De excrementis
- Edition reference
- De excrementis, ed. Ideler, op. cit., 397–408.
- CTS identifier
urn:cts:greekLit:tlg0729.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
4
2
ριττωμάτων· ἤτοι φαρμακώδης τις δύναμις ἐς τοσοῦτον
λειφθεῖσα, ἢ καθ' ἑαυτήν, ἢ καὶ τῶν ἐδεσμάτων ἐπιδια-
φοράν.
3
Καὶ ὅσα ἐκ τοῦ σώματος εἰς τὴν γαστέρα συρ-
ρεῖ δακνώδη περιττώματα, καὶ ὅσα κατ' αὐτὴν γεννᾶται,
καθάπερ ἐν δυσεντερίαις ταῖς ἐφ' ἑλκώσεσιν, ἢ διὰ παρά-
λυσιν τοῦ κατὰ τὸν δάκτυλον μυὸς τοῦ ὀνομαζομένου
σφιγκτῆρος· ἀπροσαίρετος γὰρ ἐπὶ τῇ παραλύσει τοῦ μυὸς
τούτου, καὶ διὰ τοῦτο ἄτακτός ἐστι καὶ ἄκαιρος καὶ συνεχής.
5
t
{Τί σημαίνει τὸ λευκὸν καὶ ξηρὸν διαχώρημα.}
1
Τὸ λευκὸν καὶ ξηρὸν διαχώρημα σημαίνει τὴν γαστέρα
ψυχροτέραν εἶναι· σημαίνει καὶ ἔμφραξιν τοῦ χολώδους ἀγ-
γείου, καὶ τὴν ἑλκτικὴν δύναμιν τοῦ ἥπατος ἀρρωστοτέραν
εἶναι· διὰ γὰρ τὸ γενέσθαι πολλὴν ἀνάδοσιν ἐν τῷ ἥπατι
τοῦ καθαρωτέρου χυλοῦ ἄνικμον κατελείφθη τὸ διαχώρημα.
6
t
{Τί δηλοῖ τὸ λευκὸν καὶ ὑγρὸν διαχώρημα;}
1
Τοῦτο τοῦ προτέρου κατὰ τὸ ἓν σκέλος ἐναντίον·
τὸ μὲν γὰρ λευκὸν ἐν ἀμφοτέροις ὂν ψυχρότητα τῆς γα-
στρὸς σημαίνει, ἀσθένειαν δὲ τῆς ἑλκτικῆς δυνάμεως τοῦ
ἥπατος.
2
Οὐ γὰρ ἴσχυσεν ἕλξαι τὸ ἧπαρ τὸν ἐκ τῆς γα-
στρὸς πρὸς ἔντερα ἐκκρινόμενον καθαρὸν χυλόν· καὶ διὰ
τοῦτο γέγονε καὶ τὸ διαχώρημα κάθυγρον.
3
Σημαίνει
δὲ τὸ τοιοῦτον καὶ πλῆθος βρωμάτων βαρυνόντων τὴν
δύναμιν καὶ μὴ ἐώντων καλῶς πεφθῆναι.
7
t
{Περὶ ψυχρῶν διαχωρημάτων.}
1
Ἡ δὲ γαστὴρ ψύχεται ἢ ἐκ τῶν ἔσωθεν, ἢ ἐκ τῶν
ἔξωθεν ἀπορίᾳ σκεπασμάτων. Ἐκ δὲ τῶν ἔσωθεν ἢ διὰ
ψυχροποσίαν πολλήν, ἢ δι' ἀτονίαν φυσικήν.
2
Τοιαῦτα
γίνονται ὡς ἐπὶ τῶν γερόντων, καὶ ἐξεπίτηδες νοσημάτων,
ὡς ἐπὶ τῶν ὑδρωπικῶν, καὶ διὰ φλέγματος περιουσίαν, καὶ
μάλιστα εἰ καὶ ἀφρῶδες εἴη τὸ τοιοῦτον διαχώρημα.
3
Ση-
μαίνει γὰρ ἀπὸ τῆς κεφαλῆς φλέγμα καταρρεῖν, καθώς
φησιν Ἱπποκράτης· ὁκόσοισιν ἀφρώδεα διαχωρήματα ἐν τῇσι
διαρροίῃσι, τουτέοισιν ἀπὸ τῆς κεφαλῆς φλέγμα καταρρεῖ.
8
t
{Περὶ ἀπέπτων διαχωρημάτων.}
1
Τὸ ἄπεπτον διαχώρημα ἢ ὅλον ὅλως ἐστὶν ἄπεπτον,
ἢ κατά τι τούτων παραλλάττον. Τὸ μὲν οὖν καθόλου
ἄπεπτον καὶ τραχὺ καὶ ἀζύμωτόν ἐστι καὶ τὴν τῶν ἐδη-
δεσμένων διαφυλάττον ποιότητα. Τὸ δὲ κατά τι μέρος ἢ
κατὰ χρῶμα διαλλάττον, ἢ κατά τι τῶν συστατικῶν διαφο-
ρῶν ἐστιν· ὡς εἶναι καὶ ἄλλο γένος διαχωρήματος ἐπὶ τού-
τοις, τὸ μηκέτι ἐκ τῆς τῶν σιτίων διαθέσεως, ἢ ἐξ ἄλλης
διαφορᾶς παραλλάττον, ἀλλ' ἐκ τῆς τῶν ῥεόντων περιττό-
τητος ἐκ παντὸς τοῦ σώματος ἐνδείκνυσθαί τι δυνάμενον
ἀπεψίας εἶδος, οἷόν περ καὶ τὸ πυρρὸν ἀκράτως, ὅτι ὁ τῆς
πυρρᾶς χολῆς χυμὸς ἄκρατός τε καὶ πολὺς εἰς τὸν γαστέρα
συρρέων γίνεται.
