Conspectus medicinae
- Edition reference
- Conspectus medicinae, ed. F. Z. Ermerins, Anecdota medica Graeca, Leiden: Luchtmans, 1840 (repr. Amsterdam: Hakkert, 1963): 80–86, 89–217.
- CTS identifier
urn:cts:greekLit:tlg0723.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Open Licence Etalab
p
6
κβʹ περὶ προπτώσεως μήτρας.
κγʹ περὶ μύλης.
7
{Κεφάλαια τοῦ ἑβδόμου λόγου.}
αʹ Περὶ φλεγμονῆς.
βʹ περὶ ἐρυσιπέλατος.
γʹ περὶ ἕρπητος.
δʹ περὶ σκίῤῥου.
εʹ περὶ οἰδήματος.
στʹ περὶ ἀποστήματος.
ζʹ περὶ ἄνθρακος.
ηʹ περὶ δοθιῶνος.
θʹ περὶ βουβῶνος.
ιʹ περὶ ἀρθρίτιδος, ποδάγρας καὶ ἰσχιάδος.
ιαʹ περὶ στεατώματος.
ιβʹ περὶ ἀθηρώματος.
ιγʹ περὶ μελικηρίδος.
ιδʹ περὶ ἀκροχορδόνων.
ιεʹ περὶ λέπρας.
ιϚʹ περὶ μυρμηκιᾶς.
ιζʹ περὶ λιχῆνος.
ιηʹ περὶ ψώρας.
ιθʹ περὶ ἀλφῶν.
κʹ περὶ ἀλωπεκίας καὶ ὀφιάσεως.
καʹ περὶ κιρσοῦ.
κβʹ περὶ νύγματος καὶ νευροτρώτου.
κγʹ περὶ σπάσματος καὶ ῥήγματος.
κδʹ περὶ κατάργματος.
κεʹ περὶ ἐμβυρσώματος.
κϚʹ περὶ ἐξαρθρήματος καὶ παραρθρήματος.
t
1
{ΛΕΟΝΤΟΣ ΦΙΛΟΣΟΦΟΥ ΣΥΝΟΨΙΣ
ΤΗΣ ἸΑΤΡΙΚΗΣ.}
— — —
1
1
{ΠΡΟΟΙΜΙΟΝ}
Οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις ᾔτησάς με,
γνησιώτατε Γεώργιε, ὅσα φοιτῶν ἐν ταῖς διατριβαῖς
μεμάθηκας ἰατρικὰ θεωρήματα, ταῦτά σοι διὰ βραχέων
ἐπελθεῖν ὑπομνήσεως ἕνεκα. Ἐγὼ δὲ ταῖς τῶν φίλων
ἑτοίμως ὑπακούων αἰτήσεσι πειράσομαί σοι πᾶσαν, ὡς
εἰπεῖν, τὴν ἰατρικὴν ἐπελθεῖν, πάσης μὲν συντομίας
ὁμοῦ καὶ σαφηνείας ἐπιμελούμενος, μηδὲν κατὰ δύναμιν
τῶν ἀναγκαίων ὑπερορῶν· γελοῖον γὰρ ἀναμιμνήσκειν
ἐθέλοντα ἀσαφῶς καὶ μὴ διὰ πολλῶν ἑρμηνεύειν τὰ πρά-
γματα.
Ἕκαστον τοίνυν τῶν παθημάτων ἐκθέμενος πρῶτον,
μετὰ ταῦτα τὰς αἰτίας ὑπαγορεύσω σαφῶς· δεύτερον δὲ
τὰ σημεῖα δι' ὧν ῥᾳδίως γνωσθήσεται· τρίτον τὴν θερα-
πείαν, δι' ἣν ἅπαντα κατὰ τὴν τέχνην σπουδάζομεν.
Ἄρξομαι δὲ ἐκ τῶν ὁμοιομερῶν· ὁμοιομερῆ δὲ καλῶ τὰ
κατὰ δυσκρασίαν νοσήματα· κἂν τούτοις ἐκεῖνα προ-
τάξω τὰ καθ' ὅλον τὸ σῶμα συμβαίνοντα· αὖθις δὲ τὰ
καθ' ἕκαστον μόριον συνιστάμενα.
2
{<Περὶ Πυρετοῦ.>}
Πυρετὸς ὀνομάζεται ἡ παρὰ φύσιν ἐκ τῆς καρδίας ἐπὶ
τὸ πᾶν σῶμα φερομένη θερμασία· τούτου δὲ διαφοραὶ
πολλαί.
3
{<Περὶ πυρετοῦ συνόχου καὶ συνεχοῦς.>}
Συνεχὴς πυρετὸς, πυρετός ἐστιν ὁ μὴ ἔχων διάλειμμα
τῆς θερμασίας, ὕφεσιν δὲ μόνον καὶ μειοπυρεξίαν ἐν ταῖς
παρακμαῖς τῶν παροξυσμῶν ποιούμενος. Σύνοχος δὲ ὁ
μηδεμίαν μειοπυρεξίαν ἔχων. Τούτων δὲ τρία εἴδη τὰ
σύμπαντα ἀκμαστικοῦ, παρακμαστικοῦ, ἐπακμαστικοῦ. Ἔστι
μὲν οὖν ὁ ἀκμαστικὸς ὁ τὴν αὐτὴν ἔχων θερμασίαν ἀπ'
ἀρχῆς ἕως πέρατος, παρακμαστικὸς δὲ ὁ ἀεὶ μειουμένην
ἔχων τὴν θερμασίαν, ἐπακμαστικὸς δὲ ὁ ἀεὶ αὐξανο-
μένην. Γίνονται δὲ οἱ σύνοχοι καὶ οἱ συνεχεῖς πάντες
ἔσω τῶν ἀγγείων τῆς ὕλης σηπομένης τε καὶ ζεούσης·
καὶ δεῖ σχεδὸν ἐπὶ πάντων καὶ μάλιστα τῶν συνόχων
φλεβοτομεῖν, ἐὰν μηδὲν ἀντιπράττῃ, καθάπερ ἐν τῷ θʹ
τῆς θεραπευτικῆς Γαληνὸς διατάττεται· ἔστιν δ' ὅτε
καὶ ψυχρὸν ὕδωρ μετὰ πέψιν παρέχομεν, καὶ μάλιστα εἰ
μὴ μόριον ἀσθενὲς ὑπόκειται· τρέφειν δὲ δεῖ τὰς ὑγρὰς
τροφὰς, οἷον πτισάνην θριδακίνην. Ἐπὶ μὲν οὖν τῶν
συνεχῶν ἐν ταῖς παρακμαῖς· ἐπὶ δὲ τῶν συνόχων ἐν τῇ
εὐκράτῳ ὥρᾳ τῆς ἡμέρας, ἢ ὅτ' εἴθιστο τρέφεσθαι ἐν
τῷ ὑγιαίνειν ὁ ἄνθρωπος, καὶ λούειν κατὰ πέψιν. τὰ
δὲ οὖρα ἐκ δριμέων εἰ σύμμετρα γένοιτο καὶ ὑπόστασιν
σχοίη, καὶ οἶνον παρέχειν· καθόλου γὰρ ἴσθι ὅτι ὁ αὐ-
τὸς καιρὸς λουτροῦ καὶ οἴνου καθέστηκεν, ὡς ἐν τῇ θε-
ραπευτικῇ εἴρηται.
4
{<Περὶ διαλειπόντων.>}
Διαλείποντες πυρετοὶ λέγονται οἱ τὴν θερμασίαν ἀεὶ
μὴ ἔχοντες· γίνονται δὲ ἔξω τῶν ἀγγείων τῆς ὕλης ση-
πομένης καὶ πολλὰς ἔχουσι τὰς διαφοράς.
5
{<Περὶ τριταίου.>}
Τριταῖός ἐστι διαλείπων πυρετὸς καὶ διὰ μιᾶς ἡμέρας
εἰσβάλλων, γίνεται δὲ ἐπὶ χολῇ ξανθῇ σηπομένῃ ἔξω
τῶν ἀγγείων· σημεῖα δὲ ἔχει ταῦτα· φρίκην ἐν τῇ εἰσ-
βολῇ, ἱδρῶτα μετὰ τὸν παροξυσμὸν, χολῆς ἔμετον, δί-
ψαν, τραχύτητα γλώττης καὶ μέλανσιν, δυσφορίαν καὶ
πολλὴν ζέσιν, οὖρα δριμέα καὶ λεπτὰ καὶ χολώδη καὶ
ἀνυπόστατα, σφυγμὸν μέγαν καὶ ταχὺν καὶ πυκνόν. συμ-
βαίνει δὲ τοῖς νεωτέροις καὶ ἀκμάζουσι καὶ ἐν θέρει καὶ
θερμοῖς ἐδέσμασι χρωμένοις. Θεραπεύειν δὲ, εἰ μὲν πολ-
λὴ καὶ λεπτὴ χολὴ, σκαμωνίαν παρέχων ἤ τι τοιοῦτον·
εἰ δὲ μή γε ζεματίοις ἀψινθίου καὶ ἀνήθου καὶ σελίνου
ἢ πολυτρίχου καὶ τῶν τοιούτων, καὶ ὑγρᾷ τροφῇ χρᾶ-
σθαι· ἐνταῦθα δὲ καὶ πρὸ πέψεως λούειν καὶ οἶνον
διδόναι καθὼς ἐν τῷ πρώτῳ τῶν πρὸς Γλαύκωνα Γα-
ληνὸς διατάττεται.
6
{<Περὶ διπλοῦ τριταίου.>}
Ἔστι δὲ ὅτε δύο τριταῖοι καὶ τρεῖς καὶ τέσσαρες συν-
έρχονται καὶ δῆλον ὅτι τὰ αὐτὰ αἴτια καὶ γνωρίσματα
καὶ θεραπείας ἔχουσιν, ὥσπερ καὶ διπλοῦς ἀμφημερινὸς
καὶ τεταρταῖος· ἀνάπτονται δὲ ἐξ ἄλλου καὶ ἄλλου μο-
ρίου· οὐδὲν γὰρ κωλύει καὶ ἐν πολλοῖς μορίοις σαπῆναι
τὴν χολήν.
