The Greek Library Catalogue

Anonymous

Commentarii in Hippocratis aphorismos

Edition reference
Commentarii in Hippocratis aphorismos, ed. F. R. Dietz, Scholia in Hippocratem et Galenum, vol. 2, Königsberg: Borntraeger, 1834 (repr. Amsterdam: Hakkert, 1966): 236, 238–240, 244–544.
CTS identifier
urn:cts:greekLit:tlg0728.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

2

236

{ΘΕΟΦΙΛΟΥ ΠΡΩΤΟΣΠΑΘΑΡΙΟΥ

ΚΑΙ ΔΑΜΑΣΚΙΟΥ}

{ΣΧΟΛΙΑ}

{ΕΙΣ ΤΟΥΣ ΙΠΠΟΚΡΑΤΗΣ ΑΦΟΡΙΣΜΟΥΣ.}

238

{<Στεφάνου Ἀθηναίου προοίμιον.>}

Σκοπός ἐστι τῷ συγγραφεῖ πάντα τὰ τῆς τέχνης ἡμῖν

παρέχειν κεφάλαια καὶ φύσεως ἔργα. σκοπεῖ τοίνυν τὴν

φύσιν, θεμέλιον ἔχουσαν τὰ στοιχεῖα, συναγομένην δὲ καὶ

συνιζάνουσαν κράσεσι, μεριζομένην δὲ εἰς χυμοὺς, ἐλλαμ-

πομένην δὲ δυνάμεσι, μόρια διαπλάττουσαν πρὸς τὴν τοῦ

παντὸς σώματος ἐναρμόνιον σύνθεσιν, ἐκ διαφόρου χρείας

τε καὶ ἐνεργείας ἕνεκεν. καὶ ταῦτα μὲν περὶ φύσεως

πραγματεύεται. ἐπεὶ δὲ καὶ τὴν φύσιν τριμερὴς κακία

πέφυκεν ἐπηρεάζειν τοῖς σώμασιν ἡμῶν, νοσήματα, συμ-

πτώματα, αἴτια, τοῖς μὲν νοσήμασιν ἀμετρίᾳ λυμαινομέ-

νοις τὰς ἐναντίας ἀντεισάγει ἀμετρίας, ὡς αὐτὸς προϊὼν

λέγει, τὰ ἐναντία τῶν ἐναντίων ἰάματα. ἐνίσταται δὲ καὶ

πρὸς τὰ συμπτώματα, παρηγορῶν τε καὶ καταπραΰνων

τὸ θρασὺ τούτων καὶ ἀνήμερον ἢ καὶ ἰώμενος ὥσπερ αὐ-

τὸς προϊὼν λέγει, νάρκη ὀλίγη ὀδύνης ληκτικὴ, ἀλλὰ καὶ

τῶν αἰτϊῶν ἐκκόπτων τε καὶ ἀναστέλλων τὰς ἐπιδρομὰς

πανταχόθεν, ἀκηλίδωτον τὴν σωτηρίαν ἐργάζεται, λόγῳ τε

ἅμα καὶ πείρᾳ χρώμενος καθάπερ τισὶν ὅπλοις κατὰ τῶν

παρὰ φύσιν ὁπλίζεται, τῷ λόγῳ τὴν μέθοδον ἐξευρίσκων,

τῇ δὲ πείρᾳ ταύτην ἐκκαλούμενος ἢ καὶ τὸ βέβαιον πα-

ρεγγυᾷ τοῦ λόγου. ἐπάνεισι δ' οὖν καὶ ἐπὶ μετέωρα καὶ

μείζονα. σκοπεῖ γὰρ ἀνέμων ἀλλαγὰς, ἀνέμων ἐμπνεύσεις,

ὑδάτων διαφορὰς, ταῖς τῶν ἀστέρων ἐπιτολαῖς τε καὶ

κρύψεσι ποικιλλόμενος. ταῦτα πάντα ὁ σκοπὸς τοῦ πα-

ρόντος ἐπαγγέλλεται συγγράμματος. Χρησιμεύει δὲ καὶ

τελείοις καὶ ἀτελέσιν, ὀψιμαθέσι καὶ ἐκ νηπίας ἡλικίας

φοιτῶσιν, ὁδοιποροῦσι καὶ ἐν πόλεσι διατρίβουσιν, εὐ-

φυέσι καὶ ἀφυέσι, προθύμοις τε καὶ ῥᾳθύμοις, τελείοις

μὲν καὶ εὐφυέσι, τῶν προεγνωσμένων ἑαυτοὺς ἐν κεφα-

λαίῳ ἀναμιμνήσκειν, ἀτελέσι δὲ καὶ ὁδοιποροῦσιν, ὅτι τὰ

ἐν πολλοῖς καταλογάδην εἰρημένα, ταῦτα ἐν ὀλίγοις

περικλείεται.

Ὅτι γνήσιον Ἱπποκράτους τὸ σύγγραμμα, ἐμαρτύ-

239

ρησαν Ῥοῦφός τε καὶ Ῥουφῖνος, καὶ Σωρανὸς καὶ Πέλωψ

καὶ Γαληνός· κατ' αὐτούς ἐστι γνήσιον, ὥστε γνώμονι

τούτῳ κεχρημένοι οἱ ἐξηγηταὶ τούτῳ τῶν ἄλλων συγ-

γραμμάτων, εἴτε γνήσια εἶεν εἴτε νόθα, ἐποιήσαντο τὴν

κρίσιν. οὐ μὴν ἀλλὰ καὶ τὸ εἶδος τῆς ἐπαγγελίας καὶ ἡ

ἀγχίνοια τῶν λεγομένων καὶ τὸ ἡδὺ τῆς φράσεως τῆς

Ἱπποκράτους μεγαλονοίας ἀποδεικνύει τὸ σύγγραμμα.

Ζητείσθω δὲ καὶ ἡ αἰτία τῆς ἐπιγραφῆς. Ἰστέον οὖν

ὅτι ἐκ τοῦ τρόπου τῆς διδασκαλίας τὴν ἐπιγραφὴν ἐποι-

ήσατο, ἀφορισμοὺς τὸ βιβλίον ἐπιγράψας.

Ἡ δὲ τάξις διττή ἐστιν, ἡ μὲν πρὸς τὴν φύσιν, ἡ δὲ

πρὸς τὸν λόγον ἀποβλέπουσα. καὶ τῇ πρὸς τὴν φύσιν ἐξα-

κολουθοῦντες τάξει, τὸ περὶ ἀνθρώπου φύσεως ἀναλεγόμεθα

ἐν τοῖς Ἱπποκρατείοις· ἐκεῖσε γὰρ μανθάνομεν τὴν προσε-

χῆ ὕλην τῆς γενέσεως καὶ τὴν σύμπηξιν τοῦ ἡμετέρου

σώματος, καὶ ἐνταῦθα ἐν τρίτῃ τάξει ἀναγνωσθέντος τοῦ

παρόντος βιβλίου. ἡ δὲ τοῦ λόγου τάξις πρότερον τοὺς

ἀφορισμοὺς παρακελεύεται ἀναλέγεσθαι διὰ τὸ καθολι-

κὸν καὶ κεφαλαιῶδες καὶ σύντομον τῶν ἐνταῦθα παραδι-

δομένων. καλὸν τοῖς εἰσαγομένοις εἰς τὴν Ἱπποκρά-

τους ἰατρικὴν πρὸ παντὸς τὸν ὅρον καὶ τὸν νόμον ἐκ-

μανθάνειν.

Ἕκτον ἐστὶ κεφάλαιον ἡ εἰς τὰ μόρια διαίρεσις. Ἰστέον

ὅτι ὁ μὲν Σωρανὸς εἰς τρία τμήματα διεῖλε τοῦτο τὸ

βιβλίον, ὁ δὲ Ῥοῦφος εἰς τέσσαρα, ὁ δὲ Γαληνὸς εἰς ἑπτὰ

ᾧπερ καὶ πειθόμεθα. ἀνάγεται δὲ τὸ παρὸν σύγγραμμα

οὐχ ὑπὸ ἓν μέρος τῆς Ἱπποκρατικῆς, ἀλλ' ὑπὸ πάντα

τὰ μέρη, ὥσπερ καὶ ἡ τέχνη Γαληνοῦ. ἐπειδὴ γὰρ περὶ

πάντων τῶν μερῶν τῆς ἰατρικῆς ἐνταῦθα διαλέγεται,

κεφάλαιον δὴ καὶ σύντομον διδασκαλίας ποιούμενος, εἰ-

κότως καὶ ὑπὸ τὸ θεωρητικὸν καὶ ὑπὸ τὸ πρακτικὸν καὶ

τὰ καθ' ἕκαστον πάντα τὰ μόρια τῆς διαιρέσεως, ἅτινα

ἐν εἰσαγωγαῖς μεμαθήκαμεν, τὸ παρὸν ἀναθήσεται σύγ-

γραμμα.

240

Τρόπῳ δὲ διδασκαλικῷ κέχρηται ἀφοριστικῷ. Ὅπερ

δῆλον γέγονε, τὴν αἰτίαν τῆς ἐπιγραφῆς ζητούντων ἡμῶν. ἕτε-

ροι γὰρ παρὰ τοὺς Γαληνείους διδασκαλικοὶ τρόποι παρ' αὐ-

τῷ τρεῖς, ἀφοριστικὸς, ὑφηγηματικὸς καὶ μικτός. καὶ ἀφο-

ριστικὸς μέν ἐστιν ἐν ὀλίγαις λέξεσι πολλὰ περικλείων ῥή-

ματα, ὑφηγηματικὸς δέ ἐστιν ὁ κατὰ διέξοδον πλατικῶς

τῶν νοουμένων διδασκαλίαν ποιούμενος, μικτὸς δὲ ὁ ἐξ

ἀμφοῖν συγκείμενος καὶ μήτε ἄγαν ἐσταλμένος ὡς ὁ ἀφο-

ριστικὸς, μήτε ἐν πλάτει διεξερχόμενος τὴν ἔννοιαν κα-

θάπερ ὁ ὑφηγηματικός. Ἀφορισμὸς δέ ἐστι λόγος σύν-

τομος, αὐτοτελῆ διάνοιαν ἀπαρτίζων. ἢ καὶ οὕτως· λόγος

πενόμενος μὲν κατὰ τὴν τέχνην, πλουτῶν δὲ τοῖς ἐνθυμή-

μασιν. εἴρηται δὲ ἀφορισμὸς διὰ τὸ καθ' ἕκαστα περιο-

ρίζεσθαι μὲν τὰ νοούμενα, ἀφορίζεσθαι δὲ καὶ ἀποδιΐ-

στασθαι ἀπὸ τῶν πρὸ αὐτῶν καὶ ἀπὸ τῶν μετ' αὐτά.

