Collectiones medicae
- Edition reference
- Collectiones medicae (libri incerti), ed. Raeder, vol. 4, CMG 6.2.2 (1933) 75–180.
- CTS identifier
urn:cts:greekLit:tlg0722.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
3
12
παίδων· οὐδέτερος δ' αὐτῶν ἁπλῶς φαίνεται θερμότερος, ἀλλ' ὁ μὲν
τῷ πλήθει τῆς διαπνοῆς, ὁ δὲ τῇ δριμύτητι. τὸ γὰρ ἔμφυτον θερμὸν
ὁ παῖς ἔχει πλέον, εἴ γε ἐξ αἵματός τε καὶ σπέρματος ἡ γέννησις αὐτῷ,
ἐν δὲ τοῖς ἀκμάζουσιν ὀλίγη καὶ ξηρὰ καὶ οὐχ ὁμοίως ἡδεῖα τῆς θερ-
μασίας ὑπερβολή.
4
t
{Περὶ τῆς τῶν μορίων κράσεως.}
1
Τῶν δὲ μορίων πάντων τὸ μὲν δέρμα, καὶ μάλιστα τὸ τῆς χει-
ρός, μέσον ἐστὶν οὐ μόνον ἁπάντων τῶν τοῦ ἀνθρώπου μερῶν, ἀλλὰ
καὶ τῆς ὅλης οὐσίας πάντων τῶν ἐν τῇ γενέσει τε καὶ φθορᾷ σωμά-
των, οὐ τὸ τετυλωμένον καὶ σκληρόν, ἀλλὰ τὸ κατὰ φύσιν ἔχον, ᾧ
2
δὴ καὶ μάλιστά φαμεν ἀκριβοῦσθαι τὴν ἁφήν. εἰ δὴ τοῦτο κανόνα τε
καὶ οἷον κριτήριον ἁπάντων τοῦ ζῴου τῶν μορίων προστησάμενος
ἐξετάζοις μέν, εὑρήσεις ὑγροτάτην τὴν πιμελήν, δεύτερον τὸ σαρκῶδες
γένος, ἐφεξῆς δ' ἑκάστου τῶν σπλάγχνων τὴν ἰδίαν οὐσίαν· καλοῦσι
3
δ' αὐτὸ οἱ περὶ τὸν <Ἐρασίστρατον> παρέγχυμα. τὸ ἴδιον οὖν τοῦ
ἐγκεφάλου σῶμα καὶ πνεύμονος ἐφεξῆς ἐστι τῇ πιμελῇ καθ' ὑγρότητα,
καθὼς τῇ μαλακότητι πάρεστι τεκμαίρεσθαι· οὐ γὰρ δὴ ὑπὸ ψυχροῦ
4
γε πέπηγε ὅτι μηδὲ θερμῷ χέοιτο ἄν. πλησίον δὲ τούτων καὶ ὁ μυε-
λός ἐστι τῇ φύσει· αὐτοῦ δὲ τοῦ ἐγκεφάλου τὰ πρόσθεν ὑγρότερα το-
5
σοῦτον ὅσον καὶ μαλακώτερα. πάντα μὴν ταῦτα δέρματος οὐχ ὑγρό-
τερα μόνον, ἀλλὰ καὶ ψυχρότερα, καὶ ὅλως ἄναιμον πᾶν ἐναίμου ψυ-
χρότερον, ὥσπερ καὶ οἱ χιτῶνες τῆς ἀρτηρίας καὶ φλεβὸς ἄναιμοί τέ
6
εἰσι καὶ ψυχροὶ φύσει. 〈ἐγγυτάτω δ' ἐστὶ δέρματος καὶ ἡ τῶν μαλα-
κῶν νεύρων φύσις,〉 ἡ δὲ τῶν σκληρῶν οἷόνπερ αὐτὸ τὸ δέρμα, καθ'
ὑγρότητα δηλονότι καὶ ξηρότητα· θερμότητι γὰρ ἀπολείπεται τοσοῦ-
τον ὅσον εἰκὸς ἀπολείπεσθαι τὸ παντελῶς ἄναιμον ἐναίμου σώματος.
7
ἡ δὲ τοῦ σπληνὸς καὶ 〈ἡ〉 τῶν νεφρῶν καὶ ἡ τοῦ ἥπατος σὰρξ ὑγρο-
8
τέρα τοσοῦτον δέρματος ὅσον καὶ μαλακωτέρα. καὶ μὲν δὴ καὶ ἡ τῆς
καρδίας σὰρξ πάντων μὲν τούτων ξηροτέρα τοσοῦτον ὅσονπερ καὶ
σκληροτέρα, θερμοτέρα δ' οὐ τούτων μόνων, ἀλλὰ καὶ πάντων ἁπλῶς
9
τῶν τοῦ σώματος μορίων ἐστὶν αὕτη. αἱ δ' ἶνες αἱ μὲν ὀλίγῳ τινὶ
μᾶλλον, αἱ δ' ἧττον βραχὺ δέρματος ψυχρότεραί τέ εἰσι καὶ ξηρότε-
ραι· τινὲς δ' ὅμοιαί εἰσι κατὰ πᾶν τῇ παχυτάτῃ τοῦ αἵματος οὐσίᾳ.
10
πάντες δ' ὑμένες ἤδη ξηρότεροι δέρματος, ὥσπερ γε καὶ αἱ περὶ τὸν
11
ἐγκέφαλόν τε καὶ νωτιαῖον μήνιγγες· ὑμένες γὰρ καὶ αἵδε. καὶ μὲν
δὴ καὶ σύνδεσμοι πάντες εἰς ὅσον σκληρότεροι δέρματος, τοσοῦτον καὶ
ξηρότεροι· οἱ τένοντες δὲ τῶν συνδέσμων μέν εἰσι μαλακώτεροι, δέρ-
12
ματος δ' ἐναργῶς ἤδη σκληρότεροι. χόνδροι δὲ μετὰ τοὺς συνδέσμους
εἰσί, καί τι μέσον δ' ἀμφοῖν σῶμα· καλοῦσι δ' αὐτὸ νευροχονδρώδη
13
σύνδεσμον. θρὶξ δὲ καὶ ὄνυξ ψυχρότατά τε καὶ ξηρότατα ἁπάντων
14
ἐστίν, ἧττον δὲ τούτων ὀστοῦν ψυχρόν ἐστι καὶ ξηρόν, τῶν δ' ἄλλων
πλέον. τῶν δὲ χυμῶν ὁ μὲν χρηστότατός τε καὶ οἰκειότατος τὸ αἷμά
ἐστι, τούτου δ' οἷον ὑπόστασίς τις καὶ ἰλὺς ἡ μέλαινα (ταῦτα ἄρα καὶ
ψυχροτέρα τέ ἐστι καὶ παχυτέρα τοῦ αἵματος)· ἡ δέ γε ξανθὴ χολὴ
θερμοτέρα μακρῷ· ψυχρότατον δὲ τῶν ἐν τῷ ζῴῳ τὸ φλέγμα.
5
t
{Διάγνωσις ἀρίστης κράσεως κατασκευῆς.}
1
Εὐκρατότατός ἐστιν ἄνθρωπος, ὃς ἂν τῷ σώματι φαίνηται μέσος
ἀκριβῶς ἁπάντων τῶν ἄκρων, ἰσχνότητός τε καὶ παχύτητος καὶ μα-
λακότητος καὶ σκληρότητος, ἔτι δὲ θερμότητός τε καὶ ψυχρότητος καὶ
2
ὑγρότητος καὶ ξηρότητος. ἀλλὰ καὶ διαπλάσεως ἀρίστης τετύχηκεν ὁ
οὕτως εὔσαρκος ἄνθρωπος καὶ ταῖς ἐνεργείαις κάλλιστα διάκειται, καὶ
πρὸς τούτοις ἔτι τὸν ἀριθμὸν ἁπάντων 〈τῶν〉 μορίων καὶ τὰ μεγέθη
[καὶ] τὴν πρὸς ἄλληλα σύνταξιν χρηστὴν ταῖς ἐνεργείαις παρεχόμενα
3
κεκτημένος καὶ διὰ τοῦτο καὶ κάλλιστος ὀφθῆναι. μέσος ἀκριβῶς ἐστι
θρασύτητός τε καὶ δειλίας, μελλησμοῦ τε καὶ προπετείας, ἐλέου τε καὶ
4
φθόνου. εἴη 〈δ'〉 ἂν ὁ τοιοῦτος εὐθὺς μὲν φιλόστοργος, φιλάνθρωπος,
συνετός, ἐσθίειν δὲ καὶ πίνειν σύμμετρος, καὶ πέττει καλῶς τὰς τρο-
φὰς οὐκ ἐν γαστρὶ μόνον, ἀλλὰ καὶ ἐν ταῖς φλεψί, καὶ καθ' ὅλην τὴν
ἕξιν τοῦ σώματος ἁπάσας τε, συνελόντι φάναι, τάς τε φυσικὰς ἐνερ-
γείας καὶ τὰς ψυχικὰς ἀμέμπτως ἔχει· καὶ γὰρ καὶ ταῖς αἰσθήσεσιν
ἀρίστως διάκειται καὶ ταῖς τῶν κώλων κινήσεσιν εὔχρους τέ ἐστι καὶ
εὔπνους ἀεί, ἔμμεσος ὑπνώδους τε καὶ ἀγρύπνου, καὶ ψιλοῦ τριχῶν
καὶ δασέος, καὶ μέλανος καὶ λευκοῦ τὴν χρόαν, καὶ τρίχας ἔχει, παῖς
5
μὲν ὢν πυρροτέρας μᾶλλον ἢ μελαντέρας, ἀκμάζων δ' ἔμπαλιν. τὸ μὲν
οὖν τοιοῦτον σῶμα καὶ οὕτως κατωρθωμένον εἰς ἄκρον οὐ πάνυ τι
συνεχῶς εἴωθε γίνεσθαι, τὸ δ' ἀπολειπόμενον βραχὺ τοῦδε κἂν συνε-
χῶς θεάσαιο.