7
{<Περὶ ἀμφημερινοῦ.>}
Ἀμφημερινός ἐστι διαλείπων πυρετὸς καὶ καθ' ἡμέ-
ραν εἰσβάλλων καὶ ἔχει τὸν παροξυσμὸν δέκα ἢ εἴκοσιν
ὡρῶν. γίνεται δὲ ἐπὶ φλέγματι σηπομένῳ ἔξω τῶν ἀγ-
γείων καὶ μάλιστα ἐπὶ κακοπραγίᾳ στομάχου· σημεῖα δὲ
ἔχει τάδε· περίψυξις τῶν ἄκρων ἐν τῇ εἰσβολῇ, οὐδὲ
γὰρ φρίκη, φλέγματος ἔμετος· οὐκέτι δίψα, οὐδὲ πολλὴ
ζέσις· οἱ σφυγμοὶ μικρότεροι τῶν τριταίων· οὖρα ἢ λε-
πτὰ καὶ λευκὰ, ἢ ἐρυθρὰ καὶ παχέα καὶ θολερὰ ὡς
ἐν τῷ πρώτῳ τῶν πρὸς Γλαύκωνα εἴρηται. Συμβαίνει
δὲ οὗτος ὁ πυρετὸς γυναιξὶ καὶ παιδίοις, ἢ εὐνούχοις,
ἢ ἀργοῖς· ἡ δὲ θεραπεία· πρῶτον μὲν ζεματίοις χρῶ ἐν
χειμῶνι λεπτυντικοῖς, οἷον σελίνου καὶ ἀδιάντου [καὶ
πολυτρίχου], εἶτα ὀξυμέλιτι ἁπλῷ μετὰ ῥαφανίδων,
εἶτα καθαρσίῳ δι' ἑλλεβόρου λευκοῦ, ἢ κολοκυνθίδος,
ἢ ἀγαρικοῦ καὶ τῶν τοιούτων. Τροφὴ δὲ λεπτυντικω-
τέρα· ἐν γὰρ τῇ πτισάνῃ μιγνύειν δεῖ ὄξους, ἢ κυμί-
νου, ἢ πεπέρεως· λούειν δὲ μετὰ πέψιν· χρόνιον δέ
ἐστι τὸ νόσημα.
8
{<Περὶ τεταρταίου.>}
Ὁ δὲ τεταρταῖος πυρετός ἐστι διαλείπων διὰ δύο ἡμέ-
ρας εἰσβάλλων, ἐπὶ μελαγχολικῷ χυμῷ σηπομένῳ συνι-
στάμενος ἔξω τῶν ἀγγείων. σημεῖα δὲ ἔχει ταῦτα· ῥῖγος ἐν
τῇ εἰσβολῇ, σφυγμὸν ἀραιὸν, οὖρα λεπτὰ καὶ λευκὰ,
ἢ μέλανα καὶ παχεῖαν ὑπόστασιν ἔχοντα. ὡς ἐπίπαν δὲ
σπληνικοί εἰσιν οἱ ἔχοντες τὸν τεταρταῖον καὶ μέλαν
ἔχουσι τὸ χρῶμα. Συμβαίνει δὲ τοῖς παρακμάζουσι καὶ
ὀσπριοφαγοῦσιν ἢ ταρίχια ἐσθίουσιν ἐν ὥρᾳ φθινοπω-
ρινῇ. Ἡ δὲ θεραπεία· πάλιν κατ' ἀρχὰς ζεμάτια λεπτυν-
τικά· μετὰ δὲ πέψιν ἡ θηριακὴ θαυμαστῶς τούτους
ἀπαλλάττει καὶ τὸ διὰ τοῦ Κυρηναϊκοῦ ὀποῦ, οὗπερ
μέμνηται ὁ Γαληνὸς ἐν τῷ πρώτῳ τῶν πρὸς Γλαύκωνα,
καὶ τὸ διοσπολητικὸν φάρμακον. λουτροῦ δὲ εἰ δυνατὸν
παντελῶς εἴργειν αὐτοὺς ἀρκουμένους ταῖς τρίψεσιν·
ὠφελεῖ δὲ αὐτοὺς καὶ ἡ ἅλμη τῶν ταριχευτῶν ἰχθύων,
ὡς εἴρηται ἐν τῷ αὐτῷ λόγῳ· χρονιώτατον δὲ τὸ νόση-
μα καὶ πάνυ κινδυνῶδες.
9
{<Περὶ συνόχου.>}
Εἴρηται καὶ ἀνωτέρω περὶ τούτου· συνίσταται δὲ ἐπὶ
ζέσει τοῦ αἵματος καὶ σήψει, ὡς ἐν τῷ δευτέρῳ περὶ
διαφορᾶς τῶν πυρετῶν, δεῖ δὲ καὶ τοῦτο εἰδέναι ὅτι
ὅσοι διαλείποντές εἰσι πυρετοὶ τοσοῦτοί εἰσι καὶ συνεχεῖς·
οἷον τριταῖος συνεχὴς, ὃς καὶ καῦσος λέγεται· ἀμφη-
μερινὸς συνεχής· τεταρταῖος συνεχής· καὶ εἴρηται περὶ
τούτων ἀνωτέρω.
10
{<Περὶ ἡμιτριταίου.>}
Ὁ ἡμιτριταῖος πυρετὸς σύνθετός ἐστιν ἐκ συνεχοῦς ἀμ-
φημερινοῦ καὶ διαλείποντος τριταίου· ὡς εἴρηται ἐν
τῷ δευτέρῳ περὶ διαφορᾶς πυρετῶν· καὶ δήλη αὐτῶν καὶ
ἡ θεραπεία ἐκ τῶν ἁπλῶν, τοῦ τριταίου, λέγω δὴ, καὶ
τοῦ ἀμφημερινοῦ.
11
{<Περὶ πεμπταίου, ἑκταίου, ἑβδομαίου καὶ
τῶν τοιούτων.>}
Ὁ μὲν Ἱπποκράτης βούλεται εἶναι πεμπταῖον πυρε-
τὸν, καὶ ἑκταῖον, καὶ ἑβδομαῖον· ὁ δὲ Γαληνὸς ἐν τῷ
δευτέρῳ τῆς περὶ διαφορᾶς πυρετῶν οὐ δέχεται, λέγων
ὅτι· <οὐκ ἱστόρησα>.
12
{<Περὶ ἠπιάλου.>}
Ἠπίαλός ἐστι συνθετόν τι πάθος ἐκ πυρετοῦ καὶ ψύ-
ξεως συνιστάμενον ἐπὶ ἡμισαπεῖ φλέγματι ὡς ἅμα καὶ
πυρέττειν καὶ ῥιγοῦν τὸν κάμνοντα. θεραπεύεται δὲ
ὥσπερ ὁ ἀμφημερινός.
13
{<Περὶ ληθάργου.>}
Λήθαργός ἐστι πυρετὸς ὁμοῖος τῷ ἠπιάλῳ· διαφέρει
δὲ ὅτι ἐπὶ τοῦ ληθάργου τὸ ἡμισαπὲς φλέγμα ἐν τῇ κε-
φαλῇ ἐστι.
14
{<Περὶ ἑλώδους πυρετοῦ καὶ τυφώδους
καὶ κρυμώδους καὶ λιπυρίου.>}
Τούτων μέμνηται ὁ Γαληνὸς τῆς περὶ διαφορᾶς πυρε-
τῶν ἐν τῷ δευτέρῳ βιβλίῳ· ἔστι δὲ ἑλώδης πυρετὸς ὁ
μετὰ πολλῆς ὑγρότητος ἀποβρεχούσης τὸ σῶμα, ὥσπερ τὰ
ἕλκη. τυφώδης δὲ ὁ ἐν βάθει ἔχων τὴν θερμασίαν κε-
κρυμμένην καὶ ὑποτετυφωμένην, δίκην φλογός. κρυμώδης
δὲ ὁ τὸ μὲν βάθος ἔχων καιόμενον, τὰ δὲ ἄκρα κρυμώ-
δη, καὶ ψυχρὰ, δίκην κρυστάλλου· διὸ καὶ ὀλέθριος ὁ
αὐτὸς δὲ τούτῳ ἐστὶ καὶ ὁ λιπυρίας· ἐπὶ δὲ τούτων πάν-
των κοινή ἐστιν ἡ θεραπεία, εἰ ὅλως καὶ σώζεται ὁ κάμ-
νων.
15
{<Περὶ ῥίγους ἀνεκθερμάντου.>}
Ἀνεκθέρμαντον ῥῖγός ἐστιν ὡς εἴρηται ἐν τῷ πέμπτῳ
τῶν περὶ αἰτίας, ὅταν μόνον ῥιγῶσιν, οὐκ ἔτι δὲ πυρέτ-
τουσιν. σπάνιον δὲ τὸ πάθος, ὅθεν Ἱπποκράτης οὐδὲ
ἱστόρησεν.
Ταῦτα μὲν περὶ τῶν ἐπὶ χυμοῖς πυρετῶν. εἰσὶ δὲ
ἄλλοι ἐπὶ τοῖς στερεοῖς, οἱ λεγόμενοι ἑκτικοί· ἄλλοι δὲ
ἐπὶ πνεύμασιν, οἱ λεγόμενοι ἐφημερινοί.
16
{<Περὶ ἑκτικῶν πυρετῶν.>}
Τρεῖς εἰσὶν αἱ τούτων διαφοραὶ, ἑκτικὸς οὗτος λεγό-
μενος ἁπλῶς, μαρασμὸς, περιφρυγὴς μαρασμός· οὗτος
οὐ πάνυ χαλεπὸς ὁ πυρετός· μεταπίπτει δὲ ἀπὸ τοῦ
καύσου· σημεῖα δὲ ἔχει· πρῶτον μὲν καὶ θαυμαστὸν, τὸ
μετὰ τὴν τροφὴν θερμαίνεσθαι τὸ σῶμα ὑγραινόμενον·
ὥσπερ γὰρ ἡ ἄσβεστος βρεχομένη ἐλέγχει τὴν ἐν αὐτῇ
θερμασίαν πάλιν ψυχρὰ φαινομένη, οὕτως συμβαίνει καὶ
ἐπὶ τῶν ἑκτικῶν· τὸ γὰρ σῶμα ὑπὸ τῆς τροφῆς ὑγραι-
νόμενον καὶ τῶν λουτρῶν ἐξάπτεται μᾶλλον· ἐπὶ τού-
των τὰ οὖρα ἄπεπτα καὶ λευκὰ, ὁ σφυγμὸς μικρὸς, τὸ
σῶμα ξυλῶδες καὶ κατάξηρον ὡς βύρσα· ἡ δὲ θεραπεία·
λούειν καὶ βάπτειν ψυχρῷ ὕδατι· ἔστι δ' ὅτε καὶ πίνειν
ψυχρὸν παρέχομεν ὕδωρ εἰ μή τι μόριον ἀσθενὲς ὑπόκει-
ται· εἰ πάνυ ἰσχνὸν τὸ σῶμα καὶ γάλα παρέχομεν γυ-
ναικεῖον, ἢ ὄνειον, ὡς ἐν τῷ ἑβδόμῳ λόγῳ τῆς θερα-
πευτικῆς Γαληνὸς διατάττεται.