244

In codice Vindobonensi medico XLIX, membrana-

ceo, pereleganti, saeculi XIV, anonymi auctoris in

Aphorismos haec est praefatio:

Οἱ πλεῖστοι τῶν παλαιοτέρων ἰατρῶν σποράδην ἐξεῦ-

ρόν τινα τῆς ἰατρικῆς ἐκ κληδόνων ἢ τριόδων συνάγοντες

καὶ ἀπὸ τύχης ἢ μαντείας ἢ κλήσεως δαιμόνων ἢ ἄλλων

τινῶν τρόπων. Ἱπποκράτης δὲ ὁ τῶν Ἀσκληπιαδῶν, ταύ-

την ὡς ἂν εἴποι τις πλαζομένην συνάξας καὶ τελείως

ὑφάνας, πλήρη καὶ ἀρτίαν εἰργάσατο, κεφαλὴν ἐπιθεὶς

καὶ οὐκ ἄν τις ἁμάρτοι λέγων, ὡς ὁ προνοητικὸς θεὸς

ἐλέησε τὸ ἀνθρώπινον γένος, ἄλλ' ἐπ' ἀλλήλοις νόσοις

ἀπολλύμενον, τὴν φύσιν σαρκώσας Ἱπποκράτην κατήγαγε

πρὸς ἀρτίαν ταύτης παράδοσιν. ἴσως γὰρ καὶ τοῦτο αἰ-

νίττεται κατὰ τὸ προοίμιον τῶν ἀφορισμῶν λέγων, ὡς

ἐπειδὴ κατὰ τὴν πεῖραν ἡ ἰατρικὴ σχεδὸν ἀκατάληπτός

ἐστιν· οὔτε γὰρ ὅτε βουλόμεθα, τοῖς πάθεσι τῶν ἀνθρώ-

πων ἐντυγχάνουσιν οἱ ἰατροί· τύχῃ γὰρ καὶ τῷ σπανίῳ

τῆς γενέσεως δουλεύει ταῦτα. ἔτι γε μὴν καὶ ἐπικίνδυνος

τῷ ἐν σώματι ῥευστῷ μὲν διὰ τὴν ὕλην καὶ ἀβεβαίῳ, κε-

κτημένῳ δὲ καὶ θεῖαν δύναμιν ψυχικὴν, γυμνάζεσθαι τὴν

ἰατρικὴν τέχνην, καὶ οὐκ ἀψύχῳ καὶ ἀθύμῳ, καθάπερ

τὰς ἄλλας τέχνας. πρὸς δὲ τούτοις καὶ τὰ πάθη ὑπὸ

πολλῶν αἰτίων γεννᾶσθαί τε καὶ αὐξάνεσθαι, καὶ διὰ

τοῦτο δυσχεραίνειν τὴν πεῖραν, ἐν τῷ διακρίνειν τὸ ποιη-

245

τικὸν αἴτιον. φέρε τῷ λόγῳ ψιλῷ χωρὶς ὑποκειμένης

ὕλης ἀσωμάτως πᾶσαν περιλαβὼν ἐν ὀλίγῳ χρόνῳ δι-

δάξω, καὶ διὰ τοῦτο καὶ ἐπιστημονικὸν λόγον ἔχειν ποι-

ήσω, καὶ τὰς αἰτίας πάσας ὑποθήσομαι σὺν ταῖς διαγνώ-

σεσι, πρὸς τῷ σε λοιπὸν τῇ πείρᾳ γυμνάζειν τὸν λόγον·

ὅτε δ' ἄν σοι κατὰ τύχην περιπέσῃ τι πάθος, ἐφαρμό-

ζων τὸν λόγον καὶ γυμνάζων καὶ ἀληθῆ τοῦτον εὑρίσκων.

Τὸ δὲ μέγιστον τοῦ ἀνδρὸς, ὅτι οἱ παρ' αὐτοῦ λεγό-

μενοι ἀφορισμοὶ οὐχ ἁρμόζουσι μόνῃ ἰατρικῇ, ἀλλὰ καὶ

κοινῶς παντὶ τῷ βίῳ. νόμοι γάρ εἰσι καθολικοὶ, θεσπί-

ζοντες καὶ κανονίζοντες τὰ γινόμενα, ὡς ὅταν λέγῃ, ἐν

τοῖσι γυμναστικοῖσιν αἱ ἐπ' ἄκρον εὐεξίαι σφαλεραὶ, καὶ

πάλιν, τὸ πολὺ τῇ φύσει πολέμιον, καὶ, ὕπνος, ἀγρυπνίη,

μᾶλλον γιγνόμενα τοῦ μετρίου, κακὸν, καθολικὸν δίδωσιν

ἡμῖν κανόνα καὶ νόμον ἐπὶ παντὸς πράγματος, ὡς πᾶν

μέτρον ἄριστον, καὶ πάλιν, τὰ μὴ καθαρὰ σώματα, ὁκό-

σῳ ἂν θρέψῃς μᾶλλον βλάψεις, ὃ δύναται ἐπὶ ψυχὴν

μεταφέρεσθαι. οὕτω γὰρ ὁ θεῖος Πλάτων ἔφη, τὰς μὴ

καθαρὰς ψυχὰς, ὅσῳ ἂν παιδεύσῃς μᾶλλον βλάψεις. τῆς

γὰρ ἀσωμάτου ψυχῆς ἀσώματος τροφὴ παίδευσις. καὶ

ἐπὶ ἄλλων δὲ ἀφορισμῶν τὸ εἰρημένον κρίνων εὑρήσεις.

ἔχουσι δὲ καὶ τὸ διωρισμένον καὶ τὸ συνεχὲς, ὃ καὶ αὐτὸ

τελείας ἀρετῆς ἐστι σύμβολον. ὡς γὰρ ἐπὶ τῶν γραμ-

μικῶν, καὶ ἐπ' αὐτῶν εἰ οὕτως ἔτυχεν, ὁ πέμπτος τὸν

τέταρτον σαφηνίζει, καὶ ὁ τέταρτος τὸν τρίτον καὶ ὁ τρί-

τος τὸν δεύτερον καὶ ἐφεξῆς ὡσαύτως, καὶ προβαίνων

σαφῶς τοῦτο ποιεῖται τὴν τάξιν φυλάττων τοῦ λόγου

καὶ τὸ ἀκόλουθον τῆς αἰτίας ἐπὶ ἡλικιῶν ἢ ὡρῶν ἢ πα-

θῶν καὶ τῶν παραπλησίων.

— — —

{ΘΕΟΦΙΛΟΥ.} Ἀφορισμός ἐστι λόγος σύντομος,

αὐτοτελῆ διάνοιαν ἀπαρτίζων, ἢ λόγος κατὰ μὲν τὴν προ-

φορὰν ἤτοι τὴν φράσιν πενόμενος, πλουτῶν δὲ τοῖς ἐν-

θυμήμασιν. εἴρηται δὲ ἀφορισμὸς διὰ τὸ περιορίζε-

σθαι ἐν αὐτῷ τὸ νόημα, ἀφορίζεσθαι δὲ καὶ ἀποδιΐστα-

246

σθαι ἀπό τε τῶν πρὸ αὐτοῦ καὶ τῶν μετ' αὐτόν. Ἰστέον

δὲ ὅτι δύο προοίμια ἔχει ἡ παροῦσα πραγματεία καὶ

τὸ μὲν πρῶτόν ἐστιν ἀποφαντικὸν, ἤγουν κατὰ προ-

τροπὴν καὶ ἀποτροπὴν, ὡς τὸ, βίος βραχὺς, ἡ δὲ τέχνη

μακρὴ, ὁ δὲ καιρὸς ὀξύς· τὸ δὲ δεύτερον συμβουλευτικὸν,

τὸ δεῖ δὲ οὐ μόνον ἑωϋτὸν παρέχειν τὰ δέοντα

καὶ τὰ ἑξῆς.

{<Ἀρχὴ σὺν θεῷ ἁγίῳ τοῦ πρώτου τμήματος.>}

αʹ. Ὁ βίος βραχὺς, ἡ δὲ τέχνη μακρὴ, ὁ δὲ καιρὸς ὀξὺς,

ἡ δὲ πεῖρα σφαλερὴ, ἡ δὲ κρίσις χαλεπή. —

{ΘΕΟΦ.} Τὸ τοῦ βίου ὄνομα πολλαχῶς εἴρηται. λέ-

γεται γὰρ βίος ὁ τόπος, καθό φαμεν ἀμφίβια ζῶα, ἃ

καὶ ἐν τῇ χέρσῳ καὶ ἐν τῷ ὕδατι βιοῦν δυνατὸν, ὡς

αἱ φῶκαι. βίος καὶ τὸ ἐπιτήδευμα, καθό φαμεν τόνδε

τὸν ἄνθρωπον ἰατρικὸν βίον μετιέναι κἀκεῖνον φιλόσοφον.

βίος καὶ ἡ ζεῦξις τοῦ γάμου, καθὸ λέγομεν, ὅτι βίον οὗ-

τος ὁ ἄνθρωπος ἠγάγετο. βίος καὶ τὸ ἦθος τῆς ψυχῆς,

καθό φαμεν σώφρονα βίον ἔχειν καὶ κόσμιον ἢ τὸ ἀνάπα-

λιν ἀκόλαστον. λέγεται βίος καὶ ὁ χρόνος τῆς ζωῆς ἡμῶν.