6
t
{Διάγνωσις τῶν δυσκράτων σωμάτων.}
1
Ὅσα δὲ σώματα τοῦ συμμέτρου θερμότερα μέν ἐστιν, οὐ μὴν
ὑγρότερα ἢ ξηρότερα, τούς τε ὀδόντας φύσει θᾶττον αὐξηθήσεταί τε
2
ὁμοίως. φανεῖται δὲ δήπου καὶ ἁπτομένοις θερμότερα τοσοῦτον ὅσον-
πέρ ἐστι καὶ τῇ κράσει θερμότερα, καὶ πιμελῆς ἧττον ἔχοντα, τῇ χρόᾳ
δ' ἐξέρυθρα καὶ μελανότριχα καὶ μετρίως δασέα καὶ εὐρείας ἔχοντα
τὰς φλέβας· ὥστε εὐλόγως ἐς ταὐτὸν συντρέχει φλεβῶν εὐρύτης καὶ
3
λεπτότης. εἰ δ' ἅμα τις εἴη πιμελώδης τε καὶ παχὺς καὶ τὰς φλέβας
εὐρείας ἔχοι, δι' ἔθος οὗτος, οὐ φύσει πιμελώδης ἐγένετο· τὸ γὰρ τῆς
διαίτης ἀταλαίπωρον ἐπιθρέψειεν ἄν ποτε τοῖς σαρκώδεσι μορίοις πι-
μελήν· τῆς θερμότητος δ' ἴδιον καὶ τὸ εὔψυκτον δι' ἀραιότητα, καθά-
περ καὶ τοῖς εὐρείας ἔχουσι τὰς φλέβας ἔνεστι [δὲ] καὶ χωρὶς βλάβης
4
μακρὰς ἀσιτίας φέρειν, ἅτε δὴ πολυαίμοις ὑπάρχουσιν. ψυχροτέρας δὲ
κράσεως σημεῖα τὸ ψυχρὸν [τε] ἁπτομένοις, τὸ ἄτριχον, τὸ πιμελῶ-
δες· ἡ χρόα δὲ τοῖς τοιούτοις ἅμα ταῖς θριξὶ πυρροτέρα· πολλῆς δὲ
5
τῆς ψύξεως οὔσης πελιδνή πώς ἐστι καὶ μολυβδόχρους. καὶ στενὰς δ'
ἔχουσιν 〈οἱ〉 τοιοῦτοι τὰς φλέβας, ὅθεν ὡς τὸ πολὺ συντρέχει παχύ-
της στενότητι τῶν φλεβῶν· εἰ δέ τις στενὰς μὲν ἔχει τὰς φλέβας,
ἰσχνὸς δ' ὑπάρχει, οὐδὲ οὗτος ἐξ ἀνάγκης τοιοῦτος, ἀλλὰ δι' ἔθος ἐγέ-
6
νετο. δῆλον δέ· ὅσοι στενὰς ἔχουσι τὰς φλέβας, ὀλιγόαιμοί τέ εἰσι καὶ
7
μακρὰς ἀσιτίας οὐ φέρουσιν. εἰσὶ δέ τινες ἰσχνοὶ καὶ φλέβας ἔχοντες
μικράς, ἀλλ' εἰ τέμοις ἐξ αὐτῶν ἡντινοῦν, προπίπτει πιμελή, δῆλον
8
ὡς ὑποπεφυκυῖα τῷ δέρματι κατὰ τὸν ἔνδον ὑμένα. σπάνιον μὲν οὖν
ἐπ' ἀνδρῶν τὸ τοιοῦτον, ἐπὶ γυναικῶν δὲ καὶ πάνυ πολλάκις εὑρισκό-
μενον· ἔστι γὰρ φύσεως ψυχροτέρας καὶ ἀργοτέρου βίου γνώρισμα τὸ
9
τοιοῦτον. ἔτι μὴν τῆς ψυχρᾶς κράσεώς ἐστι καὶ τὸ μὴ ῥᾳδίως ἐμψύ-
10
χεσθαι διὰ πυκνότητα. ἡ δὲ ξηρὰ σκληροτέρα τέ ἐστι καὶ ἰσχνοτέρα
11
τῆς εὐκράτου καὶ δασεῖα τοσοῦτον ὅσονπερ ἂν ᾖ ξηροτέρα· τὰ δ'
ἄλλα πάντα παραπλήσιος. ἡ μὲν οὖν σκληρότης ἀχώριστός ἐστι τελέως
τῆς ξηρᾶς κράσεως, ἡ λεπτότης δ' οὐ μόνον ταῖς συμφύτοις ἕπεται
κράσεσιν, ἀλλὰ καὶ ταῖς ἐπικτήτοις, ἐξ ἔθους μακροῦ γενομένη, ὅταν
διὰ φροντίδας καὶ ταλαιπωρίας καὶ δίαιταν λεπτὴν καταξηρανθῶσί τι-
12
νες. σημεῖον δ' ἐστὶ ξηρότητος καὶ τὸ δυσκίνητον καὶ ξηρὸν καὶ αὐχ-
13
μηρὸν ὑπὸ τῶν ξηραινόντων γίνεσθαι τὸ σῶμα. καὶ ἡ ὑγρὰ δὲ τὰ μὲν
ἄλλα παραπλήσιός ἐστι τῇ εὐκράτῳ, μαλακωτέρα δὲ καὶ πολυσαρκο-
14
τέρα. καὶ ταύτης ἀχώριστός ἐστιν ἡ μαλακότης ὥσπερ γε καὶ ἡ παχύ-
της, οὐ τῇ συμφύτῳ μόνον ἑπομένη κράσει, ἀλλὰ κἂν ἐξ ἔθους μα-
15
κροῦ τινος λάβῃ τὴν σύστασιν ἐξ ἀργίας καὶ ἁβροτέρας διαίτης. ἴδιον
δ' ἐστὶν ὑγρότητος καὶ τὸ βαρύνεσθαι τὸ σῶμα ὑπὸ τῶν ὑγραινόντων.
16
ἡ δὲ θερμὴ καὶ ξηρὰ δασεῖα μὲν ἐσχάτως ἐστί, τὰς δὲ τῆς κεφαλῆς
τρίχας εὐαυξεστάτας τε καὶ μελαίνας καὶ πολλὰς ἔχει κατὰ τὴν νέαν
17
ἡλικίαν, ἐπὶ δὲ προήκοντι τῷ χρόνῳ φαλάκρωσις ἐπακολουθεῖ. καὶ
〈αἱ〉 φλέβες δ' εὐρεῖαι τυγχάνουσιν, ὥσπερ δὴ καὶ 〈αἱ〉 ἀρτηρίαι με-
18
γάλαι τέ εἰσιν ἅμα καὶ σφοδρότατα σφύζουσιν. καὶ δὴ καὶ σύντονον
καὶ διηρθρωμένον καὶ μυῶδες καὶ ἀπίμελον ὅλον ἐστὶ τὸ σῶμα, καὶ
19
τὸ δέρμα σκληρόν τε καὶ μελάντερον. μεταπεσούσης δὲ τῆς θερμῆς
καὶ ξηρᾶς κράσεως ἐν τῷ χρόνῳ τῆς παρακμῆς εἰς τὴν ψυχράν τε
καὶ ξηράν, ἡ ἕξις τῶν τοιούτων ἰσχνὴ μὲν ὡσαύτως καὶ σκληρά, με-
20
λαγχολικὴ δ' ἐστί, καὶ διὰ τοῦτο μέλαινά τε ἅμα καὶ δασεῖα. κρατού-
σης δὲ τῆς ἑτέρας τῶν ποιοτήτων παρὰ πολύ, τῆς δ' ἑτέρας ὀλίγον
τι τοῦ συμμέτρου παραλλαττούσης, ἐπικρατήσει μὲν τὰ τῆς κρατούσης,
21
ἀμυδρὰ δ' ἔσται τὰ τῆς ἑτέρας γνωρίσματα. ψυχρᾶς δ' οὔσης καὶ ὑγρᾶς,
ὁ μὲν θώραξ στενὸς καὶ ἄτριχος ἔσται, καθάπερ οὖν καὶ πᾶν τὸ σῶμα
ψιλὸν τριχῶν, ἁπαλόν τε καὶ λευκὸν τὸ δέρμα καὶ ὑπόπυρρον ταῖς
22
θριξί, καὶ μάλιστα ἐν νεότητι, καὶ οὐ φαλακροῦνται γηρῶντες. εὐθὺς
δὲ καὶ δειλοὶ καὶ ἄτολμοι καὶ ὀκνηροὶ καὶ ἀδήλους ἔχοντες τὰς φλέ-
βας καὶ παχεῖς καὶ πιμελώδεις καὶ νεύροις καὶ μυσὶν ἄρρωστοι καὶ
23
ἀδιάρθρωτοι καὶ βλαισοὶ γίνονται. τῆς ψυχρότητος δὲ καὶ τῆς ὑγρό-
τητος ἐπὶ πλέον αὐξηθείσης, τὰ μὲν ἄλλα κατ' ἀναλογίαν ἔσται τῆς
τῶν ποιοτήτων αὐξήσεως, ἡ χρόα δ' ἅμα ταῖς θριξὶ πυρρά, καθάπερ
24
κἂν ἐπὶ πλεῖστον αὐξηθῶσιν ἄμφω, πελιδνή. εἰ δ' ἄνισος ἡ αὔξησις
25
εἴη τῶν ποιοτήτων, ἐπικρατήσει τὰ τῆς μᾶλλον ηὐξημένης ἴδια. ἡ δὲ
θερμὴ καὶ ὑγρὰ κρᾶσις μαλακωτέρα καὶ πολυσαρκοτέρα τῆς ἀρίστης
κράσεως εἰς τοσοῦτόν ἐστιν εἰς ὅσον ἀμφοτέραις ηὐξήθη ταῖς ποιότη-
26
σιν. ἐπὶ πλεῖστον δ' αὐξηθεῖσα τοῖς σηπεδονώδεσιν ἑτοίμως ἁλίσκεται
27
νοσήμασιν, ὅτι κακόχυμος ἑτοίμως γίνεται. εἰ δ' ὀλίγῳ μὲν ὑγροτέρα,
πάμπολυ δ' εἴη θερμοτέρα, μαλακώτεροι μὲν ὀλίγῳ τῶν συμμέτρων οἱ
τοιοῦτοι καὶ σαρκωδέστεροι, λασιώτεροι δ' οὐκ ὀλίγῳ, 〈καὶ μὲν δὴ καὶ
28
ἁπτομένοις οὐκ ὀλίγῳ〉 θερμότεροι. εἰ δὲ τὸ ψυχρὸν ἅμα τῷ ξηρῷ
κατ' ἴσον αὐξηθείη, φύσει σκληρὸν καὶ ἰσχνὸν ἕξουσι τὸ σῶμα καὶ λευ-
κόν, ἄμυόν τε καὶ ἄναρθρον ἁπτομένοις τε ψυχρόν· ἡ πιμελὴ δ' ὅμως
αὐτοῖς, καίτοι γε ἰσχνοῖς οὖσι, παρέσπαρται τῇ σαρκί· τὰ δὲ τῶν τρι-