9
t
{Περὶ χλωροῦ διαχωρήματος.}
1
Τὸ δὲ χλωρὸν τῆς ἰώδους χολῆς ἐστι γνώρισμα, καὶ
ἄλλα διαχωρήματα προσλαμβάνονται. καὶ γράφει περὶ τού-
των Ἱπποκράτης ἐν Ἀφορισμοῖς. Οἷσι χυλώδεα διαχωρή-
ματα, κωφώσεως ἐπιγινομένης, παύονται, καὶ ὁκόσοις κώ-
φωσις, χολωδέων ἐπιγινομένων, παύονται. Καὶ ἐν ἄλλῳ
ἀφορισμῷ· Ἐν νούσῳ πολυχρονίῃ ἀπόσιτοι καὶ ἄκρατοι
ὑποχωρήσεις. Καί, ἐπὶ ἀκράτῳ ὑποχωρήσει δυσεντερία γί-
νεται διὰ δῆξιν.
10
t
{Περὶ μέλανος διαχωρήματος.}
1
Ὡσαύτως δὲ τὰ μέλανα διαχωρήματα γίνονται, ἢ
ἀπὸ μελαίνης χολῆς τῆς ἐξ ὑπεροπτήσεως, ἢ ἀπὸ μελαγχο-
λικοῦ χυμοῦ, ἢ ἐξ αἵματος κατὰ γαστέρα ὑπεροπτηθέντος.
2
Τὰ μὲν οὖν ἀπὸ μελαίνης χολῆς διαχωρήματα γινόμενα
κατὰ πάντα εἴτ' ἐν ταῖς ἀρχαῖς τῶν νοσημάτων, εἴτ' ἐν
τοῖς ἄλλοις καιροῖς γινόμενα, καθώς φησιν Ἱπποκράτης·
Νοσημάτων ὁκόσων ἐρχομένων ἡ χολὴ μέλαινα ἢ ἄνω ἢ
κάτω ὑπέλθῃ, θανάσιμον. Καὶ ἐν ἄλλῳ ἀφορισμῷ· Ὁκό-
σοισιν ἐκ νοσημάτων ὀξέων ἢ πολυχρονίων ἢ ἐκτρωμάτων
ἢ ἄλλως λελεπτυσμένοις, ἢν χολὴ μέλαινα ἢ ὁκοῖον αἷμα
ὑπέλθῃ, τῇ ὑστεραίῃ ἀποθνήσκουσι. Καὶ ἄλλως· Δυσεντε-
ρίη ἢν ἀπὸ χολῆς μελαίνης ἄρξηται, θανάσιμον. Καὶ ἄλλως·
Τὰ μέλανα ὑποχωρέοντα κακόν.
3
Τὰ δὲ ἀπὸ μελαγχολι-
κοῦ χυμοῦ γινόμενα διαχωρήματα ὡς ἐπὶ πολὺ λυσιτελῆ,
καθάπερ ἐπὶ σπληνὶ κακωθέντι, ὥς φησιν Ἱπποκράτης·
Τοῖσι σπληνώδεσι δυσεντερίη ἐπιγινομένη, ἀγαθόν· ἢ ἐπὶ
λύσει τοῦ μελαγχολικοῦ νοσήματος· ἢ ἐπὶ τεταρταίου χρο-
νίζοντος.
4
Οὕτω δὲ καὶ τὰ ἐξ ὑπεροπτήσεως αἵματος
γινόμενα ἀκίνδυνα πάντα τῷ διώκεσθαι ὑπὸ τῆς ἀποκρι-
τικῆς δυνάμεως λόγῳ κρίσεως, καθὼς καὶ ἐν Ἀφορισμοῖς
γράφει· Αἷμα ἄνω μὲν ὁποῖον ἂν εἴη, κακόν· κάτω δέ,
ἀγαθόν.
11
t
{Περὶ αἱματωδῶν διαχωρημάτων.}
1
Τὰ μὲν οὖν αἱματώδη διαχωρήματα πολλὰ ση-
μαίνει· ἢ γὰρ βλάβην τοῦ ἥπατος, ἢ διέλκωσιν ἐντέρων,
ἢ διαρῆξιν ἀγγείου.
2
Βλάπτεται μὲν οὖν τὸ ἧπαρ ἢ
θερμαινόμενον παρὰ φύσιν, ἢ ψυχόμενον, ἢ ξηραινόμε-
νον, ἢ ὑγραινόμενον.
3
Εἰ μὲν οὖν θερμὴ δυσκρα-
σία, [κατοπτᾷ τοὺς ἐν τῷ ἥπατι χυμούς, καὶ καίει τοὺς
διὰ τῶν μεσαραϊκῶν φλεβῶν ἀναφερομένους. ἡ ψυχρὰ
δὲ παχὺν καὶ δύσρουν καὶ δυσκίνητον ἐργάζεται τὸν ἤδη
περιεχόμενον ἐν αὐτῷ φλεγματικὸν καὶ ὠμὸν χυμόν, ἡμί-
πεπτον δὲ τὸν ἀναφερόμενον.
4
Οὕτω δὲ καὶ ἡ ξηρὰ
ξηροτέρους καὶ παχυτέρους ἐργάζεται τοὺς ἐν τῷ ἥπατι
χυμούς, ἡ δὲ ὑγρὰ λεπτοτέρους καὶ ὑδατωδεστέρους.
5
Ἐὰν
οὖν ἴδητε διαχωρήματα νεοσφαγῶν κρεῶν πλύμασιν ἐοικότα,
βεβαιότατον γνώρισμα τοῦτο ὑμῖν ἔστω πάθους ἡπατικοῦ.
6
Καλεῖται δὲ ἐξαιρέτως ἡπατικὰ παθήματα κατὰ τὴν ἀρ-
ρωστίαν τῆς δυνάμεως αὐτοῦ γινόμενα. τῆς γὰρ τοῦ ἥπα-
τος οὐσίας εἰσὶ ταῦτα ἴδια παθήματα.
