The Greek Library Catalogue

Anonymous

Commentarii in Hippocratis librum sextum de morbis popularibus

Edition reference
Commentarii in Hippocratis librum sextum de morbis popularibus, ed. F. R. Dietz, Scholia in Hippocratem et Galenum, vol. 2, Königsberg: Borntraeger, 1834 (repr. Amsterdam: Hakkert, 1966): 1–39, 73–88, 92–204.
CTS identifier
urn:cts:greekLit:tlg0726.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

2

1

{ΣΧΟΛΙΑ}

{ΤΗΣ ΕΚΤΗΣ ΕΠΙΔΗΜΙΑΣ ΑΠΟ ΦΩΝΗΣ}

{ΠΑΛΛΑΔΙΟΥ ΣΟΦΙΣΤΟΥ.}

{<Ἀρχὴ τῶν προλεγομένων.>}

Ἄρτι ταῖς μεθόδοις τὰ ὀξέα τῶν νοσημάτων ἐκκόψαν-

τες, καὶ τὰ τῇ φύσει πολέμια τῇ θεραπείᾳ σχολάσαντες,

νῦν ἐρχόμεθα ἐπὶ ἑτέραν μὲν πραγματείαν. ἐπειδὴ γὰρ

ὀξέων νοσημάτων ἐγένετο θεραπεία, ἴσως τις εἶχεν εἰπεῖν,

ὅτι ἄχρηστός μοί ἐστιν ἡ θεραπεία, μὴ προηγησαμένης

διαγνώσεως. διὸ τοίνυν ἐνταῦθα διάγνωσιν παραδίδωσι

νοσημάτων, καίτοι οὐ πάντων.

Τῶν γὰρ νοσημάτων τὰ μὲν σποραδικά. σποραδικὰ δὲ

λέγονται, ἃ ἄλλοτε ἄλλως καὶ ὡς ἔτυχεν ἐπέρχονται, τῷ

μὲν τριταῖος, τῷ δὲ ἀμφημερινὸς, πρὸς τὴν κράσιν καὶ

2

δίαιταν καὶ βίον καὶ τὰ λοιπὰ τῶν συστοίχων τοῖς πλεί-

στοις. σποραδικὰ δὲ ἀπεδόθησαν οἱ ἀφορισμοὶ καὶ τὸ

προγνωστικὸν, σχεδὸν καὶ τὰ ἐπιδημαϊκά. ἄλλα δέ εἰσι

νοσήματα κοινὰ τὰ πολλοῖς τῶν ἐν τῇ πόλει ἐπερχό-

μενα. τούτων δὲ τῶν κοινῶν τὰ μέν εἰσι συνήθη, ἃ γί-

νονται ἀπὸ τοῦ ὕδατος, ὃ πίνουσιν, ἰλυώδους ἢ καθα-

ροῦ ὄντος, καὶ ἐκ τοῦ τινας γάλακτος ἀδιαφόρως ἐσθίειν,

καὶ ἀπὸ τῆς θέσεως τῆς πόλεως ἢ βορείας οὔσης ἢ νο-

τείας. καὶ ὑψηλῆς ἢ ταπεινῆς. τὰ γὰρ ἐκ τούτων νο-

σήματα, ἔχει γὰρ καὶ τοῖς πολλοῖς καταφανῆ, ἔνθεν καὶ

ἔνδημα ὀνομάζονται. τούτων δὲ ἀποδέδοται τῷ

περὶ ἀέρων, τόπων, ὑδάτων.

Ἄλλα δέ εἰσι κοινὰ νοσήματα· γίνεται δὲ ἐκ τῆς

κατὰ ποιότητα μεταβολῆς τοῦ ἀέρος, ὡς ὀφείλων χει-

μὼν γενέσθαι ψυχρὸς καὶ ὑγρὸς, [ἐὰν] γένηται θερμὸς

καὶ ξηρὸς, ἢ ψυχρότερος καὶ ὑγρότερος, ἢ θερμότερος

καὶ ξηρότερος. ἐκ ταύτης οὖν τῆς μεταβολῆς γίνονται νο-

σήματα, ἀλλὰ ταῦτα ἀήθεα καὶ ἐπίδημα καλεῖται. εἰ

δὲ ὁ ἀὴρ κατὰ ποιότητα οὐ μόνον τραπῇ, ἀλλὰ καὶ μιά-

σματά τινα δέξηται ἢ ἀπὸ νεκρῶν τάφων ἢ ἀπὸ στασί-

μου ὕδατος, γίνονται καὶ ἐντεῦθεν νοσήματα· εἰ δὲ προσ-

γένηται καὶ τοῖς πολλοῖς θνήσκειν, λοιμὸς τὸ πάθος

ὀνομάζεται.

Περὶ τούτων οὖν τῶν ἐπιδήμων ἐν ταῖς ἄλλαις ἐπιδη-

μίαις λέλεκται. ὡς ἐπιτοπολὺ δὲ ἐνταῦθα περὶ σποραδι-

κῶν νοσημάτων βούλεται διαλεχθῆναι, καὶ ζητῆσαι αὐ-

τῶν τίνα ποιοῦσι διάθεσιν γινομένην, σημείωσιν δηλοῦ-

σαν. παραλιμπάνει γὰρ τὴν θεραπείαν, ἢ ὅτι οὐκ ἤρκεσεν

αὐτῷ ὁ χρόνος καὶ διαγνῶναι καὶ θεραπεῦσαι, ἢ ὅτι τὰ

ἐπίδημα ἔχουσί τινα κοινὴν θεραπείαν πρὸς τὰ ἄλλα τῶν

νοσημάτων, ἔχουσί τινα καὶ ἰδιάζουσαν, κοινὴν μὲν, ὅτι

νόθα ἐγένοντο νοσήματα· οἴδαμεν πῶς θεραπεύεται ἡ

3

θερμασία, ὁμοίως καὶ ἡ ψυχρὰ, ἡ ξηρὰ καὶ ὑγρά· ἰδιά-

ζουσαν δὲ ἀπὸ τῆς ποιούσης αἰτίας καὶ τῆς κράσεως καὶ

τῆς ἕξεως τοῦ κάμνοντος. τὴν μὲν οὖν κοινὴν θεραπείαν

ἐν τοῖς ἀφορισμοῖς παραδέδωκεν, εἴασε δὲ τὴν μερι-

κὴν, ὅτι τὰ καθ' ἕκαστα ἀπερίληπτα, ὅτι γε ἐν τούτοις

ἐστὶ τὸ γυμνάζεσθαι τοὺς ἀκροατάς. οὗτος οὖν ὁ σκοπὸς

τοῦ συγγράμματος, πολὺ δὲ τὸ χρήσιμον. ἡ δὲ διάγνωσις

καὶ ἡ αἰτία παραδίδοται τοιούτων νοσημάτων ἐπιδήμων

καὶ κακοήθων. οὐδὲ γὰρ τὰς ἄλλας μόνας καταστάσεις

παραδίδωσιν ἐν τῇ πρώτῃ ἐπιδημίᾳ, ἐπείπερ ἐκεῖ πολλὰ

διδάσκει.

Περὶ τοῦ γνησίου τοιαῦτα. ἑπτὰ γὰρ οὐσῶν ἐπιδη-

μιῶν, πρώτη μὲν καὶ τρίτη, πάντῃ γνήσιαι Ἱπποκράτει

τῇ τε λέξει καὶ τοῖς ἐνθυμήμασιν, ἀλλότριαι δὲ τῇ ἐπαγ-

γελίᾳ· τὰ γὰρ θεωρήματα αὐτῶν, εἰς διφθέρας ἐξέ-

θετο Ἱπποκράτης, ὕστερον βουλόμενος κοσμῆσαι αὐτὰς

καὶ κάλλει λέξεως. ἀλλ' ἐπειδὴ οὐκ ἔφθασεν, εὑρηκὼς

αὐτὰ Θεσσαλὸς, ὁ υἱὸς αὐτοῦ, τῇ λέξει ἐκόσμησεν οὐκ

ἀξίᾳ Ἱπποκράτους. ἡμεῖς οὖν οἱ ἰατροὶ περὶ πράγματα,

οὐ περὶ λέξιν ἠσχολημένοι, ἐκλεγόμεθα αὐτὰς διὰ τὰ

θεωρήματα.

Ἐπιγέγραπται μὲν οὖν συμφώνως τῷ σκοπῷ ἐπιδημία,

οὐχ ὥς τινές φασιν, ὅτι ἐπειδὴ ἐκεῖνα ἐγράφη, ἃ ἐπιδη-

μῶν ταῖς πόλεσιν ἔβλεπεν, ὥσπερ καί τις ἱστόρηται. τί

γάρ; ἴσως ἐπιδημῶν ταῖς πόλεσιν, ἔβλεπε νοσήματα·

ταῦτα δὴ ἀπεγράφετο κἀντεῦθεν ἐπιδημίας ἔγραψε τὸ

σύγγραμμα· ἀλλ' Ἱπποκράτης ἐκ τῶν διδασκομένων ἐποι-

ήσατο τὴν ἐπιγραφήν.

Διῄρηται δὲ ἡ μὲν πᾶσα πραγματεία εἰς ἑπτὰ κεφά-

λαια. ταῦτα δὲ τὰ μέρη ἐν τοῖς Ἱπποκράτους χρόνοις

οὐκ ἐζητοῦντο· ὅσα γὰρ ἦσαν τὰ διδασκόμενα, τοσαῦτα

καὶ τὰ τμήματα.

4

Ἡ δὲ τάξις τῆς ἀναγνώσεως σαφής. δεῖ γὰρ ἀεὶ τὰ

κατὰ φύσιν τῶν παρὰ φύσιν προηγεῖσθαι. ἐντεῦθεν προ-

ταττέσθω τὸ περὶ ἀνθρώπου φύσεως καὶ παιδίου φύσεως.

τὰ δὲ παρὰ φύσιν χρὴ προηγεῖσθαι τῶν σποραδικῶν, ἃ

ἔχουσιν οἱ ἀφορισμοί. λοιπὸν τὰ ἔνδημα, ἃ ἐν τῷ περὶ

ἀέρων, τόπων, ὑδάτων. ὕστερον δὲ τὰς ἐπιδημίας. ἄλλως

τε δὲ τῶν νοσημάτων τὰ μὲν ὡς ἐπιτοπολὺ, τὰ δὲ

σπανίως, τὰ δὲ σπανιαίτατα συμβαίνει. τοῖς μὲν οὖν ὡς

ἐπιτοπολὺ ἀποδίδοται τῷ προγνωστικῷ, τοῖς δὲ σπανίοις

τῷ περὶ ἀέρων, τόπων, ὑδάτων, τοῖς δὲ σπανιαιτάτοις

τῇ ἐπιδημίᾳ.