χῶν τῆς χρόας ἀνάλογον τῷ μέτρῳ τῆς ψυχρότητος· τὸ δὲ τῆς ψυ-
χῆς ἦθος ἄτολμον καὶ δειλὸν καὶ δύσθυμον, συλλήβδην δ' εἰπεῖν, ἐπὶ
τῶν κατὰ συζυγίαν κράσεων ἀεὶ τῆς ἐπικρατούσης ποιότητος ἐπικρα-
29
τήσει τὰ γνωρίσματα. γινώσκειν δὲ προσῆκεν ὅτι πολλάκις τὰ παρόντα
γνωρίσματα τῆς ἔμπροσθεν κράσεώς ἐστιν, οὐ τῆς νῦν ὑπαρχούσης τῷ
σώματι· φέρε γάρ, εἴ τις ἔτη γεγονὼς ἑξήκοντα δασὺς ἱκανῶς εἴη, μὴ
ὅτι νῦν ἐστι ξηρὸς καὶ θερμός, δασὺν αὐτὸν οἰόμεθα ὑπάρχειν, ἀλλ'
ὅτι πρότερον μὲν ἐγένετο τοιοῦτος, ὑπομένουσι δ' αἱ τότε γεννηθεῖ-
30
σαι τρίχες. ἀλλ' οὐδὲ ἐκ τῆς φύσεως τῶν περιττωμάτων ἀδιορίστως
ὑπὲρ τῶν κράσεων ἀποφαίνεσθαι προσῆκεν· ἀθροίζεσθαι μὲν γὰρ ἐγχω-
ρεῖ περίττωμα φλεγματῶδες, ὑγρὸν δὲ [καὶ] τὸ μόριον οὐκ εἶναι, ἀλλὰ
ψυχρὸν μὲν ἐξ ἀνάγκης, ὑγρὸν δ' οὐκ ἐξ ἀνάγκης· ἐκ γὰρ τῶν σιτίων,
οὐκ ἐξ αὐτοῦ τοῦ σώματος ἡμῶν, γίνεται τὸ φλέγμα, τὴν φύσιν ὑπαρ-
31
χόντων ὑγρῶν, εἰ τύχοι, καὶ μὴ κρατηθέντων ὑπὸ τοῦ σώματος. οὕτω
γοῦν εἰ μέν τις ἐξ ἀρχῆς ἐγένετο ψυχρός τε καὶ ξηρός, οὐ μελαγχο-
λικὸς ὁ τοιοῦτος, ἀλλὰ φλεγματικός ἐστι τοῖς περιττώμασιν· εἰ δὲ ξη-
ρὸς ὢν καὶ θερμὸς ἐκ μεταπτώσεως ἐγένετο ψυχρὸς καὶ ξηρός, συγ-
καυθέντος τοῦ αἵματος, ἐξ ἀνάγκης ὁ τοιοῦτος εὐθὺς ἤδη καὶ μελαγ-
32
χολικός ἐστιν. ἐπιβλέπειν δὲ καὶ εἰ ὡσαύτως ἀλλήλοις ἅπαντες οἱ μύες
ἢ οὐχ ὡσαύτως κέκρανται, συνεπισκοπούμενον ἐν ἅπασι τὴν πηλικό-
33
τητα τῶν ὑποβεβλημένων ὀστῶν. ἐνίοτε γοῦν ἰσχνότερον εἶναι δοκεῖ
τὸ μέρος, οὐκ ὂν ἰσχνότερον, ὅσον τοῖς μυσίν, ἀλλὰ διὰ τὴν στενό-
34
τητα τῶν ὀστῶν τοιοῦτο φανταζόμενον. οὕτως δὲ 〈καὶ〉 παχύτερον
εἶναι δοκεῖ πολλάκις, οὐ διὰ τὴν εὐρύτητα τῶν ὀστῶν, ἀλλὰ διὰ τὸ
τῆς σαρκὸς πλῆθος, ἥτις αὐξανομένη τε καὶ μειουμένη, σκληροτέρα τε
καὶ μαλακωτέρα γινομένη, ξηρότερον ἢ ὑγρότερον 〈ἀποφαίνει τὸ μό-
ριον〉, [ἡ πολλὴ δὲ καὶ μαλακὴ] ἡ μὲν ὀλίγη τε καὶ σκληρὰ ξηρότε-
ρον [ἢ ὑγρότερον], ἡ πολλὴ δὲ καὶ μαλακὴ [ἡ μὲν ὀλίγη τε καὶ
35
σκληρὰ ξηρότερον] 〈ὑγρότερον〉. οὕτως δὲ καὶ αἱ μεταξὺ χῶραι τῶν
ὁμοιομερῶν σωμάτων ἤτοι πλέον ὑγρὸν ἢ ἐλάχιστον ἐν ἑαυταῖς περι-
έχουσαι, ἤτοι παχύτερον ἢ ὑγρότερον ἢ λεπτότερον ἢ ξηρότερον ἀπο-
φαίνουσι τὸ μόριον, ὑγρὸν μὲν ἔνθα λεπτοτέρα τε καὶ πλέων ἐστὶν ἡ
36
ὑγρότης, ξηρὸν δ' ὅπου παχυτέρα τε καὶ ἐλάττων. χρὴ δὲ μηδὲ τοῦτο
ἁπλῶς ὑπολαμβάνειν, ὡς εἴ τίς ἐστι φαλακρός, εὐθὺς τοῦτον ἀναγκαῖον
ξηρὰν ἔχειν ἅπαντος τοῦ σώματος τὴν κρᾶσιν, ἀλλὰ διορίζεσθαι πρό-
τερον ἄμεινον, ὡς τῶν ἀνθρώπων τὸ σῶμα τῶν μὲν ὁμαλῶς κέκρα-
ται σύμπαν, ἐνίων δέ, καὶ οὐκ ὀλίγων τούτων, ἀνωμάλως διάκειται·
τὰ μὲν γάρ τινα τῶν μορίων ὑγρότερα τοῦ προσήκοντός ἐστι, τὰ δὲ
ψυχρότερα, τὰ δὲ ξηρότερα, τὰ δὲ θερμότερα, τὰ δὲ καὶ εὔκρατα παν-
37
τελῶς. τὸ μὲν οὖν ὁμαλόν, εὔρυθμον ἁπάσας τε τῶν μορίων ἀποσῷζον τὰς
πρὸς ἄλληλα συμμετρίας ἐν μήκει καὶ πλάτει καὶ βάθει δυνατὸν ὅλον
ὁμοίως κεκρᾶσθαι, τὸ δὲ θώρακα μὲν ἔχον καὶ τράχηλον καὶ ὤμους με-
γίστους, ἰσχνὰ δὲ 〈καὶ〉 μικρὰ τὰ κατ' ὀσφύν, καὶ σκέλη ξηρά, ἢ τούτων
τὸ ἀνάπαλιν, πῶς ἂν ὁμοίως τοῖς μορίοις εἴη διακείμενον ἅπασιν;
38
οὔκουν ἐπὶ τῶν τοιούτων ἐξ ἑνὸς χρὴ μορίου τεκμαίρεσθαι περὶ τοῦ
παντός, προσεπισκέπτεσθαι δὲ δεῖ καὶ τὰς διαθέσεις τοῦ δέρματος·
κατὰ μὲν γὰρ τὴν εὔκρατον οἴκησιν ἐνδείκνυται τῶν ὑποκειμένων μο-
ρίων τὴν φύσιν, οὐδὲ ταύτην πάντων ἁπλῶς, ἀλλ' ὅσα ταῖς κράσεσιν
ὡσαύτως ἔχει τῷ δέρματι· κατὰ δὲ τὰς ὑπὸ ταῖς ἄρκτοις καὶ 〈τῇ〉
μεσημβρίᾳ χώρας ἐκ τῆς κατὰ τὸ δέρμα διαθέσεως οὐχ οἷόν τε γνῶ-
ναι σαφῶς ὑπὲρ τῆς τῶν ἐντὸς μορίων κράσεως· ἀνώμαλος γὰρ ἡ
39
τοῦ σώματος ἕξις ἐν ταῖς δυσκράτοις χώραις. Κελτοῖς μὲν γὰρ καὶ
Γερμανοῖς καὶ παντὶ τὸ Θρᾳκίῳ τε καὶ Σκυθικῷ γένει ψυχρὸν καὶ
ὑγρὸν τὸ δέρμα, τὸ δ' ἔμφυτον θερμὸν εἰς τὰ σπλάγχνα καταπέφευ-
γεν ἅμα τῷ αἵματι, κἀνταῦθα κυκωμένου καὶ στενοχωρουμένου καὶ
ζέοντος αὐτοῦ, θυμικοὶ καὶ ὀξεῖς καὶ ὀξύρροποι ταῖς γνώμαις ἀποτε-
λοῦνται· Αἰθίοψι δὲ καὶ Ἄραψι, καὶ ὅλως τοῖς κατὰ μεσημβρίαν, ἡ μὲν
τοῦ δέρματος φύσις ξηρὰ καὶ διακεκαυμένη, τὸ δ' ὅλον σῶμα τῆς μὲν
ἐμφύτου θερμότητος ἥκιστα μετέχει, θερμὸν δ' ἐστὶν ἀλλοτρίῳ τε καὶ
ἐπικτήτῳ θερμῷ· καὶ γὰρ καὶ τούτῳ προσέχειν δεῖ τὸν νοῦν, εἴπερ
τινὶ καὶ ἄλλῳ, καὶ σκοπεῖσθαι καθ' ἕκαστον σῶμα, πότερον οἰκείῳ
40
θερμῷ θερμόν ἐστιν ἢ ἐπικτήτῳ. πάντα γοῦν τὰ τῶν ἐνοικούντων τὴν
μεσημβρινὴν χώραν σώματα θερμὰ μὲν ἐπικτήτῳ θερμῷ, ψυχρὰ δ'
41
οἰκείῳ. ταῦτα οὖν ἅπαντα διορίζεσθαι χρὴ τὸν μέλλοντα καλῶς δια-
γνώσεσθαι κρᾶσιν· οὐ γὰρ ἁπλῶς, εἰ τὸ δέρμα μελάντερον, ἤδη θερ-
μότερος ὁ ἄνθρωπος ὅλος, ἀλλ' εἰ τῶν [πάντων] ἄλλων πάντων
ὡσαύτως ἐχόντων· καὶ γὰρ εἰ ὁ μέν τις ἐν ἡλίῳ θερμῷ διέτριψεν ἐπὶ
πλέον, ὁ δ' ἐν σκιᾷ, τῷ μὲν ἔσται μελάντερον τὸ χρῶμα, τῷ δὲ λευ-
κότερον· οὐδὲν 〈δὲ〉 τοῦτο πρὸς τὴν τῆς ἄλλης κράσεως ὑπάλλαξιν·
αὐτὸ μὲν γὰρ τὸ δέρμα ξηρότερον 〈ἡλιούμενον, ὑγρότερον δ'〉 ἔσται
σκιατραφούμενον, ἡ φυσικὴ δ' οὐκ εὐθὺς ὑπαλλαχθήσεται κρᾶσις, οὔτε
42
ἥπατος οὔτε καρδίας οὔτε τῶν ἄλλων σπλάγχνων οὐδενός. ἄριστον
οὖν ἑκάστου τῶν μορίων ἴδια πεπορίσθαι τῆς κράσεως καὶ τῆς κατασκευῆς
γνωρίσματα.