7
Ὁμοίως δὲ καὶ
ὅταν οἷον αἵματος τρύγα θεάσησθε διαχωρούμενον, ἡπα-
τικὸν καὶ τοῦτο ἰστέον εἶναι τὸ γνώρισμα.
8
Τὸ μὲν οὖν
ἰχωρῶδες αἷμα, τὸ οἱονεὶ πλύμασι κρεῶν διαχωρούμενον,
σημαίνει ἀτονίαν τῆς καθεκτικῆς δυνάμεως τοῦ ἥπατος.
οὐ γὰρ ἴσχυσε δι' ὅλου τοῦ χρόνου καθέξειν, ἵνα τὸν πρέ-
ποντα κόσμον τῆς πέψεως τὸ αἷμα ἀπολάβῃ, καὶ διὰ τοῦτο
παλινδρομῆσαν διὰ τῶν μεσαραϊκῶν φλεβῶν εἰς τὰ ἔντερα
ἀπεστράφη καὶ διεχωρήθη τοιοῦτον.
9
Ἔρχεται δέ ποτε
οὐ μόνον ἐξ ἥπατος εἰς γαστέρα, ἀλλὰ καὶ ἐκ παντὸς τοῦ
σώματος αἷμα, ὥσπερ ἐν ταῖς κρίσεσι καὶ ἐν ὑγιαίνου-
σιν ἀνθρώποις καὶ γυναιξὶ κατὰ τὴν ἔμμηνον κάθαρσιν
τοῦτο διαχωρεῖται, συμπῖπτον ταῖς αἱματικαῖς δυσεντερίαις.
10
Τὸ δὲ ἐοικὸς διαχώρημα τρυγὶ αἵματος, ὑπεροπτηθῆ-
ναι τὸ αἷμα σημαίνει ἢ δι' ἀσθένειαν τῆς ἀποκριτικῆς δυ-
νάμεως τοῦ ἥπατος, ἢ διὰ θερμασίαν τινὰ καταλαβοῦσαν
τὸ σπλάγχνον. ταῦτα μὲν οὖν διαχωρεῖται, ἥπατος πά-
σχοντος.
12
t
{Περὶ δυσεντερίας.}
1
Ὅταν δὲ ἴδητε κατ' ἀρχὰς μὲν χολὴν ἄκρατον δια-
χωρουμένην, ἐπακολουθῇ δὲ αὐτῇ ξύσματα, μετὰ δὲ ταῦτα
συνέρχηται καὶ αἵματος μῖξις σμικρά, ἕλκωσιν τῶν λοιπῶν
ἐντέρων δηλοῖ τὰ τοιαῦτα διαχωρήματα, ἥντινα ἕλκωσιν
δυσεντερίαν ὀνομάζουσιν.
2
Ὁπότε μὲν οὖν μόνα ταῦτα
τὰ ξύσματα διαχωρεῖται, ταῦτα σημαίνει· εἰ δέ τι πιμελῶ-
δες αὐτοῖς συνεκκρίνεται, τῶν παχέων ἐντέρων εἶναι τὴν
ἕλκωσιν δηλοῖ.
3
Τοῦ δὲ αἵματος συνεκκρινομένου τοῖς
ἄλλοις, ἢ ἀναμέμικται αὐτοῖς, ἢ καθ' ἕν τι μέρος αὐτοῖς
ἐποχεῖται.
4
Εἰ μὲν οὖν ἀναμεμιγμένον αὐτοῖς ἐστιν,
ἐν τοῖς ὑψηλοτέροις ἐνδείκνυται τὴν ἕλκωσιν εἶναι· εἰ δὲ
ἐποχεῖται, ἐν τοῖς ταπεινοτέροις.
5
Ὡσαύτως δὲ κἂν ἐφελ-
κὶς ἐκκρίνηται, κἂν χιτὼν ἐντέρου, δηλώσει ποίων ἐντέρων
ἐστί. σήψεως γὰρ πολλῆς γεγονυίας ἐν τοῖς παχέσιν ἐντέ-
ροις, ἐξέρχεται χιτὼν ἐν τοῖς διαχωρήμασι.
13
t
{Τίνα σημεῖα τεινεσμοῦ.}
1
Ἐὰν δὲ κατὰ τὰς ἐκκρίσεις σφοδρὰς μὲν τάσεις] καὶ
προθυμίας ἰσχυρὰς ἐπιφέρουσα, ἐκκρίνουσιν ὀλίγα κατ' ἀρχὰς
μὲν φλεγματώδη καὶ πιμελώδη· προιόντος δὲ τοῦ χρόνου
ξυσματώδη, ἕλκωσιν τοῦ ἀπευθυσμένου σημαίνει. Ταύτην
δὲ τὴν ἕλκωσιν ὀνομάζουσι τεινεσμόν.
4
Ἐὰν δ' ἔρχωνται
διαχωρήματα βολβοῖς κεκαυμένοις ἐοικότα ἔν τε ὑγιαίνουσι
σώμασιν νοσοῦσιν, εἰ μὲν πεπεμμένον, τὸν ἄνθρωπον ὑπὸ
κλυστῆρος ***, εἰ δ' ἄπεπτον, σημαίνει φλέγμα πολὺ ἐν τῷ
ἀπευθυσμένῳ ἐμφράττον καὶ μὴ ἐῶν τὸν κατὰ φύσιν καιρὸν
ἐξέρχεσθαι· ἢ πνεύματα παχέα ἐξ ἀπεψιῶν τὴν τοιαύτην
ἔμφραξιν ποιούμενα καὶ ὡσαύτως κωλύοντα τὴν ὑποχώρη-
σιν· ἢ καὶ αὐτὸν τὸν σφιγκτῆρα παρὰ φύσιν διατεθέντα
καὶ μὴ ἐῶντα καλῶς γίνεσθαι τὴν διαχώρησιν.