ἀμέλει γὰρ τὴν ἀπαναχώρησιν τῆς ψυχῆς ἀποβίωσιν προ-

σαγορεύομεν. οὗτος οὖν ὁ βίος ὁ κατὰ τὸ πέμπτον ση-

μαινόμενος βραχύς ἐστι καθ' Ἱπποκράτην τῇ τέχνῃ παρα-

βαλλόμενος, ἡ τέχνη δὲ μακρὰ, διότι ὁ βίος βραχὺς ἢ δι-

ότι πολλά εἰσι τὰ οἰκεῖα αὐτῆς μέρη καὶ οὐδέποτε εἰς

πέρας ἄγεται. εἰσὶ μὲν οὖν τὰ πρῶτα μέρη τῆς ἰατρικῆς

δύο, τό τε θεωρητικὸν καὶ τὸ πρακτικόν. ἑκάτερον δὲ τού-

των εἰς πλείονα διαιρεῖται. τὸ μὲν γὰρ θεωρητικὸν εἰς

φυσιολογικὸν, αἰτιολογικὸν, σημειωτικόν· αὐτὸ δὲ τὸ φυ-

σιολογικὸν, εἰς στοιχεῖα, κράσεις, χυμοὺς, μόρια, δυνά-

μεις, ἐνεργείας. ταῦτα δὲ τὰ σκέλη, καθὼς ἀλλαχοῦ εἴρηται,

διαιρεῖται εἰς πλείονα. τὸ δὲ αἰτιολογικὸν διαιρέσεως εἰς

προκαταρκτικὰ αἴτια, εἰς προηγούμενα καὶ εἰς συνεκτικά.

247

τὸ δὲ σημειωτικὸν εἰς τὴν τοῦ παρόντος διάγνωσιν καὶ

τῶν μελλόντων πρόγνωσιν καὶ τῶν παρεληλυθότων

ἀνάμνησιν. πάλιν τὸ πρακτικὸν διαιρεῖται εἰς ὑγιεινὸν, θε-

ραπευτικόν· τὸ δὲ θεραπευτικὸν εἰς διαιτητικὸν, φαρμα-

κευτικὸν, χειρουργικόν· τὸ δὲ διαιτητικὸν εἰς γηροκομικὸν

καὶ ἀναληπτικὸν καὶ προφυλακτικόν. καὶ ἁπλῶς πολλαὶ

ζητήσεις περὶ τούτων. μακρὰ τοίνυν ἐστὶν ἡ τέχνη διὰ τὴν

εὕρεσιν, διὰ τὴν μάθησιν, διὰ τὴν τελείωσιν τῶν μερῶν.

πῶς γὰρ δύναται εἷς ἄνθρωπος καὶ εὑρεῖν πάντα καὶ μαθεῖν

καὶ τελειῶσαι; καὶ μάρτυς αὐτὸς Ἱπποκράτης εἰπὼν, ὅτι τὸ

τῆς ἰατρικῆς τέχνης μάθημα μέγα ἐστὶ καὶ πολὺ, οὐδὲ

εἰς πέρας φέρομαι ταύτης, καίπερ γηραλέος καθεστηκώς.

Τὸ μέντοι, <καιρὸς ὀξὺς> ἤτοι τῶν βοηθημάτων καὶ

νοσημάτων, ἐπειδὴ παρατρέχει καὶ λανθάνει τὴν ἡμετέραν

αἴσθησιν καὶ τῶν δυσχερῶν ἐστι τὸ διαγνωσθῆναι αὐτὸν,

ὥστε κατὰ λόγον προσάγειν τὰ βοηθήματα. πολλάκις γάρ

τις εἰσελθὼν εἰς τὸν ἄῤῥωστον, συνεῖδεν αὐτὸν λαβεῖν τόδε

ἢ τόδε φάρμακον, ἐπειδὴ ἔδει καὶ εἰσελθὼν μετὰ δύο

ὥρας οὐκ ἠδυνήθη αὐτὸ δοῦναι. ἄλλη γὰρ ὥρα γέγονεν.

ἢ οὖν διὰ τοῦτο ἢ διὰ τὸ ῥευστὸν τῆς ὕλης ὀξύς ἐστιν ὁ

καιρός; ἀδύνατον γὰρ τῷ αὐτῷ σώματι δὶς ὡσαύτως ἔχοντι

περιτυχεῖν. πολλάκις γὰρ δεῖται τροφῆς ὁ ἄῤῥωστος καὶ

μελλόντων δοῦναι, περὶ τὴν ἐπίδοσιν εἰσέβαλεν ὁ παρο-

ξυσμὸς ἢ σύμπτωμά τι καὶ ἐκώλυσε θρέψαι. ἡ πεῖρα δὲ

σφαλερὴ τουτέστιν ἡ ἀπόπειρα τῶν ὠφελούντων διὰ τὴν

ἀξίαν τοῦ ὑποκειμένου ἤτοι τοῦ σώματος. οὐ γὰρ πλίνθοι

καὶ πηλὸς καὶ ξύλα καὶ σκύτος καθάπερ ἄλλων τεχνῶν ἡ

ὕλη τῆς ἰατρικῆς ἐστιν, ἐν οἷς ἄλυπόν ἐστι τὸ πειρᾶσθαι

πολυειδῶς. ξύλον μὲν γὰρ ἢ σκύτος κακῶς μεταχειρι-

ζόμενον, οὐδεὶς κίνδυνος. ἐν ἀνθρώπου δὲ σώματι πει-

ρᾶσθαι τῶν ἀπειράτων, οὐκ ἀσφαλές ἐστιν, εἰς ὄλεθρον

ὅλου τοῦ ζώου τῆς κακῆς πείρας τελευτώσης. ἄλλως τε ἡ

πεῖρα σφαλερὴ διὰ τὸ τὴν κρίσιν εἶναι χαλεπήν. πάλιν

δὲ ἡ κρίσις χαλεπὴ τουτέστιν ὁ λόγος διὰ τὸ δυσκατάλη-

πτον. καὶ γὰρ μέχρι τοῦ νῦν ἀμφιβάλλουσιν οἱ φιλόσοφοι

248

περὶ τοῦ οὐρανοῦ εἴτε σῶμά ἐστιν, εἴτε ἀσώματον καὶ

εἴτε πεπερασμένος εἴτε ἄπειρος. οὕτως οὖν καὶ ὁ τῆς

ἰατρικῆς λόγος χαλεπὸς καὶ δυσθήρατος, ὡς δηλοῖ τὸ

πλῆθος τῶν κατὰ τὴν ἰατρικὴν τέχνην αἱρέσεων.

{ΣΤΕΦΑΝΟΥ.} Νῦν ἐπὶ τὴν ἐξέτασιν ἥκομεν τοῦ κει-

μένου, συνθήκαις τισὶ πρότερον ἑαυτοὺς κατασφαλιζό-

μενοι, ὥστε ἐπὶ ἑκάστου τῶν ἀφορισμῶν ἢ καὶ ἐπὶ

τῶν πλείστων τέσσαρά τινα ζητεῖσθαι κεφάλαια, πρῶ-

τον τὴν σαφήνειαν τῆς λέξεως, εἴπερ ταύτης τι δεό-

μενος, δεύτερον τὴν διάνοιαν τοῦ ἀρχαίου, τρίτον τὸ

χρήσιμον τῆς ἐννοίας, καὶ τέταρτον τὴν διάκρισιν τῶν

ἀληθῶν καὶ ψευδῶν ἐξηγήσεων. ἐπὶ δὲ τοῖς συμφω-

νηθεῖσιν ἀρξόμεθα τῆς λέξεως. Ἰστέον οὖν ὅτι προοι-

μίῳ κεκόσμηται ὁ λόγος καὶ ἑνὶ καὶ δυσὶ, καὶ τὸ μὲν

πρῶτον προοίμιον ἀποφαντικὸν εἶναι δοκεῖ, τὸ δὲ δεύτε-

ρον συμβουλευτικόν. ἔχει δὲ ἑκάτερον οὕτως. Τὸ μὲν

πρῶτον ὁ βίος βραχὺς, ἡ δὲ τέχνη μακρὴ, ὁ δὲ καιρὸς

ὀξὺς καὶ τὰ ἑξῆς, τοῦτο ἀποφαντικόν· τὸ δὲ δεύτερον

ἔχει οὕτως· δεῖ δὲ οὐ μόνον ἑαυτὸν παρέχειν τὰ δέοντα

ποιέοντα καὶ τὰ ἑξῆς. τοῦτο δὲ συμβουλευτικόν. ἀλλ' εἰ

δοκεῖ ταῖς ὑποσχεθείσαις συνθήκαις ἀκολουθοῦντες, ἐπὶ

τὴν σαφήνειαν πρῶτον τραπῶμεν τῶν λέξεων, καὶ ἀρκτέον

ἀπὸ τοῦ πρώτου.

Ἰστέον τοιγαροῦν ὅτι τὸ τοῦ βίου ὄνομα πολλὰ ση-

μαίνει. λέγεται γὰρ βίος ὁ τόπος ἐν ᾧ τις διατρίβει.

οὕτω γὰρ Σωκράτην μὲν ἀκαδημαϊκὸν βίον μετιέναι φα-

μὲν, Πλάτωνα δὲ στωϊκόν· ἀλλὰ καὶ ἀμφίβια ζῶα κατὰ

τοῦτο τὸ σημαινόμενον λέγομεν. λέγεται βίος καὶ τὸ ἐπι-

τήδευμα ὅ τις μετέρχεται. οὕτω γοῦν φαμεν, τόνδε μὲν

τὸν ἄνθρωπον ἰατρικὸν βίον μετϊέναι, τόνδε δὲ γραμματι-

κόν. λέγεται βίος καὶ ἡ ἐνθένδε τῆς ψυχῆς μετανάστα-

σις. οὕτω γὰρ τὸ ἀποβιῶσαί φαμεν καὶ τῷ τέλει τοῦ

βίου χρήσασθαι. λέγεται βίος καὶ τὸ εἶδος τῆς ζωῆς

καθὸ λέγομεν τόνδε σεμνὸν καὶ κόσμιον βίον ἑλέσθαι ἢ

φιλόσοφον ἢ σώφρονα. λέγεται βίος καὶ ὁ χρόνος τῆς

ζωῆς καθό φαμεν τῶν ζώων τὰ μὲν μακρόβια, τὰ δὲ ὀλι-

249

γόβια. λέγεται βίος καὶ ὁ .... ἀλλ' οὐ πᾶς, ἀλλ'

ἐκεῖνος ἐν ᾧ ἐπιτηδείως πρὸς μάθησιν διακείμεθα. το-

σαυταχῶς οὖν τοῦ βίου λεγομένου, ἢ κατὰ τοῦ τελευ-

ταίου σημαινομένου, ἢ κατὰ τοῦ προτελευταίου ἐστὶν ὁ

λόγος τῷ Ἱπποκράτει. βραχὺ δὲ εἶπε δηλονότι τὸ ὀλίγον.