Ἀνάγεται δὲ τοῦτο τὸ σύγγραμμα ὑπὸ τὸ θεωρητικόν·

θεραπεία γὰρ οὐ δίδοται, ἵνα καὶ ὑπὸ τὸ προκαταρκτι-

κὸν ἀνάγεται. ἐν δὲ τῇ διδασκαλίᾳ ζητοῦμεν τὰ αἴτια

τῶν νοσημάτων, ἔνθεν ὑπὸ τὸ αἰτιολογικόν. διδάσκει δὲ

καὶ διαγνώσεις τῶν παθῶν· οὐκοῦν καὶ ὑπὸ τὸ σημειω-

τικόν. εἰ δὲ μνημονεύσει καὶ κράσεως καὶ ἕξεως, ὑπὸ τὸ

φυσιολογικόν.

Ὁ δὲ τρόπος ὁ διδασκαλικός ἐστι μικτός. ποῦ μὲν γὰρ

κέχρηται τῷ ἀφοριστικῷ, ὅταν κατεπείγηται ἐκ τῆς τοῦ

νοσήματος κακοηθείας, ποῦ δὲ τῷ ὑφηγηματικῷ. ὁ δὲ

μικτὸς, δεινότητα * ἀπαθῶς ἀναγκάζεται αὐτῷ ἐξα-

πλῶσαι, φοβούμενος, μή τι τῇ συντομίᾳ λαθήσεται.

τάχα δὲ καὶ κατὰ τὸ ἀληθὲς οὐδὲ μικτός ἐστιν ἐνταῦθα,

ἀλλ' ἐφεῦρεν αὑτῷ τινα τρόπον διδασκαλίας, καινότερον

καὶ ὑψηλότερον.

αʹ. Ὁκόσῃσιν ἐξ ἀποφθορῆς περὶ ὑστέρην καὶ οἰδη-

μάτων ἐς καρηβαρίην τρέπεται καὶ κατὰ τὸ βρέγμα αἱ

ὀδύναι, καὶ ὅσαι ἄλλαι ἀπὸ ὑστερέων, ταύτῃσιν ἐν τῷ

ὀγδόῳ ἢ δεκάτῳ μηνὶ ἐς ἰσχίον τελευτᾷ. —

Ἐνταῦθα πλείονες φέρονται γραφαί· ἢ γὰρ ὁπόσαις

καὶ ὁκόσαις ἢ ὁκόσῃσι. μέμνηται δὲ καὶ ἀποφθορᾶς. ἀλλ'

εἰ μὲν οὕτως μόνον ἔχει, τὴν <ἀπὸ> πρόθεσιν λαμβάνομεν,

5

τὴν δὲ φθορὰν, ὄνομα. εἰ δὲ ἔχει ἐξ ἀποφθορῆς, τὴν μὲν

<ἐξ> πρόθεσιν, τὴν δὲ ἀποφθορὰν, ἓν μέρος λόγου καὶ

ὄνομα. ἁπλῶς γὰρ τὸν ἀμβλυσμὸν σημαίνει. μέμνηται

δὲ καὶ ὑστέρας. καί τινες μὲν περὶ ὑστέρην, ἄλλοι ἀπὸ

ὑστέρης γράφουσιν. ὑστέρα δὲ λέγεται ἡ μήτρα, ἢ ὡς

ὑστέραν κειμένην τῶν κυρίων μορίων, ἢ ὡς ὑστέραν παρέχου-

σαν τὴν ἐνέργειαν. λέγεται δὲ καὶ μήτρα καὶ δελφὺς καὶ γα-

στήρ. μέμνηται δὲ περὶ οἰδήματος. καὶ οἱ μὲν μεταγενέστεροι

οἴδημα λέγουσι τὸν ἀπὸ φλέγματος ὄγκον, ὁ δὲ Ἱπποκράτης

πάντα ὄγκον οἴδημα καλεῖ, διὰ δὲ τῶν ἐπιφερομένων διακρί-

νει. εἰ γὰρ εἴποι οἴδημα χαῦνον καὶ ἀνώδυνον, τὸ ὄντως οἴ-

δημα λέγει· εἰ δὲ οἴδημα θερμὸν καὶ ὀδυνηρὸν καὶ ἀντίτυπον,

τὴν φλεγμονὴν λέγει· εἰ δὲ οἴδημα καὶ ἀντίτυπον καὶ ἀνώδυ-

νον, τὸν σκίρον. νῦν οὖν τὴν φλεγμονὴν οἴδημα καλεῖ. μέμνη-

ται δὲ καὶ καρηβαρίας. ἔστι δὲ καρηβαρία, ὀδύνη τῆς κε-

φαλῆς ἐκ τῶν τεινόντων καὶ δακνόντων καὶ βαρούντων

γινομένη, ἥτις ὄντως ἐστὶ καρηβαρία. μέμνηται δὲ καὶ

βρέγματα. ἔστι δὲ τὸ βρέγμα χαῦνον, ἀπὸ ὀστῶν, οἷς

ἐπιτίθεμεν τὰς ἐπιβροχὰς, ὅτε θελήσομεν ὑγρᾶναι τὸν

ἐγκέφαλον, ἔνθεν καὶ βρέγμα καλεῖται. κεῖται δὲ οὕτως ἡ

κεφαλή· ἔχει τι μέρος ὑψηλότατον, ὃ καλεῖται κορυφή·

ἔχει δὲ ἄλλο ταπεινότερον καὶ ἐμπρόσθιον, ὃ μέτωπον

ὀνομάζεται· τούτων ἐστὶ μεταξὺ τὸ βρέγμα. ταπεινουμένη

γὰρ ἡ κορυφὴ καὶ ὑψούμενον τὸ μέτωπον, ἀποτελοῦσιν

αὐτό. αὕτη μὲν οὖν ἡ τῆς λέξεως ἐξήγησις.

Ζητητέον δὲ τὴν διάνοιαν. λέγει οὖν ὅτι ἡ γυνὴ συλ-

λαμβάνει καὶ κρατεῖ τὸ σπέρμα ἄχρι πέντε ἢ ἓξ μηνῶν

καὶ προσδοκωμένης τῆς ἀποτέξεως, ἐξαίφνης ἐγένετο ἀμ-

βλυσμὸς ἢ ἀπὸ προκαταρκτικῆς ἢ ἀπὸ προηγουμένης αἰ-

τίας· προκαταρκτικῆς μὲν, θυμοῦ ἢ πηδήματος ἢ ψυχροῦ

ἀέρος· προηγουμένης δὲ, ἀπό τινος σώματος ἐγένετο

μὲν ἀμβλυσμὸς, λοχεία δὲ κάθαρσις οὐκ ἐγένετο, ἀλλ'

ἐπεσχέθη τὸ αἷμα, καὶ μεῖναν διέτεινεν ὀδύνην καὶ φλεγ-

μονὴν εἰργάσατο· ταύτης γενομένης, καρηβαρία ἐπιγίνεται,

6

μάλιστα δὲ περὶ τὸ βρέγμα· καὶ ταῦτα οὐκ ἂν παύσαιτο,

εἰ μὴ εἰς τὸ ἰσχίον ἀποσκήψει ἡ ὕλη. αὕτη καὶ ἡ τοῦ

λόγου διάνοια. Ζητητέον καὶ τὸν λογισμὸν, δι' ἣν αἰτίαν

ταῦτα γίνεται. γενομένου τοίνυν ἀμβλυσμοῦ, λοχείας δὲ

μὴ καθαρθείσης, καρηβαρία συνέβη. καὶ ποία συγγέ-

νεια καὶ τῆς πόῤῥω ταύτης κειμένης μήτρας; οὐδὲ γὰρ

ἔχει πλούσια νεῦρα ἡ μήτρα, οὐ προαιρετικὰ, οὐκ ἀπο-

περατώσεις μυῶν. ὀλίγα δὲ ἔχει νεῦρα τὰ φέροντα

αὐτῇ αἴσθησιν, πολλὰς μέντοι ἔχει φλέβας καὶ ἀρτηρίας

ἐξ ὧν καὶ τὸ χορίον συμπλέκεται· καὶ ἔδει καρδίαν

καὶ ἧπαρ αὐτῇ συμπάσχειν, καὶ οὐκ ἐγκέφαλον. τί οὖν

ἀρνούμεθα τὸ μὴ τὴν μήτραν εἶναι νευρώδη; οὐδαμῶς.

ἀλλὰ νεῦρα μὲν ἄντικρυς οὐκ ἔστιν, ὥσπερ δὲ νεῦρον δια-

στέλλεται καὶ συστέλλεται. διαστέλλεται μὲν ἐν τῇ κυήσει,

συστέλλεται δὲ μετὰ τὴν σύλληψιν· κατὰ τοῦτο λέγεται νευ-

ρώδης. τίς οὖν ἡ αἰτία τοῦ ἐπὶ ὄγκου αὐτῆς γίνεσθαι

καρηβαρίαν; φαμὲν, ὅτι ἡ μήτρα, ὥσπερ ἄνω καὶ κάτω

καὶ ἔμπροσθεν ἔχει ἀρτήματα, οὕτως καὶ ὀπίσω παρὰ

τὴν ὀσφύν. φλεγμαινούσης οὖν αὐτῆς, τείνονται καὶ αὐτὰ,

ἔνθεν ὀδυνᾶται ἡ ὀσφύς· ὀδυνωμένη δὲ κατὰ τὸ συνεχὲς,

παντὶ μεταδίδωσι τῷ νωτιαίῳ, οὗτος δὲ τῇ ἑαυτοῦ

πηγῇ, τῷ ἐγκεφάλῳ· ἔνθεν ἡ καρηβαρία. ἀλλ' αὕτη οὐ

πάντως ἀληθὴς ἡ ἐξήγησις. αὕτη γὰρ εἶπεν ὅτι τείνεται

ἡ κεφαλὴ, ἡμεῖς δὲ λέγομεν ὅτι βαρεῖται. ἀλλά φαμεν

τὴν ἀληθῆ ἐξήγησιν, ὅτι ἐπειδὴ φλεγμαίνει ἡ μήτρα, γί-

νεται πυρετὸς, οὐχ ὁ τυχὼν, ἀλλὰ σύνοχος· ἐπὶ αἵματι

γάρ· ἐντεῦθεν πολλὰ πνεύματα καὶ ἀτμοὶ ἀναλυόμενοι

τρέχουσι παρὰ τὴν ὀροφὴν τοῦ παντὸς σώματος, καὶ

βαροῦντα ποιοῦσι τὴν καρηβαρίαν. τοῦτο μὲν οὖν ἔστι.