5
Γίνον-
ται δὲ καὶ διαχωρήματα αἱματώδη πολλάκις διὰ φλεβῶν
ῥῆξιν· καὶ ἐστὶ τὸ αἷμα καθαρόν τε καὶ εὔμικτον, ὡς ἐπὶ
αἱμορροϊδῶν ἄνευ τε πόνου καὶ προαιρέσεως, καὶ ὀνομάζε-
ται ἡ τοιαύτη φορὰ τοῦ αἵματος παρὰ τῇ κοινῇ συνηθείᾳ
Ἀσκληπιασμός.
6
Καὶ περὶ μὲν τῶν αἱματωδῶν διαχω-
ρημάτων καὶ χλωρῶν καὶ τῶν διὰ τὸν μελαγχολικὸν χυμὸν
γινόμενον ἱκανὰ τὰ εἰρημένα.
14
t
{Περὶ φλεγματωδῶν διαχωρημάτων.}
1
Ἔρχεται δὲ διὰ γαστρός ποτε φλέγμα παχύ, λευκόν,
καθαρόν, ἄκοπρον, συνεστηκός, ἐξογκούμενον, ὅμοιον τοῖς
θαλαττίοις πνεύμοσι. Τοῦτο εἴδομεν μετὰ πολλῆς βίας
ἐλθὸν διὰ γαστρός, καὶ ἐδήλωσε λύσιν ἐμφράξεως προσ-
γεγονυίας ἐν τῷ κώλῳ.
2
Ἔρχεται καὶ ἕτερον φλέγμα διὰ
γαστρὸς λευκόν, καθαρόν, ἀπ' ἀλλήλων τῶν μερῶν αὐτοῦ
ὅμοιον βουτύρῳ, ἄκοπρον, ἀβίαστον, καὶ σημαίνει κατὰ
τοὺς παρακειμένους τόπους τοῦ ἀπευθυσμένου γίνεσθαι,
συρρέειν δὲ ἐν τῷ αὐτῷ ἀπευθυσμένῳ ἐντέρῳ καθάπερ
ἐπὶ τῶν κατὰ φύσιν ἐντέρων, καὶ λύσιν παρασχὸν τῶν ἀλ-
γηδόνων τοῖς προπεπονηκόσιν τὸν αὐτὸν τρόπον.
3
Ἔρ-
χεται δὲ διὰ γαστρὸς πολλάκις καὶ πῦον, εἴτ' ἐξ ἀποστήματος
ῥαγέντος κατὰ τὰ σιμὰ τοῦ ἥπατος, ἢ καὶ κατὰ τὸν γα-
στέρα, ἢ καὶ ἐν τοῖς ἐντέροις. Καὶ ἡ διαφορὰ τῶν φλεγμα-
τωδῶν διαχωρημάτων, ὅτι τὰ μὲν φλεγματώδη καὶ καθαρὰ
καὶ ἄοσμα, τὸ δὲ πῦον καὶ μεμωλυσμένον ἐκ τῶν αὐτῶν
ἀποστημάτων, καὶ κοπρῶδες καὶ κάκοσμον.
15
t
{Περὶ ἑλμίνθων διαχωρουμένων.}
1
Ἔρχονται σὺν τοῖς διαχωρήμασι καὶ ἕλμινθες, καὶ
σημαίνει σῆψιν πολλὴν γεγονυῖαν κατὰ τὸν γαστέρα καὶ
τὰ ἔντερα καὶ διαφέρουσιν ἀλλήλων τῷ μεγέθει καὶ τῇ χροιᾷ
καὶ τοῖς καιροῖς τοῦ νοσήματος.
2
Περὶ γὰρ τὰς ἀρχὰς
ἐξ ὑποκειμένης διαφθορᾶς τὴν γένεσιν λαμβάνουσιν, περὶ
δὲ τὰς ἀκμὰς ἐκ πονηρᾶς νόσου, περὶ δὲ τὴν παρακμὴν ἐκ
χρηστῶν αἰτίων· οἱονεὶ χείρονες μεγάλαι τῶν μικρῶν, καὶ
αἱ πολλαὶ τῶν ὀλίγων, καὶ ζῶσαι τῶν νεκρῶν, καὶ ἐρυθραὶ
τῶν λευκῶν.
3
Ἔστι καὶ ἄλλο εἶδος ἑλμίνθων ἐρχομένων
διὰ γαστρός, διαφέρον τῶν λοιπῶν ἑλμίνθων, τὸ σχῆμα
τετράγωνοι. Πάντα οὖν τὰ διαχωρήματα συνεξερχόμενα
μετὰ ἑλμίνθων σῆψιν σημαίνει κατά τε τὴν γαστέρα καὶ
τὰ ἔντερα.
16
t
{Περὶ διαχωρήματος πελιδνοῦ, λιπαροῦ, γλίσχρου καὶ δυσώδους.}
1
Εἰ δὲ οἷον πελιδνόν τι φαίνοιτο κατὰ τὴν διαχώρη-
σιν, οὐδενὸς τοιούτου ἐδηδεσμένου, ψύξιν τινὰ καὶ νέκρω-
σιν σημαίνει· ὥσπερ καὶ εἰ λιπαρὸν διαχώρημα, οὐδενὸς
ἐδηδεσμένου λιπαροῦ, συντήξεως εἶναι τὸ γνώρισμα.
2
Εἰ
δὲ καὶ γλίσχρον, εἰ μὴ καὶ τοῦτο κατὰ τὴν τοῦ σιτίου
φύσιν εἴη, τὸ τοιοῦτον συντήξεώς ἐστι σημεῖον. ἀλλὰ τὸ
μὲν λιπαρὸν πιμελῆς τηκομένης γίνεται, τὸ δὲ γλίσχρον
αὐτῶν τῶν στερεῶν, ὥστε χεῖρον μακρῷ.