7
t
{Ἐκ τῶν Μνησιθέου. Περὶ κατασκευῆς σωμάτων.}
1
Κατανοῆσαι δεῖ τὰς συμμετρίας τῶν σωμάτων· διὰ γὰρ τούτων
πρὸς ποῖα εὐφυῶς ἢ τοὐναντίον διακείμενοι τυγχάνομεν, εἰδέναι δυ-
2
νατόν. πειρασόμεθα οὖν τὰ μέγιστα καὶ κυριώτατα διελθεῖν· ἐκ γὰρ
3
τούτων καὶ τὰ λοιπὰ ῥᾳδίως ἔσται συνιδεῖν. βουλόμενος δὴ θεωρεῖν,
εὑρήσεις ταῖς τοῦ στήθους διαφοραῖς ἀκολούθως ἔχοντας ἡμᾶς καὶ
τοὺς πνεύμονας· ὡς γὰρ ἐπὶ πολύ, τοὺς ἐξεστηκότας τὰ στήθη καὶ
τοὺς ὤμους ἀνεσπασμένους μάλιστα ἔστιν ἰδεῖν τοῖς περὶ τὸν πνεύ-
μονα νουσήμασιν ἁλισκομένους διὰ τὸ μέγεθος καὶ τὴν ἄμετρον αὐτοῦ
4
κοιλότητα καὶ μάνωσιν. τὸν αὐτὸν δὲ τρόπον καὶ ὅσοι τὰ δεξιὰ τοῦ
θώρακος ἔχουσι μείζω καὶ ἰσχυρότερα τῶν ἀριστερῶν, δῆλοι γίνονται
τὸ ἧπαρ ἔχοντες μεῖζον τοῦ συμμέτρου, καὶ μάλιστα οἱ τοιοῦτοι τῶν
5
ἀνθρώπων περιπίπτουσι τοῖς ἡπατικοῖς πάθεσιν. ὡσαύτως δὲ καὶ οἷς
ἂν ᾖ μείζω τὰ ἀριστερά, τοὺς σπλῆνας ἔχοντες μείζους δῆλοι γίνον-
6
ται· πολλάκις γὰρ αὐτοῖς ἐν ταῖς ἀρρωστίαις ἐπισημαίνουσιν. τὸ δ'
ὅλον οἱ μὲν ἀπλευρότατοι καὶ μικροστηθότατοι καὶ φλεβωδέστατοι καὶ
ἀσαρκότατοι μεγαλοκοιλιώτατοι καὶ μεγαλοσπλαγχνότατοι τυγχάνουσιν
ὄντες· οἱ δ' εὐπλευρότατοι καὶ μεγαλοστηθότατοί τε καὶ εὐσαρκότατοι
7
μικροσπλαγχνότατοί τε καὶ μικροκοιλιώτατοι. πάλιν ὅσοι μὲν ἄπλευροί
εἰσι καὶ μέγα τὸ διάστημα ἔχουσιν ἀπό τε ὑποχονδρίων πρὸς τὰ ἄνω,
οὗτοι μεγαλοκοιλιώτατοι καὶ βορώτατοι τυγχάνουσιν ὄντες· ὅσοι δ'
ἐξωγκωμένα τὰ 〈ἐν〉 τοῖς ὑποχονδρίοις ἔχουσι, πλήρης τούτων ἡ μὲν
ἄνω κοιλία 〈καὶ〉 μεγάλη, ἔντερα δὲ μικρά, δι' ὃ καὶ οἱ πολλοὶ τῶν
τοιούτων δυσπαθοῦσι περὶ τὴν ἄνω κοιλίαν ἔν τε ταῖς πλησμοναῖς καὶ
8
ταῖς ἀσθενείαις. τὴν δ' ἄνω καὶ κάτω κοιλίαν μηδείς με νομίσῃ λέγειν
ἀγνοοῦντα διότι μονοκοίλιός ἐστιν ὁ ἄνθρωπος, τὸ δὲ κάτω ἔντερον
9
ὑπόκειται παχύ· τοῦτο δὴ λέγω κάτω κοιλίαν. τοῖς μὲν οὖν προειρη-
μένοις οὕτως ἔχει ταῦτα τὰ μέρη· ὧν δ' ἂν ὦσιν αἱ κοιλίαι κατεσπα-
σμέναι, τούτων δ' ἔστιν ὁρᾶν τὰ ἔντερα μείζω· διὸ καὶ ῥᾷον ἀπὸ τῶν
πλησμονῶν ἀπαλλάττουσιν οἱ τοιοῦτοι.
8
t
{Ἐκ τῶν Γαληνοῦ. Περὶ φυσικῶν δυνάμεων καὶ ἐνερ-
γειῶν.}
1
Ἔργα τῆς φύσεως, ἔτι κυουμένου τε καὶ διαπλαττομένου τοῦ
ζῴου, τὰ σύμπαντά ἐστι τοῦ σώματος μόρια· γενηθέντος δέ, κοινὸν
ἐφ' ἅπασιν ἔργον ἡ εἰς τὸ τέλειον ἑκάστῳ μέγεθος ἀγωγή, καὶ μετὰ
ταῦτα ἡ μέχρι τοῦ δυνατοῦ διαμονή. ἐνέργειαι δ' ἐπὶ τρισὶ τοῖς εἰρη-
μένοις τρεῖς ἐξ ἀνάγκης, ἐφ' ἑκάστῳ μία, γένεσις καὶ αὔξησις καὶ θρέ-
2
ψις. ἀλλ' ἡ μὲν γένεσις οὐχ ἁπλῆ τις ἐνέργεια τῆς φύσεως, ἀλλ' ἐξ
ἀλλοιώσεώς τε καὶ διαπλάσεώς ἐστι σύνθετος· ἵνα μὲν γὰρ ὀστοῦν γέ-
νηται καὶ νεῦρον καὶ φλὲψ καὶ τῶν ἄλλων ἕκαστον, ἀλλοιοῦσθαι χρὴ
τὴν ὑποβεβλημένην οὐσίαν ἐξ ἧς γίνεται τὸ ζῷον· ἵνα δὲ τὸ σχῆμα
τὸ δέον καὶ θέσιν καὶ κοιλότητάς τινας καὶ συμφύσεις καὶ τὰ ἄλλα τὰ
τοιαῦτα κτήσηται, διαπλάττεσθαι χρὴ τὴν ἀλλοιουμένην οὐσίαν ὑπὸ
τῆς διαπλαστικῆς, ἣν καὶ τεχνικὴν εἶναι λέγομεν, μᾶλλον δ' ἀρίστην
3
καὶ ἄκραν τέχνην καὶ πάντα τινὸς ἕνεκα ποιοῦσαν. διαπλάττειν δὲ τὰ
μόρια πάντως δεῖ δι' ὅλων αὐτῶν ἐκτεταμένην, μηδενὸς ὄντος ἀψαύ-
4
στου μέρους αὐτῆς μηδὲ ἀνεξεργάστου μηδὲ ἀκοσμήτου. ἡ δ' αὔξησις ἐπί-
δοσίς ἐστι καὶ διάστασις 〈εἰς〉 μῆκος καὶ πλάτος καὶ βάθος τῶν στερεῶν
μορίων τοῦ ζῴου, ὧνπερ καὶ ἡ διάπλασις ἦν, ἡ δὲ θρέψις πρόσθεσις τοῖς
αὐτοῖς ἄνευ διαστάσεως· τοῦ γὰρ ἐπιρρέοντος ἐν εἴδει τροφῆς παντὶ
μορίῳ τοῦ τρεφομένου σώματος προσπλαττομένου, θρέψις μὲν ἡ ἐνέρ-
5
γεια, θρεπτικὴ δὲ δύναμις ἡ αἰτία. ἀλλοίωσις μὲν δὴ κἀνταῦθα τὸ γέ-
νος τῆς ἐνεργείας, ἀλλ' οὐχ οἵαπερ ἡ ἐν τῇ γενέσει· ἐκεῖ μὲν γὰρ οὐκ
ὂν ὀστοῦν πρότερον ὕστερον ἐγένετο· κατὰ δὲ τὴν θρέψιν τῷ ἤδη γε-
γονότι ἐξομοιοῦται τὸ ἐπιρρέον, καὶ διὰ τοῦτο εὐλόγως ἐκείνην μὲν
6
τὴν ἀλλοίωσιν γένεσιν, ταύτην δ' ἐξομοίωσιν ὠνόμασαν. ἐπεὶ δ' ὁμοι-
οῦσθαι καὶ μεταβάλλειν εἰς ἄλληλα πᾶσι τοῖς οὖσίν ἐστιν ἀδύνατον, εἰ
μή τινα ἔχει κοινωνίαν ἤδη καὶ συγγένειαν ἐν ταῖς ποιότησι, διὰ τοῦτο
πρῶτον μὲν οὐκ ἐκ πάντων ἐδεσμάτων πᾶν ζῷον τρέφεσθαι πέφυκεν,
ἔπειτα δ' οὐκ ἐξ ὧν οἷόν τέ ἐστιν, οὐδὲ ἐκ τούτων παραχρῆμα, καὶ
διὰ ταύτην τὴν ἀνάγκην πλειόνων ὀργάνων ἀλλοιωτικῶν τῆς τροφῆς
7
ἕκαστον τῶν ζῴων χρῄζει. ἓν μὲν δὴ τοῦτο αἴτιον τοῦ πολλὰ γίνεσθαι
τὰ περὶ τὴν τῆς τροφῆς ἀλλοίωσιν ὄργανα· δεύτερον ἡ τῶν περιττω-
μάτων· καὶ γὰρ καὶ τοῦτο τὸ γένος τῶν ἐν τῷ σώματι μορίων ἐξεύ-