δι' ἣν δὲ αἰτίαν ἐκ πάσης τῆς κεφαλῆς μάλιστα τὸ βρέγ-

μα ὀδυνᾶται, διὰ τρεῖς αἰτίας ἐπαίδευσε. λέγει γὰρ ἡ

ἀνατομὴ, ὅτι διὰ τῆς χοάνης δύο μεγάλαι ἀρτηρίαι φέ-

ρονται περὶ τὴν κεφαλὴν, τελευτῶσαι περὶ τὸ βρέγμα.

ἐπειδὴ οὖν νῦν ἐκ τοῦ πυρετοῦ πολὺ γεννᾶται πνεῦμα,

τοῦτο τρέχει, ἔνθα καὶ ἐν τῷ κατὰ φύσιν πολὺ ἦν πνεῦμα,

7

λέγω δὴ εἰς τὰς ἀρτηρίας. ἐκεῖναι δεχόμεναι διατείνονται

καὶ μεταδιδόασι τῷ βρέγματι, ἢ ὅτι ἡ φύσις ἰδοῦσα ὡς

περιττωματικὸς ἔμελλεν εἶναι ὁ ἐγκέφαλος, τά τε τοῦ

παντὸς σώματος δεχόμενος περιττώματα ὡς ὑψηλὸς, καὶ

τὰ ἑαυτοῦ ὡς ψυχρὸς, πλείονας δέδωκε ῥαφὰς, καὶ οὐ

μόνον ῥαφὰς, ἀλλὰ καὶ τοῦ βρέγματος τὰ ὀστᾶ χαῦνα

καὶ μεγάλα, ἵνα ἐκεῖθεν διαφορῆται καὶ εἰσάγηται αὐτῷ

βοηθήματα. νῦν οὖν πολλῶν γεννηθέντων πνευμάτων καὶ

ἀνελθόντων περὶ τὴν κεφαλὴν, περιστρέφεται ἡ δύναμις,

καὶ θέλοντα τὰ πνεύματα διαφορηθῆναι, οὐκ ἀπέρχονται

περὶ τὰ σκληρότατα τῶν ὀστῶν, ἀλλὰ περὶ τὰ μαλα-

κώτατα, καὶ θέλοντα διαπεράσαι τὸ βρέγμα, ἐκεῖνο μᾶλ-

λον ὀδυνῶσιν. ἢ οὖν διὰ τοῦτο ἢ καὶ ὅτι τὸ βρέγμα πλεί-

ονας ἔχει ἀποπερατώσεις μυῶν καὶ νεύρων, ὡς εὐαίσθη-

τον μάλιστα ὀδυνᾶται. ταῦτα μὲν οὖν καλῶς εἴρηται. τὸ

δὲ ἐπιφέρον ὅτι εἰς ἰσχίον τῷ δεκάτῳ μηνὶ τελευτᾷ,

οὐδὲ ἐξηγήσατο ὁ Γαληνὸς λέγων, ὅτι οὐχ ὁρᾶται τοῦτο

ἐπὶ τῶν ἔργων τῆς τέχνης, ἀλλὰ μᾶλλον παρατέθειται.

ἔνθεν οὐκ ἐζήτησεν, εἴτε περὶ ὄγδοον, εἴτε περὶ δέκατον

μῆνά φησιν. τῶν δὲ λεγομένων τὰ μὲν ὡς ὑπερθετικὰ,

τὰ δὲ ὡς συμπερασματικὰ διέλαβεν, ὅτι ὅσαις γυναιξὶν,

ἀμβλυσμοῦ γενομένου καὶ λοχείας καθάρσεως μὴ συμβά-

σης, οἴδημα γένηται, καρηβαρία τε ταύτῃ ἕπεται καὶ

ὀδύνη τοῦ βρέγματος, ταύταις εἰς τὸ ἰσχίον ἀποσκήψει.

τῷ δὲ κειμένῳ προσθετέον τῷ, γυναιξὶν ἀμβλυσμοῦ γινο-

μένου καὶ μὴ λοχείας δὲ καθάρσεως, καὶ τῷ σώματα τῶν

ὑστερῶν δεῖ τάξαι, ἵνα μὴ σολοικοφανὲς ᾖ. ἡ δὲ πᾶσα

ἀνάγνωσις τοιαύτη. ὅσαις γυναιξὶ, γενομένης φθορᾶς καὶ

μὴ λοχείας καθάρσεως, οἴδημα γένηται τὸ ἐν τῇ ὑστέρᾳ,

ταύταις καρηβαρία γίνεται καὶ μάλιστα κατὰ τὸ βρέγμα,

καὶ περὶ ὄγδοον ἢ δέκατον μῆνα ἐς ἰσχίον ἀποπίπτει.

* εἰ δὲ μ. εἶτα τὸν ἀπὸ τῆς συλλήψεως λόγον εἴτε

τὸν ἀπὸ τῆς συλλήψεως καὶ ἀμβλυσμοῦ μῆνα, οὐ ζητῶν.

ψευδὴς γὰρ ὁ λόγος. τί δὲ ἔστι τὸ, ὁκόσαι ἄλλαι ἀπὸ

8

ὑστερέων; καί φαμεν, ὅτι ἃ εἴρηται ἐπὶ φλεγμονῇ ὑστέ-

ρας, ταῦτα καὶ ἐπὶ ἄλλου οἱουδήποτε αὐτῆς πάθους,

ἢ ὅτι πάσχει ὁ ἐγκέφαλος ἐπὶ ὑστέρῃ φλεγμαινούσῃ, καὶ

πᾶν μόριον ἀσθενὲς ἐκ τῆς μήτρας ἐπηρεαζόμενον.

βʹ. Οἱ φοξοὶ οἱ μὲν καρτεραύχενες, ἰσχυροὶ καὶ τὰ ἄλλα

καὶ τοῖσιν ὀστέοισιν· οἱ δὲ κεφαλαλγέες καὶ ὠτόῤ-

ῥυτοι· τουτέοισιν ὑπερῷαι κοῖλαι καὶ ὀδόντες παρηλ-

λαγμένοι. —

Ὡς πρὸς ἀνάμνησιν αὐτῷ ταῦτα τὰ γεγραμμένα, οὐδὲ

συνέχειαν ἔχουσι πρὸς ἄλληλα, εἰ μή πως εἴπομεν οὕτω,

ὅτι οἰδήματος ὄντος ἐν τῇ μήτρᾳ, πάσχει ἡ κεφαλὴ, καὶ

μάλιστα ἡ φοξή. σημεῖον γὰρ τοῦτο τὸ σχῆμα ἀσθενοῦς

δυνάμεως. ἀλλ' ἐπειδὴ εἰς τὸν λόγον ἐνεπέσαμεν τοῦ

φοξοῦ, καὶ ζητοῦμεν αὐτοῦ τὰ εἴδη, ἄκαιρον ἡγοῦμαι ζη-

τῆσαι παρὰ φύσιν σχῆμα κεφαλῆς, μὴ ζητήσας τὸ κατὰ

φύσιν. εἰ γὰρ διαβάλλεται μικρὰ καὶ μεγάλη κεφαλὴ, ἐν

μεγάλῳ σώματι διαβάλλεται. δι' ἣν δὲ αἰτίαν οὐ δύναμαι

εἰπεῖν, εἰ μὴ προείπω διὰ τί ὁ στενὸς θώραξ καὶ ἀβα-

θὴς διαβάλλεται. ἰστέον οὖν ὅτι ἡ φύσις ἤθελε τὸν θώ-

ρακα οἰκητήριον ὡς καρδίαν καὶ πνεύμονα. ἔδει οὖν

αὐτὸν εἶναι εὐρύν. εἰ δὲ στενωθείη, θλίβουσιν ἀλλήλων

τὰ μόρια, καὶ πολλοῦ γενομένου πνεύματος, κακίζεται

τὸ ζῶον. διὰ ταῦτα καὶ ἡ μικρὰ κεφαλή· ἤθελε γὰρ αὐ-

τὴν ὡς μεγάλην. εἰ γὰρ καὶ ἕν ἐστι μόριον τὸ περιεχό-

μενον, ἀλλ' οὐ πολὺ πνεῦμα, καὶ διὰ τοῦτο κακίζεται.

Ἀλλὰ μή τις ἐκ διαλεκτικῆς θεωρίας εἴπῃ ὅτι ἡ μικρὰ

κεφαλὴ διαβάλλεται, ἡ μεγάλη ἐπαινεῖται. οὐδὲ γὰρ αὕτη

ἐπαινεῖται, ἀλλὰ καὶ διαβάλλεται, καὶ μάλιστα εἰ ἀπὸ

περιττωματικῆς ὑγρότητος. εἰ δὲ ἀπὸ πλήθους χρηστῆς

ὕλης καὶ ἐῤῥωμένης δυνάμεως, ὡς ἀγαθὸν ἔχομεν διακρῖ-

ναι. εἰ γάρ ἐστι μεγάλη κεφαλὴ, ἀγαθὸν, σὺν εὐῤῥύθμῳ

τῷ σχήματι. ἀλλὰ ζητητέον, ποῖον τὸ εὔῤῥυθμον καὶ κατὰ

φύσιν σχῆμα τῆς κεφαλῆς. ἰδοῦσα τοίνυν ἡ φύσις, ὡς ἡ

9

τοιαύτη λογικὴ ψυχὴ καὶ αἱ δυνάμεις αὐτῆς κατοικοῦσιν

ἐν τῷ ἐγκεφάλῳ, ψυχὴ δὲ ἐκ περιφεροῦς κατερχομένη τοῦ

οὐρανοῦ, οὐκ εἴασεν ἢ εἰς κυβοειδὲς ἢ εἰς τετράγωνον ἢ

εἰς ἄλλο σχῆμα εἰσελθεῖν, ἐπειδὴ ἤμελλε ταράττεσθαι,

ἐποίησε τὴν κεφαλὴν περιφερῆ, οἷόν τινα μικρὸν οὐρανὸν

τῇ ψυχῇ, ἀλλ' οὐκ εἴασεν αὐτὴν περιφερῆ διὰ τὴν θέσιν

τῶν ὤτων, ἀλλ' ἑκατέρωθεν αὐτὴν ἀτρέμα ἐπίλησε. τῆς

δὲ παρ' ἑκάτερα τούτων πιλουμένης, τὸ ἐμπρόσθιον καὶ

ὀπίσθιον μέρος ἐξ ἀνάγκης κυρτοῦται. καὶ εἴποτέ τι ταύτῃ

γένηται πταῖσμα, τὸ φοξὸν συμβαίνει. καὶ ὀκτώ εἰσιν

αὐτοῦ τὰ εἴδη· ἓν μὲν, εἰ ἔμπροσθεν ἢ ὄπισθεν αὐ-

ξηθῇ, ἢ κατά τι μειωθῇ, ὃ οὐ πάνυ σύνηθες καλεῖν φο-

ξὸν, καὶ ὅτε τὸ μὲν ἔμπροσθεν αὐξηθῇ, τὸ δ' ὄπισθεν

μειωθῇ, ἢ τὸ μὲν ὄπισθεν αὐξηθῇ, τὸ δ' ἔμπροσθεν μειωθῇ.