3
Τὸ δὲ λίαν
δυσῶδες, εἰ μὴ καὶ τοῦτο εἴη κατὰ τὸ σιτίον, οὐ μικρὰν
ἐνδείκνυται σῆψιν· ἁπλῶς δ' εἰπεῖν, ἐπὶ πάντων οὕτω χρὴ
στοχάζεσθαι, καὶ εἰ ποιότης εἴη τῶν διαχωρημάτων, οὕτως
ἤδη σκοπεῖσθαι τὴν διάθεσιν, ὅτι κἂν μὴ λέγηται πᾶν
τοῦτο προσυπακούειν χρή.
17
t
{Περὶ διαχωρήματος ψοφώδους καὶ ἀφρώδους.}
1
Τὸ μὲν οὖν μετὰ ψόφου διαχωρούμενον σὺν ὑγρό-
τητι λεπτῇ, φυσῶδες εἶναι δηλοῖ τὸ διαχώρημα καὶ τὰ ὄρ-
γανα τῆς διεξόδου στενά· τὸ δὲ ἀφρῶδες ἤτοι ζέοντός τινος,
ἢ φυσώδους πνεύματος ὑγρῷ μεμιγμένου γίνεται.
2
Τὸ μὲν
δὴ πρότερον ἄμετρον θερμασίαν συντήκουσαν τὸ σῶμα ***,
τὸ δὲ δεύτερον ἀνωμάλου ταραχῆς ἐστιν ἔκγονον.
3
Θαυ-
μαστὸν οὖν ἐστιν ἰδεῖν τὴν ἐν τοῖς ἐντέροις ἑλκτικὴν δύνα-
μιν οὐ μόνον ἐκ τῶν ἄνωθεν ἐνεργοῦσαν εἰς τὰ κάτω,
ἀλλὰ καὶ ἐκ τῶν κάτωθεν ἄνω· προωθεῖ μὲν τὴν τροφὴν
ἐκ τῶν ἄνω μέχρι τοῦ κάτω πέρατος· ἐν δὲ δή τισιν, ὅταν
ἡ περισταλτικὴ δύναμις ἐκ τῶν κάτωθεν ἄρξηται, ἡ φορὰ
τῶν περιεχομένων ἐν αὐτοῖς ἄνω γίνεται.
4
Οὕτω καὶ
χυμός τις δριμὺς ἐνίοτε κατενεχθεὶς ὑπὸ τὴν ἑδρῶνα σχο-
λουμένων τινῶν διά τινας βιωτικὰς περιστάσεις μὴ ἐχόν-
των τούτων ἀποπατῆσαι, ἢ ὡς πράξαι τι δέον, βιαίως ἐπι-
σχεθεὶς ἀνηνέχθη πάλιν ἄνω, καὶ τὴν γαστέρα δάκνει, καὶ
τὴν κεφαλὴν ἀναθυμιάσεως πληροῖ, τὴν μὲν ἀρχὴν τῆς
κινήσεως ἀπὸ τοῦ σφιγκτῆρος λαβὼν (ὀργάνου ψυχικοῦ)
κἀντεῦθεν δ' ἕκαστον τῶν ἐντέρων *** ὠθοῦντες αὐτὸ
πάλιν ἀφ' ἑαυτῶν, ἐν οἵῳ τρόπῳ πρότερον πρὸς τὸ ὑπερ-
κείμενον, πρὸς τὸ κάταντες ὠθεῖτο. Κατὰ δὲ τὸν αὐτὸν
τρόπον ἐνίοτε καὶ φῦσα παλινδρομεῖ.
5
Οὐδὲν οὖν θαυ-
μαστόν, εἰ καὶ κλυσματικὴ κόπρος ταῖς οὕτω βιαίαις περι-
στολαῖς τῶν ἐντέρων ἐπαναφέρεται πρότερον εἰς τὴν γα-
στέρα παρὰ φύσιν, εἶθ' οὕτως ὁρμᾷ πρὸς ἔμετον, καθάπερ
ἐν εἰλεοῖς.
6
Καὶ ἐπὶ τῶν τοιούτων νοσημάτων κόπρος
δι' ἀτονίαν τῆς κάτωθεν περισταλτικῆς δυνάμεως τῶν ἐν-
τέρων γίνεται εἰλεός· καὶ δι' ὄγκων παρὰ φύσιν γεννηθέν-
των ἐν ταῖς τῶν ἐντέρων ἕλιξι σφηνωθεῖσα κωλύσειεν ἄν
ποτε διεξέρχεσθαι.
18
t
{Περὶ ποικίλων διαχωρημάτων.}
1
Τὰ δὲ ποικίλα διαχωρήματα ποτὲ μὲν ὁμοῦ διεξέρ-
χονται, ποτὲ δὲ κατὰ μέρος διεξερχόμενα ἐστὶν αἱματώδη
καὶ χολώδη καὶ πρασώδη καὶ μέλανα. Τὸ οὖν σύνθε-
τον τοῦτο διαχώρημα πολύμορφον παρὰ τοῖς ἰατροῖς ὀνο-
μάζεται.
2
Τὰ οὖν ποικίλα ποικίλαις ἔχεσθαι διαθέσε-
σιν ἐνδείκνυται, διὰ τοῦτο οὖν καὶ χρόνια καὶ κακοήθη
καὶ πέψεως δέοντα διά τε οὖν τὸ πλῆθος τῶν διαθέσεων
καὶ τοῦ χρόνου κινδυνώδη ἅπαντα.
3
Ἐὰν δὲ τῷ μήκει
τοῦ χρόνου δέξηταί ποτε μεταβολὴν ἐπὶ τὸ κρεῖττον (ἢ
καλῶς γενομένοις ἢ τῆς δυνάμεως δὴ αὐτοῦ ῥωσθείσης
διά τινα χαρμονὴν βιωτικὴν) οὐ πονηρά.