ρηται τῇ φύσει τοῖς περιττώμασι τῆς τροφῆς ἀνακείμενον· ἄλλο δὲ
τρίτον ὑπὲρ τοῦ πάντῃ φέρεσθαι διὰ τοῦ σώματος ὅλου κατατετμη-
μέναι πολλαὶ καθάπερ ὁδοί τινες· ἐπειδὰν γὰρ ἐκπέσῃ τῶν ἀγγείων ὁ
μέλλων θρέψειν ὁτιοῦν τῶν τοῦ ζῴου μορίων χυμός, εἰς ἅπαν αὐτὸ
διασπείρεται πρῶτον, ἔπειτα προστίθεται, κἄπειτα προσφύεται, καὶ τέ-
8,9
λος ὁμοιοῦται. τίνος ἀλλοιοῦντος καὶ τίνος διαπλάττοντος; ἢ δῆλον
9
ὅτι τῆς φύσεως ἢ τοῦ σπέρματος; ὁ γὰρ οὕτω φάσκων ἐρεῖ ταὐτόν,
διότι τὸ πρότερον σπέρμα τοῦτο, ὅταν ἄρξηται φύειν τε καὶ πλάττειν
τὸ ζῷον, φύσις γίνεται· καθάπερ γὰρ ὁ Φειδίας εἶχε τὰς δυνάμεις τῆς
τέχνης καὶ πρὶν ψαύειν τῆς ὕλης, ἐνήργει δ' αὐταῖς περὶ τὴν ὕλην,
οὕτως καὶ τὸ σπέρμα τὰς μὲν δυνάμεις οἴκοθεν ἐκέκτητο, τὰς δ' ἐνερ-
10
γείας οὐκ ἐκ τῆς ὕλης ἔλαβεν, ἀλλὰ περὶ τὴν ὕλην ἐπεδείξατο. τοῦτο
δὴ καὶ τοσοῦτον ἕλξει τοῦ αἵματος ὁπόσου δεῖται· δύναμιν 〈γὰρ〉
11
αἵματος ἔχει, καθάπερ ἡ λίθος τοῦ σιδήρου, τὴν ἑλκτικήν. ἑλχθῆναι
μὲν οὖν τι καὶ διὰ ταχέων δύναται, προσφῦναι δὲ καὶ τελέως ὁμοιω-
θῆναι τῷ τρεφομένῳ καὶ μέρος αὐτοῦ γενέσθαι παραχρῆμα μὲν οὐχ
12
οἷόν τε, χρόνῳ δὲ πλείονι συμβαίνει καλῶς. δεῖ δέ τινος κἀνταῦθα τῇ
φύσει δυνάμεως ἑτέρας εἰς πολυχρόνιον μονὴν τοῦ προστεθέντος τῷ
μορίῳ χυμοῦ κατῳκισμένης ἐν αὐτῷ 〈τῷ〉 θρεψομένῳ, τῆς καθεκτικῆς
13
ὀνομαζομένης. ἀλλ' εἴπερ ἐφίεται καὶ ἕλκει καὶ ἀπολαύει κατέχουσα
καὶ περιστελλομένη, εἴη ἄν τι καὶ πέρας αὐτῇ τῆς ἀπολαύσεως, κἄ-
πειτα δὲ καιρὸς ἤδη τῶν περιττῶν τῆς ἐκκρίσεως, τῆς προωστικῆς δυ-
νάμεως ἐνεργούσης· καὶ γὰρ οὖν καὶ ταύτην οὕτως ἐκάλεσαν, ἀπὸ
14
τῶν ἔργων αὐτῇ τὰ ὀνόματα θέμενοι, καθάπερ καὶ ταῖς ἄλλαις. ἀναγ-
καῖαι τοίνυν αἱ τέτταρες αὗται δυνάμεις ἅπαντι μορίῳ τῷ μέλλοντι
θρέψεσθαι, καὶ διὰ τοῦτο ταύτας ὑπηρέτιδας εἶναι θρέψεως λέγομεν.
15
σκοπὸν μὲν οὖν ἡ ἀλλοιωτικὴ δύναμις ἔχει τὴν θρέψιν τοῦ σώματος,
ἐν δὲ τῇ πρὸς ταύτην ὁδῷ τὴν κατὰ γαστέρα πέψιν ἐργάζεται καὶ
τὴν μετὰ ταύτην γινομένην αἱμάτωσιν ἐν ἥπατι· παρασκευάζεται γὰρ
ὥσπερ τῇ γαστρὶ πολλὰ τῶν σιτίων διὰ τῆς ἔξω τοῦ σώματος ἀλλοιώ-
σεως ἐν ἑψήσεσί τε καὶ ὀπτήσεσι καὶ ταριχεύσεσι καὶ ζυμώσεσιν, οὕτως
τῷ μὲν ἥπατι διὰ τῆς ἐν τῇ κοιλίᾳ, τῷ δ' ὅλῳ σώματι διὰ τῆς ἐν
ἥπατι, κατὰ λογισμόν τινα 〈τῶν〉 προτέρων μορίων τοῖς δευτέροις
ὑπηρετούντων, ἀλλὰ τῇ τάξει τῆς θέσεως, ἣν ὁ τῆς τῶν ζῴων γενέ-
16
σεως δημιουργὸς ἐμηχανήσατο θεός. ἀλλ' ἐπεὶ τὰ μὲν ἰσχυρότερα ταῖς
δυνάμεσίν ἐστι μόρια, τὰ δ' ἀσθενέστερα, κρατήσει μὲν πάντα τῆς
17
οἰκείας τῷ ζῴῳ τροφῆς, οὐχ ὁμοίως δὲ πάντα. κρατήσει δὲ καὶ ἡ
γαστὴρ ἄρα 〈καὶ〉 ἀλλοιώσει μὲν τὴν τροφήν, οὐ μὴν ὁμοίως ἥπατι
18
καὶ φλεψὶ καὶ ἀρτηρίαις καὶ καρδίᾳ. πόσον οὖν ἐστιν ὃ ἀλλοιοῖ, καὶ
δὴ θεασόμεθα, πλέον μὲν ἢ κατὰ τὸ στόμα, μεῖον δ' ἢ κατὰ τὸ ἧπάρ
19
τε καὶ τὰς φλέβας. αὕτη μὲν οὖν ἡ ἀλλοίωσις εἰς αἵματος οὐσίαν ἄγει
τὴν τροφήν, ἡ δ' ἐν τῷ στόματι μεθίστησι μὲν αὐτὴν ἐναργῶς εἰς
20
ἕτερον εἶδος, οὐ μὴν εἰς τέλος γε μετακοσμεῖ. μάθοις δ' ἂν ἐπὶ τῶν
ἐγκαταλειφθέντων ταῖς διαστάσεσι τῶν ὀδόντων σιτίων καὶ μεινάντων
δι' ὅλης νυκτός· οὔτε γὰρ ἄρτος ἀκριβῶς ὁ ἄρτος ἐστίν, οὔτε κρέας
ἔτι κρέας, ἀλλ' ὄζει μὲν τοιοῦτον οἷόνπερ καὶ τοῦ ζῴου τὸ στόμα,
διαλέλυται δὲ καὶ διατέτηκε καὶ τὰς ἐν τῷ ζῴῳ τῆς σαρκὸς ἀπομέ-
21
μακται ποιότητας. τὰ δὲ μεμασημένα σιτία πρῶτον μὲν τῷ φλέγματι
βέβρεκται καὶ πεφύραται, δεύτερον δὲ καὶ τῷ χρωτὶ τοῦ στόματος
ἅπαντι πεπλησίακεν, ὥστε πλέονα μεταβολὴν εἰληφέναι τῶν ἐν ταῖς
22
κεναῖς χώραις τῶν ὀδόντων ἐσφηνωμένων. ἀλλ' ὅσον τὰ μεμασημένα
τούτων ἐπὶ πλέον ἠλλοίωται, τοσοῦτον ἐκείνων τὰ καταποθέντα· μὴ
γὰρ οὐδὲ παράβλητον εἴη τὸ τῆς ὑπερβολῆς, εἰ τὸ κατὰ τὴν κοιλίαν
ἐννοήσαιμεν φλέγμα καὶ χολὴν καὶ πνεῦμα καὶ θερμασίαν καὶ ὅλην
23
τὴν οὐσίαν τῆς γαστρός. εἰ δὲ συνεπινοήσαις αὐτῇ τὰ παρακείμενα
σπλάγχνα καθάπερ τινὶ λέβητι μεγάλῳ πυρὸς ἑστίας πολλάς, ἐξαίσιόν
τινα πεισθήσῃ τὴν ἀλλοίωσιν γίνεσθαι τῶν εἰς τὴν γαστέρα καταπο-
24
θέντων σιτίων. πῶς δ' ἂν ἐδύνατο ῥᾳδίως αἱματοῦσθαι μὴ προπα-
25
ρασκευασθέντα τῇ τοιαύτῃ μεταβολῇ; ὅτι μὲν οὖν ὑπὸ τῆς γαστρὸς
ἀλλοιοῦνται τὰ καταποθέντα, δέδεικται σαφῶς· ὅτι δ' ὁ ἐκ τῆς γαστρὸς
εἰς ἧπαρ ἀναδιδόμενος χυμὸς αἷμα φαίνεται γινόμενος ὑπὸ τῆς οὐσίας
τοῦ ἥπατος λαμβάνων τὴν ἀλλοίωσιν, νῦν ἐροῦμεν· ἕκαστον γὰρ τῶν
ὀργανικῶν τοῦ ζῴου μορίων πάντως ἕν γέ τι τοιοῦτον ἔχει καθ' αὑτὸ