ταῦτα μὲν οὖν τὰ τέσσαρα εἴδη, συμπασχόντων ἀλλήλων τῶν

μερῶν, συμβαίνει. ποτὲ δὲ ἡ μία μόνη πάσχει· τῆς πρόσω γὰρ

ἀπαθοῦς οὔσης, ἡ ὀπίσω μειοῦται, ἢ τῆς ὀπίσω ἀπαθοῦς οὔ-

σης, ἡ ἔμπροσθεν αὔξεται. πρὸς ταῦτα παραβαλλομένη ἡ κε-

φαλὴ, φοξὴ λέγεται. πολλάκις δὲ τῆς ὀπίσω οὔσης ἀπα-

θοῦς, ἡ ἔμπροσθεν αὔξεται, ὥσπερ καὶ τῆς ὀπίσω οὔσης

ἀπαθοῦς, ἡ ἔμπροσθεν μειοῦται. ταῦτα μὲν οὖν τὰ εἴδη

τῶν φοξῶν λέγει ὁ Ἱπποκράτης, ὅτι εἰ ἴδῃς φοξὸν σχῆμα,

πάντως μὴ διαβάλῃς αὐτὸ, ἀλλὰ ζήτησον εἴτε ἀπὸ δυ-

νάμεως εἴτε ἀπὸ ἀσθενείας ἐγένετο. καὶ παραδίδωσι

σχῆμα, ὅτι ἐὰν ᾖ φοξὸς, καὶ ἰσχυρὸν καὶ μέγαν ἔχῃ τὸν

τράχηλον, ἀγαθὸν, ἐπειδὴ ἡ ἐῤῥωμένη δύναμις μέγαν

ἐποίησε τὸν ἐγκέφαλον, ἢ ὅτι μέγας καὶ ὁ ἐξ αὐτοῦ

νωτιαῖος, μεγάλοι ἐξ ἀνάγκης οἱ σπόνδυλοι οἱ περιέχοντες

αὐτήν. καὶ διὰ τοῦτο ἀγαθόν· ἔνθεν γὰρ μεγάλα τὰ νεῦρα

καὶ οἱ μύες, διότι εἰσὶν εἰς πάντα [εἰσὶν] ἰσχυροὶ, εἰς ψυ-

χικὰς, εἰς ζωτικὰς δυνάμεις. ταῦτα γὰρ γίνονται ἀπὸ δυ-

νάμεως ἰσχυρᾶς. οὐκ ἐχορηγεῖτο δὲ, μὴ εὖ ἔχοντος ἐγκε-

φάλου, οὐδὲ πολὺ αἷμα, μὴ καλῶς τοῦ ἥπατος, οὐ θερ-

μασία, μὴ καλῶς τῆς καρδίας. διότι πάντα τὰ μόρια

ἰσχυρὰ, μάλιστα δὲ τὰ ὀστᾶ. ταῦτα γὰρ πρὸς τὴν ἀναλο-

γίαν γίνονται τοῦ νωτιαίου. ὥσπερ γὰρ αἱ τῆς νηὸς σα-

10

νίδες πρὸς τὸ μέγεθος τῆς τροπίδος γίνονται, οὕτως καὶ

τὰ ὀστᾶ ἅπαντα κατὰ τὸ μέγεθος τῶν σπονδύλων. εἰ γὰρ

μεγάλοι οἱ τοῦ τραχήλου σπόνδυλοι, μεγάλη καὶ ἡ ὠμο-

πλάτη, καὶ διὰ ταύτην ἡ κλεὶς, καὶ διὰ ταύτην ὁ βρα-

χίων, καὶ διὰ τοῦτον ἡ πῆχυς καὶ κερκὶς, καὶ διὰ ταύτας

ἄκρα χειρῶν. ταῦτα μὲν περὶ τῶν ἄνω. εἰ δὲ μεγάλοι

εἰσὶν οἱ σπόνδυλοι, μέγα καὶ τὸ ὀχοῦν αὐτοὺς ἱερὸν ὀστοῦν,

καὶ διὰ τοῦτο ἰσχίον καὶ μηρὸς, καὶ διὰ μηρὸν κνήμη

καὶ περόνη, καὶ διὰ ταῦτα ἄκρον ποδός. ὁρᾷς πῶς ἐπαι-

νεῖται τὸ φοξόν. τί οὖν ἀεὶ ἐπαινεῖται; οὐδαμῶς. ἀλλὰ

ψέγεται, ὅτι ἐστὶν ἀπὸ ἀσθενείας δυνάμεως ἰσχυσάσης

χαρίσασθαι τῇ κεφαλῇ τὸ εὔῤῥυθμον σχῆμα. καὶ πόθεν

πάλιν διαγινώσκομεν; Ἱπποκράτης, βραχυλόγος ὢν, τὰ

μὲν ἑπόμενα λέγει, σιωπᾷ δὲ τὰ ἡγούμενα. ἔδει γὰρ

αὐτὸν εἰπεῖν ὅτι οἱ ἔχοντες τὸ φοξὸν ἀπὸ ἀσθενείας

πασχούσης· ὁ δὲ μὴ εἰπὼν τοῦτο, ἐπάγει τὰ συμπτώ-

ματα, ὅτι κεφαλαλγής ἐστιν. ἀσθενοῦς γὰρ οὔσης τῆς δυ-

νάμεως, ἐδήλωσε τὸ φοξὸν σχῆμα. παντὶ ῥεύματι παρα-

χωρεῖ ἡ ἀσθένεια, ἔνθεν κεφαλαλγία συμβαίνει. πληροῦ-

ται μὲν γὰρ ὕλης ὁ ἐγκέφαλος, διὰ δὲ τοῦτον κατακλύ-

ζονται πᾶσαι αἱ αἰσθήσεις. ἀλλ' Ἱπποκράτης μόνων τῶν

ὤτων ἐμνημόνευσεν, οὐ μάτην. ὁ γὰρ ἐγκέφαλος διὰ

πασῶν τῶν αἰσθήσεων καθαίρεται, ἀλλὰ πολὺ μὲν διὰ

ῥινὸς καὶ διὰ ὑπερῴας, ἐλάχιστον δὲ διὰ τῶν ὤτων. νευ-

ρώδη γὰρ καὶ σκληρὰ τὰ μόρια. φησὶν οὖν ὁ Ἱπποκρά-

της ὅτι εἰ τὰ ὦτα, πάλαι ἀναισθήτως κενοῦντα τὸν

ἐγκέφαλον, νῦν οὕτως πεπλήρωνται, ὡς μηκέτι μόνον

ῥύπον, ἀλλ' ὑγρότητα ἐκβάλλειν, πολλῷ μᾶλλον αἱ αἰσθή-

σεις, εἰς ὃ καὶ ἐν τῷ κατὰ φύσιν ὑγρότητα ἐκβάλλουσιν.

ἔχουσι δὲ καὶ ἄλλο σύμπτωμα οἱ φοξοί. φοξὸν γὰρ σχῆμα

διαβάλλει, οὐ τὸ τυχὸν, ἀλλὰ τὸ ἐπὶ τῇ μειώσει τῆς ἐμ-

προσθίας κοιλίας. εἰ οὖν μειωθῇ ἡ ἔμπροσθεν κοιλία

καὶ ἐπὶ τὰ ὀπίσω ἀπέλθῃ, γίνεται τὸ σύμπτωμα. ἐπαί-

δευσε γὰρ ἡ ἀνατομὴ, ὡς ἡ ἄνω γένυς συνήρθρωται τῇ

κεφαλῇ, τῆς δὲ ἄνω γένυος, ἡ ὑπερῴα. εἰ γοῦν ἐπὶ τὰ

11

ὀπίσω ἀπῆλθεν ἡ κεφαλὴ, καὶ ἡ ἄνω γένυς ἐπὶ τὰ ἔσω

ἀπέρχεται, ἔνθεν καὶ ἡ ὑπερῴα κοιλαίνεται. ἐπὶ τὰ ἔσω

ἀπελθούσης τῆς ἄνω γένυος, ἡ κάτω μένει ἐπὶ τὰ ἔξωθεν,

οἱ ὀδόντες οὐ φέρονται κατ' ἀλλήλων, οἱ τομεῖς οὐ κατὰ

τὸ μέσον, οἱ κυνοδόντες οὐ κατὰ τῶν κυνοδόντων, οὐχ

αἱ μύλαι κατὰ τῶν μυλῶν. διεστράφησαν γὰρ, οὐχ οἱ

κάτω ἀπὸ τῶν κάτω, οὐδὲ οἱ ἄνω ἀπὸ τῶν ἄνω, ἀλλ' οἱ

ἄνω ἀπὸ τῶν κάτω.

γʹ. Ὁκόσοισιν ὀστέον ἀπὸ ὑπερῴης ἀπῆλθε, τουτέοισι

μέση ἵζει ἡ ῥίς· οἷσι ὅθεν ὀδόντες, ἄκρη σιμοῦται. —

Πάλιν οὗτος ὁ λόγος ἀπέσχισται τοῦ προειρημένου,

καὶ μὴ εἴπῃς, καὶ τούτου τινὰ συνέχειαν ἔχει· ὥσπερ

ἐπὶ φοξοῦ σχήματος παρεσπάσατο ἡ γένυς, οὕτως καὶ

νῦν πάσχει, ὡς καὶ τὴν ῥῖνα βλάπτει. εἰρήκασί μοι

τούτων αἱ ἀνατομαὶ, ὅτι ἡ ἄνω γένυς συνήρθρωται τῇ

κεφαλῇ, τεσσαρακαίδεκα ἔχουσα ὀστᾶ, ἓξ μὲν κατὰ τοὺς

ὀφθαλμοὺς, δύο δὲ κατὰ μύλας, δύο δὲ κατὰ τὴν ῥῖνα, δύο δὲ

κατὰ τὸ ἄκρον γένειον, γένειον δὲ οὕτως κατὰ τὰ ἄλλα

τὰ ὑποκάτω τῆς ῥινός. ἐπαίδευσέ με γὰρ καὶ τοῦτο ἡ

ἀνατομικὴ θεωρία, ὅτι ἡ ῥὶς ἔχει μὲν παρ' ἑκάτερα δύο

ὀστᾶ, ἐν δὲ τῷ μέσῳ τινὰ χόνδρον, διαστέλλεται δὲ καὶ

συστέλλεται. οὗτος δὴ ὁ χόνδρος, δεξιὰ μὲν καὶ ἀρι-

στερὰ, τὰ τῶν μήλων ὀστᾶ, ὑποκάτω δὲ ἔχει τὰ τῆς

ὑπερῴας ὀστᾶ, ἄνω τοῦ γενείου, ἐξ ὧν στηρίζεται ἡ ῥίς.