17
{<Περὶ μαρασμοῦ τοῦ ἁπλῶς λεγομένου.>}
Καὶ οὗτος ἑκτικός ἐστιν ἐπιτεταμένος καὶ πολλὴν ἔχων
τὴν θερμότητα καὶ ἰσχνότητα, ὡς μηδὲ δεῖσθαι ἄλλων
σημείων, ὥς φησι Γαληνὸς, καὶ παιδίῳ γνώριμός ἐστιν·
ἡ δὲ θεραπεία ἡ αὐτή.
18
{<Περὶ περιφρυγοῦς μαρασμοῦ.>}
Καὶ οὗτος ἑκτικός ἐστιν, ἐπιτεταμένος, χαλεπὸς καὶ ἀνία-
τος· διὸ οὐδὲ δεῖ λέγειν τι περὶ αὐτοῦ, ὀστέα γὰρ καὶ
δέρμα μόνον ἔχουσιν οἱ τοιοῦτοι.
19
{<Περὶ τοῦ ἐκ νόσου γήρως.>}
Ἐκ νόσου γῆρας ὀνομάζει Φίλιππος, ὥς φησιν ὁ
συγγραφεὺς πανταχοῦ, ὅταν ἔχων τις ἑκτικὸν ἢ καῦσον
διὰ τὴν πολλὴν ζέσιν προσενέγκηται ὕδωρ ψυχρὸν πολὺ,
καὶ σβέσῃ μὲν τὸν πυρετὸν, καταψύξῃ δὲ τὸ ὅλον σῶ-
μα, ὡς λοιπὸν γεροντικὴν ἕξιν ἔχειν κἂν ὀλίγων ἐτῶν
ὑπάρχῃ.
Οὗτοι μὲν οἱ ἐπὶ στερεῶν σωμάτων . . . . . . . . .
. . . . . ἐπὶ πνεύμασι τῶν λεγομένων ἐφημέρων .
20
{<Περὶ ἐφημέρου.>}
Ὁ ἐφήμερος εὐτελής ἐστι πυρετὸς μίαν ἡμέραν κρατῶν·
γίνεται δὲ ἐπὶ θυμοῖς καὶ λύπαις, ἢ φροντίσιν, ἢ κό-
ποις, ἢ ἡλιοκαΐαις καὶ τοῖς τοιούτοις· ὅθεν καὶ τὰ οὖρα
ἐπὶ αὐτῶν κατὰ φύσιν ἐστὶ καὶ ὁ σφυγμὸς, ὡς νομίζειν
σχεδὸν μηδὲν νοσεῖν. Ἡ δὲ θεραπεία· μετὰ τὸν παροξυ-
σμὸν ἢ καὶ ἐν αὐτῷ τῷ παροξυσμῷ ἐπὶ λουτρὸν φέρειν
τὸν κάμνοντα καὶ ἀλείφειν καὶ λούσαντα τρέφειν, εἶτα
ἐπὶ τὰ συνήθη ἀπολύειν.
21
{<Περὶ ἐφημέρου πολυημέρου.>}
Ἔστιν ὅτε ἐφήμερος οὐ μίαν ἡμέραν κρατεῖ, ἀλλὰ καὶ
τρεῖς, ἢ καὶ τέσσαρας καὶ λέγεται πολυήμερος· τὰ δὲ
αἴτια τὰ αὐτὰ καὶ ἡ θεραπεία.
Καὶ ταῦτα μὲν περὶ πάντων τῶν πυρετῶν, ἐν οἷς τὸ
τέλος τοῦ πρώτου λόγου.
— — —
2
Init
Τὰ δὲ καθ' ἕκαστον μόριον συμβαίνοντα πάθη κατά-
λοιπον ὑφηγήσασθαι· ἄρξομαι δὲ ἐκ τῆς κεφαλῆς, ἐπειδὴ
τὴν ἀνωτέρω θέσιν ἀπείληφε καὶ τιμίαν.
1
{<Περὶ κεφαλαλγίας.>}
Κεφαλαλγία ἐστὶν ὀδύνη γινομένη κατὰ τὴν κεφαλήν·
πολλὰς δὲ τὰς κατὰ μέρος ἔχει διαφοράς· ἢ γὰρ βάρους
αἰσθάνονται οἱ κάμνοντες καὶ δεῖ κενῶσαι μὲν τὸ ὅλον
σῶμα, ἢ φλεβοτόμῳ, τέμνοντας τὴν κεφαλικὴν καὶ
ὠμιαίαν λεγομένην φλέβα, ἢ καθαρσίῳ παρέχοντας τὴν
ἱερὰν Λογαδίου. εἶτα λοιπὸν ἀποφλεγματισμοῖς χρῆσθαι
δι' ἑψήματος καὶ ὄξους καὶ ἀγριοσταφίδος καὶ τῶν τοιού-
των. Οὕτως μὲν ἐὰν βάρους αἰσθάνωνται. εἰ δὲ δια-
τάσεως ὑπὸ πνευμάτων, τὴν γαστέρα δεῖ τονῶσαι παρέ-
χοντα τὴν ἱερὰν Γαληνοῦ, ἥντινα πικρὰν καὶ δι' ἀλωῆς
ὀνομάζουσιν. Εἰ δὲ δήξεως αἰσθάνονται οἱ κεφαλαλ-
γοῦντες καὶ οἷον θερμότητος, δεῖ καθαίρειν μὲν τὴν χο-
λὴν, λούειν δὲ συνεχῶς καὶ ἀλείφειν ῥοδίνῳ, ἢ καὶ
ὀμφακίνῳ πεπλυμένῳ. Εἰ δὲ ψύξεως καὶ νάρκης αἰ-
σθάνοιντο, ἀνηθελαίῳ θερμῷ καὶ τοῖς τοιούτοις ὑπα-
λιπτέον.
2
{<Περὶ κεφαλαίας.>}
Κεφαλαία ἐστὶν, ὥς φησι Γαληνὸς ἐν τῷ τρίτῳ τῆς
διαγνωστικῆς, χρονία καὶ ὀδυνηρὰ διάθεσις τῆς κεφαλῆς
γινομένη ὡς ἐπίπαν ἐπὶ φλεγμονῇ τῶν μηνίγγων. δοκοῦ-
σι γὰρ οἱ τοιοῦτοι, ὥς φησιν ὁ συγγραφεὺς, ποτὲ μὲν
οἷον ὡς ὑπὸ σφύρας τύπτεσθαι τὴν κεφαλὴν, ποτὲ δὲ
θλᾶσθαι οἷον ὡς ὑπὸ λίθου, ποτὲ δὲ οἷον σφυγματωδῶς
ὀδυνᾶσθαι καὶ τὰς ῥίζας τῶν ὀφθαλμῶν ἀλγεῖν, ὅθεν
οὐδὲ φωνῆς ἀκούειν ἀνέχονται, οὐδὲ φῶς ὁρᾷν, ἀλλ' ἐν
σκότει διάγειν· παροξύνονται γὰρ ὑπὸ τῶν τοιούτων. δεῖ
οὖν ἐπὶ τῶν τοιούτων ἀγγειολογίαν καὶ ἀρτηριοτομίαν
παραλαμβάνειν, ἢ καὶ περισκυφισμὸν ὅλης τῆς κεφα-
λῆς, ἢ καὶ καυτῆρα κατὰ τοῦ βρέγματος, ἐπαντλήματα
δὲ στυπτικὰ καὶ παρηγορικὰ, οἷον δι' ἀλθείας, καὶ μυρ-
σίνης, καὶ ῥόδων καὶ χαμαιμήλων, καὶ δεσμεῖν τοὺς πό-
δας καὶ εἰς χλιαρὸν ὕδωρ βρέχειν, καὶ ἀπέχεσθαι οἴ-
νου σχεδὸν παντελῶς καὶ τῶν πληροῦν δυναμένων τὴν
κεφαλήν. ἔστι δὲ χαλεπὸν καὶ δυσίατον τὸ πάθος.
3
{<Περὶ ἡμικρανίας.>}
Ἡμικρανιακὸν πάθος λέγεται, ὅταν τὸ ἥμισυ μέρος
τῆς κεφαλῆς ἀλγῶσι μόνον, τὸ δεξιὸν ἢ τὸ ἀριστερόν.
χρόνιον δὲ τὸ πάθος καὶ χαλεπόν· τῇ δὲ αὐτῇ ὑπάγεται
ἐπιμελείᾳ, τῇ εἰρημένῃ ἐπὶ τῆς κεφαλαίας.
4
{<Περὶ σκοτωματικῶν.>}
Σκοτωματικὸν πάθος ἐστὶν, ὅταν ἰλιγγιῶσιν ἐξαίφνης
καὶ σκοτῶνται συνεχῶς, [καὶ δοκῶ]σι τὸν οἶκον κυκλικῶς
στρέφεσθαι, ὥσπερ οἱ μεθύοντες, ὡς εἴρηται ἐν τῷ τρίτῳ
τῆς διαγνωστικῆς· λέγεται δὲ καὶ σκοτοδινίασις τὸ πάθος·
γίνεται δὲ ὑπὸ πνευμάτων στροφουμένων κυκλικῶς ἐν τῇ
κεφαλῇ· καὶ δεῖ τὰ ἄφυσα ἐδέσματα τοῖς τοιούτοις πα-
ρέχειν καὶ τονοῦν τὴν γαστέρα πικρᾷ Γαληνοῦ καὶ ῥᾶναι
τὴν κεφαλὴν, ὅπως ῥᾳδίως διαφορῆται· καὶ ἀπέχεσθαι
οἴνου καὶ θυμοῦ καὶ παντὸς δριμέος.
5
{<Περὶ ἀποπληξίας.>}
Ἀποπληξία ἐστὶν, ὡς ἐν τῷ τρίτῳ τῆς διαγνωστικῆς
εἴρηται, ὅταν ἐξαίφνης τις πεσὼν ἀναίσθητος καὶ ἀκί-
νητος γινῆται ἐπὶ ἐμφράξει τῶν κοιλιῶν τοῦ ἐγκεφάλου.