οἷον οὐκ ἄλλο τῶν πάντων ἐστίν· ὁποῖον γάρ ἐστι τὸ τοῦ πνεύμονος
σῶμα κατὰ τὴν οὐσίαν, οὐκ ἂν εὕροις ἕτερον, οὐδὲ οἷον ἐγκέφαλος
οὐδὲν ἄλλο τοιοῦτον, ὥσπερ οὐδὲ ὁποῖον ἡ καρδία σῶμα κατὰ τὴν
οὐσίαν ἐστίν, οὐδὲν ἀκριβῶς ἄλλο τοιοῦτον ὑπάρχει, καὶ νεφροὶ δὲ καὶ
σπλήν, ἑκάτερον αὐτῶν οἷον οὐκ ἄλλο, καὶ διὰ τοῦτο ἕκαστον ἰδίαν
26
ἔχει τὴν ἐνέργειαν ἐπὶ τῷ τῆς οὐσίας ἰδίῳ. οὐδὲν οὖν θαυμαστόν ἐστιν
οὐδὲ τὸ τοῦ ἥπατος ἴδιον σῶμα κατὰ τὴν ἑαυτοῦ φύσιν κεκτῆσθαι τὴν
ἐνέργειαν· ἐρυθρότατον γάρ ἐστιν ὥσπερ τὸ αἷμα, τῷ πεπῆχθαι μόνον
27
αὐτοῦ διαφέρον. μετέχει μὲν οὖν καὶ ἡ καρδία 〈τοῦ〉 τοιούτου χρώ-
ματος, ἀλλ' οὐκ εἰς ὅσον ἧπαρ· ὑγρότερον γάρ ἐστι τοῦ τῆς καρδίας,
καὶ διὰ τοῦτο ἐρυθρότερόν τε καὶ μαλακώτερον· ἡ δὲ ξηροτέρα τε καὶ
θερμοτέρα τοῦ ἥπατος ὑπάρχει· διόπερ οὐδὲ τὸ ἴδιον αὐτῆς αἷμα τοι-
οῦτόν ἐστιν οἷόνπερ τοῦ ἥπατος, ἀλλ' ὅσον θερμότερον τὸ σπλάγχνον,
τοσοῦτον ξανθότερον, ὅπερ ἴδιον χρῶμα πυρὸς ξηροτέρου, καθάπερ
28
ὑγροτέρου τὸ ἐρυθρόν. αἵματος οὖν ὑγροτέρου μὲν τὴν κρᾶσιν, ἐρυ-
θροῦ δὲ τὴν χρόαν, ἡ πρώτη μὲν ἐν ἥπατι γένεσις, ὀχετοὶ δὲ παρά-
γοντες καὶ διανέμοντες αὐτὸ παντὶ τῷ σώματι φλέβες· αἵματος δὲ
ξανθοῦ καὶ θερμοῦ καὶ λεπτομεροῦς καὶ πνευματώδους ἡ μὲν πρώτη
γένεσις ἐν τῇ τῆς καρδίας ἀριστερᾷ κοιλίᾳ, διανέμουσι δὲ καὶ παράγουσιν
εἰς ὅλον τὸ ζῷον αἱ ἀρτηρίαι τὸ τοιοῦτον αἷμα· καθάπερ γὰρ τὸ τῆς
γαστρὸς περιττὸν ἐπιτήδειον γίνεται τῷ ἥπατι, κατὰ τὸν αὐτὸν τρόπον
29
τοῖς μεθ' ἧπαρ ἅπασι τὸ τούτου πάλιν αὐτοῦ περιττόν. νόει δέ μοι
τὸν ἐκ τῆς κοιλίας εἰς τὸ ἧπαρ ἀναδοθέντα χυλὸν ὑπὸ τῆς ἐν τῷ
σπλάγχνῳ θερμασίας, ὥσπερ τὸν οἶνον τὸν γλεύκινον, ζέοντά τε καὶ
πεττόμενον καὶ ἀλλοιούμενον εἰς αἵματος χρηστοῦ γένεσιν· ἐν δὲ τῇ
ζέσει ταύτῃ τὸ μὲν ὑφιστάμενον αὐτοῦ τῶν περιττωμάτων ὅσον ἰλυῶ-
δές τε καὶ παχύ, τὸ δ' ἐπιπολάζον, ὃ δὴ καὶ λεπτόν 〈τε καὶ〉 κοῦφόν
30
ἐστιν, οἷον ἀφρός τις ἐποχεῖται τῷ αἵματι. τούτοις γοῦν εὔλογον ὄρ-
γανον παρασκευάζεσθαι κοῖλον μὲν ὥστε ὑποδέχεσθαι ῥᾳδίως, προμή-
κεις δ' αὐχένας οἷον στομάχους τινὰς ἑκατέρωθεν τῆς κοιλότητος ἔχον,
ἕλκειν μὲν τὸν ἕτερον αὐτῶν τὸ περίττωμα, τὸν δ' ἕτερον ἐκπέμπειν
31
ἐπιτήδειον. τὴν μὲν οὖν τὸ κοῦφόν τε καὶ ξανθὸν περίττωμα δεξομέ-
νην κύστιν ἡ φύσις ἐπέθηκε τῷ ἥπατι, τὸν δ' 〈ἐν〉 τοῖς ἀριστεροῖς
μέρεσι τὸ παχύτερον καὶ [γλυῶδες ἢ καὶ μᾶλλον] ἰλυῶδες ἕλκοντα
σπλῆνα κατέθετο, καί τινα οἷον στόμαχον, ἐκ τῶν σιμῶν αὐτοῦ μερῶν
32
ἀποφύσασα φλεβῶδες ἀγγεῖον, ἐπὶ τὰς πύλας ἐξέτεινεν. ἀποθέμενος
γοῦν ὁ παρασκευαζόμενος ἐν ἥπατι χυμὸς εἰς τροφὴν τῷ ζῴῳ τὰ
προειρημένα δύο περιττώματα καὶ τὴν ἐκ τῆς ἐμφύτου θερμασίας
πέψιν ἀκριβῆ κτησάμενος ἐρυθρὸς ἤδη καὶ καθαρὸς ἐπὶ τὰ κυρτὰ μό-
ρια τοῦ ἥπατος ἀνέρχεται· μία δ' αὐτὸν ἐντεῦθεν φλὲψ ἐκδέχεται με-
γίστη, τῶν κυρτῶν τοῦ ἥπατος πεφυκυῖα, πρὸς ἄμφω τὰ μέρη τοῦ
33
ζῴου φερομένη, τό τε ἄνω καὶ τὸ κάτω. φαίης ἂν οἷόν τινα ἀγωγὸν
μέγιστον αἵματος ὑπάρχουσαν αὐτὴν ὀχετοὺς παμπόλλους ἀπορρέον-
τας ἴσχειν ἐλάττους τε καὶ μείζους εἰς πᾶν μόριον τοῦ ζῴου νενεμη-
34
μένους. ἀλλὰ γὰρ καὶ κατὰ ταύτην ἔτι τὴν φλέβα πολλῆς ὑγρότητος λεπ-
τῆς καὶ ὑδατώδους μεστόν ἐστι τὸ αἷμα· καλεῖ δ' αὐτὴν <Ἱπποκράτης>
ὄχημα τροφῆς, ἐνδεικνύμενος αὐτῆς εὐθὺς ἅμα τῇ προσηγορίᾳ καὶ τὴν
χρείαν· οὔτε γὰρ ἐκ τῆς γαστρὸς εἰς τὰς φλέβας ἀναληφθῆναι καλῶς
οἷόν τε ἦν τὸν ἐκ τῶν σιτίων χυμόν, οὔτε ῥᾳδίως διεξέρχεσθαι τὰς ἐν
ἥπατι φλέβας πολλὰς καὶ στενὰς ὑπαρχούσας, εἰ μή τις αὐτῷ λεπτο-
35
τέρα καὶ ὑδατώδης ὑγρότης ἀνεμέμικτο καθάπερ ὄχημα. καὶ πρὸς ταύ-
την ἄρα τὴν χρείαν ὑπηρετεῖ τοῖς ζῴοις τὸ ὕδωρ· τρέφεσθαι μὲν γὰρ
οὐδὲν ἐξ αὐτοῦ δύναται μόριον, ἀναδοθῆναι δ' ἐκ τῆς κοιλίας τὸ θρέ-
36
ψον οὐκ ἐνεδέχετο, μὴ παραπεμπόμενον ὑπό τινος οὕτως ὑγροῦ. ταύ-
τας γοῦν τὰς λεπτὰς ὑγρότητας, ὅταν τὸ σφέτερον ἔργον πληρώσω-
σιν, οὐκέτι ἐν τῷ σώματι 〈χρὴ〉 μένειν, ἄχθος ἀλλότριον ἐσομένας ταῖς
φλεψί, καὶ ταύτης ἕνεκα τῆς χρείας οἱ νεφροὶ γεγόνασιν, ὄργανα
κοῖλα, στομάχοις τοῖς μὲν ἕλκοντα [χρή], τοῖς δ' ἐκπέμποντα τὸ λεπτὸν
37
τοῦτο καὶ ὑδατῶδες περίττωμα. παράκεινται δ' ἑκατέρωθεν τῇ κοίλῃ
φλεβί, τῇ μικρῷ πρόσθεν εἰρημένῃ τῇ μεγίστῃ, μικρὸν ὑποκάτω τοῦ
ἥπατος, 〈ὥστε πᾶν〉 ὅσον ἂν εἰς αὐτὴν αἷμα [μεταβάλει καὶ] μετα-
λαμβάνηται, παραχρῆμα καθαίρεσθαι, καὶ μόνον ἔτι 〈τὸ〉 καθαρὸν ἰέναι
πάντῃ τοῦ σώματος, βραχείας παντάπασιν ἀναμεμιγμένης αὐτῷ τινος