πολλάκις γοῦν ἐν τῇ ὑπερῴα νομή. ὑπερῴα δέ ἐστι

τὸ ἐσώτερον μέρος τοῦ οὐρανίσκου. γίνεται οὖν ἐκεῖσε

σῆψις, καὶ οὕτως κακοήθως, ὡς μὴ μόνον λεπίδας ἐκπε-

σεῖν ὀστέου, ἀλλὰ καὶ αὐτὸ τὸ ὀστέον ἢ ἀπὸ τῆς σή-

ψεως ἢ καὶ ἀπὸ τοῦ ἰατροῦ. εἰ οὖν ληφθῇ ἐκεῖθεν ὀστέον,

ἐν ᾧ ὀχεῖται τὸ μέσον τῆς ῥινὸς, ἔνθεν τὸ μέσον τῆς

ῥινὸς σιμοῦται. εἰ δὲ τοῦτο τὸ πάθος γένηται περὶ

12

τὸ γένειον, καὶ πέσῃ ὀστοῦν ἐκεῖθεν, οὐκέτι ὀχεῖται τὸ

ἄκρον τῆς ῥινὸς, ἔνθεν ἐκεῖνο τὸ πρὸς τοῖς ὀδοῦσι τῆς

ῥινὸς σιμοῦται.

δʹ. Αἱ τῶν νηπίων ἐκλάμψιες ἔστιν οἷσιν ἅμα ἥβῃ με-

ταβολὴν ἴσχουσι καὶ ἄλλαι. —

Νήπια λέγει οὐ τὰ ὑποτίτθια, ἀλλὰ τὰ παιδία, ὥσπερ

καὶ Ἡρόφιλος· νήπια οὐ φαλακροῦνται, οὐκ ἀγρυ-

πνοῦσιν, ἀντὶ τοῦ παιδία. τῶν δὲ βιβλίων τὰ μὲν ἔχου-

σιν ἐκλάμψιες, καὶ οὐδὲν διαφέρει, ἄλλα δὲ ἐπιλήψιες.

περὶ δὲ τῶν ἐπιληπτικῶν παθῶν γραφὴ ἑκάστη ἔχει τὴν

ἐξήγησιν. εἰ γὰρ ἔχει ἐκλάμψιες, οὕτως λέγει· ἐπὶ τῶν

παιδίων οὐ πάνυ διαλάμπει τὸ θερμὸν, ἀλλ' ἔστιν ἀχλυ-

ῶδες ἔκ τε τῆς σπερματικῆς ὑγρότητος, καὶ ἐκ τῆς ἀτά-

κτου διαίτης. ἔνθεν καὶ αἱ αἰσθήσεις αὐτῶν ἀμβλύτε-

ραι. ὅταν δὲ παραγένηται ἡ ἀκμὴ, ξηραινομένης τῆς

ὑγρότητος, σωφρονούντων τε αὐτῶν κατὰ τὴν δίαιταν, κα-

θαρὸν γίνεται τὸ θερμὸν καὶ εἰλικρινές. εἰ δὲ ἔχει ἐπιλή-

ψιες, φαμὲν ὅτι πολλάκις ἢ ἐκ τῆς κράσεως ἢ ἐκ διαίτης

φλέγμα πλεονάζον. μὴ δυνηθεὶς αὐτὴν θεραπεῦσαι μὴ

πτοηθῇς. πολλάκις γὰρ ἐρχομένης τῆς ἥβης, θερμότερον

γίνεται τὸ θερμὸν, ὥστε καὶ ἐπιτηδείως τῷ φλέγματι

διαλύειν, καὶ λεπτύνει αὐτὸ, καὶ παύεται ἐν τῇ ἀκμῇ. εἰ

δὲ εἴη συγγενὲς τὸ πάθος, οὐκ ἀκμὴ, οὐκ ἰητρὸς θε-

ραπεύει ἢ ἥβη, ὡς περιπνευμονίαν καὶ ἰσχιάδα. τοῦτο

γάρ ἐστι τὸ εἰρημένον ὑπὸ Ἱπποκράτους, ἐς νεφρὸν

ὀδύνην βαρεῖαν. ἑτέρου δέ ἐστι λόγου καὶ παραβέβλη-

ται. ψεύδεται γὰρ ὅτι τοῖς παισὶν ὀδύνη βαρείη οὐ γίνε-

ται ἐς νεφρὸν, εἴ γε αὐτοῦ ἐστι λόγος ὁ λέγων, ὅτι τοῖς

ἀκμάζουσι λίθοι γίνονται εἰς τοὺς νεφροὺς μάλιστα, τοῖς

δὲ παισὶν ἐν τῇ κύστει.

εʹ. Ἐς νεφρὸν ὀδύνη βαρείη, ὅταν πληρῶνται σιτίου, ἐμέ-

ουσι φλέγμα· ὁκόταν δὲ πλεονάσωσιν αἱ ὀδύναι, ἰώδεα,

13

καὶ ῥᾴους μὲν γίγνονται, λύονται δὲ, ὁκόταν ἐμέσῃ τῶν

κενωθέντων. ψαμμία τε πυῤῥὰ ὑφίστανται, αἱματώδεα

δὲ οὐρέουσι, νάρκη τε μηροῦ τοῦ κατ' ἴξιν. ἐλι-

νύειν οὐ ξυμφέρει, ἀλλὰ γυμνάζεσθαι μὲν, μὴ ἐμπί-

πλασθαι δὲ, τοὺς νέους ἐλλεβορίζειν, ἰγνύην τάμνειν,

οὐρητικοῖσι καθαίρειν, λεπτύνειν τε ἅμα καὶ ἁπαλύνειν. —

Οὐ πρὸς διδασκαλίαν ταῦτα γράφων Ἱπποκράτης,

ἀλλὰ πρὸς ὑπόμνησιν αὐτοῦ, διεσπασμένοις λόγοις παρα-

δίδωσι. καὶ ἐμνημόνευσε μὲν ἐξ ἀρχῆς ὑστερικοῦ πάθους,

καὶ φοξοτέρας κεφαλῆς, ὕστερον δὲ καὶ παθῶν τῆς ὑπε-

ρῴας, καὶ τοῦ πάθους τῶν παιδίων. νῦν δὲ θέλει δια-

λεχθῆναι περὶ τοῦ νεφριτικοῦ πάθους. ἀλλ' ὥσπερ ἰσχι-

αδικὸν πάθος λέγεται πᾶν πάθος περὶ τὸ ἰσχίον γινόμε-

νον, κυριωτέρως δὲ ἰσχίασις, ὅταν ἡ κοτύλη πληρωθῇ

μύξης, οὕτως καὶ πᾶν περὶ τοὺς νεφροὺς πάθος λέγεται

νεφρῖτις, εἴτε ὀργανικὸν εἴτε ὁμοιομερὲς εἴη. κυρίως δὲ

λέγεται ὁ γενόμενος λίθος, εἴτε ἐν τῇ κοιλότητι, εἴτε ἐν

τῇ οὐσίᾳ τοῦ νεφροῦ, ἥτις καὶ λιθίασις ὀνομάζεται. περὶ

τούτου τοῦ πάθους θέλει νῦν διαλεχθῆναι ὁ Ἱπποκράτης,

πάλιν τῷ τόπῳ. τῆς οὖν διδασκαλίας μάθωμεν τὰ

περὶ τὴν λέξιν καὶ τὴν διάνοιαν καὶ οὕτω τὸν λογισμόν.

μέμνηται οὖν ὀδύνης βαρείης.

Τὸ τοῦ βαρέος ὄνομα ὁμώνυμόν ἐστι. λέγεται γὰρ

βαρὺ καὶ τὸ βάρους ἔχον συναίσθησιν ὃ ἐπὶ ἀμφοτέ-

ρων νῦν ὁ λόγος ἁρμόζει. μέμνηται δὲ καὶ φλέγματος.

ἀλλ' εἴωθε μὲν Ἱπποκράτης φλέγμα λέγειν τὴν φλόγω-

σιν, ποτὲ δὲ καὶ τὸν ψυχρὸν καὶ ὑγρὸν χυμὸν, ὥσπερ δὴ

καὶ νῦν. μέμνηται δὲ καὶ σίτου. τοῦτο δὲ κατὰ τριῶν

φέρεται σημαινομένων. λέγεται γὰρ σῖτος ὁ χιλὸς, λέγε-

ται σῖτος καὶ ἡ κόπρος, ὡς ἀπὸ σίτου γενομένη, λέ-

γεται σῖτος καὶ τὸ αἷμα τὸ μέλλον τρέφειν τὸ σῶμα.

νῦν οἴδαμεν τὸ, τί ἐστι καὶ τὸ ἰῶδες ὅτι ἤδη κακοή-

θους χολῆς. ταῦτα μὲν περὶ τῆς λέξεως αὐτοῦ.

14

Λέγει δὲ ταῦτα Ἱπποκράτης, ὅτι γίνεται λιθίασις, καὶ

ὀφείλεις ταύτην θεραπεῦσαι. γίνεται οὖν ἐπὶ τοῦ λίθου

ὀδύνη βαρεῖα. μεμαθήκαμεν γὰρ ὅτι αὐτὴ ἡ κοιλότης τοῦ

νεφροῦ οὐκ ἔχει νεῦρα, ἔνθεν οὐδὲ ὀδυνᾶται, ἀλλὰ

βαρεῖται ἐκ τοῦ ἄχθους τοῦ λίθου. εἰ δὲ εἴπῃς ὅτι σφο-

δρὰν καὶ χαλεπὴν ἔχει τὴν ὀδύνην, τοῦτο γίνωσκε ὅτι

ἐξῆλθεν ἐκ τῆς κοιλότητος ὁ λίθος, καὶ ἦλθε παρὰ τὴν

οὐσίαν τοῦ νεφροῦ· αὕτη γὰρ ἔχουσα νεῦρα ὀδυνᾶται.