4
Τοῦτο καὶ
πρὸς Ἱπποκράτους ὀρθῶς εἴρηται ἐν Ἀφορισμοῖς· „Ἐν
τῇσι τῆς κοιλίας ῥύσεσιν, αἱ μεταβολαὶ τῶν διαχωρημάτων
ὠφελέουσιν, ἐὰν ἐπὶ τὸ κρεῖττον μεταβληθῶσιν.“
5
Πο-
νηρῶν γὰρ ὄντων τῶν ποικίλων διαχωρημάτων, ἡ ἐπὶ τὸ
χεῖρον μεταβολὴ ἀνέλπιστος· εὔκολον γὰρ θεραπευθῆναι
τὴν ἁπλῆν διάθεσιν, καὶ ἧττον κινδυνῶδες γίνεται τοῦ
πολυειδοῦς.
19
t
{Περὶ φυσῶν.}
1
Αὐτῶν δὲ τῶν φυσῶν ἐστιν ἡ γένεσις ἐκ τῶν κατὰ
γαστέρα χυμῶν τινων αὐτόθι φυσωδῶν, ἢ σιτίων εἰς ἀτμοὺς
λυομένων ὑπὸ θερμότητος ἐνδεοῦς ὡς ὑπὸ μιᾶς καὶ δευ-
τέρας ἐρευγῆς ἐκκρίνεσθαι τοὺς τοιούτους.
2
Ἡ δ' ἐνερ-
γοῦσα μὲν ἀμφὶ τὰ σιτία θερμότης χλιαρὰ οὖσα διαλύει
μὲν ταῦτα, οὐκ ἀκριβῶς δὲ κατεργαζομένη, ἀλλ' ὁμιχλώδη
ἀποτελοῦσα, κἀντεῦθεν ἡ τοῦ φυσώδους πνεύματός ἐστι
γένεσις.
3
Τοῦτο διὰ μὲν τοῦ στόματος ἐκκρινόμενον
ἐρυγὴν ἐργάζεται· διὰ δὲ τοῦ κάτω πέρατος ἤτοι ψοφώδη
φύσαν ἢ ἄψοφον.
4
Ἐπειδὴ δὲ μήτε ἄνω μήτε κάτω
φέρηται, ἀποκλειομένη καὶ ἑλισσομένη τὴν ὀνομαζομένην
ἐμπνευμάτωσιν ἀποτελεῖ, σύμπτωμα γαστρὸς ἀτονούσης
ἐκκρίνειν τὸ περιττωματικόν τε καὶ ὁμιχλῶδες πνεῦμα.
5
Κατὰ δὲ τὰ ἔντερα ἐναποκλειόμενον καὶ κινούμενον τὸ
τοιοῦτον πνεῦμα πολυειδεῖς ἀποτελεῖ τοὺς ψόφους, ὀνό-
ματα μὲν οὐκ ἔχοντας, ἐνδείξεσθαι δὲ ἀνδρὶ τῷ συνετῷ
δυναμένους, [ὁποῖόν τε καὶ ὁπόσον ἐστὶ τὸ περίττωμα,
καὶ καθ' ὅν τινα μάλιστα τόπον ἑλισσόμενον.
6
Εἰ μὲν
γὰρ ὀξὺ καὶ λεπτὸν ἠχοίη, τὸ μὲν τοιοῦτον πνεῦμα διὰ
κενοῦ ἐντέρου φέρεται καὶ στενοῦ καθαρόν τε καὶ ἀερῶδες
ὑπάρχον· φυσωδέστερον δὲ γενόμενον, ὁμοίως μὲν ἐργά-
σεται τὸν ψόφον λεπτόν, ἐν τοῖς λεπτοῖς ἐντέροις ἑλιττό-
μενον, ἀλλ' οὐκ ἀκριβῶς ὀξύν.
7
Οἱ μὲν δὴ τοιοῦτοι
ψόφοι πάντες ἐν τοῖς κατὰ τὴν κύστιν μάλιστα συνίστανται
χωρίοις, ὑποκαταμένοντες δὲ ἧττον ἠχώδεις ἀποτελοῦνται
διὰ τὴν εὐρύτητα τῆς τοῦ πνεύματος ὁδοῦ.
8
Ἄλλοι δὲ
βομβώδεις εἰσὶ διὰ τὴν τοιαύτην αἰτίαν. Οἱ τοιοῦτοι πάν-
τες ἐν τοῖς παχέσιν ἐντέροις συνίστανται, κενοῖς γενομένοις
περιττωμάτων.
9
Εἰ δὲ ὑγρότης τις ἐν αὐτοῖς περιέχοιτο,
προσέρχεταί τις ἰδέα τῷ βόμβῳ παρὰ τῆσδε καὶ καλεῖται
βορβορυγμός, ἔκκρισιν ἐπαγγελλόμενος ὑγροῦ περιττώμα-
τος. ἡ γὰρ ἰδέα τοῦ ψόφου ταῦτα ἄμφω προμηνύει. διότι
ἐπικινουμένη γίνεται τῇ φύσῃ κατὰ τὴν ἔκκρισιν ἡ τοῦ
ὑγροῦ φορὰ καὶ τῆς κόπρου.
10
Ὁ δὲ οἷον τρυσμός· ἑκα-
τέρως γὰρ ὀνομάζεται ἐπὶ στενοχωρίᾳ τῶν ὀργάνων καὶ
φυσώδει πνεύματι μετ' ὀλίγης ὑγρότητος γίνεται, καὶ τοῦτο
Ἱπποκράτης καλῶς ἔγραφεν ἐν προγνωστικῷ οὕτω· τοὺς δὲ
ἐκ τῶν ὑποχονδρίων πόνους καὶ κατακυρτώματα, ἢν νεαρά
τε καὶ μὴ συμφλεγμονὴ λύει βορβορυσμὸς ἐπιγενόμενος
ἐν τῷ ὑποχονδρίῳ, καὶ μάλιστα μὲν διεξελθὼν σὺν κόπρῳ
τε καὶ οὔρῳ.