ἔστιν δὲ ἀνίατον τὸ πάθος, ὥς φησιν Ἱπποκράτης ἐν
ἀφορισμοῖς· λύειν ἀποπληξίην ἰσχυρὴν ἀδύνατον, ἀσθε-
νέα δὲ οὐ ῥηϊδίως.
6
{<Περὶ ἐπιληψίας.>}
Ἐπιληψία ἐστὶν, ὡς εἴρηται ἐν τῷ τρίτῳ τῆς δια-
γνωστικῆς, ὅταν πεσών τις ἐξαίφνης σπᾶται καὶ ἀφρίζῃ
ὅπερ λέγουσιν οἱ ἰδιῶται δαίμονα καὶ σεληνιασμόν· γί-
νεται δὲ πάλιν ἐπὶ ἐμφράξει τῶν κοιλιῶν τοῦ ἐγκεφάλου
καὶ συμβαίνει παιδίοις μᾶλλον, καί ἐστιν ἀνίατον εἰ
μή που ἡλικία προκόπτουσα θεραπεύει τὸ πάθος, ὥς φη-
σιν Ἱπποκράτης ἐν ἀρχῇ τῆς ἕκτης ἐπιδημίας· χρη-
στέον δὲ θερμῇ διαίτῃ.
7
{<Περὶ κάρου.>}
Ὁ δὲ κάρος, ὡς ἐν τῷ τρίτῳ τῆς διαγνωστικῆς εἴρη-
ται, ἔοικε τῇ ἀποπληξίᾳ· διαφέρει δὲ ὅτι ἡ μὲν ἀπο-
πληξία ἐν τῇ ὀπισθίᾳ κοιλίᾳ τοῦ ἐγκεφάλου μᾶλλον ἔχει
τὴν ἔμφραξιν· ὁ δὲ κάρος ἐν τῇ ἐμπροσθίᾳ. Τοῦ δὲ
ληθάργου διαφέρει τῷ τὸν πυρετὸν προηγεῖσθαι μὲν τοῦ
κάρου καὶ σφοδρότερον εἶναι, ἕπεσθαι δὲ τῷ ληθάργῳ.
γίνεται κάρος καὶ διὰ πληγῆς τῆς κεφαλῆς καὶ κατάγμα-
τος ὀστέου θλίβοντος τὸν ἐγκέφαλον· ἡ δὲ θεραπεία ὡς
τοῦ ληθάργου.
8
{<Περὶ κώματος.>}
Κῶμα λέγεται ὁ βαθὺς καὶ παρὰ φύσιν ὕπνος, ὅταν
ἀεὶ καθεύδωσιν οἱ κάμνοντες καὶ νυττόμενοι οὐκ ἐγείρων-
ται καὶ ἐγειρόμενοι μόλις πάλιν πίπτωσιν· γίνεται δὲ
ἐπὶ φλέγματι ψυχρῷ ἐν τῷ ἐγκεφάλῳ καὶ δεῖ ἀναγκά-
ζειν καὶ ἀλείφειν ἀνηθελαίῳ καὶ ἐς τὰς ῥῖνας σίνηπι
χρίειν, ἢ πέπερι σὺν ὄξει διὰ τὸ πτᾶραι.
9
{<Περὶ κατόχου, ὃς λέγεται καὶ κατάληψις.>}
Κάτοχός ἐστιν, ὅταν ἀγρυπνῶσιν οἱ κάμνοντες καὶ ἔχω-
σιν ἀεὶ ἀνεῳγότα τοὺς ὀφθαλμοὺς καὶ μὴ κινουμένους·
γίνεται δὲ ἐπὶ ἀμέτρῳ ξηρότητι καὶ δεῖ εἰς ὑδρέλαιον
λούειν πολλάκις τῆς ἡμέρας.
10
{<Περὶ ἀγρύπνου κώματος.>}
Ἄγρυπνον κῶμά ἐστιν, ὅταν ἅμα καὶ ἀγρυπνῶσι καὶ
καθεύδωσιν, μᾶλλον δὲ οὐδὲ ἀγρυπνοῦσιν, οὐδὲ καθεύ-
δουσιν, ἀλλὰ μεταξύ πώς εἰσι καὶ γίνεται ἐπὶ δύο χυ-
μοῖς, φλέχματι καὶ χολῇ· τὸ μὲν φλέγμα τὸν ὕπνον
ἡ δὲ χολὴ τὴν ἀγρυπνίαν. καὶ δεῖ πρὸς ἄμφω ἁρμόζε-
σθαι, ὡς εἴρηται.
11
{<Περὶ φρενίτιδος.>}
Φρενῖτίς ἐστι φλεγμονὴ τῆς μήνιγγος μετὰ πυρετοῦ·
ἅμα δὲ καὶ παραφρονοῦσιν οἱ τοιοῦτοι, καὶ δεῖ ὀξυρο-
δίνῳ διαβρέχειν τὴν κεφαλὴν ἐπὶ τῶν τοιούτων.
12
{<Περὶ παραφροσύνης.>}
Παραφροσύνη ἐστὶν, ἐπειδὰν ἀλλόκοτα φθέγγωνται καὶ
μὴ φρονῶσι, γίνεται δὲ ἐπὶ θερμῇ δυσκρασίᾳ τῆς κεφα-
λῆς· καὶ δεῖ ῥοδίνῳ, ἢ ὀξυροδίνῳ ταύτην καταντλεῖν.
13
{<Περὶ μελαγχολίας.>}
Μελαγχολία ἐστὶν, ὅταν ἄνευ πυρετοῦ παραφρονῶσιν
καὶ ληρῶσι καὶ εὔχωνται ἀποθανεῖν. γίνεται δὲ ἐπὶ με-
λαγχολικῷ χυμῷ ἐν τῇ κεφαλῇ, καὶ λέγεται ὑποχονδρια-
κόν. ἔστιν δὲ ὅτε ἐκ τῆς γαστρὸς ἀναθυμιᾶται ὁ τοιοῦτος
χυμὸς καὶ γίνεται φυσῶδες, περὶ οὗ ἐν τῷ τρίτῳ τῆς
διαγνωστικῆς πολλά φησιν ὁ Γαληνός· δεῖ οὖν καθαίρειν
ἑλλεβόρῳ μέλανι καὶ ἐπιθύμῳ, καὶ εὔχυμον πάνυ δίαι-
ταν ἐπιτηδεύειν.
14
{<Περὶ μανίας.>}
Μανία ἐστὶ σφοδροτάτη παραφροσύνη ὅταν καὶ ἐπέρ-
χωνται· ἔστιν δὲ ὅτε καὶ ξίφος λαβόντες ἢ ξύλον ἢ λί-
θον φονεύουσι τοὺς παρατυγχάνοντας· καὶ γίνεται ἐπὶ
ξανθῇ χολῇ ἐν τῇ κεφαλῇ, καὶ δεῖ τῇ σκαμωνίᾳ τούτους
καθαίρειν καὶ ὀξυροδίνῳ τὴν κεφαλὴν ἀλείφειν καὶ ψυ-
χρὰν καὶ εὔχυμον δίαιταν ἐπιτηδεύειν.
15
{<Περὶ μνήμης ἀπωλείας.>}
Γίνεται ἀπώλεια τῆς μνήμης ἐπὶ ψύξει καὶ ξηρότητι
ἀμέτρῳ τῆς ὀπισθίας κοιλίας τοῦ ἐγκεφάλου, ὅταν οὐδε-
νὸς μεμνῆται τὸ παράπαν· καὶ δεῖ ξυρᾷν τὴν κεφαλὴν
καὶ δρωπακίσαι αὐτήν. Δρώπαξ δέ ἐστιν ὥς φησιν Ἀρχι-
γένης ἐν τῇ διαγνωστικῇ, ὅταν θερμοῖς χρίσμασι κεχρή-
μεθα ἐπὶ τῆς κεφαλῆς, οἷον σίνηπι, πύρεθρον καὶ τὰ
τοιαῦτα. οὕτως γὰρ ἀνακαλούμεθα τὴν ψύξιν.
Ταῦτα μὲν ἐν τῷ ἐγκεφάλῳ συνίστανται ἔν τε τῷ νω-
τιαίῳ καὶ τῇ ῥάχει, καὶ δεῖ τοῖς αὐτοῖς κεχρῆσθαι βοη-
θήμασιν.
16
{<Περὶ παρέσεως.>}
Πάρεσις λέγεται ἡ παράλυσις ὅλου τοῦ σώματος· γί-
νεται δὲ ἐπὶ ἐμφράξει τοῦ πρώτου σπονδύλου ὑπὸ πα-
χέος χυμοῦ. ἔστιν δὲ ὅτε ἡμιπάρετος, ἤτοι ἡμίπληκτος,
γίνεταί τις, ὅταν ἢ τὰ δεξιὰ αὐτοῦ μόνον, ἢ τὰ ἀριστερὰ
μέρη παραλυθῶσιν, ἢ ὅλου τοῦ σώματος, ἢ οὐκέτι ὅλου
ἀλλὰ τοῦ ἡμίσεος αὐτοῦ, καὶ δεῖ θερμοῖς βοηθήμασι χρῆ-
σθαι κατὰ τοῦ σπονδύλου τοῦ ἐμπεφραγμένου· οἷά ἐστι
τὰ διὰ καστορίου καὶ εὐφορβίου καὶ ἀδάρκης. Ἔστι δὲ
ὅτε τὰ σκέλη παραλύεται μόνον, ὅταν οἱ σπόνδυλοι ἐμ-
φραγῶσιν, ἢ τὸ ἓν σκέλος παραλύεται, ὅταν τὸ ἥμισυ μέ-
ρος τοῦ νωτιαίου πάθῃ καὶ αἱ χεῖρες δὲ καὶ τὰ ἄλλα,
ὡς εἴρηται ἐν τῷ τετάρτῳ τῆς διαγνωστικῆς.
17
{<Περὶ σπασμοῦ.>}
Σπασμός ἐστι κίνησις ἀπροαίρετος ἐν προαιρετικοῖς μο-
ρίοις· προαιρετικὰ δὲ μόριά εἰσι νεῦρα, μύες· σπασμὸς
οὖν γίνεται, ὅταν ἐκτείναντες τὸ μόριον, οἷον τὸ σκέλος,
μηκέτι δύνωνται κάμψαι, καὶ κάμψαντες οὐκέτι ἐκτεῖναι
δύνωνται. γίνεται δὲ ἢ διὰ ξηρότητα τῶν νεύρων, ὅτε
καὶ ἀνίατός ἐστιν, ἢ διὰ ξηρότητα μὲν ὡς ἐπὶ τῶν ὑπερ-
καθαιρομένων ἢ πυρεττόντων· διὰ δὲ πλήρωσιν, ὡς ἐπὶ
τῶν πληθωρικῶν.