ἀλλ' εἰ μὲν εἴποι σοι ὁ κάμνων ὀπίσω τε καὶ ἐπὶ τὰς

ψόας αἰσθάνεσθαι τὴν ὀδύνην, τότε ἡ οὐσία τῶν νεφρῶν

ἐστιν ἡ ὀδυνωμένη. εἰ δὲ εἴποι σοι ἔμπροσθεν καὶ κάτω

παρὰ τὸ ὑπογάστριον καὶ ταύτην ὡς ἐπιμήκη εἶναι τὴν

ὀδύνην, τότε γίνωσκε ὅτι ἐκ τῆς κοιλότητος παρὰ τοὺς

οὐρητῆρας ἦλθεν ὁ λίθος. τοιαύτη γὰρ ἥ τε θέσις καὶ

τὸ σχῆμα τῶν οὐρητήρων. στενοὶ μὲν, ἐπιμήκεις δὲ ὑπὸ

τὸ ὑπογάστριόν εἰσι τεταμένοι. πρώτη μὲν οὖν αὕτη ἡ

διάγνωσις. Δευτέρα δὲ ἡ σημαίνουσα, ποῖος ὁ πεπονθὼς

νεφρός· ἡ νάρκη γὰρ γίνεται ὑπὸ τοῦ πλησίον μηροῦ.

νάρκη δέ ἐστιν ἡ δυσαισθησία καὶ ἀκινησία καὶ ἡ κατά-

ψυξις. ἀμφότερα γὰρ ἐδίδαξαν αἱ ἀνατομαὶ, ὡς ἐξ ὧν

μορίων ὁ νεφρὸς δέχεται νεῦρα, ἐκ τούτου καὶ ὁ μηρός.

πάσχοντος οὖν τοῦ νεφροῦ, καὶ τὰ νεῦρα πάσχοντα δυ-

σαίσθητον καὶ δυσκίνητον ποιεῖ τὸν μηρόν. ἀλλὰ μὴν καὶ

καταψύχεται ὁ μηρός. ἔδειξαν γὰρ αἱ ἀνατομαὶ, οἷον ὁ

νεφρὸς ὑπὲρ τὴν ἀναλογίαν αὐτοῦ δέχεται φλέβας, ὅθεν

δέχεται ὁ νεφρὸς, ἐκ τούτων καὶ ὁ μηρός. τρέχει οὖν ἡ

φύσις παρὰ τὸν μηρὸν ὡς ὀδυνώμενον· ἐντεῦθεν λει-

φαιμεῖ ὁ μηρὸς, ὡς τῶν ἀγγείων αὐτοῦ συννευσάντων,

καὶ διὰ τοῦτο ψύχεται. γίνεται δὲ αὐτοῖς καὶ ἔμετος

φλέγματος. εἴρηται γὰρ ἐν τῇ διαγνωστικῇ, ὡς ἐπὶ κω-

λικῆς καὶ νεφριτικῆς διαθέσεως ἐμοῦσι φλέγμα· ἀλλ' ἐπὶ

κωλικῆς, ὁμολογουμένως· ἐπὶ δὲ νεφρίτιδος ὅτι ἐκ πολ-

λῆς ὀδύνης γίνεται ταραχή. ἐντεῦθεν θλίβεται τὰ περὶ

τὸν στόμαχον, καὶ ὅπου εἶχε τεθησαυρισμένον φλέγμα,

ἐμεῖ αὐτό. ἔστι δὲ καὶ ἄλλη σημείωσις. ἐπὶ γὰρ πληρώ-

15

σει τοῦ στομάχου μᾶλλον ὀδυνῶνται. ὅπου γὰρ πολὺς

χυλὸς ὁ ἐν τῇ γαστρὶ, διατείνει αὐτὴν, ἥτις διατεινομένη

ὀδυνᾷ τὸν νεφρὸν, ὃς τεινόμενος ἐκ τῆς κόπρου θλίβει

τὸν νεφρόν. ἀλλὰ μὴν καὶ πολὺ αἷμα ὂν ἐν τοῖς ἀγγείοις,

ἐκεῖνο διατεινόμενον ὀδυνᾷ τὸν νεφρὸν, καὶ μᾶλλον ὅτε

πολλὰ ἔχει ἀγγεῖα. εἰ δὲ κατακρατήσουσιν αἱ ὀδύναι, καὶ

ἰώδης ἀνεμεῖται χολὴ, εἴτε ἐν τῷ στομάχῳ γεννηθεῖσα,

εἴτε καὶ ἐξ ὅλου τοῦ σώματος ἐκεῖ ἐρχομένη. ἐπειδὰν γὰρ

ἀγρυπνίαι πολλαὶ, νεφρίτιδες καὶ πόνοι ἐξ ὧν ἐκκαίεται

ὁ στόμαχος, γεννᾷ πολλὴν χολὴν, ἥτις ἀνάγεται. πολλά-

κις δὲ οὐδὲ γεννᾶται ἐκεῖ, ἀλλὰ φέρεται. ἀσθενεῖ γὰρ ὁ

στόμαχος ὡς τῶν νεφρῶν παρακείμενος, ἔνθεν ὡς

ἀσθενὴς καὶ ὡς εὐαίσθητος, πᾶν μὲν ἐπισύρεται ῥεῦμα,

προτρέχει δὲ τὸ λεπτότερον. τί δὲ λεπτότερον χολῆς; ἔν-

θεν ὁ χολώδης οὗτος ἐμεῖται χυλός.

{<Περὶ λίθου καὶ πῶς οὗτος γίνεται.>}

Δεῖ γοῦν εἰδέναι ὅτι ὁ ἐν τῷ νεφρῷ λίθος, ἀπὸ θερ-

μασίας ὑπεροπτώσης, ἥτις ἀπὸ ὕλης φλεγματικῆς, γίνε-

ται καὶ ἀπὸ χρόνου καθὼς ἡ θερμασία ὑπεροπτᾷ τὴν

ὕλην. ἔνθεν οὖν γίνονται καὶ τὰ διάφορα εἴδη τῶν λί-

θων. εἰ μὲν γὰρ πολλὴ ἡ θερμασία, ποιεῖ τὸν λίθον μέ-

λαν· εἰ δὲ ἥττων, ἐρυθρότερον ἢ λευκότερον. καὶ ἀπὸ

τῶν χυμῶν γίνονται λίθοι ἢ σανδαραχώδεις ἢ μέλανες ἢ

ὠχρόλευκοι ἢ πυρόξανθοι ἐκ τῆς ποικιλίας τῶν χυ-

μῶν. καὶ γὰρ διαφόρως ὁ χρόνος χροΐζει τὸν λίθον. ὁ

γὰρ πολὺς χρόνος, μελανὸν αὐτὸν ποιεῖ. ὁ δὲ ἥσσων,

λευκότερον. ὥσπερ ἐπὶ ἄρτου ὀπτωμένου, οὕτως διαγνῶ-

μεν τὸν λίθον.

Θέλομεν οὖν αὐτὸν θεραπεῦσαι. ἀλλ' ἴσως καὶ πρὸ

τῆς θεραπείας ἡ φύσις τι ποιεῖ χρήσιμον. ποιεῖ δὲ τὰ

μὲν ῥᾳστώνην, τὰ δὲ καὶ τελείαν φέροντα τὴν ἀπαλλα-

γήν. εἰ γὰρ κενώσει φλέγμα δι' ἐμέτου, ῥᾳστώνη γίνεται·

κενοῦται γὰρ τὸ φλέγμα τὸ θλίβον τὸν στόμαχον, καὶ διὰ

τοῦ στομάχου τὸν νεφρόν. καὶ τὸ πρότερον μὲν, εἰς

16

πνεύματα ἀναλυόμενος, ἃ δεχόμενος ὁ νεφρὸς, ὡς ἀσθε-

νέστερος, διετείνετο· τελείαν δὲ ἀπαλλαγὴν, εἰ κενωθῶσι

τὰ ψαμμία, διάφορον ἔχοντα τὴν χροιὰν, παρὰ τὴν θερ-

μασίαν καὶ τὴν ὕλην καὶ τὸν χρόνον. ἀλλ' ἐπειδὴ Ἱππο-

κράτης νῦν νεφρῖτιν ὑποτίθεται ἐκ παχυτέρου αἵματος

γινομένην, λέγει ὅτι εἰ κενωθῶσιν ἐρυθρὰ ψαμμία σὺν

αἵματι δι' οὔρων, ἀπαλλαγὴν ποιοῦσι, σὺ δὲ εἰπὲ ὅτι εἰ

κενωθῶσι ψαμμία τὴν χροιὰν ἔχοντα τοῦ ποιοῦντος χυ-

μοῦ. αὕτη μὲν οὖν ἡ ἐκ τῆς φύσεως θεραπεία. Εἰ δὲ μη-

δὲν ποιήσει ἡ φύσις, σὺ ὀφείλεις θεραπεύειν. ἐρχόμενος δὲ

πρὸς τὴν θεραπείαν, πρότερον μὲν ἐπιμέλειαν ποιεῖσθαι

τοῦ παντὸς σώματος, μήπως περιττωματικὸν ὂν πέμπῃ

τῷ νεφρῷ. μετὰ δὲ τὴν θεραπείαν τοῦ παντὸς σώματος

ἐλθὲ καὶ ἐπὶ τὴν τοῦ πάσχοντος νεφροῦ ἴασιν, καὶ τοπικοῖς

χρῆσαι βοηθήμασι. τούτου εἷς κανών. Ἕτερος ὁ λέγων, μὴ

μόνον θεραπεύσῃς τὸν νεφρὸν, ἀλλὰ καὶ προφυλάττεσθαι.

πολλάκις γὰρ ἦλθε πρὸς αὐτὸν πρώτη ἡ ὕλη· εὑρεθεῖσα

δὲ κατ' ἀρχὰς ἡ φύσις ἐῤῥωμένη, ἀπεδίωξεν αὐτὴν,

ὁμοίως δὶς καὶ τρίς. δέος οὖν μὴ ἀσθενήσῃ ἡ δύναμις,

καὶ μηκέτι τὴν ὕλην ἐπιῤῥέουσαν ἀποδιῶξαι δύνασθαι,

κἀντεῦθεν ὁ νεφρὸς ἑκτικὴν λαβὼν συνήθειαν, λίθον

ἐργάσηται. προφυλάξαι οὖν αὐτὸν χρὴ τοῖς τονοῦσιν,

ἵνα μηκέτι δέξηται τὴν ἐπερχομένην ὕλην. Τρίτος

κανὼν οὗτος. λάμβανε ἔνδειξιν καὶ ἀπὸ πάντων τῶν

στοιχείων.

