The Greek Library Catalogue

Anonymous

Eclogae medicamentorum

Edition reference
Eclogae medicamentorum, ed. Raeder, vol. 4, CMG 6.2.2 (1933) 185–307.
CTS identifier
urn:cts:greekLit:tlg0722.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

3

ἀλόη ἢ ἀμμωνιακὸν ἢ μαστίχη ἢ ἄρτος κεκαυμένος ἢ κροκόμαγμα καὶ

κηκὶς ἴσα μετ' ὄξους. ἐπὶ δὲ τῶν ἄνευ πυρετῶν κηκὶς καὶ κροκόμαγμα

μετ' οἴνου ἐπιχρίεται, ἢ δαφνίδων ἑξάγια β̅ καὶ πηγάνου φύλλων 𐆄 β̅,

νάπυος 𐅻 β̅, ἢ σμύρνης καὶ ἀλόης καὶ λιβάνου καὶ καστορίου καὶ

4

εὐφορβίου ἴσα μετ' ὄξους. —<Μάλαγμα πρὸς κεφαλαλγίαν.>

Κηροῦ 𐅻 ι̅ζ̅, ἀμυγδαλίνου ἐλαίου 𐆄 γ̅, ἰοῦ ξυστοῦ, Κιμωλίας, χαλκίτεως

ἀνὰ 𐅻 δ̅, κισήρεως 𐅻 γ̅, χαλκοῦ κεκαυμένου, λεπίδος στομώματος ἀνὰ

𐅻 β̅. ἐὰν δὲ δοκῇ σκληρότερον εἶναι, ἀμυγδαλίνῳ ἐλαίῳ μάλασσε. —

5

<Πρὸς δὲ τὴν λεγομένην ἡμικρανίαν ποίει οὕτως.> Τερεβιν-

θίνης, χαλκοῦ κεκαυμένου, κολοφωνίας, μίσυος ὠμοῦ ἐξ ἴσου· ἐμπλά-

6

στρῳ χρῶ. —<Ἄλλο.> Νάπυος 𐅻 δ̅, κηροῦ, τερεβινθίνης ἀνὰ 𐅻 β̅,

7

ἐλαίου παλαιοῦ 𐅻 α̅. —<Κατάπλασμα εἰς ἡμικρανίαν.> Δαφνίδων

λείων 𐅻 β̅, πηγάνου φύλλων 𐅻 β̅, νάπυος 𐅻 α̅. ὕδατι διεὶς κατάπλασσε. —

8

<Τροχίσκος ὁ διὰ τῆς θαψίας πρὸς ἡμικρανίαν.> Χυλοῦ θα-

ψίας 𐅻 ι̅Ϛ̅, σμύρνης 𐅻 η̅, ὀποπάνακος 𐅻 Ϛ̅, εὐφορβίου 𐅻 Ϛ̅, νίτρου 𐅻 δ̅,

ὀποῦ Παρθικοῦ 𐅻 δ̅, πεπέρεως 𐅻 β̅, σαγαπηνοῦ 𐅻 β̅. λείου δι' ὄξους

καὶ χρῶ, μετὰ δ' ἓξ ὥρας λοῦε. εἰ δὲ βούλῃ ὑφειμένῳ χρῆσθαι, κη-

9

ρωτῇ ἴσῃ ἀναλαβὼν ἔμπλασσε καὶ ἔα νυχθήμερον. —<Τροχίσκος

ἡμικρανικὸς ὁ διὰ κανθαρίδων.> Κηροῦ 𐅻 α̅, ὀξυγγίου παλαιοῦ

𐅻 α̅, κανθαρίδων 𐅻 α̅, σκόρδων 𐅻 α̅. λειώσας ὁμοῦ ἀναλάμβανε τῇ κη-

ρωτῇ, ἐμπλάσας τε ἐπίθες ἑσπέρας καὶ ἔα διανυκτερεῦσαι, ὄρθρου δ'

ἀφελὼν τὸ φάρμακον ῥῆξον τὴν φλύκταιναν καὶ θεράπευε παρύγρῳ

10

φαρμάκῳ. —<Ἀναγαργάρισμα πρὸς κεφαλαλγίαν φλέγμα

κρατούμενον περὶ κεφαλὴν κενῶσαι.> Νάπυος ἐκλελειωμένου

καὶ κεχυλισμένου 𐆄 ι̅δ̅, σταφίδος ἀγρίας 𐅻 δ̅, πυρέθρου 𐅻 δ̅, πεπέρεως

𐅻 δ̅. κόψας καὶ σήσας μῖξον καὶ ἐν ἡλίῳ ἀνακογχυλίζου.

2

t

{Πρὸς ἐπιληπτικούς.}

1

Σκίλλης ὀπτῆς τὸ ἐντὸς λείου καὶ ἀνήσσου ἀν' ὀξύβαφον καὶ

σελίνου ὀξύβαφα γ̅. ἐκ τούτου δίδου καρύου μικροῦ τὸ μέγεθος μετ'

ὀξυμέλιτος. προπεριπατείτωσαν δὲ καὶ μετὰ τὸ πιεῖν, εἰ δύναιντο, ἄνω

2

καὶ κάτω διατρεχέτωσαν. —<Ἄλλο.> Φύλλα ἁπαλὰ ἐλαίας κ̅ε̅ μετὰ

καστορίου τριωβόλου σὺν ὀξυμέλιτι. βοηθεῖ δὲ καὶ καθ' αὑτὸ τὸ καστό-

3

ριον. —<Ἄλλο ἐπιληπτικοῖς καὶ τοῖς περιοδικῶς σπωμέ-

νοις ἢ εἰλεωδεῶς ὀχλουμένοις ἢ χρονικῶς κεφαλαλγοῦ-

σιν.> Καστορίου, ἀβροτόνου, πάνακος, πυρέθρου, κρόκου ἀνὰ 𐅻 η̅, πη-

γάνου ἀγρίου σπέρματος, σμύρνης, πεπέρεως λευκοῦ ἀνὰ 𐅻 δ̅. λειώσας

ὄξει σκιλλίνῳ καὶ πλάσας τροχίσκους δραχμιαίους δίδου ἀπυρέτοις μὲν

ἐν ὀξυμέλιτι, πυρέσσουσι δ' ἐν ἀνέσει ἢ διαλείμματι δι' ὑδρομέλιτος

ἐπὶ τρεῖς ἡμέρας. ποιεῖ καὶ ἀρθριτικοῖς, ἄγει καὶ ἔμμηνα ἐννάκις, ὡς

εἴρηται, ποτιζόμενον. ἐλέγχει ἐπιληπτικοὺς θυμιώμενα ἄσφαλτος ἢ

γαγάτης λίθος ἢ κέρας ἐλάφειον ἢ αἴγειον, ἐσθιόμενον δ' ἧπαρ

τράγειον.

3

t

{Πρὸς πιτυριάσεις.}

1

Κιμωλίαν βρέξας ὕδατι καὶ μαλάξας καὶ προσβαλὼν νίτρον σμῆχε

σεύτλου χυλῷ καὶ χρῖε. λιβανωτὸν καὶ σμύρναν τρίψας ἐλαίῳ [καὶ]

μετὰ ταῦτα κατάχριε σταφίδι ἀγρίᾳ ἢ φρυκτῇ μετ' οἴνου λείᾳ.

4

t

{Πρὸς ἀλωπεκίας.}

1

Ἀλκυόνιον τὸ τραχύτερον καύσας καὶ λύχνου ἐλαίῳ λειώσας ἐπί-

χριε. βασιλικὰ κάρυα καύσας ἐπίχριε σὺν μέλιτι. ἢ μῦν ζῶντα καύσας

ἐπίχριε σὺν μέλιτι. πεπέρεως, προβατείας κόπρου ξηρᾶς, ἐρυσίμου,

εὐζώμου σπέρματος ἀνὰ 𐅻 δ̅, ἐλλεβόρου λευκοῦ 𐅻 γ̅, μυῶν ἀφόδου 𐅻 γ̅.

ἀναλάμβανε χολῇ ταυρείᾳ ἢ τραγείᾳ ἢ ὑείᾳ. κηκῖδας καύσας λείου

σὺν οἴνῳ καὶ ἐπίχριε. λεπίδος στομώματος λειώσας μετ' ὄξους

καὶ ἐλαίου παλαιοῦ ἐπίχριε. καλάμου φύλλα κεκαυμένα μετ' ἀρκείου

στέατος διπλασίονος. πρὸ παντὸς δὲ φαρμάκου καὶ πρὸ πάσης

ῥώσεως ἀνάτριβε συνεχῶς ἤτοι νίτρῳ ἢ βολβῷ ἢ ἐπὶ βραχὺ κρομμύῳ

ὡς μὴ ἑλκωθῆναι, καὶ ξύρα τὸν τόπον συνεχῶς.

5

t

{Πρὸς ῥεούσας τρίχας.}

1

Λάδανον καὶ ἀδίαντον, ὃ καλοῦσι πολύτριχον, ἐπίχριε σὺν οἴνῳ

καὶ μυρσίνῳ πρὸ βαλανείου καὶ μετὰ βαλανεῖον· ἢ ἀλόην σὺν οἴνῳ

μέλανι αὐστηρῷ ἢ σμύρναν καὶ λάδανον σὺν οἴνῳ καὶ μυρσίνῳ. ἢ

σπυράθους καύσας ἐπ' ὀστράκου λείου μετ' ἐλαίου καὶ προξυρήσας

ἐπίχριε.

6

t

{Πρὸς φθεῖρας τὰς ἐν τῇ κεφαλῇ.}

1

Σανδαράχην μετ' ἐλαίου ἢ κισσοῦ χυλὸν σὺν μέλιτι ἢ σινωπίδα

μετ' ὄξους. ἢ κεδρίᾳ ἢ ὑγρᾷ πίσσῃ μετὰ στυπτηρίας ἢ δαφνίδων πιέ-

σματι ἢ ἐλαίῳ ῥαφανίνῳ. εἰς δὲ τὸ ὅλον σῶμα σταφὶς ἀγρία σὺν

ἐλαίῳ ἐπιχριομένη.

7

t

{Πρὸς ἀχῶρας.}

1

Οἱ ἀχῶρες ἕλκη εἰσὶν ἐν τῇ κεφαλῇ γεννῶντα ὑγρασίαν μυξώδη,

συμβαίνει δὲ καὶ ἐπὶ τοῦ γενείου καὶ ἐπὶ τοῦ ἐφηβαίου κατὰ τὸν τῶν

τριχῶν τόπον. χρηστέον οὖν τούτῳ· λιθαργύρου 𐅻 ι̅Ϛ̅, πηγάνου φύλ-

λων 𐅻 γ̅, σταφίδος ἀγρίας 𐅻 δ̅, χαλκάνθου 𐅻 β̅. μυρσίνῳ ἐλαίῳ ἀναλα-

βὼν γλοιώδη ἐπίχριε.