18
{<Περὶ ἐμπροσθοτόνου καὶ ὀπισθοτόνου καὶ
τετανοῦ.>}
Ἐμπροσθότονός ἐστι σπασμὸς τῶν μυῶν τῆς ῥάχεως,
ὅταν κεκαμμένοι ὦσι καὶ οἷον κεκυρτωμένοι καὶ οὐ δύ-
νωνται ἑαυτοὺς ἀνατεῖναι· ὀπισθότονος δὲ τοὐναντίον,
ὅταν τεταμένοι ὦσιν εἰς τὰ ὀπίσω καὶ μὴ δύνωνται κάμ-
πτειν ἑαυτούς. τετανὸς δὲ σύνθετόν ἐστι πάθος ἐκ τῶν
δύο τούτων, ἐμπροσθοτόνου καὶ ὀπισθοτόνου, ὅταν ὀρ-
θοὶ ἱστῶνται καὶ οὔτε ἀνατεῖναι ἑαυτοὺς, οὔτε κάμψαι
δύνωνται. Ταῦτα μὲν περὶ σπασμοῦ.
19
{<Περὶ τρόμου.>}
Ὁ τρόμος δῆλός ἐστι καὶ τοῖς ἰδιώταις· γίνεται δὲ ἐπὶ
ψύξει τῶν μορίων.
20
{<Περὶ παλμοῦ.>}
Καὶ ὁ παλμὸς δῆλός ἐστι καὶ γίνεται μᾶλλον ἐν τῷ
προσώπῳ καὶ τοῖς βλεφάροις ἀπὸ ψύξεως πολλῆς καὶ πα-
λαιῶν πνευμάτων.
21
{<Περὶ φρίκης καὶ κλόνου καὶ ῥίγους.>}
Ταῦτα πάντα σχεδὸν τὰ αὐτά εἰσι, διαφέροντα παρὰ
τὸ μᾶλλον καὶ ἧττον· γίνονται δὲ ἐπὶ χολῇ, ἤτοι ἐπὶ
δριμείᾳ ὕλῃ κεντούσῃ ὅλον τὸ σῶμα, ὥσπερ βελόνη· ἀλλ'
εἰ μὲν μικρόν ἐστι τὸ αἴτιον ποιεῖ φρίκην, εἰ δὲ μέγα
ποιεῖ κλόνον· ὥσπερ καὶ εἴ ἐστι μέγα ποιεῖ ῥῖγος· σύγκει-
ται γὰρ τὸ ῥῖγος ἀπὸ κλόνου καὶ περιψύξεως.
22
{<Περὶ σκορδινησμοῦ καὶ χάσμης.>}
Σκορδινησμός ἐστιν, ὅταν ἐγειρόμενοι ἐξ ὕπνου διατεί-
νωμεν τὰ σκέλη καὶ τοὺς πόδας καὶ ἡδώμεθα τοῦτο
ποιοῦντες. τοῦτο δὲ γίνεται δι' ἐμπνευμάτωσιν τῶν μυῶν,
τουτέστι τῶν ἐν ταῖς σιαγόσιν, οἵτινες λέγονται μασητῆρες.
— — —
3
1
{<Περὶ ὀφθαλμῶν.>}
Τῶν ἐν τοῖς ὀφθαλμοῖς παθῶν τὴν θεραπείαν διη-
γούμενος ἀναγκαῖον ἡγοῦμαι τὴν ἀνατομὴν αὐτῶν προει-
πεῖν, χρησίμην οὖσαν εἰς πολλὰ τῶν λεχθησομένων. ἄρ-
ξομαι δ' ἐντεῦθεν· τοῦ ἐγκεφάλου τρεῖς κοιλίας ἔχον-
τος, ἐμπροσθίαν, ὀπισθίαν καὶ μέσην, ἑπτὰ νεύρων
συζυγίαι προέρχονται ἐξ αὐτῶν χωρὶς τῶν μαστοειδῶν
καλουμένων ἀποφύσεων· αὗται γὰρ αἱ μαστοειδεῖς ἀπο-
φύσεις, μέρος οὖσαι τοῦ ἐμπροσθίου ἐγκεφάλου ἐπὶ τὰς
ῥῖνας καθήκουσιν, ἔνθα τὸ ἠθμοειδὲς οὕτω λεγόμενον
ὀστοῦν ὑπόκειται, ἐν ᾧ ἡ ὀσφραντικὴ δύναμίς ἐστι. Τού-
των οὖν τῶν ἑπτὰ συζυγιῶν ἡ πρώτη καὶ ἡ δευτέρα
καλουμένη εἰς τοὺς ὀφθαλμοὺς φέρεται, ἡ μὲν πρώτη
ὀπτικὴν αὐτῶν φέρουσα δύναμιν, καθ' ἣν διακρίνει τὰ
χρώματα καὶ πρὸς τὰ πλάγια περιστρέφομεν τὸν ὀφθαλ-
μόν· ἐξαίρετον δέ τι ἡ πρώτη συζυγία ἔχει· τῶν γὰρ
ἄλλων νεύρων ναστῶν ὄντων, αὕτη μόνη κούφη ἐστὶ καὶ
κοιλότητα ἔχει, δι' ἧς κοιλότητος τὸ πνεῦμα τὸ ὀπτικὸν
ἐπὶ τοὺς ὀφθαλμοὺς φέρεται· καὶ ἄλλο δὲ ἐξαίρετον ἔχει
τὰ νεῦρα ταῦτα· συναπτόμενα γὰρ ἀλλήλοις χιοειδῶς
νομίζεται τὸ μὲν δεξιὸν νεῦρον εἰς τὸν ἀριστερὸν ὀφθαλ-
μὸν φέρεσθαι, τὸ δὲ ἀριστερὸν εἰς τὸ δεξιόν. οὐκ ἔστι δὲ
ἀληθὲς, ἀλλ' ἠπάτηνται οἱ οὕτω νομίζοντες. μετὰ γὰρ
τὸ συναφθῆναι πάλιν ὑποστρέφει τὸ μὲν δεξιὸν νεῦρον
εἰς τὸν δεξιὸν ὀφθαλμὸν, τὸ δὲ ἀριστερὸν εἰς τὸν ἀριστε-
ρόν. Τοῦτο δὲ γέγονεν ὑπὸ τῆς φύσεως ἵνα, εἴπου βλαβῇ
ὁ εἷς ὀφθαλμὸς, ὅλον τὸ πνεῦμα διὰ τῆς κοινωνίας εἰς
τὸν ἕνα συναχθῇ, ὅθεν καὶ ἡμεῖς, ὅταν βουλώμεθα ἐπὶ
πολὺ διάστημα ὁρᾷν, μύομεν τὸν ἕνα ὀφθαλμὸν, ἵνα
ὅλον τὸ πνεῦμα τὸ ὀπτικὸν εἰς τὸν ἕνα ἀθροισθῇ. Ταῦ-
τα τοίνυν τῆς πρώτης συζυγίας τὰ νεῦρα φερόμενα ἐκ
τοῦ ἐγκεφάλου εἰς τὸν ὀφθαλμὸν ποιοῦσι τὸν ἀμφιβλη-
στροειδῆ χιτῶνα· οὕτω γὰρ λέγεται ἐπειδὴ ἔοικε δικτύῳ
καὶ ἀμφιβλήστρῳ σφαιρικῷ. Ἔσωθεν τούτου τοῦ ἀμφι-
βληστροειδοῦς χιτῶνός εἰσι τρία ὑγρά· τὸ ὑαλῶδες λεγό-
μενον, ἐπειδὴ ἔοικεν ὑέλῳ, τὸ ὠῶδες, ἐπειδὴ ἔοικε τῷ
. . . . . . . . . . . . . . . . . . . σαρκοκόλλης, κρό-
κου, γλαυκίῳ, μαμηρᾷ καὶ καμφορᾷ.
6
{<Περὶ ξηροφθαλμίας.>}
Ξηροφθαλμία ἐστὶν, ὅταν κατάξηρος ᾖ ὁ ὀφθαλμὸς καὶ
δυσχερῶς κινῆται καὶ κνισμὸν μικρὸν ἐμποιῇ. γίνεται δὲ
ἐπὶ ξηρότητι καὶ τοῖς τοιούτοις, λουτρῶν καὶ τροφῆς καὶ
ὕπνων ἀποστάσει. λέγεται δὲ τὸ πάθος καὶ σκληροφθαλ-
μία.
7
{<Περὶ φθίσεως.>}
Φθίσις λέγεται καὶ ὀφθαλμοῦ, ὅταν ἀτροφήσῃ καὶ μι-
κρότερος γένηται καὶ κοιλότερος· ἐπὶ τούτου οὐ δεῖ κε-
χρῆσθαι κολλουρίοις, βλάπτει γὰρ καὶ ξηραίνει, ἀλλὰ
λουτροῖς καὶ εὐχύμῳ διαίτῃ.
8
{<Περὶ τραχωμάτων.>}
Τραχώματα λέγονται, ὅταν ἐκστρέψας τὰ βλέφαρα ἴδῃς
ἐν αὐτοῖς οἷον κεγχραμίδας τινὰς τραχείας οἷαι αἱ τῶν
συκῶν εἰσιν. ἐπὶ τούτων κεχρήμεθα τοῖς τραχωματικοῖς
λεγομένοις κολλουρίοις, τῷ δι' οἴνου, τῷ διὰ τῶν δύο
λίθων καὶ τῶν τοιούτων. Ὅταν δὲ τραχώματα παλαιό-
τερα γένηται καὶ ἀπολιθωθῇ, τύλωσις λέγεται τὸ τοι-
οῦτον.
9
{<Περὶ συκώσεως.>}
Σύκωσίς ἐστιν, ὅταν ἐκστρέψας τὰ βλέφαρα εὕρῃς ὑπερ-
σαρκήματά τινα ἐρυθρὰ, ὥσπερ σῦκα· καὶ αὐτὰ δὲ τοῖς
τραχωματικοῖς κολλουρίοις θεραπεύεται ἐξ ὑποβολῆς
ἐγχριόντων ἡμῶν.