Τούτων προειρημένων, ἴδωμεν τὴν θεραπείαν. καὶ

τέως μὲν οὖν μιμησώμεθα τὴν φύσιν καὶ ποιήσωμεν αὐ-

τὸν ἐμέσαι φλέγμα, μὴ ἐάσωμεν δὲ πολὺν σῖτον ἐν τῷ

σώματι, πολὺν χιλὸν, διὰ τὴν διάτασιν τῆς γαστρὸς, μὴ

πολλὴν κόπρον, διὰ τὴν διάτασιν τοῦ παρακειμένου νε-

φροῦ. ὅτι γὰρ ἐπὶ ἐμφράξει κόπρου πολλάκις παροξύνε-

ται νεφρίτης, ἐδήλωσεν ἔνεμα ὀδύνην παῦσαν νεφριτικοῦ.

ἀλλὰ μὴν μηδὲ αἷμα πολὺ ἐάσωμεν ἐν τῷ σώματι, ἵνα

μὴ τὰ πολλὰ ἀγγεῖα ὀδυνώμενα καὶ τεινόμενα τὸν νεφρὸν

ὀδυνήσωσι. ταῦτα μὲν οὖν παραφυλακτέον. ἐρχόμενος δὲ

17

πρὸς τὴν θεραπείαν καὶ θέλων προνοήσασθαι τοῦ παν-

τὸς σώματος, ἀσιτεῖν αὐτὸν κέλευσον, μήπως ἐκ τῆς πολ-

λῆς τροφῆς φλέγμα συναγόμενον ποιήσῃ τὸν λίθον. κέλευ-

σον οὖν αὐτὸν γυμνάζεσθαι. οἶδε γὰρ ἡ κίνησις λεπτῦναι

καὶ ἐκδιαφορῆσαι παχύτητα χυμοῦ· ἀλλὰ χρὴ μὴ συντό-

νοις ἢ πολλοῖς κεχρῆσθαι γυμνασίοις, μήπως ἐκ τῆς

πολλῆς κινήσεως ἐγειρομένη παρὰ φύσιν θερμασία ποι-

ήσῃ τὸν λίθον, οὐ μόνον δὲ ἡ θερμασία αὐξηθῇ, ἀλλὰ

καὶ ἡ ὕλη ἡ ἐκεῖ διαφορουμένη παχυτέρα γένηται, καὶ

τὸ ὑπολειπόμενον αὐτῆς γεῶδες τραπῇ εἰς λίθον, ἀλλὰ

συμμέτροις κέχρησο γυμνασίοις, καὶ τούτοις εἰωθόσιν ἐν

ταῖς κατὰ φύσιν πράξεσιν. τοῦτο γοῦν προφυλακῆς

ἐστιν. οὐ γὰρ ἐτόλμα ὁ Ἱπποκράτης ἐν αὐτῷ τῷ πάθει

καὶ τῇ χαλεπωτάτῃ ὀδύνῃ ἐπιτάξαι γυμνασίοις. καὶ ταῦτα

εἰρηκὼς Ἡρωδικὸς, τοὺς πυρεταίνοντας ἔκτεινας δρό-

μοις ἢ πάλῃσιν. ἀλλὰ ταῦτα προφυλακῆς εἰσι. καὶ θέλει

τὸν κάμνοντα κατὰ πολλὴν σχολὴν γυμνάζεσθαι.

Ἔρχεται λοιπὸν ἐπὶ τὴν θεραπείαν τοῦ παντὸς σώ-

ματος, καὶ εἴ ἐστι πλῆθος αἵματος, φλέβα τάμνειν, οὐ

τὴν τυχοῦσαν, ἀλλὰ τὴν τῷ νεφρῷ πλησιάζουσαν, τὴν

κατ' ἰγνύαν. ἐξ ἧς γὰρ ἀπὸ ἰσχίου δέχεται ὁ νεφρὸς,

ἐκ τούτου ἡ ἰγνύα. ἔχει δὲ καὶ κάτω πολλὰς ἀποσχί-

δας. ἀλλ' ἡμεῖς τὴν ἀνωτέραν τέμνωμεν, ἵνα ταχέως γέ-

νηται μετάστασις τῆς ὕλης. ἔνθεν καὶ τοῦ κατὰ λῆξιν

μηροῦ τέμνομεν φλέβα. εἰ δὲ μὴ εἴη ὕλη, ἀλλὰ ποιότης,

καθαίρωμεν. τίνι δὲ εἶχε καθᾶραι ὁ Ἱπποκράτης ἐν τοῖς

τότε χρόνοις, ἢ ἐλλεβόρῳ, ὃν ἡμεῖς φεύγομεν διὰ τὸ πε-

ριττωματικὸν τῶν σωμάτων, ὁ δὲ Ἱπποκράτης παρελάμ-

βανεν, ὡς ἐν καθαροῖς σώμασιν. εἰ δὲ καὶ πλῆθος εἴη

καὶ ποιότης, τότε τοῖς ἀμφοτέροις χρησώμεθα, πρότερον

μὲν τῇ φλεβοτομίᾳ, ἵνα διάπνοιαν χαρισώμεθα, ὕστε-

ρον δὲ τῷ καθαρσίῳ. ἐντεῦθεν γὰρ καὶ αἱ ἀπὸ τῶν συ-

18

στοίχων ἐνδείξεις γινέσθωσαν, ἀκμάζοντι, ἐν εἰωθότι,

ἐν ἐαρινῇ καταστάσει. ἀλλ' Ἱπποκράτης μόνης τῆς τῶν

νέων μνημονεύσας ἡλικίας, δέδωκέ σοι ἂν καὶ τῶν λοι-

πῶν συστοίχων. ἐχρησάμεθα ἁπλῶς τῇ καθολικῇ θερα-

πείᾳ. ἐρχόμεθα παρὰ τὴν τοῦ νεφροῦ.

Καὶ χρησόμεθα ἀποζέμασι τοῖς διουρητικοῖς, τοῖς δυ-

ναμένοις θρύψαι λίθον, οἷον τὸ δαμασόνιον. λέγει δὲ

καὶ Ἱπποκράτης ἐν τῇ θεραπείᾳ τοῦ νεφροῦ, λεπτῦναι

ἅμα καὶ ἁπαλῦναι· καλῶς πάνυ. ἐπειδὴ γὰρ εἶπε ὅτι

φλεβοτόμησον ἢ κάθαρον, εἴ ἐστιν ἀκμαστικὴ ἡλικία,

ἴσως τις εἶχεν αὐτῷ εἰπεῖν, καὶ εἴ ἐστι παιδικὴ, μηδ' ἐν

τούτῳ ἔχομεν τὰ τῆς θεραπείας οὐδαμῶς. ἀλλ' ὀφείλεις

πάνυ καταθρύψαι τὸν λίθον, πρότερον μὲν ὅτι παιδικὴ

ἡλικία ἡ πάσχουσα, ἔπειτα δὲ καὶ μέλλει λίθος διὰ τῶν

οὐρητήρων παρέρχεσθαι. οὐρητῆρες δὲ στενοὶ καὶ μακροί·

καὶ διὰ τοῦτο ὀφείλομεν τὸν χυμὸν ἁπαλῦναι τῇ ὑγρότητι,

ἵνα μὴ ξηρὸς ὢν ἐνισχεθῇ ἐν τοῖς οὐρητῆρσι, καὶ βρα-

δέως ἐκκρινόμενος πολλὰς ὥρας ὀδυνήσῃ. μία μὲν οὖν

αὕτη ἡ ἐξήγησις. Δευτέρα δὲ ὅτι πολλάκις ἡ λιθίασις

γίνεται ἀπὸ ὕλης μετὰ ποιότητος. καὶ πρὸς ἀμφότερα θέ-

λομεν ἐνστῆναι. ἔνθα πολλάκις ψυχροῦ ὕδατος πόσις ἔπαυσε

νεφρῖτιν, σβέσασα μὲν δυσκρασίαν ἐνοχλοῦσαν, ῥώσασα

δὲ δύναμιν καταβεβλημένην ὑπὸ δυσκρασίας. δύναμις δὲ

ῥωσθεῖσα ἢ ἔπεψεν ἢ ἀπεδίωξε τὴν ὕλην, καὶ ἐπαύσατο ἡ

νεφρῖτις. πρὸς ἀμφότερα οὖν ὁ Ἱπποκράτης, πρὸς μὲν

τὸ πλῆθος διὰ τῶν εἰρημένων. ἀλλ' ἐπειδὴ ἡ ποιοῦσα

ὕλη τὸν λίθον οὐ μόνον πολλὴ ἦν, ἀλλὰ καὶ παχεῖα, τὸ

μὲν πλῆθος ἐκένωσεν ἡ φλεβοτομία, τὴν δὲ σύστασιν αὐ-

τοῦ νῦν λεπτύνομεν, τὴν δὲ ποιότητα καὶ τὴν δυσκρασίαν

σβέννυμεν καὶ ἁπαλύνομεν. ἀλλ' ἐπειδὴ εἶδεν ὁ Ἱππο-

κράτης ὡς ἐπίπαν ὡς τὰ λεπτύνοντα πάντα θερμά εἰσι

καὶ ξηρὰ, τὰ δὲ κατακιρνῶντα καὶ ἁπαλύνοντα ψυχρὰ

καὶ ὑγρὰ, διὰ τοῦτο προσέθηκε τὸ αἷμα, ἵνα ποτὲ μὲν

τοῖσδε, ποτὲ δὲ τοῖς χρήσῃ, πρὸς τὸ κατεπεῖγον ἐνιστά-

μενος, οὐδὲ θατέρου παντάπασιν ἀμελῶν.

19

Ἔστι δὲ καὶ ἄλλη τρίτη αἰτία. εἶπε γὰρ εἰς ἀφορι-

σμοὺς, ὅτι τὰ σώματα χρὴ ὅκου ἄν τις θέλῃ καθαίρειν,

εὔῤῥοα ποιέειν. καὶ πολλῶν ἐκεῖσε λεχθεισῶν ἐξηγήσεων,

μόνην ἐδεξάμεθα, ὅτι ὅταν βούληται κενῶσαι εὔῤῥοον

τὸ περιέχον, ὑγρᾶναι τὰ περιεχόμενα, ἵνα δι' εὐρέος ὀρ-

γάνου ταχέως ὀλισθαίνῃ τὸ κενούμενον. τοῦτο καὶ ἐν-

ταῦθα λέγει, λεπτύνων τὸν μέλλοντα κενωθῆναι χυμόν.