ἡ δὲ τέχνη μακρή. εἰ δὲ μακρή ἐστιν ἡ τέχνη καὶ σχεδὸν

ἄπειρος, τριχῶς ἐστι παραστῆσαι ἐκ τῆς διαιρέσεως, ἐκ

τῆς δοκιμασίας καὶ χρήσεως καὶ ἐκ τῆς τελειώσεως. καὶ

ἔξεστιν ἀνα.... τῆς διαιρέσεως. διαιρεῖται γοῦν ἡ

ἰατρικὴ et quae sequuntur.

Ὁ καιρὸς ὀξύς. —Ταῦτα τῆς ὀξύτητος τοῦ και-

ροῦ τὰ συμπτώματα. διὰ ταῦτα τοίνυν καὶ οἱ γραφεῖς

ὀπισθόψιλον τὸν καιρὸν γράφειν εἰώθασι, μηδὲν ἕτερον

διὰ τούτου ἐνδεικνύμενοι ἢ ὅτι παρωχηκότα τοῦτον ἀδύ-

νατόν ἐστι κατόπιν λαμβανόμενον αὖθις ὀπίσω ἀγαγεῖν. —

—πεῖραν λέγει τὴν διὰ χειρῶν τριβήν. — —

Ἡ δὲ κρίσις χαλεπή. —κρίσιν λέγει τὸν λόγον, χα-

λεπὸν δὲ τὸ δυσκατάληπτον, καὶ ἔτι τοῦτο οὐ πρός

τι ὁμολογούμενον ὅτι χαλεπὸν εἰς κατάληψιν ὁ λόγος.

πᾶσαι γοῦν αἱ τῶν ἀρχαίων βίβλοι καὶ μέχρι τοῦ πα-

ρόντος διαφωνίας μεσταὶ τυγχάνουσιν. οἱ δὲ ἐμπειρικοὶ

ἑτέραν ἐξήγησιν τούτου λέγουσιν ὅτι κρίσιν ὁ Ἱπποκρά-

της ἐνταῦθα ὀνομάζει τὴν ἐπίκρισιν etc.

Verbis satis dilucidatis addit: Λοιπὸν, εἰ δοκεῖ,

ἐρευνήσωμεν καὶ τὴν ἔννοιαν τῶν λεγομένων. φησὶν ὁ Ἱπ-

ποκράτης ὁ βίος βραχύς. καὶ ἴσως ἀπορήσει τις πρὸς

αὐτὸν ὅτι πῶς, ὦ Ἱππόκρατες, τὸν βίον τῶν ἀνθρώπων

βραχὺν ἀποφαίνῃ, καὶ μὴν ὁρῶμεν ὅτι μέχρις ἑκατὸν ἢ

καὶ ἑκατὸν εἴκοσιν ἐνιαυτῶν διαρκεῖ τὸ ζῶον τοῦτο; εἰ

δὲ καὶ πρὸς ἕτερα ζῶα τοῦτο παραβαλὼν ἔφης, ὁρῶμεν

250

ὅτι τινὰ τῶν ζώων μέχρις εἴκοσιν ἐτῶν ζῇ, τινὰ δὲ ὀλι-

γοβϊώτερα τυγχάνει, ἔνια δὲ τούτων ἐφήμερον ἔχει τὴν

ζωὴν ὡς τὰ ἐν Ἰορδάνῃ γινόμενα, ἅ φησιν ὁ Ἀριστοτέλης

ἀνίσχοντος μὲν ἡλίου ἀναβιοῦν, θνήσκειν δὲ δύνοντος.

τούτων οὖν πάντων μακροβϊωτέρας οὔσης τῆς τῶν ἀν-

θρώπων ζωῆς, πῶς σὺ βραχὺν τὸν βίον αὐτῶν ἐκάλε-

σας; etc.

Δεῖ δὲ οὐ μοῦνον ἑωϋτὸν παρέχειν τὰ δέοντα ποιεῦντα,

ἀλλὰ καὶ τοὺς παρεόντας, καὶ τὰ ἔξωθεν. —

{ΘΕΟΦ.} Οὗτος συμβουλευτικός ἐστιν ὁ ἀφορισμός·

φησὶ γὰρ, δεῖ τὸν ἰατρὸν μὴ μόνον ἑαυτὸν παρέχειν εἰς

τὰ δέοντα ποιεῖν, τουτέστι κόσμιον εἶναι καὶ πρᾷον

καὶ προσηνῆ καὶ εἰσιέναι πρὸς τὸν κάμνοντα κοσμίως καὶ

κατὰ λόγον τὰς ἰατρείας ποιεῖν, ἀλλὰ καὶ τὸν νοσοῦντα

ἔχειν πειθήνιον καὶ τοὺς ὑπηρετοῦντας ἐπιτηδείους πρός

τε τὰς ἐρωτήσεις καὶ ἀποκρίσεις καὶ πρὸς τὸ μὴ

ἀπαγγέλλειν τι θλιβερὸν τῷ κάμνοντι καὶ τὰ ἔξωθεν

συμφωνοῦντα· ἔξωθεν δὲ ὀνομάζει τὴν τοῦ περιέχοντος

ἡμᾶς ἀέρος φύσιν καὶ τὰ κατὰ τὰς οἰκήσεις ἐνοχλοῦντα.

εἰ γὰρ θέλῃ γενέσθαι ὑγεία, ταῦτα πάντα θέλουσιν

εἶναι σύνδρομα.

{ΔΑΜΑΣΚΙΟΥ.} Ἢ ὡς εἰ βούλεται ὁ ἰατρὸς καὶ

τὸν ἀσθενοῦντα εὐκόλως θεραπεῦσαι καὶ τὴν τῶν παρ'

ἐμοῦ λεγομένων ἀλήθειαν καθαμαθεῖν, μὴ μόνον αὐτὸς

251

σπουδαζέτω τὰ πρέποντα ποιεῖν ἐπ' αὐτῷ, ἀλλὰ καὶ τὸν

νοσοῦντα αὐτὸν διδασκέτω τὰ προσήκοντα ποιεῖν καὶ

τοὺς παρόντας καὶ διακονοῦντας αὐτῷ καὶ πρὸς τούτοις

καὶ τὰ ἔξωθεν. τὸν μὲν οὖν νοσοῦντα ἀναγκαζέτω μήτε

θυμοῦσθαι μήτε λυπεῖσθαι μήτε τι δι' ἡδονὴν φίλον τῇ

νόσῳ προσφέρειν, μήτε μὴν σκεπασμάτων ἢ τοιούτου τι-

νὸς καταφρονεῖν· τοὺς δὲ παρόντας καὶ διακονοῦντας αὐτῷ

παραγγέλλειν μήτ' ἐνοχλεῖν τὸν πάσχοντα, μήτε παρὰ

τὸν προσήκοντα τρέφειν καιρὸν μήτε κτύπους ποιεῖν ἐπ'

αὐτῷ, ὕπνους διακόπτοντας, μήτ' ἄλλο τι τοιοῦτον. ταῦτα

γὰρ πάντα σφόδρα πέφυκε τῇ ὑγείᾳ πολέμια. ἔξωθεν

δὲ λέγει τάς τε οἰκίας, ἐν αἷς ὄντες τυγχάνουσιν οἱ πά-

σχοντες, τὰς μὲν ψυχροτέρας τυχὸν οὔσας, τὰς δὲ θερμο-

τέρας, καὶ τὰς τῶν ἀέρων κράσεις. εἰ γοῦν ἅπαντα ταῦτά

φησι συντηρήσεις καὶ ἀκριβῶς φυλάξεις, οὔτ' ἐμὲ ψευδό-

μενόν τις οὐδὲν εὕρῃς καὶ τὸν ἀσθενοῦντα πάνυ θερα-

πεύσεις ταχέως. Ἰστέον ὅτι τὸ παρὸν προοίμιον ὁ Ἱπ-

ποκράτης εἰς δύο εἴδη λόγων ἔτεμε. μέχρι μὲν γὰρ τοῦ,

ἡ δὲ κρίσις χαλεπὴ, ἀφοριστικὸς καὶ οἷον διδασκαλικὸς

ὁ λόγος ἐστὶν, ἀπὸ δὲ τοῦ, δεῖ δὲ καὶ τὰ ἑξῆς συμβου-

λευτικὸς μέχρι τοῦ καὶ τὰ ἔξωθεν.

{<Ἐκ Στεφάνου.>}

Τὸ δὲ τὰ δέοντα ποιέοντα δεῖται ζητήσεως. χρεὼν γὰρ

εἰπεῖν τί δεῖ τὸν ἰατρὸν μεταστελλόμενον διαπράττεσθαι. ταῦ-

τα τοίνυν, ὡς ἐν ἕκτῃ λέγεται ἐπιδημίᾳ, πολλά εἰσι καὶ

διάφορα. πρῶτον μὲν γὰρ δεῖ αὐτὸν ἄνθρωπον ἀνεπίληπτον

καὶ αἰδέσιμον εἶναι, τοὺς δὲ ὄνυχας μὴ ἄγαν ηὐξημένους ἔχειν,

ἐκτὸς μέντοι τῶν χειρουργῶν. οὗτοι γὰρ χρείας αὐτῶν ἔχου-

σιν ἐν ταῖς χειρουργίαις κεχρημένοι τούτοις δίκην σαρκο-

λάβων. — —ἐπὶ δὲ τοῦ διαιτητικοῦ οὐ δέον ἐστὶν ηὐ-

ξημένους εἶναι τοὺς ὄνυχας, πρῶτον μὲν ὅτι ῥύπος αὐτοῖς

ἐγγίνεται, ὅπερ βδελυκτόν ἐστι. — — —κατὰ δὲ τὴν

ἐσθῆτα οὐ δεῖ αὐτὸν ῥυπαροφόρον εἶναι, ἀλλ' οὐδὲ μὴν

ἐστιβασμένον, ὥστε σηρικά τινα ἀμφιέννυσθαι. — —καὶ

μὴ θρασύν τινα καὶ αὐθάδη καὶ περίεργον εἶναι· τοῦτο

252

γὰρ σοβαρότητός ἐστι, μήτε οὖν κατηφῆ τε καὶ σκυθρω-

πὸν, τοῦτο γὰρ δειλίας ἐστί. — —Ταῦτα γὰρ πάντα δεῖ

ἀσκεῖν τὸν ἰατρὸν μᾶλλον μὲν ὡς ἄνθρωπον, ἧττον δὲ ὡς

ἰατρόν. — —

Δεῖ αὐτὸν ἐπίστασθαι, ὁπηνίκα δεῖ ἀνθηρῶς εἰσιέναι

μετὰ φωνῆς καὶ φθέγματος τρανοτέρου, ὁπηνίκα δὲ μεθ'

ἡσυχίας, ἠρέμα καὶ πρᾳέως, καὶ αὐτῷ δὲ τῷ βήματι τοι-

ῶσδε ἢ τοιῶσδε χρώμενος, ὅπερ πρὸς τὴν τῶν νοσημάτων

ποιότητα μεθαρμόζεται. —

Δεῖ δὲ αὐτὸν καὶ ἀπεριέργως ποιεῖσθαι τὰς περιόδους.