8

t

{Σμήγματα πυκνοῦντα κεφαλήν.}

1

Νίτρου 𐆃 α̅, δαφνίδων 𐆃 β̅, σταφίδος ἀγρίας 𐆃 α̅, σικύου ἀγρίου ῥίζης

𐆄 Ϛ̅. σμάσθω ἐν βαλανείῳ μὴ ἀλειψάμενος, κατὰ δὲ τῶν ὀφθαλμῶν

κατεχέτω ὀθόνιον πολύπτυχον ἢ σπόγγον.

9

t

{Περὶ τῶν ἐν ὀφθαλμοῖς παθῶν.}

1

Ἄλειμμα τὸ λεγόμενον ὑγείδιον, ὅ τινες Ἀμμωνίου ἐκάλεσαν,

ποιοῦν πρὸς ἀρχομένας ὀφθαλμίας καὶ ἐπικαύματα καὶ κοιλώματα καὶ

πρὸς πᾶν ἕλκος καὶ ὑποπύους, συγχύσεις, χημώσεις, προπτώσεις καὶ

πρὸς τὰ χρόνια μυοκέφαλα, σταφυλώματα, ὀνύχια. ποιεῖ δὲ καὶ πρὸς

τὰς ὑφ' ὑδατίδων γινομένας φλεγμονάς, ἀνακαθαίρει τε καὶ ἀναπληροῖ

καὶ ἀπουλοῖ· τοὺς δὲ μὴ δυναμένους διά τινα αἰτίαν, ἤτοι διὰ πόνον

κεφαλῆς ἢ δι' ὀφθαλμοῦ, κοιμηθῆναι ἄγει εἰς ὕπνον γεννικῶς ὡς

ὑπνωτικὸν φάρμακον· χρῶ δ' ἢ μετ' ὠοῦ ἢ γάλακτος ἢ ὕδατος μέσῃ

κράσει ἢ παχυτέρῳ. καδμείας 𐅻 ι̅Ϛ̅, ψιμυθίου 𐅻 Ϛ̅, καστορίου 𐅻 Ϛ̅, νάρ-

δου Ἰνδικῆς 𐅻 δ̅, στίμμεως 𐅻 μ̅, ἀλόης 𐅻 Ϛ̅, κασσίας 𐅻 δ̅, λεπίδος 𐅻 ε̅,

χαλκοῦ κεκαυμένου 𐅻 ι̅Ϛ̅, ῥόδων ἄνθους 𐅻 η̅, λυκίου Ἰνδικοῦ 𐅻 γ̅, λί-

θου σχιστοῦ 𐅻 δ̅ 𐅶, κρόκου 𐅻 Ϛ̅, μολύβδου κεκαυμένου καὶ πεπλυμένου

𐅻 η̅, ὀπίου δραχμαὶ γ̅, ἀκακίας 𐅻 μ̅, κόμμεως 𐅻 μ̅η̅, ὕδωρ ὄμβριον· δε-

δοκιμασμένον ἄγαν.

10

t

{Πρὸς ὤτων ἀλγήματα.}

1

Ἀλγημάτων μὲν ὄντων ἐν πυρετοῖς, καταπλαστέον ὠμαῖς λύσεσιν

ἐπιτιθέντα ἄνωθεν μαρσίππους ἁλῶν πεφρυγμένων, κατὰ δὲ τοὺς τῶν

ἀλγημάτων παροξυσμοὺς πυριατέον σπόγγοις δι' ὑδρελαίου μέχρις ἀπο-

νίας (πάντων γὰρ μᾶλλον οὗτοι παρηγοροῦσιν), καὶ πάλιν καταπλα-

στέον, εἴς τε τὸν πόρον ἐγχυματιστέον ἔλαιον ᾧ ἐναφήψηται γῆς

ἔντερα ἢ ὄνοι οἱ ὑπὸ τὰς ὑδρίας ἢ ἀράχναι. ἐγχυματιστέον δ' ὑοσκυά-

μου σπέρμα τετριμμένον μετὰ ῥοδίνου ἢ δαφνίδων πίεσμα ἢ χυλῷ

κονύζης ἢ πολίου ἢ παρθενίου μετ' ἴσου ῥοδίνου κεχλιασμένῳ, ἢ κεν-

ταυρίου χυλόν, ἢ χολῇ βοείᾳ μετὰ χυλοῦ ῥοιᾶς γλυκείας ἡψημένῃ, ἢ

ὀπὸς μήκωνος μετὰ γυναικείου γάλακτος, ἢ χυλῷ πυρήνων ῥοιᾶς μετὰ

2

μέλιτος. —<Πρὸς ὦτα πυορροοῦντα.> Σχιστῆς, κρόκου, κηκῖδος

ἴσα σὺν οἴνῳ αὐστηρῷ ἐγχυμάτιζε χλιαρῷ. πρὸς δ' ὀδύνας μεγίστας

καὶ πύον ἀμύγδαλα πικρὰ λελεπισμένα κ̅, ἀφρονίτρου, λιβάνου, ὀπίου

ἀνὰ 𐅻 γ̅, κρόκου 𐅻 δ̅, χαλβάνης 𐅻 β̅, σμύρνης α̅. ὄξει λείου καὶ ἔν-

σταζε, ὀδύνης μὲν οὔσης ῥοδίνῳ διείς, πυορροούντων δ' οἰνομέλιτι ἢ

ὀξυμέλιτι, δυσηκοΐας δ' οὔσης ὄξει. πρὸς δὲ σκωληκιῶντα πόρον ἔγ-

κλυζε ἀφέψημα ἀψινθίου ἢ κενταυρίου ἢ πρασίου. ἢ καππάρεως φύλ-

λων χυλὸς ἢ τοῦ καρποῦ ἢ κεδρέα ἢ ἐλλέβορος λευκὸς ἢ οὖρον ἀν-

3

θρώπου παλαιόν, ἕκαστον σὺν μέλιτι. —<Ὑπερσαρκήματα ἐν

ὠσίν.> Ἔγκλυζε νίτρῳ δι' ὕδατος θερμοῦ. διάψα λεπίδι χαλκῇ μετὰ

4

σανδαράχης ἴσοις· ἐσχαρωθέντα μέλιτι ἀνακαθαίρειν. —<Θλάσεις

ὤτων.> Ἄρτου θερμοῦ τὸ ἐντὸς σὺν μέλιτι ὁλμοκοπήσας κατάπλασσε·

φλεγμονῆς δὲ γενομένης, χόνδρῳ σὺν ὄξει ἑφθῷ κατάπλασσε. ὕδατος

ἐναποληφθέντος εἰς τὸ οὖς, ἔνσταζε χυλὸν κρομμύου ἢ διὰ καλάμου

ἐκμύζα ὡς διὰ σίφωνος. ζῴου ἐμπεσόντος εἰς ἀκοήν, ἔνσταζε πρὸς τὸ

ἀναβιβασθῆναι αὐτὸ μαλάχης χυλὸν ἢ κενταυρίου ἀφέψημα μετ' ὄξους,

ἢ ἀψινθίου χυλόν, ἢ ὀπὸν σκαμμωνίας σὺν νίτρῳ καὶ ὕδατι θερμοῖς,

ἢ νίτρον σὺν χυλῷ ἀψινθίου καὶ ὄξει, ἢ πράσου χυλὸν μετὰ μέλιτος,

ἢ θεῖον ἄπυρον σὺν οὔρῳ παιδίου. ψηφίδος ἐμπεσούσης, ἢ μηλωτίδι

5

ἀνάσπα διὰ ῥητίνης ἢ ταυροκόλλης ἢ δρώπακος. —<Θλάσεις ὤτων.>

Σάνδυκος, ἐλαίου ἀνὰ 𐆃 α̅, ὕδατος 𐆄 Ϛ̅. ἕψε, ἕως συστῇ, καὶ ἔμπλασσε.

δυσηκοΐαις αἰγὸς οὖρον καὶ χολὴν ἐγχυμάτιζε· χρονίαις ὀδύναις καὶ

ἑλκώσεσιν ὤτων ἐψιλωμένου χόνδρου κυκλαμίνου χυλοῦ ἢ λινοσπέρμου

μέρη δύο, μέλιτος Ἀττικοῦ μέρος ἕν. ἕψε, ἕως μέλιτος σχῇ πάχος,

καὶ ἔνσταζε χλιαρόν.

11

t

{Πρὸς τὰ τῆς ῥινὸς ἕλκη.}

1

Διάχριε τὰς ῥῖνας τῷ Ἀνδρωνείῳ τροχίσκῳ ἢ τῷ Μούσα σὺν

γλυκεῖ (κεῖνται ἐν τοῖς στοματικοῖς) ἢ ψιμυθίῳ σὺν οἴνῳ ἢ Σαμίᾳ γῇ

ἢ μολύβδου σκωρίᾳ ἢ λιθαργύρου καὶ ψιμυθίου καὶ μολύβδου σκωρίᾳ

ἴσοις μετ' οἴνου καὶ ἐλαίου ἢ ἀμόργῃ ἢ σανδαράχῃ μετ' ἐλαίου. —

2

<Πρὸς σαρκώματα, ὀζαίνας, αἰγίλωπας.> Χρῶ δ' ἐπ' ὀζαινῶν

οὕτως. δοὺς τῷ πάσχοντι ὕδωρ καταρροφῆσαι καὶ κρατεῖν ἐν τῷ στό-

ματι ἐμφύσα διὰ σύριγγος τὸ φάρμακον. χαλκοῦ ἐρυθροῦ ῥινήματος

μέρος α̅, ἁλῶν ἀμμωνιακῶν μέρη β̅, στυπτηρίας στρογγύλης μέρη γ̅,

ὄξους δριμυτάτου μέρη ι̅β̅. λειοτριβήσας ὁμοῦ καὶ βαλὼν εἰς σκεῦος

ἐρυθροῦ χαλκοῦ ἐν ἡλίῳ ξήραινε ἐν τοῖς ὑπὸ Κύνα καύμασι, κινῶν

ῥάβδῳ ἐρυθροῦ χαλκοῦ, ἕως ξηρανθῇ· ἀποτίθεσο δ' ἐν κεραμιαίῳ

τεύχει. ποιεῖ δὲ καὶ πρὸς νομὰς καὶ σηπεδόνας πάσας ξηρόν· ἐμπλασ-

σόμενον δὲ μετὰ κηρωτῆς ῥοδίνης ἕλκη ἀναπληροῖ.