10
{<Περὶ χαλαζίων.>}
Χαλάζιον λέγεται, ὅταν ἐντὸς τοῦ βλεφάρου ἐγγὺς τοῦ
ταρσοῦ, ὅπου αἱ τρίχες, ψυδράκιά τινα στρογγύλα γίνη-
ται μαλακὰ καὶ πλαδαρὰ ἐοικότα χαλάζῃ, τὰ δὲ τοιαῦτα
ἐκτέμνομεν, ἢ ἀπολινοῦμεν.
11
{<Περὶ κριθῆς.>}
Κριθή ἐστιν, ὡς μέν τινες λέγουσι, τὸ χαλάζιον, οἱ δὲ
ἀκριβέστεροί φασιν, ὅτι τὸ μὲν χαλάζιον στρογγύλον ἐστὶν,
ἡ δὲ κριθὴ μακροτέρα, ὥσπερ ἡ κυρίως κριθή. ἐγχυμα-
τίζειν οὖν αὐτὴν δεῖ κριθῶν ἀποβρέγματι ἢ καπνοῦ τοῦ
ἐν ταῖς κριθαῖς φυομένου, ἢ τῇ τῶν χαλαζίων θερα-
πείᾳ ὑπάγεσθαι.
12
{<Περὶ λιθιάσεως.>}
Λιθίασις ὀφθαλμῶν ἐστιν, ὅταν ἐκστρέφας τὸ βλέφαρον
ἴδῃς ὄγκους τινὰς λιθώδεις, ὥσπερ τὰ τραχώματα· ταῦ-
τα δὲ νύττει κακῶς τὸν ὀφθαλμὸν, θεραπεύεται δὲ τοῖς
δραστικωτέροις τραχωματικοῖς κολλουρίοις.
13
{<Περὶ φθειριάσεως.>}
Τινὲς ἱστόρησαν φθεῖρας πλατεῖς γινομένους περὶ τὰς
τρίχας τοῦ ὀφθαλμοῦ, ἐκ σήψεως δηλονότι. καὶ δεῖ ἐπὶ
τῶν τοιούτων τοῖς αὐτοῖς κεχρῆσθαι κολλουρίοις, μιγνύ-
ναι δὲ καὶ δραστικὰ, οἷόν ἐστι τὸ Κωνσταντίνου λεγόμε-
νον κολλούριον.
14
{<Περὶ τριχιάσεως.>}
Τριχίασίς ἐστιν, ὅταν ἄλλαι τρίχες ἐν τῷ βλεφάρῳ φυῶσι
καὶ νύττωσι τὸν ὀφθαλμὸν καὶ δακρύειν ποιῶσιν· ἐπὶ
τούτων παραλαμβάνομεν τὴν ἁπλοτομίαν καὶ τὴν ἀναῤ-
ῥαφὴν καὶ τὴν καταῤῥαφὴν, ἐὰν ἐν τῷ κάτω βλεφάρῳ ᾖ.
15
{<Περὶ φαλαγγώσεως.>}
Φαλάγγωσις λέγεται, ὅταν διστιχία ἢ τριστιχία γένηται
φυομένων τριχῶν. ἡ αὐτὴ δὲ ἐπὶ τούτων ἐστὶ θεραπεία.
16
{<Περὶ πτώσεως.>}
Πτῶσις λέγεται, ὅταν ἄλλαι μὲν τρίχες μὴ γένωνται,
αὐταὶ δὲ καμπτόμεναι παρὰ φύσιν κεντῶσι τὸν ὀφθαλ-
μόν. θεραπεύομεν δὲ αὐτὰς ἀνακολλίζοντες.
17
{<Περὶ παραλύσεως.>}
Ἔστι δὲ ὅτε παραλύεται ὁ μῦς τοῦ βλεφάρου καὶ οὐ
δύνανται ἀνοίγειν αὐτόν· γίνεται δὲ διὰ ψύξιν καὶ κε-
χρήμεθα τοῖς θερμαίνουσιν οἷον πυρί.
18
{<Περὶ ἐγκανθίδων.>}
Ἐγκανθίς ἐστιν, ὅταν ἐν τῷ μεγάλῳ κανθῷ ἕλκους γε-
νομένου ὑπερσάρκωσις γίνηται· θεραπεύομεν δὲ αὐτὸ διὰ
χειρουργίας εὐφυῶς τέμνοντες.
19
{<Περὶ ῥυάδος.>}
Ῥυάς ἐστιν, ὅταν ἀπὸ χειρουργίας κακῆς, ἢ ἄλλης αἰ-
τίας παραλυθῇ ὁ μέγας κανθὸς καὶ μηκέτι κατέχηται
τὸ δάκρυον, ἀλλὰ φέρηται ἀκουσίως. κεχρήμεθα ξηρίοις
πυκνωτικοῖς, οἷόν ἐστι τὸ διὰ τῶν κεκαυμένων σπόγγων
καὶ τὸ Σεβηριανόν.
20
{<Περὶ πτερυγίου.>}
Πτερύγιόν ἐστιν ὑπερσάρκημα τοῦ ἐπιπεφυκότος ὑμένος
ἀρχόμενον ἐκ τοῦ μεγάλου κανθοῦ καὶ ἐξαπλούμενον
μέχρι τῆς κόρης, ὅθεν ἐπειδὰν αὐξηθῇ σκοτίζει αὐτήν·
καὶ κεχρήμεθα λοιπὸν τῇ πτερυγοτομίᾳ, βελόνῃ ἐμβάλ-
λοντες τρίχα ἵππου καὶ οὕτως πρίζοντες καὶ λοιπὸν τοῖς
κατασταλτικοῖς κολλουρίοις κεχρήμεθα καὶ λεπτοῖς, οἷον
τὸ Κωνσταντίνου καὶ τὸ διὰ κέρατος ἐλαφίου, καὶ τὸ
διὰ κογχύλης. Γίνεται δὲ πτερύγιον σπανιάκις καὶ ἀπὸ
τοῦ μικροῦ κανθοῦ.
21
{<Περὶ προσφύσεως, ἤτοι συμφύσεως.>}
Πρόσφυσίς ἐστιν, ὅταν τὰ βλέφαρα ἑλκωθέντα προσ-
φύηται τῷ ὀφθαλμῷ, ἢ ἀλλήλοις συμφύηται καὶ κολ-
λᾶται· ἔστι δὲ ἀνίατον τὸ πάθος, τινὲς δὲ αὐτὸ τολμῶσι
χειρουργεῖν.
22
{<Περὶ αἰγίλωπος.>}
Αἰγίλωψ λέγεται, ὅταν ἀπόστημα γένηται ἐγγὺς τοῦ
μεγάλου κανθοῦ καὶ τῆς ῥινός· ἔστι δὲ ὅτε ῥήγνυται καὶ
συριγγοῦται εἰς τὸν κανθὸν, κἀκεῖθεν φέρεται τὸ πῦον·
καὶ τούτους καίουσί τινες τῷ συριγγιακῷ καυτῆρι, εἶτα
τρυπῶσι τὸ ὀστοῦν τῆς ῥινὸς καὶ ποιοῦσι διὰ τὸ ὀστοῦν
φέρεσθαι τὸ πῦον, εἶτα καὶ σαρκωτικοῖς κέχρηνται.
23
{<Περὶ ὑποσφάγματος, ἤτοι αἱματίδος.>}
Ὑπόσφαγμα καλοῦσιν ἤτοι αἱματίδα, ὅταν ἐκ πλη-
γῆς τινος ὁ ὀφθαλμὸς ῥῆξιν ὑπομείνῃ φλεβίου μικροῦ καὶ
ἐκχυθῇ αἷμα καὶ γένηται ἐρυθρὸν τὸ λευκὸν, οὐχ ὅλον
ἀλλὰ μέρος· ἐὰν δὲ χρονίσῃ, οὐκ ἐρυθρὸν ἀλλὰ μέλαν
γίνεται· ἰώμεθα δὲ τοῦτο σφάζοντες περιστερόπουλον
καὶ τὸ αἷμα θερμὸν ἐπιχέοντες.
24
{<Περὶ χημώσεως.>}
Δύο σημαίνει ἡ χήμωσις πάθη, ἓν μὲν ὅταν ἐκ φλεγ-
μονῆς μεγάλης ἀμφότερα τὰ βλέφαρα κυρτωθῇ καὶ ἐκτρα-
πῇ καὶ μὴ δύνωνται ὅλον σκέπειν τὸν ὀφθαλμὸν, καὶ
τοῦτο θεραπεύομεν, ὥσπερ εἴρηται ἀνωτέρω τὴν φλεγ-
μονήν. λέγεται δὲ χήμωσις κυρίως, ὅταν τὸ λευκὸν τοῦ
ὀφθαλμοῦ φλεγμαῖνον ὑψηλότερον γένηται τοῦ μέλανος,
ὅθεν φαίνεται βαθύτερον καὶ κυκλοτερὲς τὸ μέλαν· καὶ
τότε λοιπὸν ἁπαλοῖς καὶ ἀποκρουστικοῖς κολλουρίοις κε-
χρήμεθα, οἷον τῷ κολλουρίῳ τῷ διὰ γάλακτος, τῷ κη-
ρίνῳ, τῷ τελαμωνίῳ. τὸ θεοφίλιον, τὸ δι' οἴνου, ὁ
ἑρμόλαος, τὸ σταυριδοτὸν καὶ τὰ τοιαῦτα.
25
{<Περὶ ἀργέμου.>}
Ἄργεμον λέγεται, ὅταν ἐν τῷ μέλανι κατὰ τὸν τῆς
ἴριδος κύκλον στρογγύλα ἕλκη γένηται καὶ φαίνηται λευ-
κότερα· ἰώμεθα δὲ αὐτὰ ὥσπερ τὸ λεύκωμα.
26
{<Περὶ νεφελίου.>}
Νεφέλιον δὲ λέγεται, ὅταν ἐξ ἐπιπολαίου ἑλκώσεως
λεύκωμα γένηται λεπτὸν καὶ διεσπασμένον ἐοικὸς νεφέ-
λῃ. ἰώμεθα δὲ καὶ αὐτὸ ὥσπερ τὸ λεύκωμα.
27
{<Περὶ ἀχλύος.>}
Ἀχλύς ἐστιν, ὅταν καθ' ὅλον τὸν ὀφθαλμὸν ἐξ ἑλκώ-
σεως λεύκωμα γένηται.