οὐ γὰρ εἰκὸς πρὸς τὸν ἄῤῥωστον ἀνερχόμενον ἀποφαίνε-

σθαι, τοῦτο τὸ σκεῦος τί ποιεῖ, οὐδὲ, μετάθες αὐτὸ ἐκεῖ,

— —ἀλλὰ δεῖ σπεύδειν αὐτὸν περὶ τὴν διάγνωσιν καὶ

τὴν θεραπείαν τοῦ νοσήματος. ἀλλὰ μὴν οὐδὲ πολλὰ

αὐτὸν εἰσιέναι προσῆκεν, ἵνα μὴ δόξῃ προσκορής· — —

δεῖ δέ σε καὶ τυραννικὸν εἶναι πρὸς τὰ νοσήματα καὶ μὴ

προσώποις μηδὲ ἀξίᾳ καθυπείκειν τὴν τέχνην. —δεῖ δὲ

πρὸς τούτοις καὶ τῶν αἰτίων πάντων ἀνιχνεύειν τὰς ἐφό-

δους καὶ τὴν φύσιν, καὶ μάλιστα τῶν προκαταρκτικῶν. —

—τοῦτο γάρ ἐστι τὸ, τὰ δέοντα ποιέοντα. ἔστι δὲ ἃ καὶ

τὸν νοσέοντα χρὴ συνεισάγειν— — —πειθήνιον εἶναι—

—οὕτως γάρ φησιν ὁ ἰατρὸς ἐν ἐπιδημίαις, ὅτι ἡ τέχνη

διὰ τρία ἐστίν· ἔστι γὰρ ὁ ἰατρὸς, ἡ νόσος καὶ τὰ αἴτια.

— — —παρόντας— —ὑπηρετοῦντας τῷ ἀῤῥώστῳ καὶ

τοὺς ὁπωσοῦν ἄλλως ἢ διὰ φιλίαν ἢ διὰ συγγένειαν προ-

σεδρεύοντας αὐτῷ ἐν τῇ νόσῳ. — —τεσσάρων γὰρ ὄντων

τῶν θεραπευτικῶν σκοπῶν, τοῦ τε ἀπὸ τοῦ ποσοῦ καὶ

τοῦ ἀπὸ τοῦ ποιοῦ καὶ τοῦ καιροῦ καὶ τοῦ τρόπου τῆς

χρήσεως, οἱ μὲν τρεῖς μάλιστα ὑπὸ τοῦ ἰατροῦ τυποῦνται,

253

ὁ δὲ τρόπος τῆς χρήσεως ἐπίκοινός πως ἐστὶ καὶ ἐν τῷ

ἰατρῷ καὶ ἐν τοῖς ἐξυπηρετοῦσι. — —

βʹ. Ἐν τῇσι ταραχῇσι τῆς κοιλίης, καὶ τοῖσιν ἐμέτοισι

τοῖσιν αὐτομάτως γιγνομένοισιν, ἢν μὲν οἷα δεῖ κα-

θαίρεσθαι καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως

φέρουσι· ἢν δὲ μὴ, τοὐναντίον. —

{ΘΕΟΦ.} Περὶ κενώσεως φυσικῆς καὶ τεχνικῆς διαλα-

βεῖν προθέμενος ἠναγκάσθη ὑπὸ τῆς ἀκολουθίας τοῦ λό-

γου τῆς γαστρὸς μνημονεῦσαι. ἄλλως τε ἀπὸ γαστρὸς νῦν

ἤρξατο, τουτέστιν ἀπὸ τῆς σιτοδόχου κοιλίας, ὅτι καὶ

πρῶτον ἡ τῆς τροφῆς πέψις ἐν τούτῳ τῷ μορίῳ γίνεται.

διαφέρει δὲ κάθαρσις κενώσεως, ὅτι ἡ μὲν τῆς κατὰ

ποιότητα βλάβης ἀπαλλαγὴ, κάθαρσις ὀνομάζεται,

κένωσις δὲ ἡ τῆς κατὰ ποσότητα. ἐνταῦθα οὖν περὶ

τῆς κατὰ ποιότητα καὶ φυσικῆς κενώσεως ὁ λόγος ἐστὶ

τῷ Ἱπποκράτει. τὸ γὰρ <οἷα> ποιότητός ἐστι σημαντικόν.

ἀλλὰ καὶ τὸ καθαίρεσθαι ἐπὶ τῆς κατὰ ποιότητα εἴρηται

κενώσεως. πάλιν τὸ αὐτομάτως ἐπὶ τῆς φυσικῆς εἴρηται

κενώσεως, οὐ μέντοι ἐπὶ τῆς τεχνικῆς. ἐὰν οὖν ἐπὶ ταῖς

ταραχαῖς τῆς κοιλίας ἤτοι ταῖς δι' αὐτῆς γινομέναις

254

ἐκκρίσεσι καὶ τοῖς αὐτομάτως γινομένοις ἐμέτοις, οἷα χρὴ

καθαίρεσθαι, καθαίρωνται, τουτέστι τὰ λυποῦντα κατὰ

ποιότητα, συμφέρει· εὐφοροῦσι γὰρ οἱ κάμνοντες, ἐλευθε-

ρούμενοι τῆς κακοχυμίας. εἰ μέντοι ἄλλων τινῶν χυμῶν

κάθαρσις γένηται καὶ μὴ τῶν λυπούντων, τοὐναντίον.

οὔτε γὰρ συμφέρει, ἀλλὰ καὶ μᾶλλον δυσφοροῦσιν οἱ

κάμνοντες. πρὸς δὲ τοὺς λέγοντας ὅτι διὰ τί τὴν φυσικὴν

κάθαρσιν προέταξε τῆς τεχνικῆς, φαμὲν, ὅτι ἡ τέχνη τὴν

φύσιν μιμεῖται, ἀλλ' οὐχ ἡ φύσις τὴν τέχνην.

Οὕτω δὲ καὶ ἡ κενεαγγηΐη, ἢν μὲν οἵη δεῖ γίνεσθαι, γίνη-

ται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι· ἢν δὲ μὴ, τοὐ-

ναντίον. —

{ΘΕΟΦ.} Περὶ τῆς φυσικῆς κενώσεως πρότερον

διέλαβε, νῦν καὶ περὶ τῆς τεχνικῆς διαλαμβάνει. [ὁ γὰρ

Ἱπποκράτης ἅπασαν κένωσιν ὀνομάζει κεναγγείαν ἀπὸ

τοῦ συμβεβηκότος, ἐπειδὴ κενὰ τὰ ἀγγεῖα συμβαίνει γίνεσθαι

κατὰ πάσας τὰς κενώσεις.] Καί φησιν, οὕτω καὶ κενεαγ-

γείη, τουτέστι κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ τεχνικὴ

κένωσις τῇ φυσικῇ. κενεαγγεία μὲν οὖν ἐστιν ἡ κένω-

σις τῶν ἀγγείων τῶν περιεχόντων τοὺς χυμούς. ταῦτά

εἰσι δὲ τά τε ἀρτηριώδη καὶ φλεβώδη ἀγγεῖα. ἐὰν οὖν

ἐπὶ τῆς τεχνικῆς κενώσεως, καθάπερ καὶ ἐπὶ τῆς φυσι-

κῆς εἴρητο, οἷα δεῖ γίγνεσθαι, γίγνωνται τουτέστιν οἷα

δεῖ κενοῦσθαι, κενοῦνται, ξυμφέρει τῷ παντὶ σώματι.

εὐφοροῦσι γὰρ οἱ νοσηλευόμενοι. ἢν δὲ μὴ, τοὐναντίον,

οἷον εἰ χολώδης ὑπόκειται ὕλη πλεονεκτοῦσα, κενωθῇ

δὲ προνοίᾳ τοῦ ἰατροῦ, συμφέρει καὶ εὐφόρως ὁ κά-

255

μνων φέρει. εἰ δὲ χολῆς πλεοναζούσης κενωθῇ φλέγμα

προνοίᾳ τοῦ ἰατροῦ, τοὐναντίον οὔτε συμφέρει, ἀλλὰ καὶ

μᾶλλον ὁ κάμνων δυσφορεῖ. ὅτι δὲ περὶ τῆς τεχνικῆς κε-

νώσεως τῷ Ἱπποκράτει ὁ λόγος νῦν, δῆλον ἐκ τοῦ εἰπεῖν,

οἷα δεῖ γίγνεσθαι, γίγνωνται.

Ἐπιβλέπειν οὖν δεῖ καὶ χώρην, καὶ ὥρην, καὶ ἡλικίην,

καὶ νούσους ἐν ᾗσι δεῖ, ἢ οὔ. —

{ΘΕΟΦ.} Εἰ γὰρ ταῦτα πάντα διορίσοιτό τις, βεβαιό-

τερον ἐπὶ τὴν τοῦ χυμοῦ κένωσιν ἀφίξοιτο τοῦ λυποῦν-

τος οἷον εἰ οὕτως ἔτυχεν ἐν τῷ σώματι ξανθῆς χολῆς

πλεονεκτούσης γνωρίσματα, συνεπιβλέβειν αὐτῇ δεήσει καὶ

εἰ ἡ ὥρα θερινὴ καὶ ὁ κάμνων ἀκμάζων καὶ εἰ τὸ χωρίον

θερμόν. οὕτω δὲ καὶ ἐπὶ τοῦ φλέγματος, εἰ χειμὼν εἴη

καὶ τὸ χωρίον ψυχρὸν, εἰ πρεσβύτης ὁ ἄνθρωπος, ἀλλὰ

καὶ πρὸς τούτοις αὐτὸ τῆς νόσου τὸ εἶδος, οἷον ὅτι τρι-

ταῖος ὑπὸ χολῆς ξανθῆς ἐπικρατούσης γίνεται, τεταρταῖος

256

δὲ ὑπὸ μελαίνης, ἀμφημερινὸς δὲ ὑπὸ φλέγματος. ἐὰν οὖν

ταῦτα πρεπόντως περισκέψοιτό τις, ἀκριβῶς πρὸς τὴν

κένωσιν ἀφίξοιτο. τὸ δὲ <ἐν ᾗσι δεῖ ἢ οὔ> τοιοῦτόν ἐστιν,

ἐν αἷς προσήκει ἢ μὴ προσήκει τοιοῦδε ἢ τοιοῦδε χυμοῦ

ποιεῖσθαι τὴν κένωσιν. Ἰστέον δὲ ὅτι Ἱπποκράτης κατὰ

παλαιὸν ἔθος τὴν νόσον ἐνταῦθα κατὰ πάντων λέγει του-

τέστι αἰτίων, συμπτωμάτων καὶ νόσων.