12

t

{Πρὸς πολύπους.}

1

Πολύπους ἐξεσθίει προηλκωθέντας δρακοντίου ῥίζα ἐμπαστὴ ἢ

χυλὸς αὐτῆς ἐπιχριόμενος, κυπαρίσσου σφαιρία λειωθέντα σύκου σαρκὶ

καὶ ἐντεθέντα, ἐλελίσφακος καταπαστή, ὀπὸς σιλφίου μετὰ χαλκάνθου

ἢ ἰοῦ. κυνεία λευκὴ ὄξει λειωθεῖσα καὶ ἐγχυματιζομένη ἢ καταχριομένη

ποιεῖ ἄκρως. προσέτι δὲ τῶν καυστικῶν ἐστι καὶ τοῦτο· ἀσβέστου

ζώσης 𐅻 β̅, χαλκίτεως 𐅻 α̅, τρυγὸς κεκαυμένης 𐅻 α̅, νίτρου 𐅻 α̅· μετὰ

στακτῆς κονίας πτερῷ διάχριε.

13

t

{Πρὸς αἰγίλωπας.}

1

Αἰγίλωπας ἰᾶται, ἐφ' ὧν μὴ διὰ βάθους τὸ ὀστέον ἔφθαρται,

μασηθέντα καὶ ἐπιτιθέμενα ἀρνογλώσσου φύλλα ἢ ἀνθεμίδος ἢ μαλάχης

σὺν χολῇ ταυρείᾳ. ποιεῖ ἄριστα σμύρνα οἴνῳ λειωθεῖσα χυλώδης ὡς

κολλύριον ἢ χυλὸς αἰγίλωπος τοῦ ἐν τῷ σίτῳ, ἐπάνω τιθεμένων ὀθο-

νίων ξηρῶν. ἀλλασσέσθω δ' ἕκαστον τρὶς τῆς ἡμέρας. ποιεῖ δὲ καὶ

μαλάχης φύλλα μεθ' ἅλατος μασηθέντα. ὅταν δ' ἀναστομωθῇ, μόνα τὰ

φύλλα ποιεῖ ἄχρις ἀπουλώσεως.

14

t

{Πταρμικά.}

1

Ἐλλέβορος λευκὸς ἢ καστόριον ἢ πέπερι ἢ στρούθιον ἢ ὁμοῦ

πάντα· οὐ χρὴ δ' ἐμφυσᾶν, ἀλλὰ πτερῷ διαχρίειν ὡς ἐσωτάτω τῆς

2

ῥινός. —<Πλεονάζοντας πταρμοὺς παῦσαι.> Ἐγχυμάτιζε ῥόδι-

νον ἢ νάρδινον ἢ γλυκὺ ἔλαιον· ὀσφραντὰ δὲ παύει πταρμὸν ἄνισον

ἢ ὤκιμον.

15

t

{〈Περὶ〉 αἱμορραγίας ῥινός.}

1

Χαλκῖτιν λεάνας ἀνάλαβε ἐλλυχνίῳ δεδευμένῳ ὕδατι ἢ πριαπίσκῳ

καὶ ἐντίθει τοῖς μυκτῆρσιν· ἢ ὠοῦ ὄστρακον καύσας μίσγε αὐτῷ κηκῖ-

δος τὸ ἥμισυ καὶ ὡσαύτως χρῶ· ἢ λυκίῳ Ἰνδικῷ διάψα· ἢ ὀνίδα

καύσας τὴν [αὐτὴν] σποδὸν ἐμφύσα· ἢ χυλίσας τὴν ὀνίδα ἔνσταζε τὸν

χυλόν· ἢ μυλίτου λίθου ἐκ πυρᾶς σβεσθέντος ὄξει τὴν ἀτμίδα ὀσφραι-

νέσθω. τὰ δ' ὦτα ἐμφρασσέσθω καὶ τὸ μέτωπον ἔμβρεχε σπόγγοις ἐξ

ὕδατος ψυχροῦ· ἁρμόζει δὲ καὶ διασφίγγειν τὰ ἄκρα ἀποδεσμῷ καὶ

σικύαν τῷ ἰνίῳ κολλᾶν μεθ' αἵματος ἀφαιρέσεως, ἔσθ' ὅτε καὶ φλεβο-

2

τομεῖν καὶ ὀξυπαγῆ δὲ τῷ μετώπῳ ἐπιχρίειν. —<Ἄλλο ἄκρως

ποιοῦν.> Ῥοδοειδοῦς σκεύασμα. 〈ῥοϊδαρίου καὶ〉 ὤχρας τὸ ἴσον ἀνεὶς

ἔνσταζε εἰς τὸ ἀντικείμενον οὖς.

16

t

{Πρὸς τὰ ἐν στόματι αἱμασσόμενα οὖλα.}

1

Σχιστῆς 𐅻 η̅, λιβάνου καὶ μαστίχης ἀνὰ 𐅻 δ̅, πεπέρεως 𐅻 α̅. ἀνα-

2

λαβὼν ἔμπασσε. —<Πρὸς τὰ αἱμασσόμενα καὶ ῥευματιζόμενα

οὖλα.> Ὠμὸν τάριχον ἐν χύτρᾳ καύσας λείου τὴν σποδιὰν καὶ παρά-

3

πτου. —<Ἄλλο.> Σχιστῆς καὶ βαλαυστίου καὶ σμύρνης ἀνὰ 𐅻 β̅, κηκῖ-

δος 𐅻 α̅, πεπέρεως 𐅶. χρῶ.

17

t

{Πρὸς παρουλίδας.}

1

Παρουλίς ἐστι φλεγμονὴ περί τι μέρος τῶν οὔλων, ἥτις μὴ λυ-

θεῖσα ἐκπυΐσκεται, ποτὲ δὲ φλεβοτόμῳ διαιρεθεῖσα διαστέλλεται μότῳ

ἢ ξύσματι ὀθόνης. χρῶ δ' οὕτω ξηρῷ· θείου ἀπύρου, πεπέρεως, στυ-

πτηρίας σχιστῆς ἴσα.

18

t

{Πρὸς τὰς τῶν οὔλων διαβρώσεις καὶ πλάδους.}

1

Γάλα ὄνειον ἢ βόϊνον ἤτοι αἴγειον, ἐλαίας φύλλων ἀφέψημα,

πλατάνου φύλλων ἐν ὄξει ἡψημένων· ξηρὰ δὲ προσαπτόμενα ἰὸς σι-

2

δήρου, κύτινοι. —<Πρὸς ἐπουλίδας.> Ἐπουλίς ἐστιν ἀπὸ φλεγμονῆς

ὑπερσάρκωμα κατὰ τὸν ἐσώτατον γομφίον, ἔσθ' ὅτε μετὰ πυρετοῦ καὶ

ὀδύνης· χρείαν οὖν ἔχει καταστολῆς. χρηστέον τοίνυν ἰῷ ξυστῷ, καθ'

αὑτὸν ἢ μετὰ κηκῖδος, ἢ σώρει κεκαυμένῳ ἢ στυπτηρίᾳ πάσῃ ἢ λεπίδι

χαλκῇ καθ' αὑτὴν ἢ μετ' ὄξους λειωθείσῃ ἐφ' ἱκανὰς ἡμέρας καὶ ξη-

ρανθείσῃ.

19

t

{Πρὸς παρισθμίων φλεγμονὴν ἡ διὰ μόρων.}

1

Μόρων χυλὸς 𐆂 ι̅β̅. ἕψε, ἕως παχυνθῇ· εἶτα προσλαμβάνει οἴνου

αὐστηροῦ ξ α̅ καὶ γλυκέος Κρητικοῦ, ὃν ἡμεῖς σταφιδίτην καλοῦμεν

ἐπιχωρίως, ξ α̅, μέλιτος ξ α̅, σμύρνης 𐅻 δ̅, κρόκου, ὀμφακίου, σχιστῆς

2

ἀνὰ 𐅻 β̅. ἕψε ἕως συστάσεως. —<Περὶ φλεγμονῆς ἐν παρισθμί-

οις καὶ κιονίδι.> Εἰ μὲν ἐν πυρετῷ φλεγμαίνοι παρίσθμια καὶ κιονίς,

ἀναγαργαρίσματα ἁρμόζει δι' ἀφεψήματος πιτύρων ἢ ῥόδων ἢ φοινί-

κων ἢ φακῆς· ἐνδούσης δὲ τῆς φλεγμονῆς ἢ ἀκμαζούσης, μικτέον

αὐτοῖς τὸ μέλι, ὃ ἐν ἀρχαῖς οὐ δεῖ ποιεῖν οὐδὲ ἐν ἐπιδόσεσιν, ὡς μὴ

τῇ δριμύτητι ἐφέλκεσθαι ῥεύματα. εἰ δ' ἐκπυηθέντα ῥαγείη, γαργαρι-

στέον μελικράτῳ μετὰ φακοῦ ἀφεψήματος ἢ ῥόδων, ἐπιμένοντας μέχρι

παντελοῦς λύσεως. ἢ στοματικὴν διαλύειν καὶ διδόναι γαργαρίζειν. —

3

<Πρὸς τὰ ἐν παρισθμίοις λοιμικὰ ἕλκη.> Χρηστέον τοῖς προ-

γεγραμμένοις, ἰδίως δὲ τῇ τε διὰ μόρων μεθ' ὕδατος θερμοῦ. ἢ ὑδρό-

μελι ἔχον ἄνθος ῥόδων ἢ κόστον ἢ ῥοῦν ἢ ῥᾶ ξηρὸν ἐμπασσόμενον.

πειρᾶσθαι δὲ μηδ' ὅλως χειραπτεῖν ἢ εὐαφῶς πάνυ παράπτεσθαι.

Ὠνήσει δὲ καὶ ὁ Ἀνδρώνειος τροχίσκος, μετὰ δὲ τοὺς ἐρεθισμοὺς

τούτῳ γαργαρίζειν. γλυκείᾳ ῥίζῃ διειμένῃ.

20

t

{Πρὸς ἄφθας.}

1

Κηκίδων ἀφέψημα καὶ μέλιτος τὸ ἴσον ἕψε ἕως μελιτώδους συ-

2

στάσεως καὶ μετὰ πάσης πραότητος διάτριβε. —<Ἄλλο. Ποιεῖ καὶ

πρὸς τὸν λεγόμενον βάτραχον.> Ἰοῦ ξυστοῦ, κηκῖδος, λεπίδος

χαλκοῦ, χαλκίτεως ἴσα παράπτου. ἔστι δὲ σὺν γλυκεῖ καὶ διάκλυσμα.