11
Οὕτω περὶ διαχωρημάτων σκοπεῖσθαι δεῖ
τὸν ἰατρόν, καὶ οὕτως ἐκ τῆς ἰδέας διαγινώσκειν τοὺς ἐν
πάθει πάσχοντας ἀφανεῖς τύπους, ἐπικαλούμενον Χριστὸν
τὸν ἀληθινὸν θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας. Ἀμήν.]
{ΘΕΟΦΙΛΟΥ,}{ΒΑΣΙΛΙΚΟΥ ΠΡΩΤΟΣΠΑΘΑΡΙΟΥ ΚΑΙ ΑΡΧΙΑΤΡΟΥ ΠΕΡΙ ΣΦΥΓΜΩΝ.} — — — Ὅτι μὲν δύο κοιλίαι τῆς καρδίας εἰσὶν, ἀριστερά τεκαὶ δεξιὰ, καὶ ὅτι ἡ μὲν ἀριστερὰ περιέχει τὸ πνεῦμαπολὺ, αἷμα δ' ὀλίγον, ἡ δεξιὰ δὲ τοὐναντίον αἷμαμὲν πολὺ, πνεῦμα δ' ὀλίγον, καὶ ὅτι ἐκ τοῦ κρατοῦν-τος τὴν προσωνυμίαν ἐσχήκασιν, ἡ μὲν ἀριστερὰ πνευ-ματικὴ, ἡ δεξιὰ δ' αἱματικὴ, πᾶσι τοῖς ἐμπείροις τῆςἀνατομῆς δῆλον. Ὅτι δὲ καὶ ἀπὸ τῆς ἀριστερᾶς κοιλίαςἐκφύεται ἡ μεγάλη ἀρτηρία, ἡ ὀνομαζομένη ἀορτὴ,ὥσπερ τι πρέμνον κατασχιζομένη εἰς πολλὰς ἀρτηρίαςμείζονάς τε καὶ ἐλάττονας πρὸς ζωογόνησιν τοῦ παντὸςσώματος, καὶ τοῦτο φανερὸν οὐ μόνον σοφοῖς ἀνδράσινἀλλὰ καὶ ἀγροικοτέροις. Ζωογονοῦσι δὲ τὸ σῶμα τῇ κι-νήσει αὐτῶν· κινοῦνται δὲ σφυγμοειδῶς κατὰ διαστολὴνκαὶ συστολὴν ἴσως ἀλλήλαις τε καὶ τῇ καρδίᾳ, ὥστεἐκ μιᾶς αὐτῶν δύνασθαι περὶ πασῶν συλλογίζεσθαι.διαστέλλεται οὖν ἡ καρδία ἅμα πάσαις ταῖς ἀρτηρίαιςἴσως κατὰ φύσιν, ἀλλ' οὐ κατὰ προαίρεσιν, ἕλκουσα τὸνεἰσπνεόμενον ἀέρα ὑπὸ τοῦ πνεύμονος διὰ τῆς τραχείαςἀρτηρίας, ὥσπερ τινὰ πέψιν καὶ χλίανσιν ἐν αὐτῷλαβόντα εἰς διαμονὴν καὶ αὔξησιν τοῦ ἐν τῇ καρδίᾳἐμφύτου θερμοῦ. Διαστελλόμεναι τοίνυν αἱ ἀρτηρίαι πληροῦνται πνεύ-ματος· ἐν δὲ τῇ συστολῇ αὐτῶν αἱ ἐπιπολῆς ἐκδιώκουσικατὰ διάπνοιαν τὰ ἐν αὐταῖς λιγνυώδη περιττώματα,ταῖς ἐν βάθει δὲ κειμέναις οὐ πέφυκε τόπος πρὸς τὸἐκδιώκειν ἔξω τὰ περιττά· ἀλλὰ κατὰ τοὺς κενοὺςτόπους, τοὺς πέριξ τῶν ἀρτηριῶν αἱ πόῤῥω κείμεναιδιώκουσιν· αἱ δὲ πλησιάζουσαι τῇ καρδίᾳ πρὸς τὴνκαρδίαν καὶ πρὸς τὸν πνεύμονα ἀποστρέφουσι. Τὸ οὖν ἐξἀμφοτέρων τῶν κινήσεων διαστολῆς τε καὶ συστολῆς γι-νόμενον ὀνομάζεται σφυγμός. ὁρίζεται δὲ οὕτως· σφυ-γμός ἐστι κίνησις καρδίας καὶ ἀρτηριῶν κατὰ διαστολὴνκαὶ συστολὴν γινομένη. Τῆς καρδίας οὖν σώματος οὔσης κοίλου καὶ μα-κροῦ καὶ περιφεροῦς, καὶ ἀπὸ κύκλου ἀρχομένης καὶεἰς κέντρον ληγούσης κωνοειδὴς τῷ σχήματι γίνεται. τού-του τοῦ κώνου κέντρον ἐστὶν εὐθεῖα γραμμὴ μέσον ἐκ-τεταμένη κατὰ βάθος τοῦ κώνου ἀπὸ τοῦ κέντρουτοῦ πρώτου τῆς ἀρχῆς κύκλου μέχρι τοῦ τελευταίουκέντρου. αὕτη ἡ εὐθεῖα γραμμὴ ἀρχὴ μέν ἐστι τῆς δια-στολῆς, τέλος δὲ τῆς συστολῆς. ἐν ταύτῃ τοιγαροῦν καὶἡ ἐντὸς ἠρεμία θεωρεῖται, ὥσπερ καὶ ἐν τῇ ἔξω ἐπι-φανείᾳ τῇ ἀρχῇ μὲν τῆς συστολῆς ἡ ἐκτὸς ἠρεμία. Περὶ μὲν οὖν σφυγμῶν οὐδεὶς τῶν ἀρχαίων σοφῶν ἰα-τρῶν ἀριδήλως