{ΔΑΜ.} Ὃ λέγει, τοιοῦτόν ἐστιν, ὅτι ὅταν ταραχὴ καὶ

κίνησις γένηται ἢ τῆς γαστρὸς ἢ δι' ἐμέτου αὐτόματος

τουτέστιν ὑπὸ τῆς φύσεως κινηθεῖσα καὶ μὴ ὑπὸ ἰατρι-

κῆς τινος τέχνης, εἰ μὲν γένηται ἡ κένωσις, οἵα δεῖ καὶ

πρέπει, ἢ ὡς εἰ ἐκεῖνος δηλονότι ὁ χυμὸς κενωθῇ, ὃς ἔτυχε

πλεονάζων ἐν τῷ κενοῦντι σώματι, ἤως εἰ ὁ ὑπὸ θέρμης

καὶ ξηρότητος πάσχων ξανθὴν κενώσει χολὴν, καὶ ὁ ὑπὸ

ψυχρότητος φλέγμα, καὶ ὁμοίως ἐπὶ τοῖς ἄλλοις ἡ κένω-

σις ἀκόλουθος γίνοιτο, ὠφελεῖ τε καὶ εὐκόλως τὴν κένω-

257

σιν ὑπομένουσιν οἱ κενοῦντες. εἰ δὲ γένηται τοὐναντίον

καὶ ὁ μὲν ὑπὸ ξηρότητος πάσχων καὶ θέρμης φλέγμα κε-

νώσῃ τυχὸν, ὁ δ' αὖ ὑπὸ ψυχρότητος ἐνοχλούμενος ξαν-

θὴν κενώσῃ χολὴν καὶ ἐπὶ τοῖς ἄλλοις ὁμοίως μὴ ἀκό-

λουθος τοῖς νοσήμασιν ἡ κενώσις γίνοιτο, οὔτε ὠφελεῖ

καὶ δυσκόλως ὑπομένουσιν οἱ κενοῦντες. καὶ ταῦτα μὲν

περὶ τῆς φυσικῆς κενώσεως. ἔπειτά φησιν, ὅτι κατὰ τὸν

αὐτὸν τρόπον γίνεται καὶ ἡ κενεαγγείη ἤως ἡ κένωσις

τῶν ἀγγείων τουτέστιν ἡ ὑπὸ ἰατρικῆς τέχνης καὶ μὴ φυ-

σικὴ κένωσις. τὸ μὲν γὰρ ἥμισυ τοῦ παρόντος ἀφορισμοῦ

περὶ τῆς φυσικῆς ἡμᾶς ἐδίδαξε καθάρσεως, τὸ δ' αὖ ἕτε-

ρον ἥμισυ περὶ τῆς τεχνικῆς διαλέγεται. διὰ τοῦτο ἐκεῖ

μὲν καθαίρεσθαι καὶ καθαίρωνται εἶπεν, ἐν τούτῳ

δὲ, γίγνεσθαι καὶ γίγνοιτο, δηλῶν ὅτι περὶ πράξεως καὶ

ἐνεργείας ἰατρικῆς διδάσκει· ὥσπερ γοῦν φησιν ἐν τῇ φυ-

σικῇ κενώσει, εἰ μὲν τὰ πρέποντα καθάρῃ ἡ φύσις καὶ

τὰ πλεονάζοντα καὶ ἐνοχλοῦντα, ὠφελεῖ· εἰ δὲ μὴ, τοὐ-

ναντίον, οὕτω καὶ ἐπὶ τῆς ἰατρικῆς καθάρσεως, εἰ τὰ ἐνο-

χλοῦντα τῷ σώματι καθάρῃ ὁ ἰατρὸς, συμφέρει· εἰ δὲ μὴ,

τὰ βλάπτοντα οὔτε ὠφελεῖ, ἀλλὰ καὶ βλάβην ποιεῖ. κε-

νεαγγίαν δὲ τὴν κένωσιν ὠνόμασεν ἀπὸ τοῦ συμβαίνοντος·

συμβαίνει γὰρ κενουμένων τῶν χυμῶν, τὰ ἐν οἷς ἦσαν

ἀγγεῖα κενὰ γίνεσθαι, ἔπειτά φησιν συμβουλευτικῷ σχή-

ματι, ὅτι πρέπει τὸν ἰατρὸν ἐπιτηρεῖν καὶ ἐπισκέπτεσθαι

καὶ τὸν καιρὸν, καθ' ὃν ἐργάζεσθαι μέλλει τὴν κάθαρσιν,

ἐὰν μὲν ξανθὴν μέλλῃ καθαίρειν χολὴν, εἶναι καὶ τὸν

καιρὸν θερινὸν, καὶ πρὸς τῷ καιρῷ καὶ τὸν τόπον, καὶ

τὴν ἡλικίαν ἐπισκέπτεσθαι τοῦ καθαιρομένου· δεῖ γὰρ ἐπὶ

τοῦ τὴν ξανθὴν κενοῦντος χολὴν καὶ τὸν καιρὸν θερινὸν

εἶναι καὶ τὸν τόπον θερμὸν καὶ τὴν ἡλικίαν ἀκμάζουσαν

καὶ νέαν· ἐπὶ δὲ τοῦ φλέγμα κενοῦντος τό τε χωρίον εἶ-

ναι ψυχρὸν καὶ τἄλλα ἀκόλουθα. καὶ πρὸς τούτοις φησὶν,

ὁρᾷν δεῖ καὶ τὰς νόσους, οἵα κάθαρσις ἑκάστῃ προσήκει,

καὶ εἰ τριταῖος μὲν ὁ πάσχων, ξανθὴν καθαίρειν χολὴν,

εἰ δὲ τεταρταῖος, μέλαιναν, εἰ δὲ ἀμφημερινὸς, φλέγμα.

καὶ ἔτι ὁ ὑπὸ τοῦ καρκίνου μὲν πάσχων πάθους, μέλαι-

ναν· ὃν δὴ πάλιν ἐρυσίπελας ἐνοχλεῖ, τοῦτον ξανθὴν κενοῦν

παρασκευάζειν χολὴν καὶ ἐπὶ τοῖς ἑξῆς ἀκολούθως νοσήμασι.

258

τοῦτο γὰρ βούλεται τῷ Ἱπποκράτει τὸ, κατὰ νούσους ἐν

ᾗσι δεῖ ἢ οὔ προσθεῖναι.

γʹ. Ἐν τοῖσι γυμναστικοῖσι αἱ ἐπ' ἄκρον εὐεξίαι σφαλε-

ραὶ, ἢν ἐν τῷ ἐσχάτῳ ἔωσι· οὐ γὰρ δύνανται μένειν ἐν

τὠϋτέῳ, οὐδὲ ἀτρεμέειν. ἐπεὶ δὲ οὐκ ἀτρεμέουσιν,

οὐδέ τι δύνανται ἐπὶ τὸ βέλτιον ἐπιδιδόναι, λείπεται

οὖν ἐπὶ τὸ χεῖρον. τουτέων οὖν εἵνεκεν τὴν εὐεξίην λύ-

ειν ξυμφέρει μὴ βραδέως, ἵνα πάλιν ἀρχὴν ἀναθρέψιος

λάβῃ τὸ σῶμα. —

{ΘΕΟΦ.} Περὶ τῆς κατὰ ποιότητα κενώσεως διαλε-

χθεὶς Ἱπποκράτης νῦν καὶ περὶ τῆς κατὰ ποσότητα δια-

λέγεται καί φησιν ἐν τοῖσι γυμναστικοῖσι καὶ τὰ ἑξῆς.

γυμναστὰς καλεῖ τοὺς ἀθλητὰς, εὐεξίαν δὲ τὴν πολυ-

σαρκίαν, ἄκρον δὲ τὸ ἔσχατον. ἐν μὲν οὖν τοῖς γυμναστι-

κοῖς αὕτη ἡ εἰς ἄκρον εὐεξία χαλεπή ἐστι, διότι δυν-

άμεις οὐκ ἠρεμοῦσιν αἱ φυσικαὶ, ὡς αὐτός φησιν Ἱππο-

κράτης· ἡ γὰρ στάσις αὐτῶν θάνατος. ἐπεὶ οὖν οὐκ ἠρε-

μοῦσιν, ἀνάγκῃ γίνεται χυλοποίησις, ἐξαιμάτωσις, ἀνάδο-

σις. ποῦ δὲ ἔχει γενέσθαι, πρόσθεσις οὐκ ἔστι· ὅπου δὲ

οὐ πρόσθεσις, οὐδὲ πρόσφυσις· ὅπου δὲ οὐ πρόσφυσις,

οὐδὲ ἐξομοίωσις. τί οὖν ὑπολείπεται; ἐπὶ τὸ χεῖρον

αὐτὰς ἐπιδιδόναι τῇ πλεονεξίᾳ τοῦ αἵματος καταβλαπτο-

μένας. τούτων οὖν ἕνεκεν τὴν εὐεξίαν λύειν χρὴ διὰ

φλεβοτομίας, ἵνα πάλιν ἀρχὴν ἀναθρέψιος λαμβά-

νῃ τὸ σῶμα, μὴ βραδέως δὲ, διὰ τὸ μὴ καταλυθῆναι

τὰς δυνάμεις τῇ πλεονεξίᾳ τοῦ αἵματος καταβλα-

πτομένας ἢ διὰ τὸ μὴ ἔσεσθαι τὰ ἐπὶ τῇ πλεονεξίᾳ

τοῦ αἵματος γινόμενα πάθη, οἷον πλευρῖτιν, συνάγχην

ἤ τι τῶν τοιούτων. ἐπὶ τῶν γυμναστικῶν δὲ κακίζει

τὴν πολυσαρκίαν διὰ τὸ σφριγᾷν ἐν αὐτῇ τὰς δυνάμεις.