21

t

{Πρὸς ἀντιάδας.}

1,2

Κηκῖδος 𐅻 η̅, μίσυος 𐅻 β̅, ἁλῶν ὀπτῶν 𐅻 β̅· ξηρῷ χρῶ. —<Ἄλλο.>

3

Ὀμφακίῳ ξηρῷ λείῳ παράπτου. —<Τὸ Μούσα ἰατρεῖον πρὸς

τὰ ἐν στόματι.> Σχιστῆς, ἀλόης, σμύρνης, χαλκάνθου ἀνὰ 𐅻 Ϛ̅, κυτί-

νων 𐅻 δ̅, κρόκου 𐅻 γ̅. ἔνιοι καὶ κροκόμαγμα 𐅻 β̅. εἰ δὲ μὴ παρείη

κροκόμαγμα, κρόκου ἄλλας 𐅻 β̅, καὶ σμύρνης ἄλλην 𐅻 α̅. λείου σὺν

οἰνομέλιτι καὶ χρῶ οὕτως.

22

t

{Πρὸς βάτραχον ὑπογλώσσιον.}

1

Μίσυος, ἰοῦ ξυστοῦ ἴσα ξηρά· διάτριβε τοὺς ὑπὸ τὴν γλῶσσαν

τόπους. τῶν δὲ τελείων προδιαίρει τὰς ὑπὸ τὴν γλῶσσαν φλέβας,

κατὰ δὲ τοῦ ἀνθερεῶνος χρηστέον τῇ ἀνθηρᾷ ἢ τῷ σφαιρίῳ ἢ τῷ δι'

2

ὠῶν παρύγρῳ. —<Στοματικὴ διάχριστος.> Ὄμφακος ἤδη διαυγά-

ζοντος, λευκῆς σταφυλῆς χυλοῦ 𐆂 α̅, μέλιτος 𐆂 α̅. ἑψήσας πράως κά-

ταγε εἰς ποσὸν πάχος, εἶτα μίξας σμύρνης, κασσίας, ὀμφακίου, κρόκου

ἀνὰ 𐅻 β̅, πάλιν ἕψε ὡς σύστασιν διαχρίστου λαβεῖν.

23

t

{Στοματικὴ ἀνθηρὰ πρὸς πάντα.}

1

Κυπέρου 𐅻 η̅, σμύρνης, κροκομάγματος, σχιστῆς, ἴρεως ἀνὰ 𐅻 β̅,

2

σανδαράχης 𐅻 γ̅, κρόκου 𐅻 α̅. πάντα λεῖα μίξας χρῶ. —<Τροχίσκος

ὁ Ἀνδρώνειος πρὸς κιονίδα.> Κυτίνων ῥοᾶς, ἀριστολοχίας ἀνὰ

𐅻 θ̅, κηκίδων 𐅻 δ̅ ἢ η̅, ἀλόης 𐅻 δ̅, λιβάνου, σχιστῆς, χαλκάνθου ἀνὰ 𐅻 δ̅,

3

σμύρνης 𐅻 β̅. λείου διὰ γλυκέος καὶ χρῶ διὰ γλυκέος. —<Ὀδόντων

σμήγματα.> Ἀριστολοχίας ῥίζης, ἐλαφείου κέρατος κεκαυμένου, μα-

4

στίχης ὀλίγον. ἑνώσας χρῶ. —<Πρὸς βρώματα ὀδόντων.> Βρώ-

ματι ὀδόντων ἐντίθει στύρακα ἀναλαβὼν εὐφορβίῳ ἢ πέπερι μετὰ

χαλβάνης ἢ τὸ ἐντὸς τῆς κηκῖδος μετὰ μέλιτος ἢ ὀποπάνακα ἢ ὀπὸν

σιλφίου ἢ τὴν διὰ δύο πεπέρεων ἢ τὴν Φιλώνειον ἢ θεῖον ἄπυρον

μετ' ἴσου πεπέρεως· ἐγὼ δὲ μᾶλλον πύρεθρον ἢ σταφίδα ἀγρίαν ἐν-

5

θεῖναι προέκρινα μετὰ κατοχῆς. —<Πρὸς ὀζοστόμους.> Ἁλὸς ἀμ-

μωνιακοῦ, ἴρεως, κυπέρου ἴσα· διατρίψας ἐφ' ἱκανὸν τὰ οὖλα διακλυ-

ζέσθω οἴνῳ εὐώδει.

24

t

{Πρὸς χείλη ἐρρωγότα.}

1

Ἀμόργῃ ἑφθῇ διάχριε· ποιεῖ γὰρ τὸ δέον τάχιστα. ἤδη δὲ καὶ

τοῦτο ὠφελεῖ· στέατος χηνείου, μέλιτος, τερεβινθίνης ἴσα, ῥόδων ἄν-

θους, ὑσσώπου, ῥοδίνου ἀνὰ βραχύ.

25

t

{Διάχρισμα ἀποφλεγματίζον.}

1

Ὀριγάνου, σινάπεως, ὑσσώπου, πεπέρεως, θύμου, πυρέθρου ἴσα.

κόψας καὶ σήσας μέλιτι φυρῶν διάχριε τὴν ὑπερῴαν· ὕστερον δὲ καὶ

τὰ παρίσθμια νάπυος διπλοῦν.

26

t

{Πρὸς 〈κό〉ρυζαν, κατασταγμὸν καὶ κατάρρους.}

1

Ἴρινον μύρον ἔνσταζε ταῖς ῥισίν. ἀφλέγμαντον ἐπιτιθέναι κατὰ

τοῦ μετώπου, οἷον τὴν Ἱκεσίου ἢ τὴν ὀξηρὰν ἢ τὴν Ἀθηνᾶν ἢ τὴν

βάρβαρον· ἐπιχρίειν δ' ἔνδοθεν τοὺς μυκτῆρας λιβανωτῷ καὶ σμύρνῃ

συλλελειασμένοις μετ' οἴνου καὶ ἐλαίου ὡς ἔχειν πάχος μέλιτος. ἢ με-

λάνθιον κεκομμένον ἐν ὀθονίῳ ἀποδεθὲν ὀσφραινέσθωσαν, ἢ πέπερι ἢ

κύμινον· γαργαριζέσθωσαν δὲ σκυβελίτην θερμὸν ἢ πρότροπον. τὸ διὰ

ὑσσώπου καὶ σύκων καὶ στροβίλων ἀφέψημα μετ' ἴρεως ῥοφείτωσαν. —

2

<Ἄλλο πρὸς κατάρρουν.> Στύρακος 𐅻 δ̅, σμύρνης, ὀπίου, χαλβάνης

ἀνὰ 𐅻 α̅. γλυκεῖ ἀναλαβὼν ποίει ὀροβιαῖα καταπότια καὶ δίδου εἰς

3

κοίτην β̅ ἢ γ̅ ἢ δ̅, καὶ ἐπιρροφείτω γλυκέος κεκραμένου 𐆂 β̅. —<Ἄλλο.>

Ὁρμίνου σπέρματος, μήκωνος μελαίνης σπέρματος, λινοσπέρμου πε-

φωγμένου ἴσα μέλιτι ἑφθῷ ἀναλαβὼν δίδου νήστει διαμασᾶσθαι.

27

t

{Ἀρτηριακὴ}

1

πρὸς τραχύτητα βρόγχου καὶ βῆχα διαίμους τε πτύσεις. ἀμύγδαλα

πικρὰ λελεπισμένα κ̅ε̅, λινοσπέρμου πεφωγμένου 𐅻 δ̅, τραγακάνθης 𐅻 β̅,

στροβίλων κόκκοι λ̅, ὠοῦ ὠπτημένου τὴν λέκιθον. ἡ τραγάκανθα ὕδατι

βρέχεται, τὸ δ' ὅλον γλυκεῖ ἀναλαμβάνεται. εἰ δ' ἡ φωνὴ ἐγκέκοπται,

2

μέλιτι μῖξον ἀντὶ γλυκέος, μάλιστα ἐφ' ὧν ἀναχθῆναί τι δεῖ. —<Ἡ

διὰ κωδυῶν ποικίλη.> Κωδύας μήκωνος χρονίας ρ̅κ̅ βάλε εἰς ὕδα-

τος ξεστία γ̅, καὶ ἔασον βραχῆναι ἡμέρας γ̅, καὶ ἑψήσας ὡς λειφθῆναι

τὸ τρίτον τὰς μὲν κωδύας ῥῖψον, τῷ δ' ὕδατι μῖξον μέλιτος ξ α̅, καὶ

ἑψήσας ἕως μελιτώδους συστάσεως πρὸς τὸ ἐπαίρειν ἔμπασον κρόκου,

σμύρνης, ἀκακίας, ὑποκιστίδος χυλοῦ ἀνὰ 𐅻 α̅. δίδου εἰς ὕπνον ἔλ-

3

λειγμα. —<Ἄλλο.> Στέατος ὀρνιθείου προσφάτου 𐅻 γ̅ 𐅶, μέλιτος 𐆂 α̅.

ἕψε κινῶν πηγάνου κλωνίοις ἕως συστῇ. δίδου δὲ νήστεσι καὶ μετὰ

τροφὴν καὶ εἰς νύκτα.

28

t

{Περὶ βηχός.}

1

Ἡ βὴξ ῥευματισμός ἐστιν ἀρτηρίας τραχείας καὶ θώρακος· ἐὰν

δὲ χρονίσῃ, καὶ πνεύμονος. ἁρμόζει δὲ καταρροφεῖν ἐπ' αὐτῇ τὸ δι'

2

ὑσσώπου καὶ ἴρεως καὶ στροβίλων ἀφέψημα συνεχῶς. —<Ἄλλο τὸ

διὰ στύρακος.> Ἀμώμου, κασσίας ἀνὰ 𐆄 β̅, στύρακος 𐆄 α̅ 𐅶, ναρδο-

στάχυος 𐆄 α̅ 𐅶, κρόκου 𐆄 α̅, πεπέρεως λευκοῦ 𐅻 α̅, μέλιτος ξ α̅. δίδου

3

κοχλιάριον. —<Ἄλλο βηχικὸν πραΰτερον.> Μέλιτος 𐆄 γ̅, βουτύρου

προσφάτου 𐆄 γ̅, κυμίνου 𐅻 γ̅, λινοσπέρμου 𐅻 β̅. προαπαφρίσας τὸ μέλι

4

μίγνυε τὸ βούτυρον μετὰ τῶν λοιπῶν καὶ πάλιν ἕψε ὁμοῦ. —<Βῆχα

ξηρόν.> Βῆχα ξηρὸν ἰᾶται ὕδατος ζέοντος καταρρόφησις· διὰ παχύ-

τητα γὰρ φλέγματος μὴ ἀνάγοντες τοῖς ὑγραίνουσι ποσῶς βοηθοῦν-

5

ται. —<Πρὸς βῆχας καὶ φθίσεις ἰσόσταθμος.> Φύλλου, πετρο-

σελίνου, ὑσσώπου, ῥόδων ξηρῶν, ἀνήσσου, ὀπίου, κρόκου, κόστου,

ὑοσκυάμου σπέρματος, σμύρνης τρωγλοδύτιδος, ναρδοστάχυος, ἴρεως

ἀνὰ 𐅻 α̅, μέλιτος τὸ ἀρκοῦν. ἡ δόσις κυάμου μέγεθος εἰς νύκτα.