ὑδατώδους ὑγρότητος· οὐ γὰρ δὴ ἔτι γε δεῖται πολλοῦ τούτου τοῦ
ὀχήματος, ὡς ἂν εὐρείαις μὲν ὁδοῖς τοὐντεῦθεν ἀναχθησόμενον, εὔρουν
δ' ἤδη τῇ χύσει γεγενημένον ἣν ἐκ τῆς 〈θερμότητος πρώτης μὲν τῆς〉
κατὰ τὸ ἧπαρ ἐκτήσατο, δευτέρας δέ, καὶ πολὺ σφοδροτέρας, ἐπικτᾶται
38
τῆς ἀπὸ καρδίας. τῶν δ' ὀργανικῶν μορίων ἕκαστον εἰς ἑαυτὸ τὴν
πλησιάζουσαν ἐπισπᾶται τροφήν, ἐκβοσκόμενον αὐτῆς ἅπασαν τὴν
χρηστὴν νοτίδα, μέχρις ἂν ἱκανῶς κορεσθῇ, καὶ ταύτην ἐναποτίθεται
39
ἑαυτῷ καὶ μετὰ ταῦτα προσφύει τε καὶ ὁμοιοῖ, τουτέστι τρέφεται. κα-
θάπερ τοῖς ζῴοις αὐτοῖς ὅρος ἐστὶ τῆς ἐδωδῆς τὸ πληρῶσαι τὴν γα-
στέρα, κατὰ τὸν αὐτὸν τρόπον ἑκάστῳ τῶν μορίων ὅρος ἐστὶ τῆς
40
προσθέσεως ἡ πλήρωσις τῆς οἰκείας ὑγρότητος. καὶ τοίνυν καὶ ἡ γαστὴρ
πληρωθεῖσα καὶ ἀπολαύσασα καὶ κορεσθεῖσα βάρος ἡγεῖται τὸ λοιπὸν
αὐτὸ καὶ περιττόν· εὐθὺς γοῦν ἀποτρίβεταί τε καὶ ὠθεῖ κάτω, πρὸς
41
ἕτερον ἔργον αὐτὴ τρεπομένη τὴν πρόσφυσιν. ἐν δὲ τούτῳ τῷ χρόνῳ
διερχομένη τὸ ἔντερον ἅπαν ἡ τροφὴ διὰ τῶν εἰς αὐτὸ καθηκόντων
ἐξ ἥπατος ἀγγείων ἀναρπάζεται, πλείστη μὲν εἰς τὰς φλέβας, ὀλίγη
δ' εἰς τὰς ἀρτηρίας· ἐν τούτῳ δ' αὖ τῷ χρόνῳ καὶ τοῖς τῶν ἐντέ-
42
ρων προστίθεται χιτῶσιν. εἰ μὲν οὖν ἐπὶ τούτοις εὐθέως τὸ ζῷον
λαμβάνοι τροφήν, ἐν ᾧ πάλιν ἡ γαστὴρ πέττει τε ταύτην καὶ ἀπο-
λαύει, προστιθεῖσα πᾶν ἐξ αὐτῆς τὸ χρηστὸν τοῖς ἑαυτῆς χιτῶσιν, τὰ
μὲν ἔντερα τελέως ὁμοιώσει τὸν προσφύντα χυμόν, ὡσαύτως δὲ καὶ
τὸ ἧπαρ· ἐν ὅλῳ δὲ τῷ σώματι πρόσφυσις τῶν προστεθέντων τῆς
43
τροφῆς ἔσται μορίων. εἰ δ' ἄσιτος ἀναγκάζοιτο μένειν ἡ γαστὴρ ἐν
τούτῳ τῷ χρόνῳ, παρὰ τῶν ἐν μεσεντερίῳ τε καὶ ἥπατι φλεβῶν ἕλξει
44
τὴν τροφήν. καὶ μὴ θαυμάζωμεν, εἰ δι' ὧν εἰς ἧπαρ ἀνεδόθη φλεβῶν
ἐκ γαστρός, αὖθις εἰς αὐτὴν ἐξ ἥπατος ἐν ταῖς μακροτέραις ἀσιτίαις
ἕλκεσθαί τις δύναται τροφή· τὸ γὰρ τοῖς τοιούτοις ἀπιστεῖν ὅμοιόν
ἐστι δήπου τῷ μὴ πιστεύειν μηδὲ ὅτι τὰ καθαίροντα φάρμακα διὰ τῶν
αὐτῶν στομάτων ἐξ ὅλου τοῦ σώματος εἰς τὴν γαστέρα τοὺς οἰκείους
ἐπισπᾶται χυμοὺς δι' ὧν ἔμπροσθεν ἡ ἀνάδοσις ἐγένετο· πᾶν γὰρ ἐκ
παντὸς ἕλκειν φαίνεται καὶ παντὶ μεταδιδόναι καὶ μία τις εἶναι σύρ-
45
ροια καὶ σύμπνοια πάντων. ὅσα δὲ μορίων ἐπὶ πλέον ἀλλοιουμένου
δεῖται τοῦ μέλλοντος αὐτὰ θρέψειν χυμοῦ, τούτοις ὥσπερ τι ταμιεῖον
ἡ φύσις παρεσκεύασεν ἤτοι κοιλίας ἢ σήραγγας ἤ τι ταῖς σήραγξιν
ἀνάλογον· αἱ μὲν γὰρ σάρκες, αἵ τε τῶν σπλάγχνων ἁπάντων αἵ τε
τῶν μυῶν, ἐξ αἵματος αὐτοῦ τρέφονται, βραχεῖαν ἀλλοίωσιν δεξαμέ-
46
νου· τὰ δ' ὀστᾶ παμπόλλης ἐν τῷ μεταξὺ δεῖται τῆς μεταβολῆς. οἷόν-
περ τὸ αἷμα ταῖς σαρξί, τοιοῦτον 〈ὁ〉 μυελὸς τοῖς ὀστοῖς, ἐν μὲν τοῖς
μικροῖς τε καὶ ἀκοιλίοις κατὰ τὰς σήραγγας αὐτῶν διεσπαρμένος, ἐν
δὲ τοῖς μείζοσί τε καὶ κοιλίας ἔχουσιν ἐν ἐκείναις ἠθροισμένος.
9
t
{Περὶ σπέρματος. Ἐκ τῶν Γαληνοῦ.}
1,2
Τὸ σπέρμα πνεῦμά ἐστι καὶ ὑγρὸν ἀφρῶδες. ὅταν μὲν οὖν εἰς
2
οἰκεῖον ἐμπέσῃ χωρίον, ἀρχὴ γίνεται ζῴου γενέσεως· ὅταν δ' εἰς ἀλλό-
τριον, ἐκπνεῖ μὲν ἐξ αὐτοῦ τὸ πνεῦμα διὰ ταχέων, ὑπολείπεται δὲ τὸ
3
γλίσχρον ὑγρὸν εἰς ἑαυτὸ συνιζάνον. ἡ δὲ γένεσις αὐτοῦ τοιάδε ἐστίν·
ἀρτηρία καὶ φλὲψ ἐφ' ἑκάτερον ἰοῦσα φαίνεται τῶν ὄρχεων, οὐκ εὐ-
θεῖαν ὁδὸν ὥσπερ ἐπὶ τὰ ἄλλα σύμπαντα, πολυειδῶς δὲ πρότερον
ἑλιττόμεναι δίκην ἑλίκων ἢ κιρσῶν, ὅθεν οἶμαι καὶ αὐτοῖς τοῖς ἀνατο-
μικοῖς ἀνδράσιν ἐπῆλθε, κιρσοειδῆ μὲν ἐνίοις, ἑλικοειδῆ δ' ἄλλοις ὀνο-
4
μάσαι τὴν φύσιν αὐτῶν. ἐν δὲ δὴ ταῖς πολλαῖς ἕλιξι ταύταις αἷς ποι-
οῦνται πρὶν ἐπὶ τοὺς ὄρχεις ἐξικέσθαι κατὰ βραχὺ λευκαινόμενον ἔνεστί
σοι θεάσασθαι τὸ αἷμα, καὶ τέλος, ἐπειδὰν ἤδη τοῦ ὄρχεως ἅπτηται
τὸ ἀγγεῖον, ἡ τοῦ σπέρματος οὐσία σαφῶς ἐν αὐτῷ φαίνεται, διάκενοι
δ' ὄντες καὶ σηραγγώδεις οἱ ὄρχεις ὑποδέχονταί τε τὸ προπεπεμμένον
ἐν τοῖς ἀγγείοις ὑγρόν, ἐκπέττουσί τε πάλιν τέλεον αὐτοὶ εἰς τὴν τοῦ
5
ζῴου γένεσιν ἀπεργαζόμενοι. φέρονται δὴ γοῦν ἥ τε ἀρτηρία καὶ ἡ
φλὲψ ἀπὸ τῶν κατὰ ῥάχιν ἀγγείων ὁρμῆσαι διὰ τῶν λαγόνων κάτω,
μέχριπερ ἂν ἐξίκωνται πρὸς τὴν καλουμένην ἐπιδιδυμίδα· μόριον δ'
ἐστὶν αὕτη τοῦ ζῴου κατὰ τῆς κεφαλῆς ἐπικειμένη τοῦ ὄρχεως, ὡς
καὶ τοὔνομα ἐνδείκνυται, καὶ σήραγγές τε πολλαὶ διήκουσιν ἐξ αὐτῆς
6
πρὸς τὸν ὄρχιν ὑγροῦ θορώδους μεσταί. ταύτῃ τῇ ἐπιδιδυμίδι καὶ ἡ
ἀρτηρία καὶ ἡ φλὲψ παραπεφύκασι κατὰ τὴν εἰρημένην ἕλικα καί τινα
βραχεῖαν ἑαυτῶν ἀπονέμησιν αὐτῇ παρέχουσι πρὶν ἐμφῦναι τῷ ὄρχει.
