔμπαλιν δὲ ταύταις ἕτεραί τινές εἰσιν ἀσταφίδες αὐστηραὶ καὶ βραχεῖαι,
7
γίγαρτον δ' ὅλως οὐδὲν ἔχουσαι. τροφὴ δ' ἐκ τῶν ἀσταφίδων ἀναδί-
δοται τῷ σώματι παραπλησία κατὰ τὴν ποιότητα ταῖς σταφυλαῖς αὐταῖς·
κατὰ δὲ τὴν ποσότητα πλείων μὲν ἡ ἐκ τῶν λιπαρῶν 〈τε〉 καὶ γλυ-
8
κειῶν, ἐλάττων δ' ἐκ τῶν αὐστηρῶν τε καὶ ἀλιπῶν. εἰσὶ δὲ καὶ
εὐστομαχώτεραι τῶν ἰσχάδων.
43
t
{Περὶ συκαμίνων, ἃ δὴ καὶ μόρα καλεῖται.}
1
Τὰ συκάμινα καθαρᾷ μὲν ἐμπεσόντα γαστρὶ καὶ πρῶτα ληφθέντα
διεξέρχεται τάχιστα καὶ τοῖς…
ἢ καὶ…
φ…
The complete text is available when the reading interface loads.