29

t

{Δυσπνοϊκοῖς, ἀσθματικοῖς, ὀρθοπνοϊκοῖς.}

1

Κατάπλασμα διὰ σύκων καὶ αἰρίνου ἀλεύρου καὶ κριθίνου ἔχον

καὶ ῥητίνην καὶ κηρὸν καὶ μέλι· ἐμπασσέσθω δ' αὐτῷ καὶ ἶρις καὶ

μάννα. οὐκ ἄχρηστος δὲ καὶ ὠμήλυσις μετὰ ῥητίνης καὶ κηροῦ καὶ

ἴρεως καὶ μάννης. ἀσθματικοῖς πόμα δίδοται πολίου, ἀβροτόνου, καστο-

ρίου, χαμαιπίτυος, ἀμμωνιακοῦ θυμιάματος ἴσα. μέλιτι ἀναλαβὼν δίδου

κυάμῳ ἴσον. ἔδοσάν τινες ἀφρονίτρου κοχλιάριον α̅ ἐν τρισὶ κυάθοις

μελικράτου. καστορίου, πεπέρεως, ἀμμωνιακοῦ θυμιάματος, ἀφρονίτρου

2

ἴσα. δίδου ἐν μελικράτῳ 𐅻 α̅. —<Ἄλλο.> Καστορίου, ἀμμωνιακοῦ θυ-

μιάματος ἀνὰ 𐅻 η̅, πεπέρεως κόκκους μ̅. γλυκεῖ ἀναλαβὼν δίδου κυάμῳ

3

ἴσον σὺν μελικράτῳ κυάθοις γ̅. —<Ἄλλο.> Σκίλλης ὀπτῆς 𐆄 Ϛ̅. στρου-

θίου 𐆄 β̅, μέλιτος 𐆃 α̅. δίδου μύστρου πλῆθος νήστει ἐκλείχειν. —

4

<Ἄλλο δυσπνοϊκοῖς.> Σινάπεως 𐅻 α̅, νίτρου ἀφροῦ 𐅻 γ̅, ἐλατηρίου

ἡμιωβόλιον. λεάνας ὕδατι πλάσσε τὸ πᾶν εἰς καταπότια, δίδου δὲ β̅

ἐφ' ἡμέρας β̅ πρωῒ καὶ δείλης· καθαίρονται γὰρ ἀλύπως. καὶ ἐν πα-

ροξυσμῷ μὲν δοθὲν δυσπνοοῦσιν αὐτὴν καταπαύει τὴν διάθεσιν, ἐξ

ἐπιμονῆς δὲ καὶ λύει διδόμενον παρὰ δυσὶν ἡμέραις τοῖς ἰσχυροτέροις.

ἐπὶ δὲ τῶν πνιγομένων δίδου ἀφρονίτρου 𐅻 γ̅, μεθ' ὑδρομέλιτος 𐆂 γ̅.

καὶ μετὰ καρδάμου ἐνίοτε ἢ καρδαμώμου παραχρῆμα βοηθεῖ. ποιεῖ ἡ

δύναμις καὶ ἐπ' ἰσχιαδικῶν. ἀψινθίου, θείου ἀπύρου ἴσα. κόψας καὶ

ἐκλεάνας δίδου μετὰ μέλιτος.

30

t

{Περὶ αἱμοπτυϊκῶν.}

1

Αἱμοπτυϊκοῖς δίδοται χυλὸς πρόσφατος πολυγόνου ἢ ἀρνογλώσσου

ἢ βάτου ἢ κηκίδων ἢ ὠκίμου ἢ ἡδυόσμου κατ' ἰδίαν μετ' ὄξους βρα-

χέος. ἢ ῥᾶ Ποντικὸν λεῖον ἐμπάσσειν τῷ ποτῷ ἢ Σάμιον ἀστέρα ἢ

Λημνίαν σφραγίδα μετὰ τοῦ Σαμίου ἢ κοράλλιον ἢ ἐλαίας ἡψημένης

χυλὸν ἢ ἀκακίαν ἢ ὑποκιστίδα ἢ βαλαύστιον ἢ πράσιον ἢ ῥοῦν ἢ κη-

κῖδα λείαν ἢ ἐρυθρόδανον ἢ κόμμι ἢ τραγάκανθαν μετὰ μήκωνος με-

λαίνης ἢ πυτίαν λαγωοῦ ἢ ἐλαφείαν ἢ μοσχείαν ἢ πράσου σπέρμα

ὅσον τοῖς τρισὶ δακτύλοις κατασχεῖν μετ' ἴσου μήκωνος σπέρματος ἢ

2

ὄμφακος ξηροῦ κοχλιάριον. —<Τροχίσκος ὁ διὰ κοραλλίου.>

Λιβάνου ἄρρενος 𐅻 η̅, γῆς Σαμίας, βαλαυστίων, κοραλλίου ἀνὰ 𐅻 δ̅,

ἀμύλου, Λημνίας σφραγίδος ἀνὰ 𐅻 β̅, ὀπίου ὑοσκυάμου σπέρματος ἀνὰ

3

𐅻 α̅. ἀναλάμβανε χυλῷ ἀρνογλώσσου. —<Αἱμοπτυϊκοῖς.> Κοραλλίου,

Σαμίου ἀστέρος ἴσα. δίδου κοχλιάρια γ̅ μετ' ὀξυκράτου κυάθους γ̅

4

κατὰ μέρος. —<Ἡ δι' ἰτεῶν.> Κηροῦ, πιτυΐνης, πίσσης, ἀσφάλτου

ἀνὰ 𐆃 α̅, μελαντηρίας, χαλκίτεως, χαλκάνθου, μίσυος, ψιμυθίου, κηκί-

δων, ἰοῦ ξυστοῦ, κυτίνων, ῥοός, σχιστῆς στυπτηρίας καὶ στρογγύλης

ἀνὰ 𐆄 γ̅, λεπίδος 𐆄 γ̅, ὄξους 𐆂 Ϛ̅, ἐλαίου τὸ ἀρκοῦν, ἰτέας φύλλων

ἁπαλῶν 𐆃 α̅. ἑψήσας ἐν ὄξει τὰ φύλλα καὶ ἐκθλίψας ῥῖψον καὶ λείου

τὰ ξηρὰ ἐν αὐτῷ, ἕως ὅλον ἀναλωθῇ, εἶτ' ἐπίβαλλε τὰ τηκτὰ ἐν τῇ

θυΐᾳ· ἐπιτίθει δὲ τοῖς αἱμοπτυϊκοῖς κατὰ τοῦ θώρακος καὶ τῶν μετα-

φρένων. ἔτι δὲ καὶ ἐνάρθροις καὶ πρὸς παλαιὰ ἕλκη καὶ καταγματικὰ

πρός τε κεφαλαλγίας, ὀφθαλμῶν ῥευματισμόν. ἔστι δὲ καὶ ἔμμοτος ἀγα-

5

θή, τὸ δ' ὅλον ξηραντικὴ καθέστηκεν. —<Ἡ δι' αἰρῶν ἀναξηραν-

τικὴ ποιοῦσα καὶ πρὸς σπλῆνα καὶ χοιράδας μαλάσσουσα.>

Πίσσης 𐆃 β̅, κηροῦ 𐆄 η̅, τερεβινθίνης ἢ πιτυΐνης 𐆄 θ̅, ἀσφάλτου 𐆄 β̅,

αἰρίνου ἀλεύρου ξ α̅, ὅ ἐστιν 𐆄 ι̅δ̅, ἐλαίου παλαιοῦ 𐆄 ε̅, οἴνου ὀλίγον.

31

t

{Πρὸς φθισικούς.}

1

<Φθισικοῖς ἔλλειγμα.> Μέλιτος Ἀττικοῦ 𐆃 α̅, φοινίκων 𐆄 δ̅, στα-

φίδων λιπαρῶν 𐆄 β̅, στύρακος 𐆄 α̅, κρόκου, ἴρεως, ὑοσκυάμου σπέρμα-

2

τος, τραγακάνθης ἀνὰ 𐅻 δ̅, στροβίλων 𐅻 Ϛ̅, ἀμύλου 𐆄 α̅ 𐅶. —<Ἄλλο.>

Μέλιτος ξ α̅, οἴνου σκυβελίτου ξ α̅. ἕψεται ὁμοῦ μέχρι συστάσεως κι-

νούμενον γλυκυρρίζης κλάδῳ, εἶτα μίγνυται σμύρνης ὀβολός, κρόκου

3

ὀβολοὶ β̅. δίδοται νήστει κοχλιάρια β̅. —<Ἄλλο κάλλιστον.> Σκίλλαν

ὀπτήσας ἕως ἀνθρακώσεως τῶν ἔξω λεπισμάτων, εἶτα τὸ ἐγκάρδιον

αὐτῆς λειοῦν μιγνύντα τῷ ἐγκαρδίῳ αὐτῆς μέλιτος μέρη Ϛ̅. δίδου νήστει. —

4

<Ἄλλο κάλλιον.> Ὀρόβινον ἄλευρον χυλῷ σκίλλης ἀναλαβὼν ξήραινε,

ἐν δὲ τῇ χρήσει κόψας τοὺς ἀρτίσκους μέλιτι μιγνὺς πρόσφερε νή-

5

στει. —<Ἄλλο.> Βουτύρου προσφάτου, τερεβινθίνης, μέλιτος ἴσα. δίδου

6

νήστει. —<Ἄλλο.> Ὀρόβου, ἴρεως, γλυκυρρίζης, ἀμυγδάλων πικρῶν

7

ἴσα. μέλιτι ἀναλαβὼν δίδου. —<Ἡ διὰ κωδυῶν> μετὰ τροφὴν δίδο-

8

σθαι ἁρμόζει, ἀναγέγραπται δ' ἐν τοῖς πρὸς κατάρρουν. —<Ἡ διὰ

πρασίου.> Πρασίου κόμης 𐆃 α̅ ἕψεται ἐν ὕδατος κυάθοις Ϛ̅, καὶ ὅταν

[δὲ] τὸ τρίτον λειφθῇ τοῦ ὕδατος, μίγνυε αὐτῷ μέλιτος ξ α̅, καὶ ἕψε

9

ἕως μελιτώδους συστάσεως. ἡ δόσις κοχλιάρια β̅ ἢ γ̅. —Ποιεῖ δ' ἐπὶ

τῶν φθισικῶν καλῶς πολλὰ τῶν ἐν τοῖς βηχικοῖς καὶ πρὸς κατάρρους

ἀναγεγραμμένα.