28
{<Περὶ λευκώματος.>}
Λεύκωμά ἐστιν οὐλὴ ἐξ ἑλκώσεως τοῦ κερατοειδοῦς χιτῶ-
νος παχεῖα καὶ λευκὴ καὶ ἐμποδίζουσα τὴν ὄψιν εἰς τὸ
ὁρᾷν· κεχρήμεθα δὲ ἐπὶ αὐτῶν τοῖς λεπτυντικοῖς καὶ
δραστικοῖς κολλουρίοις, οἷον τῷ θαλασσέρῳ, τῷ πρω-
τίστῳ, τῷ διὰ κογχύλης, τῇ κροκοδείλου κόπρῳ μετὰ
μέλιτος ἀκαπνίστου καὶ τοῖς τοιούτοις.
29
{<Περὶ ὑποπύου.>}
Ὑπόπυον λέγεται, ὅταν ὅλον τὸ μέλαν, τὴν λεγομέ-
νην ἴριν, πῦον περιλάβῃ, ἢ τὸ ἥμισυ· ποιεῖ δὲ πρὸς
τοῦτο τὸ ὑδαρὲς κολλούριον καὶ τὰ τοιαῦτα.
30
{<Περὶ βοθρίου.>}
Βοθρίον ἕλκος ἐστὶν ἐν τῷ ὀφθαλμῷ καθαρὸν καὶ στρογ-
γύλον, ὥσπερ βόθρος· ποιεῖ δὲ πρὸς ταῦτα σαρκωτικὰ
κολλούρια, οἷον τὸ δι' ἀλωῆς, τὸ διὰ λιβάνου καὶ τὰ
τοιαῦτα· ἀναγεμίζει γὰρ αὐτά.
31
{<Περὶ μυιοκεφάλου.>}
Μυιοκέφαλόν ἐστιν, ὅταν ἀνάβρωσις γένηται τοῦ κερα-
τοειδοῦς χιτῶνος καὶ λοιπὸν ὁ ἔσωθεν τοῦ κερατοειδοῦς
χιτών, ὁ μέλας λεγόμενος, προπέσῃ, ὡσεὶ κεφαλὴ μυίας.
λέγεται δὲ τὸ πάθος καὶ πρόπτωσις· ἰώμεθα δὲ αὐτὸ
τοῖς στύφουσι καὶ πυκνοῦσιν ἐγχυματίζοντες· ὅθεν τινὲς
τολμῶσι χάλκανθον ὑδαρέστερον ἐγχυματίζειν· στύφει γὰρ
καὶ ὠθεῖ ἔσω τὸν προπεσόντα χιτῶνα.
32
{<Περὶ σταφυλώματος.>}
Σταφυλώματά εἰσιν, ὅταν τὸ μυιοκέφαλον αὐξηθὲν
πολὺ ὀγκωθῇ, ὥσπερ σταφυλὴ λευκὴ, ὅτε καὶ μὴ δύναται
τὰ βλέφαρα σκέπειν ὅλον τὸν ὀφθαλμὸν διὰ τὸν ὄγκον
αὐτοῦ. ἔστι δὲ ἀνίατον τὸ πάθος· τινὲς δὲ τολμῶσιν
ἀπολινοῦν αὐτό, οὐχ ἵνα ἰάσωνται, ἀλλ' ἵνα μὴ ἐπι-
πλέον αὐξηθῇ.
33
{<Περὶ ὑποχύσεως.>}
Ὑπόχυσίς ἐστιν, ὅταν μεταξὺ τοῦ ῥαγοειδοῦς χιτῶνος
καὶ κερατοειδοῦς φλεγματῶδες καὶ παχὺ ὑγρὸν συστῇ, ὥσ-
περ θολερὸν, καὶ σκοτώσῃ τὴν κόρην καὶ μὴ ἐάσῃ βλέπειν.
οἱ δὲ τοιοῦτοι κατ' ἀρχὰς βλέπουσι κωνώπια. θεραπεύε-
ται δὲ διὰ παρακεντήσεως, οὐ κατ' ἀρχὰς, ἀλλ' ὅταν
χρονίσῃ· ἔχει δὲ ἀπάτην τὸ πάθος τοῦτο. ἔστι γὰρ ὅτε
αὐτὸς μὲν ὁ ὀφθαλμὸς οὐδὲν ἔχει, ἀπὸ δὲ τῆς γαστρὸς
ἀτμοὶ ἀναφέρονται καὶ ποιοῦσι κωνώπια· καὶ δεῖ τότε
μὴ ἅπτεσθαι τοῦ ὀφθαλμοῦ, ἀλλὰ φροντίζειν τῆς γα-
στρὸς καὶ παρέχειν τὴν πικρὰν Γαληνοῦ.
34
{<Περὶ πλατυκορίας.>}
Πλατυκορία ἐστὶ τὸ πάθος, (λέγεται δὲ καὶ μυδρίασις)
ὅταν ἡ κόρη γίνηται πλατυτέρα καὶ βλάψῃ τὴν ὅρασιν·
γίνεται δὲ ἐπὶ ξηρότητι καί ἐστιν ἀνίατον τὸ πάθος· τινὲς
δὲ ἐγχυματίζουσιν αὐτῷ χυλὸν ῥοιᾶς καὶ ἁπλῶς πάντα
τὰ στύφοντα.
35
{<Περὶ γλαυκώσεως.>}
Γλαύκωσίς ἐστιν, ὅταν τὸ κρυσταλλοειδὲς οἷον παγῇ καὶ
λευκότερον γένηται καὶ βλάψῃ τὴν ὅρασιν· γίνεται δὲ
ἐπὶ τῶν γερόντων συνεχῶς καί ἐστιν ἀνίατον τὸ πάθος.
36
{<Περὶ συγχύσεως.>}
Σύγχυσίς ἐστιν, ὅταν τὰ ὑγρὰ τοῦ ὀφθαλμοῦ οἷον μιχθῇ
ἀλλήλοις καὶ συγχυθῇ· ἔστι δὲ καὶ αὐτὸ ἀνίατον.
37
{<Περὶ συμπτώσεως.>}
Ἡ σύμπτωσις ἐναντία ἐστὶ τῇ πλατυκορίᾳ, ὅταν συμ-
πίπτῃ καὶ στενῶται ἡ κόρη δι' ἀτονίαν· ἔστι δὲ σπάνιον
τὸ πάθος καὶ ἀνίατον.
38
{<Περὶ παρεμπτώσεως.>}
Παρέμπτωσίς ἐστιν, ὅταν εἰς τὸ νεῦρον τὸ ὀπτικὸν ὑ-
γρὸν ἐμπέσῃ καὶ λύσῃ καὶ ἐμφράξῃ τὸ ὀπτικὸν πνεῦμα·
ἡ δὲ σημείωσις· μηδὲν ἔχοντος τοῦ ὀφθαλμοῦ οὐχ ὁρῶσιν·
ἡ δὲ θεραπεία διὰ καθαρσίων καὶ ἀποφλεγματισμοῦ καὶ
τῆς λεπτῆς διαίτης.
39
{<Περὶ νυκτάλωπος.>}
Νυκτάλωψ λέγεται, ὅταν τὴν ἡμέραν ἀμβλυωπῶσι,
τὴν δὲ νύκτα οἷον πρὸ λύχνων καλῶς ὁρῶσι· γίνεται δὲ
δι' ἀσθένειαν καὶ ὀλιγότητα τοῦ ὀπτικοῦ πνεύματος καὶ
δεῖ τοῖς στύφουσιν ἐγχυματίζειν. τινὲς δὲ λέγουσι τοὐ-
ναντίον νυκτάλωπα ὅταν ἐν τῇ νυκτὶ πρὸ τῶν λύχνων
μηδὲν ὅλως ὁρῶσιν· γίνεται δὲ τοῦτο παχυνομένου τοῦ
ὀπτικοῦ πνεύματος. διό τινες ἐγχυματίζουσιν, ἤτοι ἐγ-
χρίουσι χυλὸν πράσου μετὰ μέλιτος.
40
{<Περὶ ἐκτροπίου.>}
Ἐκτρόπιόν ἐστιν, ὅταν ὁ ταρσὸς τοῦ βλεφάρου, μάλιστα
τοῦ κάτω, ὑπὸ ἑλκώσεως ὑπερσαρκώσῃ· θεραπεύεται δὲ
διὰ χειρουργίας.
41
{<Περὶ ὑδατίδων.>}
Ὑδατίς ἐστιν, ὅταν τὸ ἄνω βλέφαρον πιμελὴν πολλὴν
ὑποθρέψαν ὀγκωθῇ καὶ βαρῇ τοὺς ὀφθαλμούς· γίνεται
δὲ παιδίοις καὶ θεραπεύεται διὰ χειρουργίας.
42
{<Περὶ ὑπωπίων.>}
Ὑπώπιά ἐστι τὰ πελιδνώματα τὰ ὑποκάτω τοῦ ὀφθαλ-
μοῦ ὅταν μελαίνηται τὰ κάτω βλέφαρα, καὶ συμβαίνει
μᾶλλον γυναιξί· θεραπεύεται δὲ διὰ χρισμάτων διαφο-
ρητικῶν καὶ σμηξιδίων.
4
1
{<Περὶ ὀζαινῶν.>}
Ὄζαιναι γίνονται περὶ τὴν ῥῖνα ἔνδον ἐκ σήψεως καὶ
δυσωδίας· φέρεται δὲ βοηθήματα περὶ αὐτῶν ἐν τοῖς
δυναμεροῖς πλεῖστα.
2
{<Περὶ πολύπων.>}
Πολύπους γίνεται ἐν τῇ ῥινὶ ἔσω ἐξοχάς τις καὶ ὑπερ-
σάρκωμα ἐξ ἑλκώσεως· θεραπεύεται δὲ διὰ χειρουργίας
τῷ πολυποτόμῳ σπαθίῳ, ἢ τῷ σπαρτίῳ πριζόμενα.
3
{<Περὶ τῶν ἐν ὠτί.>}
Γίνεταί ποτε μὲν ἐν τῷ ὠτὶ φλεγμονὴ, ὅταν καὶ σφό-
δρα ὀδυνῶνται, καὶ δεῖ ἐγχυματίζειν ὀξυρόδινον ἢ τὸ
διὰ χαμαιμήλου κολλούριον μετὰ γάλακτος, ποτὲ δὲ σύριγξ
καὶ πυοῤῥοεῖ τὸ οὖς· καὶ χρὴ λοιπὸν τοῖς ὠτικοῖς οἷον
τῷ Ἥρᾳ τροχίσκῳ καὶ τοῖς ὁμοίοις θεραπεύειν.