259

Μηδὲ τὰς ξυμπτώσιας ἐς τὸ ἔσχατον ἄγειν· σφαλερὸν

γάρ· ἀλλὰ ὁκοίη ἂν ἡ φύσις ἔῃ τοῦ μέλλοντος ὑπομέ-

νειν, ἐς τοῦτο ἄγειν. ὡσαύτως δὲ καὶ αἱ κενώσιες αἱ

ἐς τὸ ἔσχατον ἄγουσαι, σφαλεραί. —

{ΘΕΟΦ.} Ἐνταῦθα περὶ μέτρου τῆς κατὰ ποσότητα κε-

νώσεως διαλέγεται καί φησι, μὴ εἰς ἔσχατον ἄγειν τὴν

κατὰ ποσότητα κένωσιν. ὥσπερ γὰρ ἡ ἄμετρος εὐεξία

οἶδε καταλύειν τὴν δύναμιν τῷ βαρύνειν καὶ καταπνίγειν

αὐτὴν, οὕτω καὶ ἡ ἄμετρος κένωσις τῷ διαλύειν καὶ δια-

φθείρειν. αὕτη δὲ ἡ κατὰ ποσότητα κένωσις ὁρισμὸν ἐχέ-

τω ἐκ τῆς τοῦ κάμνοντος δυνάμεως, καὶ μὴν καὶ ἐκ τῶν

λοιπῶν συστοίχων, οἷον ὥρας καὶ χώρας καὶ ἡλικίας

καὶ τῶν λοιπῶν. ἀπὸ δὲ τῆς συμπτώσεως τῶν ἀγγείων

ἐδήλωσε τὴν κένωσιν. καὶ γὰρ κενούμενον τὸ περιεχό-

μενον ἐν ἀγγείοις καὶ ἐξογκοῦν αὐτὰ, τὸ τῆς συμπτώσεως

ἕπεται πάθος.

Καὶ πάλιν αἱ ἀναθρέψιες αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι,

σφαλεραί. —

{ΘΕΟΦ.} Οὗτος ἀνεξήγητος παρά τινων σοφῶν παρα-

λέλειπται ὁ ἀφορισμὸς διὰ τὸ δοκεῖσθαι αὐτὸν ταυτολογίαν

εἶναι. οὔκ ἔστι δὲ οὕτως. ἀλλ' ἐπειδὴ ὁ Ἱπποκράτης περὶ

ποσοῦ ὕλης διαλεγόμενος παραδείγματι ἐχρήσατο τῇ εὐ-

εξίᾳ καὶ ταύτην ἔλυσεν ἤγουν ἐθεράπευσε διὰ φλεβοτο-

μίας, νῦν μετὰ τὸ παράδειγμα ἑαυτὸν ἀνάγει ἐπὶ τὰ κα-

θόλου λέγων, ὅτι οὐκ ἐπὶ εὐεξίας μόνον λέγεται τοῦτο,

ἀλλ' ὁτεδήποτε εἰ παραλάβῃς κένωσιν, μὴ εἰς τὸ ἔσχατον

260

αὐτὴν ποιήσῃς μήτε μὴν τὴν ἀνάθρεψιν, ἐπεὶ οὐδὲν ἄμε-

τρον ἐπαινετόν.

{ΔΑΜ.} Βουλόμενος ὁ Ἱπποκράτης ἐνδείξασθαι καθ'

ὅλον τὸν λόγον, ὅτι οὔτε κένωσιν ὑπερβολικὴν ἐν τῷ σώ-

ματι ἐργάζεσθαι δεῖ, οὔτε πλήρωσιν, τοὺς γυμναστὰς

ὥσπερ παράδειγμα τίθησιν, οἱονεὶ λέγων, εἰ εἰς τοὺς

ἀγωνιστὰς καὶ κοπιῶντας οὐ συμφέρει ἡ πολυσαρκία, πολ-

λῷ μᾶλλον τοὺς ἡσυχάζοντας. φησὶ γοῦν ὅτι σφαλεραὶ καὶ

ἐπικίνδυνοί εἰσιν ἐν τοῖς ἀγωνιζομένοις αἱ εἰς ἄκρον εὐ-

εξίαι ἤως αἱ ὑπερβολικαὶ εὐσαρκίαι, ἐὰν ὑπάρχωσιν ἐν τῷ

ἐσχάτῳ· ἤως ἐὰν καὶ μέχρι τέλους ὑπάρχωσιν ἐν τῇ

αὐτῇ εὐσαρκίᾳ καὶ μὴ γένηται κένωσις τοῦ πλεονάζοντος.

ἔπειτα ἐπιφέρει καὶ τὴν αἰτίαν, δι' ἣν σφαλεραί εἰσιν αἱ

πολυσαρκίαι, εἰπὼν, οὐ γὰρ δύνανται μένειν ἐν τῷ αὐ-

τέῳ, οὐδὲ ἀτρεμέειν ἤως ἐπειδὴ ἡ φύσις οὐδέποτε παύει,

ἀλλὰ εἴποτε τήν τε πέψιν καὶ τὴν ἀνάδοσιν καὶ τὴν ἐξ-

αιμάτωσιν καὶ τοιαῦτα ἐργάζεται, χρεία ἐστὶν αὐτῇ καὶ

ἀγγείων κενῶν πρὸς ἀπόθεσιν τῶν τοιούτων χυμῶν καὶ

τοῦ σώματος αὔξησιν. ἐπειδὰν δὲ μήτε προστεθῆναί τι

τοῖς στερεοῖς τοῦ σώματος ἐγχωρῇ, μήτ' ἢν φλέβες ἔτι

χώραν ἔχωσιν ὑποδέχεσθαι τὴν ἀναδιδομένην τροφὴν,

ἀνάγκη κινδυνεῦσαι τὸ σῶμα, ἢ σχισθέντος τῶν ἀγγείων

τινὸς ἢ σβεσθέντος τοῦ ἐμφύτου θερμοῦ ἢ τοιοῦτό τι πα-

θόντος τοῦ σώματος. καὶ διὰ τοῦτο οὐ δύνανται αὐξάνειν

ἐπὶ τὸ βέλτιον, ἀλλ' ἐπὶ τὸ χεῖρον καὶ ἐπικίνδυνον. ἕνε-

κεν οὖν τούτων φησὶν, συμφέρον ἐστὶ λύειν τὴν εὐεξίαν

διὰ κενώσεως πλὴν μὴ βραδέως, ἀλλὰ συντόμως, ἵνα

μὴ ὁ κίνδυνος προφθάσῃ τὴν κάθαρσιν καὶ ἵνα τοὐν-

τεῦθεν ἀρχὴν ἑτέρας ἀνατροφῆς αὖθις τὸ σῶμα λαμβάνῃ.

ἔπειτά φησιν, ἐργαζόμενος τὴν τοῦ τοιούτου σώματος κέ-

νωσιν, μὴ ἄξῃς τὰς ξυμπτώσιας ἢ τὰς κενώσεις εἰς τὸ

ἔσχατον ἤγουν εἰς ὑπερβολήν. σφαλερὸν γὰρ καὶ ἐπικίν-

δυνόν ἐστι καὶ τοῦτο. ἀλλὰ μέχρι τούτου δεῖ ἄγειν τὰς κε-

νώσεις, μέχρις οὗ δύναται ἡ δύναμις τῆς φύσεως τοῦ κε-

νοῦντος ὑπομένειν αὐτάς. ἄλλα γὰρ ἄλλως τῶν σωμάτων

δέχονται τὰς κενώσεις, τὰ μὲν ἐπὶ πλεῖστον, τὰ δὲ ἐπ'

ὀλίγον. χρὴ οὖν ἑκάστῳ προσφέρειν τὴν κατὰ δύναμιν

261

κένωσιν. ἔπειτα ἐπιφέρει τὴν αἰτίαν, δι' ἣν αἱ ὑπερβολι-

καὶ κενώσεις εἰσὶ σφαλεραὶ, εἰπὼν, καὶ πάλιν αἱ ἀναλή-

ψιες αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι, σφαλεραὶ, μονονουχὶ λέγων,

ὅτι διὰ τοῦτο αἱ ὑπερβολικαὶ κενώσεις εἰσὶ χαλεπαὶ, διό-

τι αἱ μετ' αὐτὰς ἀνατροφαὶ τοῦ σώματος σφαλεραὶ,

ἀσθενοῦς γενομένης τῆς φύσεως ὑπὸ τῆς ἄκρας κενώ-

σεως καὶ οἷον εἰπεῖν, νεκρωθείσης καὶ μὴ δυναμένης πέψαι

τὰς προσφερομένας αὐτῇ τροφὰς πρὸς ἀνάκτησιν.