32

t

{Περὶ ἐμπυϊκῶν.}

1

Ἐμπυϊκοὶ καλοῦνται οἷς ἂν ἀπόστημα γενόμενον ἐν τῷ ὑπεζω-

κότι τὰς πλευρὰς ὑμένι συρραγῇ· κοινότερον δὲ καὶ οἷς ἀπ' ἄλλου

τινὸς μέρους τοῦ θώρακος ἀναφορὰ ὑγροῦ γίνοιτο ἐκ συρρήξεως ἀπο-

στήματος. τοῖς οὖν ἀνάγουσι πύον ἁρμόζει ἃ καὶ τοῖς φθισικοῖς, καὶ

μάλιστα τὸ δι' ὀρόβου. —<Ἔλλειγμα ἀνακαθαῖρον ἐμπυϊκούς.>

Καρδαμώμου 𐅻 η̅, σαγαπηνοῦ 𐅻 δ̅, σμύρνης 𐅻 α̅, καστορίου 𐅻 β̅, ὀπίου

𐅻 β̅, πεπέρεως λευκοῦ 𐅻 α̅. ἐν ὕδατι πλάσσε τροχίσκους ἄγοντας 𐅻 γ̅,

2

καὶ δίδου ἕνα μεθ' ὕδατος. —<Τὸ δι' ὀρόβου.> Ὀρόβου πεφωγμέ-

νου καὶ ἐρηριγμένου 𐅻 η̅, κωναρίων 𐅻 η̅, ἀμύλου 𐅻 Ϛ̅, πεπέρεως 𐅻 δ̅,

πηγάνου χυλοῦ 𐅻 α̅, μέλιτος ἀπέφθου. κοινότερον δ' ἁρμόζει τὰ ἐπὶ

3

τῶν φθισικῶν. —<Τὸ μέγα διὰ πρασίου.> Ναρδοστάχυος 𐆄 α̅, πε-

πέρεως λευκοῦ 𐆄 α̅, πρασίου χυλοῦ 𐆄 α̅, μέλιτος ξ α̅, οἴνου Ἀμιναίου

ξ α̅. τὸν χυλὸν σὺν τῷ οἴνῳ καὶ τῷ μέλιτι ἕψε καὶ σύστασιν ἔχοντι

ἐπίπασσε τὰ ξηρὰ λεῖα.

33

t

{Πρὸς περιπλευμονικούς.}

1

Προποτιστέον τοὺς περιπλευμονικοὺς σύκων ἀφεψήματι μεθ' ὑσ-

σώπου ἢ ἴρεως ἀφεψήματι ἢ μελικράτου ἢ ἴριδι λείᾳ ἐμπασσομένῃ·

ἔστω δὲ τῆς ἴρεως κοχλιάρια β̅. ἐπιτιθέναι δὲ καθ' ὅλου τοῦ θώρακος

καὶ τῶν πλευρῶν κυπρίνην κηρωτὴν ἔχουσαν ἴρεως ἐμπεπασμένης ἢ

κηρωτὴν διὰ πηγανίνου ἐλαίου καὶ ἴρεως ξηρᾶς ἢ τὸ διὰ κηροῦ καὶ

ῥητίνης μυελοῦ τε καὶ βουτύρου καὶ ὑσσώπου καὶ ἴρεως ξηρᾶς καὶ

ναρδίνου μύρου ἴσων.

34

t

{Περὶ πλευρίτιδος.}

1

Πλευρῖτίς ἐστι πυρετὸς ὀξὺς καὶ συνεχὴς ἐπὶ φλεγμονῇ τοῦ ὑπε-

ζωκότος τὰς πλευρὰς ὑμένος. ἔξωθεν οὖν ἐπιτίθεται αὐτοῖς ἐν ἀρχαῖς

ἔριον ἐλαίῳ πηγανίνῳ βραχὲν ἢ ἔριον τεθειωμένον ἐμβραχὲν ἢ ἔριον

ἐκ πισσελαίου ἐμπεπασμένου βραχέος θείου· μετὰ δὲ διατρίτον κατά-

πλασμα γῦρις μετὰ λινοσπέρμου καὶ μέλιτος καὶ πηγανίνου ἐλαίου

(ἔστω δὲ πάνυ κοῦφον καὶ λαγαρόν), ἢ τὸ 〈δι'〉 αἰρίνου ἀλεύρου μετὰ

κηροῦ καὶ ἀσφάλτου καὶ μέλιτος καὶ ἐλαίου. δεῖ δὲ μιγνύειν τοῖς κα-

2

ταπλάσμασι πυρέθρου ἢ νάπυος ἢ κάχρυος ἢ καρδαμώμου. —<Ἔνεμα

πλευριτικοῖς.> Ἔλαιον πηγάνινον ἔχον τερεβινθίνης καὶ βουτύρου. —

3

<Διὰ στόματος.> Διὰ στόματος δὲ ψηφία μέλιτος κατέφθου κατα-

4

πινέτωσαν. —<Ἔλλειγμα.> Ἀμυγδάλων πικρῶν, λινοσπέρμου, στροβι-

λίων, ἀμύλου ἴσον μετὰ μέλιτος ἀπέφθου. εἰ δ' ἀνὰ κύαθον μίξῃς,

πρόσβαλε πεπέρεως κόκκους λ̅, σμύρνης 𐅻 β̅, κρόκου 𐅻 α̅. λείου καὶ

ἀναλάμβανε μέλιτι ἀπέφθῳ 𐆃 α̅. προσθείη δ' ἄν τις καὶ πεπέρεως

5

κόκκους ι̅ε̅. —<Ἀντίδοτος πλευριτικὴ ἐπὶ χρονισάντων.>

Δαφνίδων 𐅻 η̅, πηγάνου ἀγρίου σπέρματος 𐅻 η̅, ἀριστολοχίας μακρᾶς

𐅻 Ϛ̅, σμύρνης 𐅻 δ̅, γεντιανῆς 𐅻 δ̅, μέλιτος ἀπέφθου 𐆃 α̅. ἡ δόσις καρύου

6

Ποντικοῦ τὸ μέγεθος. —<Ἄλλη.> Ἑλενίου 𐅻 ι̅Ϛ̅, πηγάνου σπέρματος

7

𐅻 δ̅, σμύρνης 𐅻 α̅, μέλιτος 𐆃 α̅. —<Ἐπίθεμα πλευριτικὸν τὸ

δυσῶδες.> Πιτυΐνης 𐆃 α̅, κηροῦ 𐆄 Ϛ̅, πηγάνου χλωροῦ 𐆄 Ϛ̅, κυπρίνου 𐆄 Ϛ̅,

θείου ἀπύρου, ὀποπάνακος, σαγαπηνοῦ ἀνὰ 𐅻 δ̅. ἐγὼ δὲ καὶ χαλβά-

8

νης 𐅻 δ̅. —<Ἄλλο ἐπίθεμα χρονίων ἀλγημάτων πλευρᾶς.>

Κηροῦ, πιτυΐνης, πίσσης ἀνὰ 𐆃 α̅, δαφνίδων λελεπισμένων 𐆃 α̅, ἀμμω-

νιακοῦ θυμιάματος 𐆄 Ϛ̅, χαλβάνης 𐆄 δ̅, πυρέθρου 𐆄 β̅, νίτρου 𐆄 β̅, ἰοῦ

ξυστοῦ 𐆄 α̅, εὐφορβίου 𐆄 α̅, ἐλαίου δαφνίνου 𐆄 α̅ ἢ κοινοῦ παλαιοτά-

9

του 𐆄 δ̅. —<Ἀντίδοτος ἀθανασία ἀνώδυνος, πλευριτική.>

Κασσίας 𐅻 η̅, νάρδου στάχυος, ἀμώμου, κρόκου, ὀπίου, στύρακος, κό-

στου, σμύρνης ἀνὰ 𐅻 δ̅, μέλιτος κόκκον α̅.