7
καὶ μὲν δὴ καὶ ὁ πόρος ὁ σπερματικός, ὃν ὀνομάζουσιν ἔνιοι κιρσοειδῆ
παραστάτην, ἐντεῦθεν ἀρυόμενος τὴν γονὴν ἐπὶ τὴν ἔκφυσιν ἀναφέρει
τοῦ αἰδοίου· μέχρι μὲν γὰρ ἐντὸς τῶν λαγόνων ἐστὶν ἡ ἀρτηρία καὶ
ἡ φλέψ, ἅμα τοῖς γε ἄλλοις ἅπασι τοῖς τῇδε τῷ κοινῷ πάντων κα-
λύπτεται σκεπάσματι, τῷ περιτοναίῳ καλουμένῳ, τὸ δ' ἀπὸ τοῦδε τέ-
τρηται τὸ περιτόναιον ἑκατέρωθεν ἀξιολόγῳ τρήματι, καὶ πόρος ἀπ'
8
αὐτοῦ γίνεται μέγιστος εἰς τοὺς ὄρχεις καθήκων. ἐν τούτῳ τῷ πόρῳ
καὶ ἡ τῶν ἀγγείων ἕλιξ γεννᾶται καὶ τὸ σπερματικὸν ἀγγεῖον ἐκ τῆς
ἐπιδιδυμίδος ἐκφυόμενον ἐπὶ τὰς λαγόνας ἀναβαίνει, ψαῦον μὲν κατὰ
9
τὴν ἔκφυσιν τοῦ ὄρχεως, οὐ μὴν ἐξ αὐτοῦ τὴν γένεσιν ἴσχον. νόει δή
μοι πάλιν ἄνωθεν ἀρξάμενος καὶ προσέχων ἀκριβῶς τὸν νοῦν τῷ λόγῳ
καθ' ἑκάτερον πόρον οἷον δίαυλόν τινα, καὶ τὴν μὲν ἀρτηρίαν ἅμα
τῇ φλεβὶ καταφερομένην, ἀναφερόμενον δὲ τὸ σπερματικὸν ἀγγεῖον,
ἐντεῦθεν δὲ πάλιν οὐ κατὰ τὰ ἔξω τῆς ἥβης ὀστᾶ, ἀλλὰ διὰ βάθους
τε καὶ ὑπ' αὐτοῖς εἰς τὸ κάταντες φερόμενον, ἄχρις ἂν ἐπὶ τὸν τῆς
10
κύστεως ἐξίκηται τράχηλον, ᾧ συνεχὲς ὑπάρχει τὸ αἰδοῖον. ἄντικρυς
οὖν δῆλόν ἐστι τῷ κατασκεψαμένῳ τὰ εἰρημένα διὰ τῶν ἀνατομῶν ὡς
τὸ σπερματικὸν ἀγγεῖον ὑπὲρ τοῦ μακρότατον γενέσθαι τοσαύτην ὁδὸν
ἐκπεριέρχεται· βραχὺ γὰρ ἂν ἦν ἐσχάτως, εἰ ἀπὸ τῆς ἐπιδιδυμίδος
11
εὐθὺς τοῦ τραχήλου τῆς κύστεως ἐφίκετο. καὶ μὲν δὴ καὶ εἴπερ ἐντὸς
τοῦ περιτοναίου τῶν ὄρχεων ἡ θέσις ἐγένετο, τοῦ σπερματικοῦ τὸ
12
ἥμισυ μέρος ἀπώλλυτο καὶ ἡ τῆς ἀρτηρίας τε καὶ φλεβὸς ἕλιξ. ἵνα
οὖν ἐκείνη τε γένηται καὶ τὸ σπερματικὸν ἀγγεῖον αὐξηθῇ, τόν τε τοῦ
περιτοναίου πόρον ἡ φύσις ἐτέμετο καὶ τοὺς ὄρχεις ἔταξε κάτω· συμ-
βαίνει γὰρ οὕτως ἐν μὲν τοῖς ἀγγείοις χρονίζον τὸ αἷμα καὶ οἷον
λιμνάζον πέττεσθαί τε καὶ θρομβοῦσθαι, μακρότατον δὲ γίνεσθαι τὸ
σπερματικόν, ὅπως πλέον ἐξακοντίζοι κατὰ μίαν ἐνέργειαν τὸ σπέρμα.
13
δι' αὐτό γέ τοι τοῦτο καὶ κιρσωδέστερον ἐποίησεν αὐτὸ πλησίον τοῦ
τραχήλου τῆς κύστεως, εὐρὺ δὲ 〈καί〉 τινας οἷον κόλπους ἔχον, ὅταν
ἤδη πλησίον γίνηται τοῦ αἰδοίου, ἵνα οἷόν τε ᾖ δέχεσθαι τὸ σπέρμα
14
πολύ τε καὶ παχύ. ἐπὶ δὲ τῶν ἐκτμηθέντων τοὺς ὄρχεις ἄνευ τοῦ
ψαῦσαι τῆς ἐπιδιδυμίδος οὐδὲν μὲν πάσχει τὸ σπερματικὸν ἀγγεῖον,
ἀπόλλυται δὲ τῶν ζῴων οὐ τὸ σπερμαίνειν μόνον (ἕρμαιον γὰρ ἦν
τοῦτό γε τοῖς ἀφροδισίων ἀπέχεσθαι βουλομένοις), ἀλλὰ καὶ ἡ ἀνδρεία
15
τε καί, ὡς ἂν εἴποι τις, ἀρρενότης. οὕτως δὲ καὶ εἰ θήλεος ζῴου
τοὺς ὄρχεις ἐκτέμοις, οὔτε ὀργᾷ ποτε 〈τὸ〉 τοιοῦτον, οὔτε προσίεται
τὸ ἄρρεν ἀφροδισίου κοινωνίας ἕνεκεν ἀπόλλυσί τε, ὡς ἂν εἴποι τις,
16
τὴν θηλύτητα. τὰς γοῦν θηλείας ὗς ἐκτέμνουσιν ἔνιοι, καὶ γίνονται
πᾶσαι παραπλήσιαι τοῖς εὐνουχισθεῖσιν ἄρρεσιν ἱκανῶς εὐτραφεῖς 〈τε〉
καὶ πίονες, ἥδιον δὲ τὸ κρέας ἴσχουσι τῶν ἄλλων θηλειῶν, ὥσπερ καὶ
17
οἱ ἄρρενες τῶν ἀρρένων. ἀποψύχονταί τε οἱ ἀπολέσαντες τοὺς ὄρχεις,
ὡς ἑτέραν ἀρχὴν ἐμφύτου θερμότητος ἀφῃρημένοι, καταπίπτει τε πᾶς
ὁ τόνος αὐτοῖς ὡς εἰ καὶ γεγηρακότες ἔτυχον, οὔτε εὐρεῖα φλέψ, οὔτε
ἀνθηρὸν αἷμα, καὶ αἱ ἀρτηρίαι μικρὸν καὶ ἄρρωστον σφύζουσιν ὥσπερ
18
καὶ τοῖς γέρουσιν. δῆλον γοῦν ὡς καὶ ῥώμης ἀρχὴ τοῖς ζῴοις εἰσὶ καὶ
θερμότητα πολλὴν ἐπάρδουσι τῷ σύμπαντι σώματι δι' ἣν οἱ στερη-
θέντες αὐτῶν ἄτριχοι μὲν οὐ τὰ γένεια μόνον, ἀλλὰ καὶ τὸ σύμπαν
γίνονται σῶμα, μικρὰς δέ, ὡς εἴρηται, τὰς φλέβας ἴσχουσιν ὁμοίως
ταῖς γυναιξὶν οὐκ ἐπιθυμοῦσί τε ἀφροδισίων, ὡς ἄλλο τι μᾶλλον ἢ
ζῷον ὑπάρχοντες, ὥστε ταύτῃ γε καὶ τῆς καρδίας αὐτῆς πλέον ἔχου-
σιν οἱ ὄρχεις, εἰ πρὸς τῷ θερμότητά τε καὶ ῥώμην τοῖς ζῴοις παρέ-
χειν ἔτι καὶ τῆς τοῦ γένους διαμονῆς ἐξηγοῦνται· διαδίδοται γὰρ ἐξ
αὐτῶν εἰς ὅλον τὸ σῶμα δύναμίς τις, οἵα τοῖς μὲν νεύροις αἰσθήσεως
τε καὶ κινήσεως ἐξ ἐγκεφάλου, ταῖς δ' ἀρτηρίαις τοῦ σφύζειν ἐκ καρ-
δίας, ἥτις δύναμις ἐν μὲν τοῖς ἄρρεσιν εὐρωστίας τε καὶ ἀρρενότητος,
19
ἐν δὲ τοῖς θήλεσιν αὕτη αἰτία τῆς θηλύτητός ἐστιν. ὅταν δὲ συνεχέσι
λαγνείαις ἐκκενωθῇ πᾶν τὸ σπέρμα, κατὰ τοῦτον τὸν καιρὸν οἱ ὄρχεις
ἕλκουσιν ἐκ τῶν ὑπερκειμένων φλεβῶν ὅσον ἐν αὐταῖς περιέχεται θο-
ρῶδες ὑγρόν, ἔστι δ' ὀλίγον τοῦτο καὶ δροσοειδῶς ἀναμεμιγμένον τῷ
αἵματι, βιαίως δ' ἀφαιρούμεναι πρὸς τῶν ὄρχεων αὐτὸ σφοδροτέραν
ἐχόντων δύναμιν αὗται τῶν ὑπερκειμένων ἀντισπῶσιν, αἱ δ' αὖ πάλιν
〈τῶν〉 ἐφεξῆς, εἶτ' ἐκεῖναι τῶν ἐχομένων, καὶ τοῦτο οὐ παύεται γινό-
μενον, ἄχριπερ ἂν εἰς πᾶν τοῦ σώματος μέρος ἡ μετάληψις ἐξίκηται.
20
διὰ παντὸς τοίνυν τούτου γινομένου καὶ πάντων ὥσπερ ἐν χορῷ μετα-
διδόντων ἀλλήλοις, ἄχρι τοσούτου κενοῦσθαι τὰ καθ' ὅλον τὸ ζῷον
ἀγγεῖά τε καὶ μόρια ἀναγκαῖόν ἐστιν, ἄχριπερ ἂν ἐμπλησθῇ τὸ ἰσχυ-
21
ρότατον. οὐ μόνον δὲ τῆς θορώδους ὑγρότητος ἀφαιρεῖσθαι πᾶσι τοῦ
ζῴου τοῖς μέρεσι συμβήσεται κατὰ τοὺς τοιούτους…
…
The complete text is available when the reading interface loads.