δʹ. Αἱ λεπταὶ καὶ ἀκριβέες δίαιται, καὶ ἐν τοῖσι μακροῖ-

σιν αἰεὶ πάθεσι, καὶ ἐν τοῖσιν ὀξέσι, οὗ μὴ ἐνδέχεται,

σφαλεραί. —

{ΘΕΟΦ.} Ὁ παρὼν ἀφορισμὸς διαιτητικός ἐστι καὶ κατὰ

τάξιν εἴρηται. ἀπέριττον γὰρ Ἱπποκράτης ἐργασάμενος τὸ

σῶμα καὶ ἐλευθερώσας αὐτὸ τῆς κατὰ ποιότητα καὶ πο-

σότητα κακοχυμίας καὶ βλάβης, ἐπὶ τὴν δίαιταν ἐχώ-

ρησε διὰ τὸ τὰ μὴ καθαρὰ τῶν σωμάτων ὁκόσον ἂν

θρέψαις, μᾶλλον βλάψεις. εἶτά φησιν, βλαβερὰ ἡ

ἀκριβὴς καὶ λεπτὴ δίαιτα ἤτοι ἡ ἀσιτία ἐν τοῖς μακροῖς

πάθεσι. καὶ ἡ αἰτία. οὔτε γὰρ ἀπαλλάττεται τὸ νό-

σημα, ἀλλὰ καὶ ἡ δύναμις ἀποκνήσασα ἀσθενὴς γίνε-

ται καὶ θάνατος ἐπακολουθεῖ. ἀλλὰ μὴν καὶ ἐν τοῖς

ὀξέσι νοσήμασιν, οὗ μὴ ἐπιδέχεται, βλαβερά ἐστιν ἡ ἀσι-

τία. τὰ δὲ ὀξέα ἢ ὁμωνύμως ὀξέα εἴρηνται τὰ μέχρι τῆς

τεσσαρεσκαιδεκάτης ἀφικνούμενα ἡμέρας, ἢ ἁπλῶς ὀξέα

τὰ μέχρι τῆς ἑβδόμης ἢ ἐννάτης, ἢ κατοξέα τὰ ἕως τῆς

τετάρτης. ἐπὶ μὲν οὖν τῶν ὁμωνύμως ὀξέων καὶ τῶν

ἁπλῶς ὀξέων σφαλεραὶ αἱ λεπταὶ καὶ ἀκριβεῖς δίαιται

τουτέστιν αἱ ἀσιτίαι, διὰ τὸ ἀδύνατον μένειν τὸν κάμνον-

τα ἀσιτοῦντα τοσοῦτον χρόνον. ἐπὶ δὲ τῶν κατοξέων οὐ

σφαλεραὶ διὰ τὸ ὀλίγον τῶν ἡμερῶν. τὸ δὲ οὗ μὴ ἐπιδέ-

χεται τοιοῦτόν ἐστιν, ἐφ' ὧν μὴ ἁρμόζει, καὶ ἐπὶ ποίων

ἁρμόζει ἢ οὐχ ἁρμόζει, εἴρηται. Ἰστέον δὲ ὅτι πολλάκις

262

καὶ τὸ μελίκρατον καὶ ὀλίγος χυλὸς τῆς πτισάνης ἀσιτίαι

λέγονται, ὡς ἐγγὺς ὄντα τῆς κυρίως ἀσιτίας.

Αἱ ἐς τὸ ἔσχατον λεπτότητος ἀπιγμέναι δίαιται, χαλε-

παί. καὶ πάλιν αἱ πληρώσιες αἱ ἐς τὸ ἔσχατον ἀπιγ-

μέναι, χαλεπαί. —

{ΘΕΟΦ.} Καὶ ἐνταῦθα διαβάλλει τὴν ἄκρως λεπτὴν δίαιταν

ἤτοι τὴν ἀσιτίαν καὶ τὴν ὑπερπλήρωσιν ἤτοι τὴν ἁδράν.

ἑκατέρα γὰρ ξενισμὸν ποιεῖ τῇ φύσει ἐν ἀμετρίᾳ θεω-

ρουμένη. Ἰστέον δὲ ὅτι αἱ γενικαὶ διαφοραὶ τῆς διαίτης

δύο εἰσὶ, λεπτὴ καὶ ἁδρά· ἀλλ' ἡ μὲν λεπτὴ ἢ ἐσχάτως

ἐστὶ λεπτὴ, ὡς ἀσιτία, ἢ λεπτοτάτη, ὅπερ ἐστὶ μελί-

κρατον, ἢ λεπτὴ, οἷον πτισάνης χυλός. ἡ δὲ ἁδρὰ ἢ ἁδρά

ἐστιν ὡς ὅλη ἡ πτισάνη, ἢ ἁδροτέρα ὡς ἰχθύες ἢ ὠὰ, ἢ

ἁδροτάτη ὡς κρέας. ἔστι δὲ μέση τούτων, ὡς ἄρτος πλυ-

τὸς ἢ ἴτριον.

{ΔΑΜ.} Ἐν τούτῳ τῷ ἀφορισμῷ περὶ τῆς τῶν νο-

σούντων διαίτης ἡμᾶς ὁ Ἱπποκράτης διδάσκει καί φη-

σιν, ὅτι ἐν μὲν τοῖς μακροῖς καὶ πολυημέροις ἀῤῥω-

στήμασι καὶ μὴ μέχρι τῆς ἑξηκοστῆς κρινομένοις οὐ

πρέπει χρῆσθαι λεπταῖς διαίταις οὐδόλως· σφαλερὸν γὰρ

τοῦτο· ἀλλὰ χρὴ βοηθεῖν τῇ φύσει διὰ τροφῆς τινος, ἵνα

μὴ, τελέως ἀποκαμούσης, κίνδυνός τις συμβῇ. ἐν δὲ τοῖς

ὀξέσι νοσήμασιν ἤως τοῖς ἐν ὀλίγαις ἡμέραις κρινομένοις,

οὐδ' ἐν αὐτοῖς πᾶσι συμφέρει ἡ λεπτὴ δίαιτα, ἀλλά εἰσι

καὶ ἐν τούτοις νοσήματα, ἐν οἷς οὐκ ἐπιδέχεται λεπτῶς

τρέφειν.

εʹ. Ἐν τῇσι λεπτῇσι διαίτῃσι ἁμαρτάνουσι οἱ νοσέοντες,

διὸ μᾶλλον βλάπτονται. πᾶν γὰρ ὃ ἂν γίνηται, μᾶλλον

γίνεται ἢ ἐν τῇσιν ὀλίγον ἁδροτέρῃσι διαίτῃσι. διὰ τοῦ-

το καὶ τοῖσι ὑγιαίνουσι σφαλεραὶ αἱ πάνυ ἀκριβέες καὶ

λεπταὶ, καὶ καθεστηκυῖαι δίαιται, ὅτι τὰ ἁμαρτανόμενα

χαλεπώτερον φέρουσι. διὰ τοῦτο οὖν αἱ λεπταὶ καὶ

263

ἀκριβέες δίαιται, σφαλεραὶ ἐς τὰ πλεῖστα τῶν σμικρὸν

ἁδροτέρων. —

{ΘΕΟΦ.} Ἔτι καὶ νῦν διαβάλλει τὴν λεπτὴν δίαι-

ταν Ἱπποκράτης λέγων ἐν τῇσι λεπτῇσι διαίτῃσι ἁμαρ-

τάνουσιν οἱ νοσέοντες καὶ τὰ ἑξῆς. ἐν ταῖς λεπταῖς διαί-

ταις ἁμαρτάνουσιν οἱ νοσοῦντες ἀπολιγωροῦντες ἐκ τῆς

ἀσιτίας καὶ μὴ λαμβάνοντες λεπτὴν δίαιταν, ἀλλὰ τὴν

ἐμπίπτουσαν τουτέστι κἂν ἄρτον ξηρὸν κἂν κρέας

καὶ διὰ τοῦτο μᾶλλον βλάπτονται. εἴτε γὰρ δήποτε

γένηται ἁμάρτημα, χαλεπώτερον γίνεται ἐν ταῖς λε-

πταῖς ἢ ἐν ταῖς ὀλίγον ἁδροτέραις διαίταις, διὰ τὸ τῷ

ξενισμῷ τῆς τοιαύτης τροφῆς τὴν φύσιν ταράττεσθαι.

διὰ τοῦτο οὖν αἱ ἐσχάτως λεπταὶ δίαιται χαλεπαί. ὅτι

δὲ χαλεπαί εἰσι, δείκνυται καὶ ἐκ τῶν ὑγιαινόντων. εἰ

γὰρ ἐπ' ἐκείνων, ὡς φησὶν Ἱπποκράτης, κακαί εἰσι διὰ

τὸ τὰ ἁμαρτανόμενα χαλεπώτερον φέρειν, πολλῷ μᾶλλον,

ἐφ' ὧν αἱ δυνάμεις ἀσθενοῦσι. διὰ ταῦτα τοίνυν πάντα

αἱ ἐσχάτως λεπταὶ δίαιται χαλεπαὶ εἰς τὰ πλεῖστα τῶν

σμικρὸν ἁδροτέρων. τὸ ἐς τὰ πλεῖστα πρόσκειται. ἐπί

τινων γὰρ δεῖ χρήσασθαι αὐτῇ ἐπὶ τῶν κατοξέων, ἐὰν

264

μηδὲν κωλύῃ τουτέστιν ἐὰν μὴ ἡ δύναμις ἀσθενῇ ἢ τὸ

στόμα τῆς γαστρὸς ταχέως ἐκχολοῦται.

{ΔΑΜ.} Ὃ λέγει, τοιοῦτόν ἐστιν, ὅτι ἐν ταῖς λεπταῖς

διαίταις καὶ τροφαῖς ἁμαρτάνουσι καὶ σφάλλουσιν οἱ

ἀσθενεῖς. διὰ τοῦτο καὶ περισσότερον βλάπτονται. εὕροις

γὰρ ἂν πολλοὺς τῶν νοσούντων κρυφίως τρεφομένους τῶν

ἰατρῶν, ὅταν ἐκεῖνοι ἀκριβεῖ τινι καὶ λεπτῇ τούτους δι-

αίτῃ θεραπεύωσιν. οὗτοι γοῦν περισσότερον βλάπτονται

ἢ ἐὰν μὴ διῃτῶντο λεπτῶς, διότι καὶ ἡ δύναμις ἀσθενὴς

ὑπὸ τῆς ἐξαίφνης εἰσαγομένης τροφῆς γίνεται καὶ τῆς

ἀσυνήθους μεταβολῆς. πᾶν γὰρ σφάλμα ὃ ἂν γένηται ἐν

τοῖς νοσοῦσι τοῖς λάθρα τῶν ἰατρῶν τρεφομένοις, μεγα-

λώτερον, φησὶ, γίνεται ἢ εἰ ἁδροτέρως καὶ τραχυτέρως

ἐτρέφοντο, οἷον ἐπὶ παραδείγματος, ἐὰν τοῦ ἰατροῦ προ-

στάξαντος μελίκρατον καὶ πτισάνης χυλὸν, ἰχθύας τυχὸν

καὶ ὠὰ προσφέρει ὁ ἀσθενὴς, σφόδρα βλάπτεται ὁ τοι-

οῦτος διὰ τὴν ἄκραν ἐναλλαγὴν τῶν τροφῶν. ἐὰν δὲ,

ἰχθύας τοῦ ἰατροῦ προστάξαντος εὐχύμους, ὁ ἀσθενὴς δυ-

σχύμους προσφέρει, οὐ μεγάλα βλάπτεται. μικρὰ γὰρ ἡ

ἐναλλαγή.…

καὶ…

οὐ…

The complete text is available when the reading interface loads.