35

t

{Περὶ συνάγχης.}

1

Συνάγχης εἴδη δύο· τὸ μὲν γὰρ ἄνευ φλεγμονῆς ὑπὸ νύκτα συμ-

βαίνει, τὸ δὲ σὺν φλεγμονῇ. ἐπὶ μὲν οὖν τῶν μετὰ φλεγμονῆς παρα-

λαμβάνειν τὰ πράως στύφοντα γαργαρίσματα, οἷον ἀφέψημα ῥόδων ἢ

φακῆς, ῥοός, ἑλίκων ἀμπέλου, μυξῶν, ὑδρομέλιτι ῥόδων ἄνθος ἐμπάσ-

σοντα, μόρων χυλὸν σὺν ὑδρομέλιτι, ἀκρέμονας ἀμπέλου ἢ βάτου· εἰ

δέ τις ἀναδορὰ γένοιτο, ἄρτου ἀπόβρεγμα θερμὸν ἢ πυρῶν ἀφέψημα

ἢ ἄμυλον ἀνέντα ὕδατι θερμῷ· εἰ δὲ προσάγοι ἀπόστασις, πιτύρων

ἀφέψημά τι μετὰ σύκων καὶ ὑσσώπου ἢ ἀβροτόνου. εἰ δέ πως ἑλκοῖτο,

κροκίον μιγνύειν τῷ μελικράτῳ ἢ κόστου ἢ γλυκυρρίζης ἀφέψημα· ἐν

δὲ παρακμαῖς χυλὸς πτισάνης λεπτός. διάχριστος δ' ἡ διὰ μόρων ἢ

ῥοὸς ἀπόβρεγμα κατακόρως κεχρωσμένον τῇ γεύσει ἐμφαῖνον τὴν

στῦψιν· μεθ' ὑδρομέλιτος δ' ἀφέψεται ἕως συστάσεως. ἢ ῥοὸς χυλὸς

μέλιτι μίγνυται τριπλασίονι καὶ ἑψηθεὶς ἕως συστάσεως διαχρίεται

2

ἁρμοδίως ἐν παρακμῇ, μάλιστα εἰ καὶ ὑσσώπου ἔχοι. ἐπὶ δὲ τῶν ἄνευ

φλεγμονῆς τὰ δριμύτερα, οἷον ὑδρόμελι ἔχον ὑσσώπου ἀφέψημα ἢ

ὀριγάνου ἢ νάπυ χυλωθὲν συνήθως καὶ μιγὲν μελικράτῳ ἢ ἀφέψημα

κασσίας ἢ ἀγαρικοῦ ἢ γεντιανῆς ἐν μελικράτῳ, σύκων μεθ' ὑσσώπου

ἀφέψημα· ἐπανίσταται γὰρ ἡ σὰρξ καὶ καταλαμβάνει τὴν βυθιωτέραν

3

θλῖψιν. —<Διάχρισμα συνάγχης.> Πίσσα ὑγρὰ μετὰ νίτρου καὶ

παλαιοῦ ἐλαίου ἢ ἀψίνθιον μετὰ νίτρου καὶ μέλιτος ἢ ἀμμωνιακὸν

4

διειμένον μέλιτι. —<Ἀναγαργάρισμα.> Πηγάνου χυλὸς μετὰ γάλακ-

τος ἢ ὀμφάκιον μεθ' ὑδρομέλιτος, γλυκυρρίζης καὶ λευκοΐου σπέρμα

ἑψηθέντα σὺν ὑδρομέλιτι ἢ μετὰ γάρου καὶ μέλιτος τὸ νάπυ ἢ κυκλα-

μίνου εἰς πολλὰ τμηθείσης ἐν γλυκεῖ τὸ ἀφέψημα διαχρίειν, ἢ ὀπῷ

Κυρηναϊκῷ διειμένῳ μετ' ἐλαίου, ἢ τῇ διὰ μόρων στοματικῇ διειμένῃ

μετ' ἐλατηρίου.

36

t

{Περὶ ἐπιληψίας.}

1

Τοὺς ἐμπεσόντας εἰς ἐπιληψίαν διαβρέχειν λιπαρῶς τὰ σπώμενα

καὶ διαστρεφόμενα μέρη διακρατεῖν τε καὶ ἀπευθύνειν, εἶτα διαστή-

σαντας τὸ στόμα ἐπικαθεῖναι δάκτυλον ἢ πτερὸν κεχρισμένον ἐλαίῳ

πρὸς τὸ κομίσασθαι φλέγμα· τούτου γὰρ ἡ πλησμονή, ἅτε γλίσχρα

καὶ κολλώδης ὑπάρχουσα, χρόνῳ περὶ τὴν κεφαλὴν ἀθροισθεῖσα τὰ

νεῦρα ἀποθλίψασα καὶ μὴ διατρέχειν ἐν αὐτοῖς τὸ ψυχικὸν πνεῦμα

2

ἐναφιεῖσα, τὴν κατάπτωσιν εἰργάσατο. χρὴ οὖν τοῖς ὀσφραντοῖς τὴν

αἴσθησιν ἐρεθίζειν. δεῖ οὖν πευκεδάνῳ, Κυρηναϊκῷ ὀπῷ, ἀσφάλτῳ,

κεδρίᾳ, πίσσῃ προσάγειν· μετὰ δὲ τοὺς παροξυσμούς, εἰ μηδὲν κωλύοι,

φλεβοτομεῖν ἀπ' ἀγκῶνος. μηδὲν δ' ὑπείκοντος τοῦ παροξυσμοῦ, τὰ

μὲν ἄκρα σιναπισμῷ καταληπτέον σικύαν τε κολλητέον τοῖς ὑποχον-

δρίοις. μὴ γενομένης δὲ μηδὲ πρὸς ταῦτα ἀνοχῆς, ὀλιγίστη μὲν ἐλπίς,

ὅμως δὲ θαρσαλέως ὁ ἰατρὸς καστόριον βιαζόμενος ἐγχείτω καὶ ὀπὸν

Κυρηναϊκὸν μετὰ μέλιτος καὶ ὄξους καὶ δι' ἕδρας ἐνιέτω κενταυρίου

3

ἀφέψημα ἢ κολοκυνθίδος. τοὺς δὲ διαναστάντας ἐκ τῆς ἐπιληψίας

4

μετὰ τὴν ἀνάληψιν τῇ διὰ τῆς ἱερᾶς καθάρσει χρηστέον. αὕτη μὲν

οὖν τίς ἐστιν ἡ τῆς προσφάτου καὶ ὀξείας ἐπιληψίας θεραπεία· ἐφε-

ξῆς δ' ὅσα πρὸς ἀνασκευὴν τῆς κεχρονισμένης παραδώσομεν. χρὴ τοί-

νυν τοὺς πάσχοντας ἐν ὑδροποσίᾳ μὲν μακρᾷ συνέχειν, ἐγχειροῦντας

δὲ τῇ θεραπείᾳ καὶ φλεβοτομεῖν, εἰ μηδὲν κωλύοι, καὶ διαλιπόντας

τέσσαρας ἢ ε̅ ἡμέρας ἀναλαβεῖν τὸ σωμάτιον καὶ εἶθ' οὕτως καθαρ-

τικῷ ὑποκενοῦν, μάλιστα δι' ἐλλεβόρου μέλανος ἢ κολοκυνθίδος, εἴτ'

5

οὖν καὶ διὰ σκαμμωνίας. δεῖ δὲ τοῦ μὲν ἐλλεβόρου δίχα τῆς ἐντεριώ-

νης κεκομμένου καὶ σεσησμένου ἐμπάσσεσθαι μελικράτου κυάθοις ε̅ ἢ

6

ἓξ ἢ μέλιτι ἀπέφθῳ ἀναλαμβάνειν μετ' ὀλίγου πεπέρεως. τῆς δὲ κολο-

κυνθίδος τὸ σπέρμα ἐκβαλόντας πληροῦν αὐτὴν ἔχουσαν τὴν ἐντεριώ-

νην δεῖ γλυκέος καὶ ἐᾶν ὅλην τὴν νύκτα, ἕωθεν δὲ κεράσαντα τὸ

γλυκὺ διδόναι πιεῖν· μετὰ δὲ τὴν αὐτάρκη κάθαρσιν λούειν μὲν αὐ-

τούς, τῇ δὲ τρίτῃ σικυαστέον ὑποχόνδριά τε καὶ μετάφρενα μετ' ἀμυ-

χῶν, εἶτα διαστήσαντας ἱκανὰς ἡμέρας καὶ ἀναλαβόντας τὸ σωμάτιον

τῇ διὰ κολοκυνθίδος ἱερᾷ προσάγειν· εἶτα μετὰ τοῦτο σικυαστέον κε-

φαλὴν καὶ ἰνίον, τῇ δ' ἑξῆς καταπλάττειν αὐτὴν ἄρτῳ διειμένῳ μὲν

μελικράτῳ, συλλελειωμένῳ δὲ πικροῖς ἀμυγδάλοις ἢ ἑρπυλλίῳ ἢ ἡδυό-

σμῳ ἢ καλαμίνθῃ ἢ πηγάνῳ, καὶ τοῦτο ποιητέον ἐπὶ τρεῖς ἡμέρας,

μετὰ δὲ ταῦτα ξυράμενον τὴν κεφαλὴν καταχρίειν πευκεδάνου ὀπὸν

ἐν ὄξει διειμένον, ἢ σπονδύλιον ἐνεψεῖν, διαστήσαντα δὲ πάλιν καὶ

ἀναλαβόντα τὸ σωμάτιον διδόναι τῆς διὰ κολοκυνθίδος ἀντιδότου

ὀβολοὺς θ̅ ἐν μελικράτῳ καὶ διαστήσαντα ἡμέρας πάλιν διδόναι τῆς

ἀντιδότου 𐅻 γ̅, εἶτα πταρμικοῖς χρῆσθαι καὶ μετὰ πέντε ἢ ι̅ ἡμέρας

καστόριον διδόναι ἐν μελικράτῳ καὶ διαστήσαντα πάλιν κλύζειν τῷ

διὰ κενταυρίου καὶ κολοκυνθίδος, εἶτα τὴν ἱερὰν αὖθις διδόναι καὶ

ἐφεξῆς ἀποφλεγματισμοῖς χρῆσθαι καὶ ἐρρίνοις, εἶτα τῷ σιναπισμῷ

χρῆσθαι κατὰ τῆς κεφαλῆς. δεῖ δὲ καὶ δριμυφαγίαις ἐν καιρῷ χρῆσθαι.

37

t

{Περὶ καρδιακῶν.}

1

Πῶς σημειώσῃ καρδιακόν; ὅταν ἐν ὀξεῖ πυρετῷ καὶ καυσώδει

σφυγμὸν εὕρω πυκνὸν καὶ ἀμυδρὸν καὶ τῶν ἄκρων κατάψυξιν καὶ

ἱδρῶτας περὶ τὸ πρόσωπον καὶ μέχρι στήθους ψυχροὺς καὶ κολλώδεις

καὶ τὴν ἀποφορὰν τοῦ χρωτὸς γεώδη ἀποβάλλουσαν καὶ τοῦ περὶ

τὴν καρδίαν σφυγμοῦ σφοδρότητα καὶ μέγεθος καὶ πρὸς τούτοις ἀπο-

2

ρίαν καὶ ἀλυσμόν, τὸν τοιοῦτον καρδιακὸν εἶναι λέγω. ἀέρος οὖν

ψυχροῦ ἐπεισόδῳ καὶ ῥιπισμῷ βοηθητέον, ἀποσπογγιστέον τε τὸ πρόσ-

ωπον ὀξυκράτῳ ψυχρῷ, καὶ καταβρογχιζέτωσαν, καὶ ὀσφραντὰ ποικίλα

προσφερέσθωσαν, τὰ δ' ἐπιβόλαια ἀφαιρείσθω, καὶ τὸ ἐπιβεβλημένον

3

δ' ἔστω κοῦφον καὶ τριβακόν. ταῦτα καὶ τὰ λοιπὰ τῆς τοιαύτης θερα-

πείας <Γαληνὸς> ἐδίδαξεν ἐν τοῖς περὶ λειποθυμίας θαυμαστῶς Πρὸς

4

Γλαύκωνα. τοῖς δ' ἐξιδροῦσι μέρεσιν ἐμπαστέον μυρσίνῃ λείᾳ ἢ Κιμω-

λίᾳ ἢ οἰνάνθῃ ἢ ἠλέκτρῳ, μάλιστα θώρακι καὶ τραχήλῳ καὶ μασχάλαις

5

καὶ ὑποχονδρίοις καὶ βουβῶσιν. ὁμοίως δὲ βοηθεῖ ἐμπασσόμενα σίδια

μετὰ μάννης, ἢ κηκὶς καθ' αὑτήν τε καὶ σὺν ἀσβέστῳ, ἢ Σαμία γῆ

μετὰ κόμμεως, ἢ τρὺξ οἴνου κεκαυμένη· τὰ δ' ἄκρα ἤτοι μέχρι γονά-

των καὶ ἀγκώνων ἢ μέχρι μασχαλῶν καὶ βουβώνων καταπαστέον

τρυγὶ κεκαυμένῃ ἢ καὶ ἀσβέστῳ ἢ πυρέθρῳ ἢ πεπέρει· ἢ βολβοῖς

λείοις καταχριέσθωσαν μετὰ πεπέρεως ἀπὸ βραχιόνων μέχρι δακτύλων,

καὶ ἀπὸ μηρῶν ὁμοίως, περιτιθεμένων αὐτοῖς λεπτῶν ταινιδίων.