4
{<Περὶ ἄφθας.>}
Ἄφθα ἐστὶν ἕλκωσις ἐπιπόλαιος περὶ τὴν γλῶσσαν
καὶ ὅλον τὸ στόμα, μάλιστα ἐπὶ παιδίων γινομένη, ὅταν
δριμύτερον ᾖ τὸ γάλα· θεραπεύεται δὲ διὰ ψιλοῦ καὶ
στυπτικοῦ κλύσματος στοματικοῦ, οἷον ὑδροροσάτον.
5
{<Περὶ παρουλίδος.>}
Παρουλίς ἐστι φλεγμονὴ τῶν οὔλων, τινὲς δὲ τῷ βλε-
φαροτόμῳ ἀποσχάζουσιν αὐτὰ καὶ διαχρίουσι τὴν διὰ
μόρων καὶ κεχρήμεθα δὲ καὶ κλύσματι ὑδροροσάτῳ.
6
{<Περὶ ἀντιάδων.>}
Ἀντιάδες γίνονται, ὅταν οἱ ἐγγὺς τῶν παρισθμίων
ἀδένες ὀγκωθῶσι καὶ ὑπερσαρκωθῶσιν. θεραπεύεται δὲ
δι' ἀντιοτομίας, τεμνόντων τὴν μίαν ἀντιάδα, ἵνα μὴ
περιτρίβωσιν ἀλλήλας.
7
{<Περὶ φλεγμονῆς παρισθμίων.>}
Παρίσθμια λέγονται οἱ ἀδένες οἱ ἐν τῷ στόματι· ὅταν
δὲ φλεγμαίνωσι τῇ διὰ μόρων κεχρήμεθα καὶ κλύσματι
ὑδροροσάτῳ.
8
{<Περὶ φλεγμονῆς τοῦ γαργαρεῶνος.>}
Γαργαρεών ἐστιν, ὃ λέγεται σταφυλή· πολλάκις οὖν
φλεγμαίνει καὶ νεκροῦται, καὶ παραλαμβάνομεν τὴν στα-
φυλοτομίαν, ἢ καίομεν ψυχρῷ καυτῆρι. Δεῖ οὖν εἰδέ-
ναι, ὅτι τετραχῶς λέγεται τὸ μόριον τοῦτο· γαργαρεὼν
μὲν, ὅταν κατὰ φύσιν ἔχῃ· σταφυλὴ δὲ, ὅταν φλεγμαίνῃ τὸ
κάτω τοῦ μέρους καὶ παχυνθῇ ὥσπερ σταφυλή· κίων δὲ,
ὅταν ὅλον φλεγμαίνῃ καὶ παχυνθῇ ὥσπερ κίων· ἱμὰς δὲ,
ὅταν λεπτυνθῇ καὶ τακῇ ὥσπερ ἱμὰς (τουτέστι λῶρος).
καὶ δεῖ ἀεὶ σχεδὸν ἐπὶ αὐτῶν ἀναγαργαρισμοῖς χρῆσθαι
δι' ὑδροροσάτου καὶ χυλοῦ πτισάνης καὶ ἀποζέματος φα-
κοῦ καὶ βάτου καὶ τῶν τοιούτων.
9
{<Περὶ κορύζης καὶ κατάῤῥου.>}
Ὅταν πληρωθῇ ἡ κεφαλὴ ὑγροῦ καὶ πέμψῃ εἰς τὴν
ὑπερῴαν λέγεται κατάῤῥους καὶ γίνεται βραγχώδης·
ὅταν δὲ ἔλθῃ εἰς τὰς ῥῖνας γίνεται κόρυζα καὶ εἰ μὲν
ἐπὶ θερμῇ αἰτίᾳ, τὸ ῥέον κάτω λεπτόν ἐστι καὶ θερμὸν,
εἰ δὲ ἐπὶ ψυχρᾷ, παχύ ἐστι καὶ ψυχρὸν, καὶ δεῖ λούειν
ζεστῷ καὶ ἀλείφειν ἀνηθελαίῳ.
10
{<Περὶ συνάγχης καὶ παρασυνάγχης.>}
Συνάγχη ἐστὶ φλεγμονὴ τῶν ἔνδον μυῶν τοῦ φάρυγγος·
φάρυγξ δέ ἐστιν ἡ ἔσω κοιλότης τοῦ στόματος.
11
{<Περὶ κυνάγχης καὶ παρακυνάγχης.>}
Κυνάγχη ἐστὶ φλεγμονὴ τῶν ἔνδον μυῶν τοῦ λάρυγγος·
λάρυγξ δέ ἐστι τὸ στόμα τῆς ἀρτηρίας, ὅθεν ἀναπνέομεν
καὶ φθεγγόμεθα· τὰ δὲ περὶ αὐτῶν πάθη δυσθεράπευτα
καὶ ὡς ἐπὶ τὸ πλεῖστον θανάσιμα· εἴρηται γὰρ περὶ τῶν
τεττάρων τούτων παθῶν ἐν τῷ πέρατι τοῦ προγνωστι-
κοῦ, ἔνθα φησὶν Ἱπποκράτης· <αἱ δὲ κυνάγχαι δει-
ναὶ μὲν πᾶσαι καὶ τάχιστα ἀναιρέουσι>. Βοη-
θήματα δὲ πρὸς ταῦτα τὰ τέτταρα πάθη ἐν πᾶσι τοῖς
δυναμεροῖς φέρεται.
12
{<Περὶ δυσπνοίας.>}
Δύσπνοια λέγεται πᾶσα παρὰ φύσιν ἀναπνοὴ, γίνεται
δὲ ἐν πυρετοῖς καὶ ἐν ἄλλοις νοσήμασιν· ἀλλ' εἰ μὲν
ταχεῖα καὶ πυκνὴ καὶ μεγάλη γίνεται ἡ ἀναπνοὴ ση-
μαίνει πολλὴν θερμασίαν καὶ δίψαν· εἰ δὲ ἀραιὰ καὶ
βραδεῖα, ψύξιν δηλοῖ καὶ δεῖ θερμᾶναι· εἰ δὲ πυκνὴ
καὶ μεγάλη, παραφροσύνην δηλοῖ· εἴρηται δὲ ἡ θερα-
πεία ἐν τῷ τῆς ὀδύνης λόγῳ.
13
{<Περὶ ὀρθοπνοίας.>}
Ὀρθόπνοιά ἐστιν, ὅταν μὴ δύνωνται ἀναπνεῖν ἀνακεί-
μενοι, ἀλλ' ἄγχωνται καὶ κινδυνεύωσι πνιγῆναι, διὸ κα-
θήμενοι ἢ ἱστάμενοι ἀναπνέουσι· τοῦτο δὲ γίνεται ἐπὶ
ἐμφράξει τοῦ πνεύμονος καὶ μάλιστα τῶν τραχειῶν ἀρτη-
ριῶν τῶν ἐν αὐτῷ· δεῖ οὖν τοὺς τοιούτους ἀπέχεσθαι
λουτροῦ· λαμβάνειν δὲ τὴν διὰ καλαμίνθης καὶ τὰ τοι-
αῦτα τμητικά. Οἶδα δέ τινας θείου ἀπύρου παρέχοντας
κεράτια ὀκτὼ μετὰ ῥυτοῦ πίνειν.
14
{<Περὶ ἄσθματος.>}
Ἀσθματικοὶ λέγονται οἱ πυκνότερον ἀναπνέοντες καὶ
μετὰ ψόφου τινὸς, ὃς ψόφος λέγεται κερχνός· γίνεται
δὲ τοῦτο δι' ἔμφραξιν τοῦ πνεύμονος καὶ μάλιστα τῶν
τραχειῶν ἀρτηριῶν τῶν ἐν αὐτῷ. ὥς φησιν ὁ συγγρα-
φεὺς ἐν τῷ τετάρτῳ τῆς διαγνωστικῆς· συμβέβηκε Θεο-
φίλῳ τῷ ἰατρῷ. θεραπεύειν δὲ δεῖ ὡς τοὺς ὀρθοπνοϊκούς.
15
{<Περὶ ἀφωνίας.>}
Ἀφωνία γίνεται ἐν ταῖς ἀποπληξίαις καὶ κάροις καὶ
τοῖς τοιούτοις, καὶ συνθεραπεύεται τοῖς εἰρημένοις πά-
θεσι· γίνεται δὲ ἐξαιρέτως διὰ σύντρησιν τοῦ σώματος,
ἤτοι τοῦ θώρακος· ἔστι γὰρ ὅτε τις τιτρώσκεται ἐν τῷ
πολέμῳ κατὰ τὸν θώρακα καὶ μένει ὀπὴ, κἀκεῖθεν
ἐξέρχεται τὸ πνεῦμα καὶ οὐ γίνεται φωνή. ἀλλ' εἰ μὲν
ἐκ τῶν δύο μερῶν τρωθῇ, τοῦ δεξιοῦ καὶ τοῦ ἀριστεροῦ,
γίνεται ἄφωνος· εἰ δὲ ἐκ τοῦ ἑνὸς γίνεται ἡμίφωνος,
ἔστι δὲ τὸ πάθος ἀνίατον.
16
{<Περὶ περιπνευμονίας.>}
Περιπνευμονία ἐστὶ φλεγμονὴ τοῦ πνεύμονος· οἱ δὲ τοι-
οῦτοι, καὶ πυρέττουσι καὶ δυσπνοοῦσι καὶ κινδυνεύουσι
πνιγῆναι· ἐξαίρετον δὲ σημεῖον ἔχουσι τὸ τὰ μῆλα τοῦ
προσώπου ἐρυθρὰ εἶναι· ἔστι δὲ ὀλέθριον τὸ πάθος,
οὔτε γὰρ προσενέγκαι βοήθημα δυνατὸν, οὐ γὰρ μένει
ἐν τῷ κινεῖσθαι τὸ πνεῦμα· δεῖ οὖν τῇ φύσει ταῦτα
παραχωρεῖν.
17
{<Περὶ φθίσεως, (ἤτοι φθορᾶς).>}
Φθίσις ἐστὶν ἕλκος ἐν τῷ πνεύμονι μετὰ συντήξεως καὶ
λεπτύνσεως ὅλου τοῦ σώματος· σημεῖα δὲ ἔχει ἐξαιρέτως
μὲν τὸ γρυποῦσθαι τοὺς ὄνυχας αὐτῶν, (τουτέστι τὸ μα-
κροτέρους γίνεσθαι καὶ κυρτοτέρους ὥσπερ ἀετοῦ ἢ γυ-
πός)· ἔστι δὲ καὶ τὸ βήσσειν καὶ ἀνάγειν αἱματῶδες πῦον
καὶ ἀφρῶδες ἐξ…
βιβρω…
The complete text is available when the reading interface loads.