συνέγραψεν, ἀλλ' οὐδ' αὐτὸς ὁ Ἱππο-κράτης· κατασποράδην δέ τινες ὡρίσαντο περὶ σφυγμῶνκαὶ τότε ὡς ἐπ' ἀναισθήτου τῆς συστολῆς· οὐ μέντοι γεκατὰ ποῖον μέρος τῆς χειρὸς προσβάλλειν τὸν ἰατρὸντὴν χεῖρα χρὴ, ἵνα αἴσθηται τοῦδε τοῦ σφυγμοῦ, ἢτοῦδε· καὶ τοῦτο δῆλον ἐκ τῶν συγγραμμάτων αὐ-τῶν. Ἐν γὰρ τῷ περὶ διαφορᾶς πυρετῶν οὕτω φησὶνὁ Ἱπποκράτης· <πυρετοὶ οἱ μὲν δακνώδεες τῇχειρὶ, οἱ δὲ πρᾳέες, οἱ δὲ οὐ δακνώ-δεες μὲν, ἐπαναδιδόντες δέ· οἱ δὲ ὀξέεςμὲν, ἡσσώμενοι δὲ τῆς χειρός· οἱ δὲ πε-ρικαέες εὐθέως, οἱ δὲ διὰ παντὸς—ἁλμυρώδεες· οἱ δὲ πεμφιγώδεες—οἱ δὲπρὸς τὴν χεῖρα νοτιώδεες· οἱ δὲ ἐξέρυθροι·οἱ δὲ ἔξωχροι· οἱ δὲ πελιδνοὶ καὶ τἆλλακατὰ λόγον.> Αὕτη ἡ ῥῆσις τοῦ Ἱπποκράτους δηλοῖ μὴ τῆς κατὰτὸν καρπὸν ἀρτηρίας ἅπτεσθαι, ἀλλ' ἐν ἄλλῳ καὶ ἄλλῳμορίῳ τοῦ σώματος, ὅπερ ἐστὶ καὶ νῦν παρά τινωνἐνεργούμενον ἀγροίκων· ἄλλοι μὲν γὰρ τὴν χεῖρα πρὸςτὰς κατὰ τοὺς κροτάφους ἀρτηρίας προσβάλλοντες αἰ-σθάνονται τῶν πυρεσσόντων καὶ τῶν μὴ πυρεσσόντων·κατὰ δὲ τὴν ῥῆσιν τοῦ Ἱπποκράτους τὴν ἄκραν χεῖραπρηνῆ κατὰ τὰς πλευρὰς τὰς ἀριστερὰς προσέβαλλονἁπτόμενοι τῆς ἐκπτώσεως τῆς ἀορτῆς· τοῦτο δὲ κατα-βαρὲς καὶ ἐπίμοχθον τοῖς νοσοῦσι γίνεται. Μετὰ δὲ τοὺς τούτου χρόνους ἐπιγενόμενος Γαληνὸς,ὁ θαυμασιώτατος ἰατρὸς, πρῶτος ἐδίδαξεν ἐπιβάλ-λειν τὴν χεῖρα τὸν ἰατρὸν πρὸς τὰς κατὰ τοὺς καρ-ποὺς ἀρτηρίας καὶ πρῶτος συνέταξε περὶ σφυγμῶνμεγάλην πραγματείαν ἐν ἑκκαίδεκα βίβλοις, ἐν αἷςμία μὲν τετράβιβλος περὶ διαφορᾶς σφυγμῶν διδάσκει,ὁμοίως δὲ καὶ ἑτέρα τετράβιβλος περὶ διαγνώσεως αὐ-τῶν, καὶ ἄλλη ὁμοίως τὰς αἰτίας ἑνὸς ἑκάστου σφυγμοῦ,ὥσπερ γε καὶ ἡ ἐσχάτη τετράβιβλος περὶ προγνώσεως,οἷόν τι δηλοῖ ἕκαστος τῶν σφυγμῶν. —Συνέγραψεδὲ καὶ ἄλλο μικρὸν σφυγμικάριον πρὸς Τεύθραντὸν ἰατρὸν, ὅσον δυνατόν ἐστι μανθάνειν τοὺς εἰσαγο-μένους τῶν νέων, ἀτελὲς δὲ κατὰ τὴν ἀκριβῆ διδα-σκαλίαν· διά τε οὖν τὸ ἄπειρον τῆς μεγάλης πραγμα-τείας καὶ τὸ κολοβὸν τῆς μικρᾶς, ἔτι δὲ καὶ τὴν ὀλιγω-ρίαν τῶν νῦν ἰατρῶν προετράπημεν τὰ μὲν ἐλλείποντατῆς μικρᾶς προσθεῖναι, τῆς δὲ μεγάλης ἐκλογὴν ποιή-σασθαι, ὅσα δέον ἐστὶν ἰατρὸν μανθάνειν, καὶ ἀνελ-λιπῆ πραγματείαν ποιήσασθαι περὶ σφυγμῶν· καὶ γὰρἡ πρώτη καὶ τρίτη τετράβιβλος Γαληνοῦ φιλοσόφοιςμᾶλλον ἁρμόδιος μάθησις· ἡ δὲ δευτέρα καὶ τετάρτημᾶλλον ἰατροῖς. Ταῦτ' ἄρα μέλλοντες καὶ ἡμεῖς περὶ σφυγμῶν δι-δάσκειν εἴπωμεν πρῶτον τὰς διαφορὰς αὐτῶν· εἴθ' οὕτωτὰ γένη καὶ τὰ εἴδη αὐτῶν καὶ τί σημαίνει τούτωνἕκαστον. Ἐπειδὴ δὲ ὁ σφυγμὸς ἐν τῇ κινήσει τῶν ἀρτηριῶν θεω-ρεῖται, ἡ δὲ ἀρτηρία σῶμά ἐστι κοῖλον καὶ μακρὸνκαὶ περιφερὲς, πᾶν δὲ σῶμα τριχῇ διάστατόν ἐστιν, ἔχον