6

ἁρμόζει δὲ καὶ νάπυ καὶ πύρεθρον καὶ ἀδάρκη. τροφαὶ δ' ἄρτος ἐξ

ὕδατος ψυχροῦ ἢ ἐξ οἴνου καὶ ὕδατος κεκραμένου, πόδες ὕειοι, ἀγκύ-

7

λαι, ῥύγχη, πτηνά· ψυχρὰ δὲ καὶ ταῦτα προσφερέσθω. τῇ δὲ κεφαλῇ

καὶ μετώπῳ μηδὲν ἐμπάσσειν, ἀλλ' ἐπιχρίειν ἀκακίαν μετὰ κόμμεως

8

δι' ἀφεψήματος ῥόδων χυλοῦ ἐπιχριομένην. κατάπλασμα τοῖς ὑποχον-

δρίοις διὰ φοινίκων, μήλων καὶ ῥόδων καὶ οἰνάνθης, ἀκακίας, ὑπο-

9

κιστίδος καὶ στυπτηρίας. εἰ δέοι ποτὲ κλυστῆρος, ἀφέψημα λινοσπέρ-

μου καὶ πτισάνης καὶ ἁλὸς συμμέτρου καὶ μέλιτος, ἢ ὕδωρ καθ' αὑτὸ

ἢ ὑδρόμελι ἢ ὑδρέλαιον.

38

t

{Πρὸς ἀτονίαν καὶ ἀνορεξίαν στομάχου.}

1

Ἀνορεξίας οὔσης καὶ ἀτονίας ἐν στομάχῳ, ὀσφραντὰ δεῖ προσ-

άγειν ἤλεκτρον, ἡδύοσμον, γλήχωνα, ὕσσωπον, καταπλάσσειν δὲ τὸ διὰ

φοινίκων καὶ μήλων καὶ ἀλφίτων· πρὸς δὲ τὴν ἀτονίαν σὺν τούτοις

καὶ μαστίχης καὶ οἰνάνθης καὶ ἀψινθίου ἐπιμιγνύναι. μετὰ δὲ τὸ ῥω-

σθῆναι ποσῶς ποτίζειν ἀψινθίου ἀπόβρεγμα κυάθους β̅ ἢ ἀλόης 𐅻 α̅

ἢ τὴν πικράν· ἔστι δ' ἡ πικρὰ ἥδε· ἀλόης 𐅻 ρ̅, ἀσάρου, κρόκου, νάρ-

δου στάχυος, κινναμώμου, ξυλοβαλσάμου, μαστίχης ἀνὰ 𐅻 Ϛ̅· δίδου

2

κοχλιάριον μεστὸν μεθ' ὕδατος κυάθοις γ̅ ἢ ὑδρομέλιτι. —<Πρὸς

δηγμὸν στομάχου, στόματος καὶ κοιλίας.> Ἀνδράχνην καθεψή-

σας ὕδατι ὡς λειφθῆναι τὸ τρίτον, κοτύλην πρόσφερε πιεῖν ψυχρῷ ἢ

γαλακτώδει· ἢ ἀδίαντον, ὃ καὶ πολύτριχον καλεῖται, ὁμοίως εἰς ἀπο-

τρίτωσιν ἑψήσας, μίξας ῥοιᾶς ὀξείας χυλὸν καὶ βραχὺ ἐμπάσας ἡδυό-

3

σμου πότιζε. ἢ ῥόδων ἄνθος λεῖον ἐμπάσας ὕδατι πότιζε. —<Πρὸς

ῥευματισμὸν στομάχου.> Κατάπλασμα διὰ μέλιτος καὶ ἀλφίτου

[καὶ] πάλης καὶ φοινίκων καὶ ὀμφακίου καὶ μήλων, καὶ μάλιστα κυ-

δωνίων ἀκακίας τε καὶ οἰνάνθης καὶ ἀλόης καὶ σιδίων καὶ ὑγρᾶς

στυπτηρίας· ἢ ὑφαιρεῖν τὸ μέλι τε καὶ τὸ ἄλφιτον μιγνύειν τε κηρωτῇ

4

ῥοδίνῃ. —<Πρὸς λυγμόν.> Πρὸς δὲ λυγμὸν στομάχου ἀπὸ ψύξεως

ἐπιτιθέναι ἔλαιον διὰ πηγάνου καὶ κυμίνου καὶ ἀψινθίου ἐν ἐρίῳ.

λυγμὸν δι' ἔνδειαν γεγονότα τροφὴ ἀποικονομεῖ. λυγμὸν δι' ὑπερπλή-

ρωσιν ἔμετος ἀπαλλάσσει καὶ τῶν ἄκρων διάδεσις καὶ κατοχὴ πνεύ-

ματος ἔντασίς τε καὶ ἀναφώνησις μετὰ πλείονος κραυγῆς καὶ σύντονος

καὶ μακρὸς περίπατος καὶ ταχεῖα μετεώρισις, καὶ ἔτι μᾶλλον ἱππασία

σικύαι τε μετὰ πλείονος φλογὸς τῷ τε στήθει καὶ τῷ μεταφρένῳ

κολλώμεναι. λυγμὸν τὸν ἐπὶ πυρετοῖς τὰ αὐτά πως βοηθήματα παύει.

λυγμὸς ἐπὶ καταφοραῖς ἢ τετάνοις ἢ συγκοπαῖς γινόμενος ἐγγὺς τὸν

θάνατον σημαίνει. προποτίζειν οὖν συνεχῶς μελικράτῳ ἢ ὕδατι ψιλῷ

μετρίως θερμῷ· ἢ καστόριον σὺν μελικράτῳ κυάθοις β̅ πλῆθος τριω-

βόλου.

39

t

{Χολῇ ὀχλουμένοις τὸν στόμαχον.}

1

〈Οἱ〉 ὑπὸ μελαίνης χολῆς ὀχλούμενοι ἐν πυρετοῖς τὸν στόμαχον

δηγμὸν ἰσχυρὸν ὑπομένουσι μετ' ἰλίγγου τῆς κεφαλῆς καὶ ἱδρώτων

ψυχρῶν, ἔτι δ' ἐκλύσεως καὶ μικρότητος καὶ ἀμυδρότητος σφυγμῶν.

καταπλάσσειν μὲν οὖν τοῖς προειρημένοις διὰ φοινίκων καὶ κενοῦν

διὰ κλυστῆρος ποτίζειν τε σέρεως χυλόν, τῷ δὲ ποτῷ ἡδύοσμον

ἐμπάσσειν.

40

t

{Πρὸς τὰς κυνώδεις ὀρέξεις.}

1

Κυνώδεις καὶ ἐπιτεταμένας ὀρέξεις τροφῆς ἔχοντας καταπλάττειν

ὠμηλύσει, κἂν μὴ ἀπαιτῇ τὰ σπλάγχνα· ποτὸν δ' ἀθρόον διδόναι, ῥό-

φημα διὰ μέλιτος πόλτου δι' ἐλαίου πλείονος ἢ στέατος χηνείου ἢ

ὀρνιθείου· λαχάνων δὲ σεῦτλον, μαλάχην, κολοκύνθην μετ' ἐλαίου καὶ

γάρου, καὶ τὰ καταπίμελα πτηνά, ἰχθύας λιπαρούς, ἄρτους ἐζυμωμέ-

νους, παρεμπλέκειν τε συνεχῶς τῷ ποτῷ τὴν τροφήν. εἰ δὲ καὶ ὀπώ-

ρας ἐνδέχοιτο διδόναι, ἁρμόζει πέπειρα περσικά, ἄπιοι, χωρὶς ἐμβάμ-

ματος πέπονες. εἰ δὲ ῥευματίζοιτο τὴν κοιλίαν, τὰ διὰ γάλακτος

ῥοφήματα ἄριστα.

41

t

{Πρὸς θλῖψιν στομάχου.}

1

Αἱ μετὰ τροφὴν θλίψεις στομάχου γίνονται περὶ τὰς πέψεις καὶ

ἀναδόσεις τῆς τροφῆς, ἐφ' ὧν χρηστέον διαδέσεσι, ψηλαφίαις, αἰώραις,

ἐπ' ἐνίων δὲ καὶ ἐγκαθίσμασι καὶ ποδῶν καταιονήσεσι 〈καὶ〉 ἐμβροχαῖς.

εἰ δ' ἐπὶ σπλάγχνου τινὸς φλεγμονῇ συμβαίνοι, ἐκείνην πρότερον

ἀποικονομητέον διά τε ἐμβροχῶν καὶ καταπλασμάτων· συνηθέστερον

δὲ τοῖς τὸ ἧπαρ παρὰ φύσιν διακειμένοις ἐπιγίνεται μετὰ πυρώσεως

παντὸς τοῦ σώματος, μάλιστα δὲ χειρῶν καὶ ποδῶν, καὶ ἐρεύθους

προσώπου.

42

t

{Πρὸς σιαλισμὸν στομάχου.}

1

Ὄξος σκίλλινον ἢ ἁλμάδων ἐλαιῶν ζωμὸς ἢ θαλλίων ἀφέψημα

ἢ κηκίδων ὀμφάκων ἢ ὀμφάκιον ὕδατι διειμένον ἢ στυπτηρία σχιστὴ

ὡσαύτως· πάντων δὲ μᾶλλον ποιεῖ ἀλόη διειμένη ὕδατι· καὶ τὰ

ἁπαλὰ δὲ φύλλα τῆς ἐλαίας διαμασηθέντα πάνυ…

43

t

{Πρὸς…

The complete text is available when the reading interface loads.