ἐπειδὴ δὲ δι' οὐρητήρων κενωθῆναι μέλλει τῶν στενῶν

καὶ μακρῶν, εὔρυνον αὐτοὺς δι' ὑγρότητος. ἀλλ' Ἱππο-

κράτης ἐκ τοῦ γινομένου τὸ ποιὸν ἐδήλωσε. θέλων γὰρ

εἰπεῖν ὕγρανον, ἐπειδὴ οἶδε τὸ ὑγραινόμενον ἁπαλύνε-

σθαι, ἁπαλῷ εἶπεν ἀντὶ τοῦ ὑγραίνοντι. οὕτω μὲν οὖν

καλῶς ἔγνωσται τῷ Ἱπποκράτει ἡ λιθίασις. ἀλλὰ μὴν

καὶ ἐθεραπεύετο ἐπὶ τῶν αὐτοῦ χρόνων. ἐπειδὴ γὰρ οὐκ

ἦν τότε πολὺ φλέγμα ἐκ τῶν συνεχῶν γυμνασιῶν, ἀλλ' ἦν

ἐῤῥωμένη ἡ δύναμις, εὐχερῶς ἐνικᾶτο ἡ λιθίασις. ἐπειδὴ

δὲ νῦν τρυφηλὴ μὲν τράπεζα, βλεννώδης δὲ συνάγεται

χυμὸς καὶ πολλὴ ἀσθένεια, ἔνθεν μὲν γίνονται πολλαὶ

λιθιάσεις· ἐκ δὲ τῶνδε, δυσΐατα ἢ καὶ ἀνΐατα σχεδὸν

πάθη. ταῦτα μὲν οὖν οὐκ ἠγνόησεν Ἱπποκράτης. εἶπε

γὰρ γεγυμνάσθαι καὶ ἀσιτεῖν, ὧν νῦν οὐδὲν γίνεται. το-

σαῦτα περὶ λιθιάσεως.

Ϛʹ. Γυναικεῖα τῇσιν ὑδαταινούσῃσιν ἐπιπολὺ παραμένει·

ὅταν δὲ μὴ ταχὺ ἴῃ, ἐποιδέει. —

Ὀφείλομεν ἑπόμενοι τοῖς ἐξ ἀρχῆς ὁμολογηθεῖσι, σα-

φηνίσαι τὸν λόγον, ἀποδοῦναι δὲ καὶ τὴν διάνοιαν τοῦ

λογισμοῦ. γυναικεῖον οὖν μεμνημένου ῥοῦν τοῦ Ἱπποκρά-

τους, τρεῖς φαίνονται τρόποι σημαινόμενοι. λέγεται γὰρ

γυναικεῖον μόριον, μήτρα, ὄρχις, τράχηλος, αἰδοῖον. λέγε-

ται γυναικεῖον καί τι περὶ ταῦτα τὰ μόρια πάθος, ἡ

ὑστερικὴ ἄπνοια. λέγεται καὶ γυναικεῖον ἔργον, οὐ περὶ

ἁφῆς τῆς ποιούσης ἀσχολεῖσθαι τὰς γυναῖκας οἷον ἱστὸν

ἢ ἠλακάτην, ἀλλὰ τὴν σύλληψιν, τὴν κυοφορίαν, τὴν

20

ἀπότεξιν, τὴν γαλουχίαν, πρό γε πάντων τὴν ἔμμηνον

κάθαρσιν. καλῶς δὲ εἶπον πρὸ τούτων. ταύτης γὰρ εὐη-

μερούσης, καὶ αἱ ἄλλαι προέρχονται. εἰ γὰρ καθαίρεται

κατὰ λόγον ἡ μήτρα ἐν τῇ συλλήψει, ὡς κατά τινος

ἐραστοῦ ἔρχεται κατὰ τοῦ σπέρματος, καὶ ξηροτέρα οὖσα

σφίγγει τὸ σπέρμα· ἐντεῦθεν καλῶς ἡ κυοφόρησις, καὶ

ἄφθονον τὸ γάλα. περὶ ταύτης οὖν τῆς καθάρσεως νῦν

διαλέγεται· ταύτην γὰρ ἐκάλεσε γυναικεῖον. λέγει γὰρ καὶ

ὑδαταινούσῃσι. καί τινες μὲν λέγουσι τὰς ἐχούσας ὕδε-

ρον· τοῦτο δὲ οὐκ ἔστιν· ἀλλὰ τὰς ἐχούσας ὀρωδέστερον

καὶ ψυχρότερον καὶ ὑγρότερον καταμήνιον, ὑδαταινούσας.

καὶ πάλιν τινὲς λέγουσιν ἐπὶ τῶν παρὰ φύσιν. τὸ γὰρ

ἀληθὲς, ἐπὶ τῶν κατὰ φύσιν. εἰ γάρ ἐστι ψυχρότερον καὶ

ὑγρότερον τὸ καταμήνιον, φανερὸν ἐκ τῆς κράσεως καὶ

ἡλικίας καὶ ἕξεως καὶ χροιᾶς. πάντα μὲν γὰρ περὶ ὀνο-

μάτων λέγει ὁ Ἱπποκράτης, ὅτι εἰ καθαίρεται ἡ γυνὴ

ψυχρότερον καὶ ὑγρότερον περίττωμα, ὡς ἐπιπολὺ κα-

θαιρεῖσθαι. τὸ γὰρ ἐπιπολὺ, ἢ πρὸς τὰς ἡμέρας ἀντὶ

τοῦ μὴ δύο ἡμέρας μόνας ἢ τρεῖς, ἀλλὰ πλείονας, ἢ καὶ

πρὸς τὰς ἡλικίας πάντῃ, τοῦ μὴ ἄχρι μόνης τῆς ἀκμῆς,

ἀλλὰ καὶ περὶ τῆς παρακμῆς. εἰ γὰρ ἐπισχεθῇ τὸ κατα-

μήνιον, οἴδημα ποιεῖ περὶ τὸ πρόσωπον, ὃ τὴν ὑδερικὴν

διάθεσιν ἐργάζεται. καὶ νῦν αὕτη, ἢ ὅτι ψυχρὸν τὸ κα-

ταμήνιον ψύχει τὴν θερμασίαν, ἢ ὅταν τῷ πλήθει κατα-

βαρῇ καὶ καταπνίγῃ. μεμαθήκαμεν γὰρ ὅτι καὶ ἀθρόα

φορὰ καὶ ἀθρόα ἐπίσχεσις ψύχει, κένωσις μὲν τῇ διαφο-

ρήσει, ἐπίσχεσις δὲ τῷ πλήθει καὶ τῷ ψύχει.

ζʹ. Καὶ ἐν Κρανῶνι αἱ παλαιαὶ ὀδύναι ψυχραί· αἱ γὰρ

νεαραὶ θερμαὶ, αἱματίαι αἱ πλεῖσται καὶ τὰ ἀπὸ

ἰσχίου ψυχρά. —

Κρανὼν μέν ἐστιν ὄνομα πόλεως. νῦν διαλέγεται Ἱπ-

ποκράτης περὶ ἐπιδήμου ἢ σποραδικοῦ ὀνόματος. εἰ

21

γὰρ ἦν σποραδικὸν τοῦτο, ἦν ἀνάξιον νόσημα μεγάλου

μέλους ἢ ἄλλου τινὸς μορίου μερικοῦ παθόντος· ἐπειδὴ

καθόλου λέγει ἐν Κρανῶνι, περὶ ἐπιδήμων μᾶλλον. λέγει

οὖν ἱστορηκέναι ἐκεῖ Ἱπποκράτης νέας καὶ παλαιὰς ὀδύ-

νας. καί τινες καταγελάστως ἐξηγήσαντο. ἐπειδὴ Ἱππο-

κράτης πρὸς ὑπόμνησιν αὐτοῦ ταῦτα ἐν διφθέραις ἀπε-

τίθετο, νέας μὲν λέγει ἃς πρὸ ὀλίγου εἶδε, παλαιὰς δὲ,

ἃς πρὸ πολλοῦ χρόνου. ἡμεῖς δὲ ἃ πρὸ πολλοῦ φα-

μεν, ὅταν τὴν ταχέως γινομένην ὀδύνην καὶ ταχέως παυο-

μένην, νέαν λέγει, τὴν δὲ ἀναμένουσαν πλείονα χρόνον,

παλαιάν. πᾶσαι δὲ, ἀπὸ αἵματος, ἀλλὰ διαφόρου· αἱ μὲν

γὰρ νέαι, ἀπὸ θερμοτέρου καὶ λεπτοτέρου, αἱ δὲ πα-

λαιαὶ, ἀπὸ μελαγχολικωτέρου καὶ παχυτέρου. λέγει δὲ

ἱστορηκέναι καὶ ψυχρὰ τὰ περὶ τὸ ἰσχίον, τουτέστι τεί-

νοντα τὸ ἰσχίον, διάθεσιν τὴν ἀπὸ φλέγματος γινομένην.

ἀλλ' ὅταν γένηται περὶ τὸ ἰσχίον ψυχρὰ διάθεσις, ζητη-

τέον πῶς γίνεται· οὐδὲν γὰρ ἄτοπον ἀπὸ θερμασίας

αὐτὴν γίνεσθαι, εἰ ἀναμνησθῶμεν τοῦ πρώτως καὶ κατὰ

συμβεβηκός. πολλάκις γὰρ γίνεται περὶ τὸ ἰσχίον * θέ-

σει δυσκρασίᾳ, ἀλλ' εὑρηκυῖα ψυχρὸν χυμὸν ἀνέλυσεν αὐ-

τὸν, καὶ οὕτως πέμψας ἀτμοὺς ψυχροὺς, δέδωκεν ἔννοιαν

ψύξεως ἐμφωλευούσης, ὥσπερ καὶ τὸ ἐναντίον, ψύξις ἐπε-

γένετο· πυκνώσασα δὲ τοὺς πόρους, θερμασίας δέδωκε

συναίσθησιν. οὕτω καὶ ἐνταῦθα παρεσφάλη ἡμῖν τὰ τῆς

θεραπείας. ὥσπερ γὰρ ἐπὶ τοῦ στομάχου χολὴ πλεονά-

ζουσα…

The complete text is available when the reading interface loads.